Dioscoride: livre 1

De PlantUse Français
Aller à : navigation, rechercher
Introduction
Dioscoride, De Materia Medica
Livre 2


ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ
ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ
ΛΟΓΟΣ ΠΡΩΤΟΣ


Sommaire


1.Pr.1 Πολλῶν οὐ μόνον ἀρχαίων ἀλλὰ καὶ νέων συνταξαμένων περὶ τῆς τῶν φαρμάκων σκευασίας τε καὶ δυνάμεως καὶ δοκιμα- σίας, φίλτατε Ἄρειε, πειράσομαι παραστῆσαί σοι μὴ κενὴν μηδὲ ἄλογον ὁρμὴν ἐσχηκέναι με πρὸς τήνδε τὴν πραγματείαν διὰ τὸ τοὺς μὲν αὐτῶν μὴ τετελειωκέναι, τοὺς δὲ ἐξ ἱστορίας τὰ πλεῖστα ἀναγράψαι. <Ἰόλλας> μὲν γὰρ ὁ Βιθυνὸς καὶ <Ἡρακλείδης> ὁ Ταραντῖνος ἐπ' ὀλίγον ἥψαντο τῆς αὐτῆς πραγματείας τὴν βοτανικὴν παντελῶς ἐάσαντες παράδοσιν, οὐ μὴν οὐδὲ τῶν μεταλλικῶν ἢ ἀρωμάτων πάντων ἐμνημόνευσαν. <Κρατεύας> δὲ ὁ ῥιζοτόμος καὶ <Ἀνδρέας> ὁ ἰατρός – οὗτοι γὰρ δοκοῦσιν ἀκριβέστερον τῶν λοιπῶν περὶ τοῦτο τὸ μέρος ἀνεστράφθαι – πολλὰς ῥίζας εὐχρηστοτάτας καί τινας βοτάνας ἀπαρασημειώ-

1.Pr.2 τους εἴασαν. πλὴν τοῖς μὲν ἀρχαίοις μαρτυρητέον μετὰ τῆς ὀλιγότητος τῶν παραδοθέντων καὶ τὴν ἀκρίβειαν προσπαραλα- βοῦσι, τοῖς μέντοι νέοις οὐ συγκαταθετέον, ὧν ἐστι <Βάσσος> Ἰουλαῖος καὶ <Νικήρατος> καὶ <Πετρώνιος Νίγερ> τε καὶ <Διόδοτος>, Ἀσκληπιάδειοι πάντες, οἳ τὴν μὲν πᾶσι σύμφυλον καὶ γνώριμον ὕλην ἠξίωσαν ἐπὶ ποσὸν ἀναγραφῆς ἀκριβοῦς, τὰς δὲ τῶν φαρμάκων δυνάμεις καὶ δοκιμασίας ἐξ ἐπιδρομῆς παρέδοσαν, οὐ τῇ πείρᾳ τὴν ἐνέργειαν αὐτῶν κανονίζοντες, τῇ δὲ τῆς αἰτίας κενοφωνίᾳ εἰς ὄγκων διαφορὰς ἕκαστον αὐτῶν

1.Pr.3 ἀναφέροντες μετὰ τοῦ καὶ ἄλλα ἀντ' ἄλλων γράφειν. Ὁ γοῦν διαπρεπὴς δοκῶν εἶναι ἐν αὐτοῖς <Νίγερ> τὸ Εὐφόρβιόν φησιν ὀπὸν εἶναι χαμελαίας γεννωμένης ἐν Ἰταλίᾳ καὶ τὸ ἀνδρόσαι- μον ταὐτὸ ὑπάρχειν ὑπερικῷ, ἀλόην δὲ ὀρυκτὴν ἐν Ἰουδαίᾳ γεν- νᾶσθαι, καὶ ἄλλα τούτοις ὅμοια πλεῖστα παρὰ τὴν ἐνάργειαν ἐκτίθεται ψευδῶς, ἅπερ ἐστὶ τεκμήρια οὐκ αὐτοψίας ἀλλὰ τῆς ἐκ παρακουσμάτων ἱστορίας. ἥμαρτον δὲ καὶ περὶ τὴν τάξιν, οἱ μὲν ἀσυμφύλους δυνάμεις συγκρούσαντες, οἱ δὲ κατὰ στοι- χεῖον καταγράψαντες, διέζευξάν <τε> τῆς ὁμογενείας τά τε γένη καὶ τὰς ἐνεργείας αὐτῶν, ὡς διὰ τοῦτο ἀσυμμνημόνευτα γί- νεσθαι.

