== Σ ==
*<σαιστός>· ἐλαία θλαστή
*<σαλία>· πλέγμα καλάθῳ ὅμοιον, ὃ ἐπὶ τῆς κεφαλῆς φοροῦσιν αἱ Λάκαιναι. οἱ δὲ <θολία>
*[<σάλιξ>· ἰτέα. Ῥωμαῖοι]
*[<σάλμα>· σησάμη]
*<σάμαξ>· ὕλη τις δρυώδης, οἷον βούτομον. οἱ δὲ φορμόν. καὶ οἱ πλείους (σάκταν) ἀπὸ τοῦ σάττεσθαι. ἔνιοι δὲ τὴν βούτομον καλεῖσθαι σά- μακα. καὶ τοξικὸς κάλαμος. ἀφ' οὗ τὰ λεπτὰ συνάγοντες στιβάδια ποιοῦσιν
*<Σαμία>· εἶδός τι ἀμπέλου
*<σαμψοῦχος>· πλείστη γίνεται ἐν Αἰγύπτῳ. ἄλλοι δὲ μάραθον καλοῦσιν αὐτήν
*<σάνδυξ>· δένδρον θαμνῶδες, οὗ τὸ ἄνθος χροιὰν κόκκῳ ἐμφερῆ ἔχει, ὡς Σωσίβιος. ἢ φάρμακον ἰατρικόν. καὶ κιβωτός
*<σαννίς>· δρυοσάνδραξ. Θούριοι
*<σάρδιον>· βοτάνη ἐστὶ δηλητήριος, ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν σπασμῷ ὑποβάλλει, ὡς καὶ τῶν χειλέων τοῦ στόματος συστα- λέντων ἐκ τοῦ τοιούτου σπασμοῦ γυμνοῦσθαι λοιπὸν καὶ τοὺς ὀδόν- τας, καὶ γέλωτος φαντασίας δείκνυσθαι τοῖς ὁρῶσιν. ἔνθεν τὸ <Σαρ- δόνιος γέλως>
*<σάρι[ν>· σαρὸν] φυτόν τι γινόμενον ἐν τοῖς κατ' Αἴγυπτον ἕλεσιν
*<σαρίρ>· κλάδος φοίνικος Λάκωνες
*<σάρις[ς]α>· δόρυ μακρόν, εἶδος ἀκοντίου Ἑλληνικοῦ, σπάθη βαρβαρική. Μακεδόνες
*<σαρκοκόλ(λ)α>· φυτοῦ δάκρυον
*<σαρωνίδες>· πέτραι. ἢ αἱ διὰ παλαιότητα κεχηνυῖαι δρύες
*<σατύριον>· πόα τις συνεργὸς πρὸς τὰς Ἀφροδισίας ὁρμάς. ...
*<σαυρίγγη>· πόα τις. καὶ τὸ ζῶον ἡ σαύρα
*<σεβέννιον>· τὸ ἐπ' ἄκρῳ τῷ φοίνικι φλοιῶδες γινόμενον
*<σεκούα[να>]· σικύα
*<σεκουάνη>· ἐλαίας εἶδος. Λάκωνες
*<σελίαρ>· φοίνιξ
*<σελινουσία>· κράμβης εἶδος
*<σέλπον>· σίλφιον [(A.C. Schmidt : σέλπιον ? ) pas dans Wikisource]
*<Σέριφος>· Ἀριστοφάνης τὴν Λακεδαίμονα Σέριφον. ἔστι δὲ καὶ πόα σέριφος λεγομένη
*<σέσελι>· πόα τις
*<σησάμη>· σησαμίς. καὶ πλακοῦς ἐκ σησάμης
*<σησαμοειδής>· ἐν Ἀντικύρᾳ πόα ἐοικυῖα ἠριγέροντι
*<σητάνιοι>· καθαροὶ πυροὶ οὕτω καλοῦνται
*<σίβδαι>· ῥοιαί
*<σιβδία>· σιδία
*<σίδαι>· ῥοιαί
*<σίδη>· Θεόφραστος φυτὸν ἕτερον τῆς ῥοιᾶς φησιν εἶναι τὴν σίδην, φύεσθαι δὲ ἐν τῷ Νείλῳ
*<σιδηρῖτιν>· πόαν τὴν ἑλξίνην καλουμένην. ἔστι δὲ καὶ λίθος, ἀφ' οὗ οἱ μεταλλεῖς γίγνεσθαι τὸν σίδηρον .....
