Sturax (Dioscoride)

De PlantUse Français
Aller à : navigation, rechercher
smurna Boiôtiakê
De Materia Medica (Dioscoride, 1er siècle)
bdellion


Texte grec de Wellmann

1.66.1 <στύραξ> δάκρυόν ἐστι δένδρου τινὸς ὁμοίου κυδωνίᾳ. διαφέρει δὲ αὐτοῦ ὁ ξανθὸς καὶ λιπαρός, ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, ἐπιδιαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς ὑγρασίαν τινὰ μελιτώδη. τοιοῦτος δέ ἐστιν ὁ Γαβαλίτης καὶ Πισιδιακὸς καὶ Κιλίκιος, φαῦλος δὲ ὁ μέλας καὶ ψαθυρὸς καὶ πιτυρώδης. εὑρίσκεται δὲ καὶ δάκρυον κόμμει ἐοικός, διαυγές, σμυρνίζον· ὀλίγον δὲ τοῦτο γεννᾶται. δολίζουσι δὲ αὐτὸ τοῖς ἐκ τοῦ δένδρου πρίσμασιν, ἅπερ ὑπὸ τῶν σκωλήκων ἀνατίτραται, μειγνυμένοις καὶ μέλιτι καὶ ἴριδος

1.66.2 ὑποστάθμῃ καὶ ἄλλοις τισίν. ἔνιοι δὲ κηρὸν ἢ στέαρ ἀρωματί- σαντες συνεκμαλάσσουσιν ἐν τοῖς ὀξυτάτοις ἡλίοις τῷ στύρακι καὶ δι' ἠθμοῦ εὐρυτρήτου ἐκθλίβουσιν εἰς ὕδωρ ψυχρὸν ποιοῦν- τες σκωλήκια καὶ πωλοῦσι, σκωληκίτην ὀνομάζοντες. ἐγκρίνουσι δὲ οἱ ἄπειροι τὸν τοιοῦτον ὡς ἀκέραιον, οὐ προσέχοντες τῇ κατὰ τὴν ὀσμὴν εὐωδίᾳ· δριμὺς γὰρ λίαν ἐστὶν ὁ ἄδολος. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, πεπτικήν, ποιῶν πρὸς βῆχας, κατάρρους, κορύζας, βράγχους, ἀποκοπὴν φωνῆς,

1.66.3 ἤχους. ἁρμόζει καὶ πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρίας, ἔμμηνά τε ἄγει πινόμενος καὶ προστιθέμενος, κοιλίαν τε κού- φως μαλάττει καταπινόμενος ὀλίγος μετὰ ῥητίνης τερεβινθίνης· μείγνυται δὲ καὶ μαλάγμασι διαφορητικοῖς καὶ ἀκόποις χρησί- μως. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ αἰθαλοῦται ὡς λίβανος, ἁρμόζει τε ἡ αἰθάλη πρὸς ἃ καὶ ἡ τοῦ λιβάνου. τὸ δὲ ἐξ αὐτοῦ σκευαζόμενον χρῖσμα ἐν Συρίᾳ στυράκινον θερ- μαίνει καὶ μαλάττει ἰσχυρῶς· κεφαλαλγὲς μέντοι καὶ βαρὺ καὶ καρωτικὸν καθέστηκεν.

Identifications proposées

  • Styrax officinalis (Beck)
  • Styrax officinalis (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

Traduction française

Traduction allemande de Berendes

Commentaires de Berendes