1.Pr.4 ἡμεῖς δὲ ὡς εἰπεῖν ἐκ πρώτης ἡλικίας ἄληκτόν τινα ἔχον- τες ἐπιθυμίαν περὶ τὴν ἐπίγνωσιν τῆς ὕλης καὶ πολλὴν γῆν ἐπελθόντες – οἶσθα γὰρ ἡμῖν στρατιωτικὸν τὸν βίον – συν- αγηόχαμεν τὴν πραγματείαν ἐν πέντε βιβλίοις σοῦ προτρεψα- μένου, ᾧ καὶ τὴν σύνταξιν ἀνατίθεμεν, εὐχάριστον ἐκπληροῦντες πάθος δι' ἣν ἔχεις πρὸς ἡμᾶς διάθεσιν, φύσει μὲν πρὸς πάν- τας τοὺς ἀπὸ παιδείας ἀναγομένους οἰκειούμενος, μάλιστα δὲ πρὸς τοὺς ὁμοτέχνους, ἰδιαίτερον δὲ πρὸς ἡμᾶς. δεῖγμα δὲ οὐ σμικρὸν τῆς ἐν σοὶ καλοκἀγαθίας καὶ ἡ τοῦ κρατίστου <Λαι- κανίου Βάσσου> πρὸς σὲ διάθεσις, ἣν ἔγνωμεν συνδιάγοντες ὑμῖν ἀξιοζήλωτον τὸ παρ' ἀμφοτέρων ὑμῶν πρὸς ἀλλήλους εὔ-

1.Pr.5 νουν ὁρῶντες. παρακαλοῦμεν δὲ σὲ καὶ τοὺς ἐντευξομένους τοῖς ὑπομνήμασι μὴ τὴν ἐν λόγοις δύναμιν ἡμῶν σκοπεῖν, ἀλλὰ τὴν ἐν τοῖς πράγμασι μετ' ἐμπειρίας ἐπιμέλειαν. μετὰ γὰρ πλεί- στης ἀκριβείας τὰ μὲν πλεῖστα δι' αὐτοψίας γνόντες, τὰ δὲ ἐξ ἱστορίας τῆς πᾶσι συμφώνου καὶ ἀνακρίσεως τῶν παρ' ἑκάστοις ἐπιχωρίων ἀκριβώσαντες πειρασόμεθα καὶ τῇ τάξει διαφόρῳ χρήσασθαι καὶ τὰ γένη κατὰ τὰς δυνάμεις ἑκάστου αὐτῶν ἀνα- γράψασθαι. ὅτι γε μὴν ἀναγκαῖος ὑπάρχει ὁ περὶ φαρμάκων λόγος, παντί που δῆλον, συνεζευγμένος ὅλῃ τῇ τέχνῃ καὶ τὴν ἀφ' ἑαυτοῦ συμμαχίαν ἀήττητον παντὶ μέρει παρεχόμενος, καὶ διότι δύναται αὔξεσθαι κατά τε τὰς σκευασίας καὶ τὰς μείξεις καὶ τοὺς ἐπὶ τῶν παθῶν πειρασμοὺς πλεῖστα συμβαλλομένης