*<σίδια>· τὰ τῶν ῥοιῶν λέπυρα· <σίδαι> γὰρ αἱ ῥοιαί. τίθεται δὲ καὶ ἐπὶ πάντων χλωρῶν
*<σιδίῳ>· κόκκῳ ῥοᾶς
*<Σιδόνιοι>· Φοίνικες καὶ οἱ τὴν ἐρυθρὰν οἰκοῦντες θάλασσαν
*<σικύ(α)>· εἶδος κολοκύντης. καὶ σκεῦος ἰατρικόν
*<σικυὸς σπερματίας>· ὃν ἡμεῖς μηλοπέπονα
*<σικυωνία>· κολοκύντη
*<σίλβαι>· ῥοιαί
*<σίλβη>· εἶδος πέμματος (ἐκ) κριθῆς, σησάμης καὶ μήκωνος
*<σιλβία>· σιδία
*<σίλλυβον>· ἀκανθά(ρ)ιον ἁδρὸν καὶ ἐδώδιμόν τι.
*<σίλφιον>· ξηρόν. οἱ δὲ νεκρόν
*<σιλφίου λειμών>· Σοφοκλῆς περὶ γῆς ἐν Λιβύῃ τὸ σίλφιον φερούσης. οἱ δὲ εἶδός τι τῆς Λιβύης τὸ σίλφιον
*<σινάπυξ>· γογγυλίς
*<σίον>· λάχανον ἐμφερὲς σελίνῳ
*<σισαμίς>· τὸ παρὰ τοῖς ἰατροῖς λεγόμενον <σέσελι>
*<σισύμβ[ρ]ια>· ἄνθη
*<σισύμβριον>· Δίδυμος ἀνθύλλιόν τι. Θεόφραστος δὲ τὸ σισύμβριον γηράσκον μεταβάλλειν. οἱ δὲ αὐτὸ (ἡ)δυόσμου πλατυφυλλότερον [(Cratinus. Theophr. VI, 1, 1, all.) pas dans Wikisource]
*<σκαμωνία>· εἶδος βοτάνης [(Theophr. h. pl. IV, 5, 1, Eubulus et Antiphanes comici ; A.C. Schmidt : σκαμονία cod. em Mus.) pas dans Wikisource]
*<σκάνδιξ>· λάχανον ἄγριον, παρὸ καὶ <σκανδικοπώλην> τὸν Εὐριπίδην λέγουσιν, ἐπειδὴ λαχανοπωλητρίας υἱὸν αὐτὸν εἶναί φασι [(Ar. Arch. 478. 480) pas dans Wikisource]
*<σκᾶπος>· κλάδος.
*<σκελετά>· σκίλλα
*<σκηκός>· πόας εἶδος [(Male σφηκός Is. Vossius. Dicit ruscum s. myrtum silvestrem, quem appellat σκίκον interpolator Diosc. c. 728 (IV 144))
*<σκιάς>· ἡ ἀναδενδράς. ...
*<σκίλλα>· σκαμμωνία, θανατηφόρος μυῶν [(Adn. Schmidt : cf. σκελετά et σχῖνος. In σκιάς corruptum est ap. Ath. IX 371 D : σκιάς ἣν ἔνιοι μυηφόρον) pas dans Wikisource]
*<σκιφίνιον>· πλέγμα ἐκ φοίνικος
*<σκόλυβος>· ὁ ἐσθιόμενος βολβός
*<σκόλυμος>· λάχανον ἄγριον ἀκανθῶδες
*<σκονδάμνα>· ῥάφανος
*<σκόνυζα>· ἡ κόνυζα. ἔστι δὲ φυτὸν ἄφυλλον ἱκανῶς, καὶ στιβάδας ἐξ αὐτῆς ἐποίουν, καὶ ταῖς οἰκίαις στεγάσματα ἐπέβαλλον [(Pherecr. fr. L 1 vol. II p. 353) pas dans Wikisource]
*<σκόρνος>· κόρνος, μυρσίνη τὸ φυτόν
*<σκορπίος>· ... καὶ πόα, ἣν ἔνιοι <σκορπίουρον> [(Theophr. h. pl. IX, 19) pas dans Wikisource]
*<σκύβα>· λάχανον ἡ λαψάνη. τινὲς δὲ σκοῦβα
*<Σκυθικὸν ξύλον>· τὴν διάπυρον. ἔνιοι τὴν θαψίαν [(Adn. Schmidt : Θάψος ἐστὶ ξύλοντι, ὃ καλεῖται σκυθάριον, ἤγουν Σκυθικὸν ξύλον, ὥς φησι καὶ Σαπρώ schol. Theophr. II, 88) pas dans Wikisource]
*<Σκυθικός>· ... καὶ ᾧ ξανθίζονται αἱ γυναῖκες καὶ βάπτουσι τὰ ἔρια
*<σκυλλίς>· κληματίς`
*<σκύρβια>· κρόμμυα
*<Σκῶλος>· ἢ ἀκάνθης εἶδος.
