== Ρ ==
*<ῥάβδοι>· ... καὶ οἱ τῶν φοινίκων κλῶνες.
*<ῥάδαμνος>· βλαστὸς ἁπαλός, κλάδος. ἄνθος. ὅρπηξ. καὶ τὰ τοιαῦτα
*<ῥάδαμον>· καυλόν, βλαστόν
*<ῥακῖδες>· ὀρόδαμνοι, κλάδοι
*<ῥάκτρια(ι)>· τὰ ῥαβδία, ἐν οἷς τοὺς καρποὺς ἀπαράσσουσιν
*<ῥάματα>· βο[ς]τρύδια. σταφυλίς. Μακεδόνες
*<ῥάμνος>· τὸ φυτόν, ὅπερ εἰς ἀλεξιφάρμακον παραλαμβάνεται. καὶ δένδρον ἀκανθῶδες
*<ῥάξ>· [ῥάγα] ἡ τῆς σταφυλῆς [ἣν ἡμεῖς <ῥῶγα> καλοῦμεν]
*<ῥαπατήν>· καλάμην, καὶ τοὺς ἐν αὐτῇ αὐλοῦντας ῥαπάλους
*<ῥαπίς>· ῥάβδος. κρηπίς. κώμη. γογγυλίς. οἱ δὲ λα[μ]ψάνην
*<ῥαπίσαι>· ῥάβδῳ πλῆξαι …
*<ῥαφάνη>· κράμβη
*<ῥαφανίς> (καὶ) <ῥάφανος> διαφέρει παρὰ τοῖς Ἀττικοῖς· <ῥάφανος> μὲν γὰρ ἡ κράμβη, <ῥαφανὶς> δὲ ἡ παρ' ἡμῖν ῥάφαν(ος). Τρύφων δέ φησι, παρὰ Δωριεῦσι τὰς μικρὰς <ῥαφανῖδας> λέγεσθαι, τὰς δὲ μέγαλας <ῥάφας>
*<ῥάφανος>· κράμβη
*<ῥαφίς>· ὑπόδημα. περόνη. καὶ ἄγριόν τι λάχανον λα[μ]ψανῶδες. καὶ ἡ ῥάβδος
*<ῥᾶχοι>· χοιράδες. στοιβαί. σάγματα. ἔνιοι τοὺς [ς]φακέλους τῶν ξύλων· ἄλλοι τὰς μυρικίνας ῥάβδους. ἔστι δὲ ἀκανθῶδες φυτόν, ἀφ' οὗ τὸ περίφραγμα
*<ῥηξ[ε]ίφλοια>· ῥήξαντα. τὸν φλοῦν [(Theophr. h. pl. I, 5, 2) pas dans Wikisource]
*<ῥίζαι>· αἱ θέσεις τοῦ ὀφθαλμοῦ, καὶ πάντων φυτῶν
*<ῥίμβαι>· ῥοιαὶ μεγάλαι. ἄμεινον δὲ διὰ τοῦ Ξ ξίμβαι
*<ῥόδαμνοι>· κλῶνες, βλαστοί
*<ῥοδῆ>· αὐτὸ τὸ δένδρον
*<ῥόδια>· … καὶ ἀμπέλου εἶδος
*<ῥοδωνιά>· ὁ τόπος, ἔνθα φύεται τὰ ῥόδα. καθάπερ καὶ <ἰωνιἀ>, ὅπου τὰ ἴα φύεται· καὶ <κρινωνιά>, ἔνθα τὰ κρίνα.
*<ῥύδια>· ῥοά, ἢ ῥοιά
*<ῥυτά>· τὰ στέμφυλα. καὶ πήγανον λευκόν. …
*<ῥώξ>· κόκκος. …
*<ῥωπάς>· εἶδος φυτοῦ ἱμαντώδους
*<ῥῶπες>· τὰ δασέα τῶν φυτῶν. καὶ θαμνώδης ὕλη. ἢ εἶδος λύγου
*<ῥώψ>· βοτάνη ἁπαλή
== Σ ==