1.Pr.6 τῆς περὶ ἕκαστον τῶν φαρμάκων γνώσεως. προσπαραλημψόμεθα δὲ καὶ τὴν συνήθη καὶ σύμφυλον ὕλην, ἵνα ἡ γραφὴ γένηται τελεία. πρὸ πάντων οὖν φροντίζειν τῆς ἀποθέσεως καὶ συλλογῆς ἑκάστου κατὰ τοὺς οἰκείους καιροὺς προσήκει· παρὰ γὰρ δὴ τούτους ἢ ἐνεργῆ ἢ ἐξίτηλα γίνεται τὰ φάρμακα· αἰθρίου γὰρ ὄντος τοῦ καταστήματος συλλέγειν δεῖ. μεγάλη γὰρ κἂν τούτῳ ὑπάρχει διαφορὰ παρὰ τὸ αὐχμῶν ἢ ὄμβρων παραγινομένων τὴν συλλογὴν ποιεῖσθαι, ὡς καὶ παρὰ τὸ ὀρεινοὺς καὶ ὑψηλοὺς καὶ διαπνεομένους καὶ ψυχροὺς καὶ ἀνύδρους εἶναι τοὺς τόπους· ἰσχυρότεραι γάρ εἰσιν αἱ δυνάμεις αὐτῶν. αἱ δὲ ἐν πεδινοῖς καὶ καθύγροις <τόποις> καὶ κατασκίοις καὶ μὴ διαπνεομένοις ἀτονώτεραι κατὰ τὸ πλεῖστον, καὶ μᾶλλον αἱ μὴ καθ' ὥραν

1.Pr.7 εὐκαίρως συλλεγεῖσαι ἢ δι' ἀσθένειαν ἐφθινηκυῖαι. οὐκ ἀγνο- ητέον μέντοι ὅτι πολλάκις τὰ τοιαῦτα παρὰ τὴν ἰδιότητα τῆς χώρας καὶ παρὰ τὴν σύγκρασιν τοῦ ἔτους τάχιον ἢ βράδιον ἀκμάζει, ἔνια δὲ καὶ παρὰ τὴν ἑαυτῶν ἰδιότητα ἐν χειμῶνι ἄνθη τε καὶ φύλλα φέρει, τινὰ δὲ καὶ δὶς τοῦ ἔτους ἀνθοφορεῖ. τὸν δὲ βουλόμενον ἐν τούτοις ἐμπειρίαν ἔχειν δεῖ κατά τε τὴν ἀρτι- φυῆ βλάστησιν ἐκ τῆς γῆς καὶ ἀκμάζουσι καὶ παρηκμακόσι παρα- τυγχάνειν· οὔτε γὰρ ὁ τῇ βλαστήσει ἐντετυχηκὼς μόνον δύνα- ται τὸ ἀκμάζον γνωρίσαι οὔτε ὁ ἑωρακὼς τὰ ἀκμάζοντα τὸ ἀρτιφυὲς ἐπιγνῶναι. παρὰ γὰρ τοὺς μετασχηματισμοὺς τῶν φύλλων καὶ τὰ μεγέθη τῶν καυλῶν καὶ ἀνθῶν καὶ καρπῶν καί τινας ἄλλας ἰδιότητας μεγάλη πλάνη γίνεται ἐπ' ἐνίων τοῖς μὴ