*<σμηρία>· κισσός. Χαλκιδεῖς
*<σμῆρι(γ)ξ>· πόα. καὶ εἶδος ἀκάνθης
*<σμήχη>· τὸ σευτλίον
*<σμῖλαξ>· κιττοειδὲς φυτὸν ἑλισσόμενον. ἕρπει δὲ ἀεὶ πρὸς τὸ <ὕψος>, καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράσσεται φυτῶν, ὡς καταπνίγεσθαι ὑπ' αὐτοῦ
*<σμῖλος>· δένδρον ..... οἱ δὲ πρῖνος. ἄλλοι μίλακα, ᾗ στεφανοῦνται
*<σμίντα>· παλίουρος
*<σμυρν(ε)ῖον>· τοῦ ἱπποσελίνου ὁ καρπός. καὶ αὐτὴ ἡ βοτάνη
*<σόγχος>· λάχανον ἄγριον ([(Antiphan. I 4 vol. III, p. 133) pas dans Wikisource]
*<σόρνιξα>· εὔζωμον
*<σορόα>· παλι[ν]ούρου εἶδος
*<σορωνίς>· ἐλάτη παλαιά
*<σοῦκλαι>· φοινικοβάλανοι
*<σουκοβάλανος>· τὸ αὐτὸ Φοίνικες
*<σούσινον>· τὸ ἐκ (κ)ρίνου μύρον
*<σπᾶ>· φλοιὸς ῥίζης. ἢ ἐρυθρόδανον. ἢ τὸ φυτὸν τοῦ φοίνικος. ...
*<σπά[ρ]νακα>· ὀρίγανον
*<σπένδαμνον>· ξύλον
*<σπερματίας>· ὁ μέγας σικυός
* *<σπῖδος>· πρῖνος. ...
*<στακτήν>· τὸ ἀπὸ σμύρνης γινόμενον
*<σταφυλήν>· βότρυν δὲ καὶ ὀπώραν τὴν ἀπὸ τῆς ἀμπέλου.
*<σταφυλῖνος ἄγριος>· ὃν ἔνιοι <κέρας> καλοῦσι. καὶ ζῶον ἡλίκον σφονδύλῃ [(Theophr. h. pl. IX, 15, 5 : ἐκεῖνοι μὲν σταφυλῖνον ἄγριον καλοῦσιν, τῶν δ᾿ἰατρῶν τινες κέρας) ; faux : h.pl. IX, 15, 5 : ἐκεῖνοι μὲν ῥάφανον ἄγριαν καλοῦσι, τῶν δ᾿ἰατρῶν τινες κεράϊν. Confusion avec Diosc. III, 52 : σταφυλῖνος ἄγριος· οἱ δὲ κέρας καλοῦσιν) pas dans Wikisource]
*<στειλέαν>· τὴν μακρὰν ῥάφανον. Ἀντιφάνης ἐν Κιθαρωδῷ
*<στέλεχος>· κορμὸς ξύλου, κλάδος
*<στελίς>· ... περὶ φυτῶν τὴν [ε]ἰξέαν ὑπὸ Εὐβοέων [(C. pl. II, 17, 1) pas dans Wikisource]
*<στελύπην>· ἀσφόδελον
*<στέμφυλα>· τὰ πταίσματα τῶν ἐλαιῶν. οἱ δὲ τὰς ἀπυρήνους ἐλαίας. καὶ τῶν σταφυλῶν τὰ ἐκπιέσματα
*<στέργηθρον>· φίλτρον. καὶ πόα τίς
*<στέρνιξ>· ἐντεριώνη
*<στησίφυλλον>· τηλέφιλον τὸ φυτόν
*<στιβάς>· ἀπὸ ῥάβδων καὶ χλωρῶν χόρτων στρῶσις, καὶ φύλλων. ἢ χαμαικοίτη
*<στίβη>· ἀ(νδ)ράχνη. ...