1.Pr.8 οὕτω τὴν θέαν ποιησαμένοις. παρὰ ταύτην γοῦν τὴν αἰτίαν τινὲς τῶν ἀναγραψαμένων ἐπλανήθησαν εἰπόντες τινὰ μήτε ἄνθη μήτε καυλὸν μήτε καρπὸν φέρειν, καθάπερ ἐπὶ τῆς ἀγρώ- στεως καὶ βηχίου καὶ πενταφύλλου. ὁ δὲ πολλάκις ἐντετευχὼς αὐτοῖς καὶ ἐν πολλοῖς τόποις μάλιστα τὴν ἐπίγνωσιν ποιήσεται. χρὴ μέντοι εἰδέναι ὅτι ἔνια τῶν βοτανικῶν φαρμάκων ἐπὶ πολλὰ ἔτη διαμένει, οἷον ἐλλέβορος λευκὸς καὶ μέλας, τὰ δὲ λοιπὰ μέχρι τριετίας ἐστὶν εὔχρηστα. τὰ μὲν οὖν ἐρνώδη, ὧν ἐστι στοιχάς, χαμαίδρυς, πόλιον, ἁβρότονον, σέριφον, ἀψίνθιον, ὕσσωπον καὶ τὰ ὅμοια τούτοις, συλλέγειν δεῖ ἐγκύμονα τῶν σπερμάτων, ἄνθη δὲ πρὸ τῆς ἀποπτώσεως αὐτῶν, τοὺς δὲ καρ- ποὺς πεπείρους ὄντας, καὶ τὰ σπέρματα δὲ ἀρχόμενα ξηραί-

1.Pr.9 νεσθαι πρὸ τοῦ ἀπορρεῖν· χυλίζειν δὲ τὰς βοτάνας ἀρτιβλάστων ὄντων τῶν καυλῶν, ὁμοίως καὶ τὰ φύλλα, ὀποὺς δὲ καὶ δάκρυα λαμβάνειν τέμνοντας ἐν ἀκμῇ ἔτι τοὺς καυλούς, τὰς δὲ εἰς ἀπόθεσιν ῥίζας καὶ χυλίσματα καὶ φλοιοὺς ἀφαιρεῖν ἀρχομένων φυλλορροεῖν τῶν βοτανῶν· καὶ τὰς μὲν καθαρὰς αὐτόθεν ξη- ραίνειν ἐν τόποις ἀνοτίστοις, τὰς δὲ μετεχούσας γῆς ἢ πηλοῦ πλύνειν ὕδατι. ἀποτίθεσθαι δὲ καὶ ἄνθη καὶ ὅσα εὐώδη τυγ- χάνει ἐν κιβωτίοις φιλυρίνοις ἀνοτίστοις, ἔστι δ' ὅτε καὶ ἐν χάρ- ταις ἢ φύλλοις χρησίμως περιδεῖται πρὸς συμμονὴν τῶν σπερ- μάτων. πρὸς δὲ τὰ ὑγρὰ φάρμακα ἁρμόσει ὕλη πᾶσα ἐξ ἀργύρου ἢ ὑάλου ἢ κεράτων γεγενημένη, καὶ ὀστρακίνη δὲ ἡ μὴ ἀραιὰ εὔθετος, ξυλίνων δὲ ὅσα ἐκ πύξου κατασκευάζεται. τὰ δὲ χαλκᾶ ἀγγεῖα ἁρμόσει πρὸς τὰ ὀφθαλμικὰ ὑγρὰ καὶ ὅσα δι' ὄξους ἢ πίσσης ὑγρᾶς ἢ κεδρίας σκευάζεται· στέατα δὲ καὶ μυελοὺς ἐν κασσιτερίνοις ἀποτίθεσθαι.

iris Illurikê

1.1.1 <ἶρις Ἰλλυρικὴ> φύλλα φέρει ὅμοια ξιφίῳ, μείζονα δὲ καὶ πλατύτερα καὶ λιπαρώτερα, ἄνθη ἐπὶ καυλῶν παράλληλα, ἐπικαμπῆ, ποικίλα· ἢ γὰρ λευκὰ [ἢ ὠχρὰ] ἢ μήλινα ἢ πορφυρᾶ ἢ κυανίζοντα ὁρᾶται, ὅθεν διὰ τὴν ποικιλίαν ἀπεικάσθη Ἴριδι τῇ οὐρανίᾳ. ῥίζαι δὲ ὕπεισι γονατώδεις, στερεαί, εὐώδεις, ἃς δεῖ μετὰ τὴν τομὴν ξηράναντας ἐν σκιᾷ καὶ διείραντας λίνῳ ἀποτίθεσθαι. ἔστι δὲ βελτίων ἡ Ἰλλυρικὴ καὶ Μακεδονική, καὶ ταύτης ἀρίστη ἡ πυκνόρριζος καὶ ὑποκόλοβος καὶ δύσθραυστος καὶ τῇ χρόᾳ ὑπόκιρρος καὶ σφόδρα εὐώδης καὶ τῇ γεύσει πυρω- <δες>τέρα τήν τε ὀσμὴν εἰλικρινὴς καὶ μὴ νοτίζουσα πταρμούς τε ἐν τῷ κόπτεσθαι κινοῦσα. ἡ δὲ Λιβυκὴ λευκή τέ ἐστι τὴν χρόαν τῇ τε γεύσει πικρά, δευτερεύουσα <δὲ> τῇ δυνάμει. παλαι- ούμεναι δὲ τερηδονίζονται, εὐωδέστεραι μέντοι τότε γίνονται.

1.1.2 δύναμιν δὲ ἔχουσι πᾶσαι θερμαντικήν, λεπτυντικήν, ἁρμό- ζουσαι πρὸς βῆχας καὶ τὰ δυσανάγωγα ὑγρὰ λεπτοποιοῦσαι. καθαίρουσι δὲ πάχη καὶ χολὰς ποτιζόμεναι μεθ' ὑδρομέλιτος ὁλκὴ δραχμῶν ἑπτά. εἰσὶ δὲ καὶ ὑπνοποιοὶ καὶ δακρυοποιοὶ καὶ στρόφους ἰῶνται. μετ' ὄξους δὲ πινόμεναι θηριοδήκτοις ἀρήγουσι καὶ σπληνικοῖς καὶ σπωμένοις καὶ περιψυχομένοις ἢ ῥιγοῦσι καὶ τοῖς γόνον προιεμένοις, σὺν οἴνῳ δὲ ποθεῖσαι ἄγουσιν ἔμμηνα. καὶ τὸ ἀπόζεμα δὲ αὐτῶν πρὸς γυναικείας πυρίας εὔθετον, μαλάσσον τοὺς τόπους καὶ ἀναστομοῦν, ἰσχιάδος

1.1.3 τε ἔγκλυσμα, καὶ συρίγγων καὶ κόλπων σαρκωτικόν. προστε- θεῖσαι δὲ ὡς κολλύριον μετὰ μέλιτος ἔμβρυα κατασπῶσι, <καὶ> μαλάσσουσι δὲ χοιράδας καὶ σκιρρώματα παλαιὰ ἑφθαὶ κατα- πλασθεῖσαι. ξηραὶ δὲ πληροῦσιν ἕλκη καὶ ἀνακαθαίρουσι μετὰ μέλιτος καὶ τὰ ἐψιλωμένα τῶν ὀστέων σαρκοῦσιν. ὠφελοῦσι δὲ καὶ κεφαλαλγίας σὺν ὄξει καὶ ῥοδίνῳ καταπλασθεῖσαι, φα- κούς τε καὶ ἐφήλεις ἀποκαθαίρουσι σὺν ἐλλεβόρῳ λευκῷ δι- πλασίονι καὶ μέλιτι καταχρισθεῖσαι. μείγνυνται δὲ καὶ πες- σοῖς καὶ μαλάγμασι καὶ ἀκόποις, καὶ καθόλου εἰσὶ πολύχρηστοι.