*<στρατιωτὶς ποτάμιος>· πόα
*<στρόβ.ιλος>· συστροφὴ ἀελλώδης. καὶ ἡ πίτυς, καὶ ὁ καρπὸς αὐτῆς. ...
*<στρουθίον>· πόας ῥίζα, εὔθετος πρὸς ἐρίων ἔκπλυσιν
*<στροῦς>· ὁ στροῦθος. καὶ ὄσπριον
*<στύπεα>· στέλεχος, κορμός. ...
*<στύπη>· ὁ στύπος, ἢ στελέχη
*<Στύραξ>· ... καὶ δένδρον ὁμωνύμως. καὶ θυμίαμα
*<σύαρτον>· βούγλωσσον
*<συκάμινα>· ἡ παρ' ἐνίοις <μορέα>, τὸ δένδρον. καὶ ὁ καρπὸς ......
*<συκῆ>· τὸ ἐν ταῖς πεύκαις γενόμενον δενδρῶδες
*<συκῆ Αἰγυπτία>· ἡ λεγομένη <κερατία> τὸ δένδρον
*<συκομορέα>· συκάμινον
*<σύμφυτος>· ἡ νεκτάριος ῥίζα, ἣν ἔνιοι <ἑλένιον>, ἔνιοι δὲ μηδίκην
*<συρμίον>· λάχανόν τι σελίνῳ ἐοικός
*<σύρφη>· φρύγανα
*<σφακελισμός>· παραπληξία ... καὶ ἡ τῶν ὀστέων σῆψις
*<ς(φ)άκια>· τῆς ἀμπέλου τὰ κλήματα
*<σφάκος>· χόρτος, ὃν τὰ κτήνη ἐσθίει. οἱ δὲ τὸ ἐπὶ τῶν δρυῶν ἐπιγεννώμενον, ὃ καλοῦσι βρύον. οὐκ εὖ. ἐκεῖνος γὰρ <φά(ς)κος> λέγεται
*<σφακώδη κλιτύν>· καθ' ἣν ὁ (ς)φάκος ἐφύετο. ἔστι δὲ ἄγριον φυτόν
*<σφέλμα>· τὸ ἄνθος τῆς πρίνου
*<σφέρτα>· τὰ ἄφορα δένδρα
*<σφόδελος>· ἡ ἅλιμος. δασὺ ἄνθος, ἄρχον, σκιερόν. οἱ δὲ σῖτον
*<σφόνδυλοι>· ... καὶ οἱ τῶν φυτῶν πυθμένες.
*<σχέλινος>· ἀγρία κυπάρισσος. οἱ δὲ ἄρκευθος
*<σχῖνον διατρώγων>· εἰώθασι τὴν σχίνον τρώγειν οἱ καλλωπιζόμενοι, ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας
*<σχινοκέφαλος>· ........ εἶδος φυτοῦ [(Cratin. fr. 1, vol. II 1 p. 62) pas dans Wikisource]
*<σχῖνος>· τὸ ψέλ[λ]ιον. καὶ ἡ σκίλλα. καὶ εἶδος φυτοῦ
*<σχιστά>· τὰ γράμματα. καὶ τὰ κρόμμυα [Theophr. h. pl. VII, 4, 7) pas dans Wikisource]
*<Σχοίνικος>· ... καὶ φυτόν
* *<σωρωνίς>· ἐλάτη. καὶ πόλις
*<σώσικες>· οἱ ἑφθοὶ κύαμοι
*<σωχίς>· εἶδος ἀμπέλου
== Τ ==