____________________

RV: ἶρις· οἱ δὲ ἶρις Ἰλλυρική, οἱ δὲ θαλπεινή, οἱ δὲ οὐρανία, οἱ δὲ καθαίρων, οἱ δὲ Θαυμαστίς, Ῥωμαῖοι ῥάδιξ μου- ρικά<τα>, οἱ δὲ γλαδίο<λου>μ, οἱ δὲ ὠπερτρίτις, οἱ δὲ κονσα- κράτριξ, Αἰγύπτιοι ναρί. ἀπὸ μὲν τῆς κατ' οὐρανὸν ἐμφερείας

1.1.5 ὠνόμασται, φύλλα δὲ ἔχει ὡς ξιφίου, μείζονα δὲ καὶ πλατύ- τερα καὶ λιπαρώτερα, ἄνθη παράλληλα ἐπὶ κλωνίων λευκὰ καὶ μήλινα καὶ πορφυρᾶ καὶ κυανίζοντα, ῥίζας γονατώδεις, στερεάς, εὐώδεις. τμηθεῖσαι δ' αὗται ξηραίνονται ἐν σκιᾷ καὶ λίνῳ δια- παρεῖσαι ἀποτίθενται. βελτίων δὲ ἡ Ἰλλυρικὴ καὶ Μακεδονικὴ

1.1.10 καὶ ἐν ταύταις ἡ πυκνόρριζος, ὑποκόλοβος, δύσθραυστος, ὑπό- κιρρος, εὐώδης ἄγαν καὶ πυροῦσα τὴν γλῶσσαν, πταρμοὺς ἐν τῷ κόπτεσθαι κινοῦσα. δευτέρα ἡ Λιβυκή, λευκὴ κατὰ χρόαν, πικρὰ πρὸς γεῦσιν. παλαιούμεναι δὲ πᾶσαι τερηδονίζονται μέν, εὐωδέστεραι δὲ γίνονται καὶ θερμαντικὴν ἔχουσι δύναμιν, ἐφή-

1.1.15 λεις καθαίρουσαι καὶ φακοὺς καταπλαττόμεναι μετ' ἐλλεβόρου λευκοῦ διπλασίονος· ἕλκη σαρκοῦσιν καὶ τὰ δυσανάγωγα τῶν ὑγρῶν λεπτύνουσιν καὶ φθοροποιὸν δύναμιν ἀναλαμβάνουσιν ποτιζόμεναι μεθ' ὑδρομέλιτος.

____________________

Identifications proposées :

  • Iris florentina, Iris germanica, Iris pallida (Beck)
  • Iris germanica, Iris florentina (Aufmesser)
  • Iris germanica, Iris florentina (Berendes)
  • Iris florentina, Iris germanica, Iris pallida (García Valdés)
  • Iris germanica [Fuchs, Brunfels, Linnaeus] (Osbaldeston)

akoron

1.2.1 <ἄκορον> τὰ μὲν φύλλα ἔχει ἐμφερῆ ἴριδι, στενότερα δέ, καὶ τὰς ῥίζας <δὲ> οὐκ ἀνομοίους, διαπεπλεγμένας δὲ καὶ οὐκ εἰς εὐθὺ πεφυκυίας, ἀλλὰ πλαγίας καὶ ἐξ ἐπιπολῆς, γόνασι διειλημμένας, ὑπολεύκους, δριμείας δὲ τῇ γεύσει καὶ τῇ ὀσμῇ οὐκ ἀηδεῖς. διαφέρει δὲ τὸ πυκνὸν καὶ λευκὸν ἄβρωτόν τε καὶ πλῆρες εὐωδίας. τοιοῦτο δέ ἐστι τὸ ἐν Κολχίδι καὶ τὸ ἐκ τῆς Γαλατίας δὲ ἄσπληνον λεγόμενον.

1.2.2 δύναμιν δὲ ἔχει ἡ ῥίζα θερμαντικήν. πινόμενον δὲ τὸ ἀπό- ζεμα οὖρα κινεῖ, ἁρμόζον πρὸς πλευρᾶς πόνους καὶ θώρακος καὶ ἥπατος, στρόφους, ῥήγματα, σπάσματα, σπλῆνάς <τε> τήκει· ὠφελεῖ καὶ στραγγουριῶντας, θηριοδήκτους, καὶ εἰς ἐγκάθισμα ὡς ἶρις πρὸς τὰ γυναικεῖα. ὁ δὲ χυλὸς τῆς ῥίζης ἀποκαθαίρει τὰ ἐπισκοτοῦντα ταῖς κόραις· μείγνυται δὲ καὶ ταῖς ἀντιδότοις ἡ ῥίζα χρησίμως.

____________________

RV: ἄκορον· οἱ δὲ χορὸς Ἀφροδίσιος, Ῥωμαῖοι Βενέριαμ, οἱ δὲ ναύτικα ῥάδιξ, Γάλλοι πίπερ ἄπιουμ.

____________________

Identifications proposées :

  • Iris pseudacorus (Beck)
  • Iris pseudacorus (Aufmesser)
  • Acorus calamus (Berendes)
  • Iris pseudacorus (García Valdés)
  • Acorum officinarum, Gladiolus luteus [Fuchs, Brunfels], Acorus adulterinus [Bauhin], Iris pseudacorus [Linnaeus] - Acorus calamus (Osbaldeston)

mêon Athamantikon

1.3.1 <μῆον> τὸ καλούμενον Ἀθαμαντικὸν γεννᾶται πλεῖστον ἐν Μακεδονίᾳ καὶ Σπανίᾳ, ὅμοιον <τῷ> καυλῷ καὶ τοῖς φύλλοις ἀνή- θῳ, παχύτερον δὲ τοῦ ἀνήθου, δίπηχύ που ἀναβαῖνον, ταῖς ῥίζαις ὑπεσπαρμένον λεπταῖς, πλαγίαις καὶ εὐθείαις, μακραῖς, εὐώδεσι, θερμαινούσαις τὴν γλῶτταν, αἵτινες ἀποζεσθεῖσαι μεθ' ὕδατος ἢ καὶ λεῖαι δίχα ἑψήσεως ποθεῖσαι τὰ στεγνὰ περὶ κύστιν καὶ νεφροὺς πάθη παρηγοροῦσι καὶ δυσουρίαις ἁρμόζουσι, στο- μάχου τε ἐμπνευματώσεσι καὶ στρόφοις, ὑστερικαῖς τε διαθέ- σεσι καὶ ἄρθρων πόνοις, θώρακί <τε> ῥευματιζομένῳ σὺν μέ- λιτι λεῖαι ἀντὶ ἐκλεικτοῦ βοηθοῦσιν, αἷμά τε ἄγουσι δι' ἐμμή- νων ἀποζεσθεῖσαι εἰς ἐγκάθισμα, παιδίων δὲ καταπλασθέντος <τοῦ> ἐφηβαίου οὖρα ἄγουσιν. ἔστι δὲ καὶ κεφαλαλγὲς πλεῖον ἢ δεῖ πινόμενον.

____________________


Identifications proposées :

  • Meum athamanticum (Beck)
  • Meum athamanticum (Aufmesser)
  • Meum athamanticum (Berendes)
  • Meum athamanticum (García Valdés)
  • Daucus creticus, Tordylon, Seseli creticum [Fuchs], Athemanta meum [Linnaeus], Aethusa meum - Meum athemanticum (Osbaldeston)

kuperos

1.4.1 <κύπερος>· οἱ δὲ ἐρυσίσκηπτρον ὡς τὴν ἀσπάλαθον κα- λοῦσιν. ἔχει φύλλα ὅμοια πράσῳ, μακρότερα δὲ καὶ ἰσχνότερα, καυλὸν δὲ πηχυαῖον ἢ καὶ μείζονα, γωνιώδη, ὅμοιον σχοίνῳ, οὗ κατὰ κορυφὴν φυλλαρίων ἐστὶν ἔκφυσις μικρῶν καὶ σπέρματος. ῥίζαι δ' ὕπεισιν, ὧν καὶ ἡ χρῆσις, ὥσπερ ἐπιμήκεις ἐλαῖαι συναφθεῖσαι ἑαυταῖς ἢ καὶ στρογγύλαι, μέλαιναι, εὐώδεις, ἔμ- πικροι. φύεται δὲ ἐν τόποις ἐργασίμοις καὶ τελματώδεσιν. ἀρίστη δέ ἐστιν ἡ βαρυτάτη καὶ πυκνή, ἁδρὰ καὶ δύσθραυστος, τραχεῖα, εὐώδης μετά τινος δριμύτητος. τοιαύτη δέ ἐστιν ἡ Κιλίκιος καὶ ἡ Συριακὴ καὶ ἡ ἀπὸ τῶν Κυκλάδων νήσων.

1.4.2 δύναμις δέ ἐστιν αὐτῆς θερμαντική, ἀναστομωτική, δι- ουρητικὴ <ἐπὶ> λιθιώντων καὶ ὕδρωπος πινομένη. βοηθεῖ δὲ καὶ σκορπιοπλήκτοις, καὶ πρὸς τὰς περὶ μήτραν καταψύξεις καὶ μύσεις πυριωμένη ἁρμόζει, ἄγουσα ἔμμηνα. ποιεῖ δὲ καὶ τοῖς ἐνστομίοις ἕλκεσι καὶ νεμομένοις ξηρὰ λεῖα· μείγνυται καὶ μαλάγμασι θερμαντικοῖς καὶ εἰς τὰ στύμματα τῶν μύρων εὐχρηστεῖ.

____________________

RV: κύπερον· οἱ δὲ καὶ ταύτην ἐρυσίσκηπτρον ὡς τὴν ἀσπάλαθον καλοῦσιν, Ῥωμαῖοι ἰούγκι ῥαδίκεμ, οἱ δὲ ἰούγκουμ.

____________________

Identifications proposées :

  • Cyperus rotundus (Beck)
  • Alpinia galanga (Aufmesser)
  • Cyperus rotundus, Cyperus longus (Berendes)
  • Cyperus rotundus, Cyperus esculentus (García Valdés)
  • Cyperus [Fuchs], Cyperus odoratus radice longa,

Cyperus officinarum [Bauhin], Cyperus longus [Linnaeus] - Cyperus esculentus, Cyperus officinalis, Cyperus olivaris, Cyperus radicosus, Cyperus hydra (Osbaldeston)

____________________

Le souchet, appelé aussi érusiskêptron comme l'aspalathos - (? = Alhagi maurorum L.) -, a des feuilles semblables à celles du poireau, mais plus longues et plus sèches, une tige d'une coudée - (= 0,44 m) - ou même davantage, anguleuse, semblable à un jonc, au sommet de laquelle se forment de petites feuilles et la graine. A la base se trouvent les racines dont on fait usage et qui sont comme des olives allongées convergentes, ou même rondes, noires, d'odeur agréable, un peu amères. La souchet pousse dans des lieux cultivés ou marécageux. Le meilleur est le plus lourd et le plus compact, gros et difficile à briser, rugueux, d'odeur agréable avec une certaine âcreté. Tels sont le souchet de Cilicie, celui de Syrie et celui des Cyclades. (trad. Suzanne Amigues)

= Cyperus rotundus L. (note Suzanne Amigues)

kuperos (heteron eidos)

1.5.1 ἱστορεῖται δὲ καὶ <ἕτερον εἶδος κυπέρου> ἐν Ἰνδίᾳ γεννώμενον, προσεοικὸς ζιγγιβέρει, ὃ διαμασηθὲν κροκῶδες, πικρὸν εὑρίσκεται, καταχρισθὲν δὲ παραχρῆμα ψιλοῖ τὰς τρίχας.

____________________

Identifications proposées :

  • Curcuma longa (Beck)
  • Alpinia galanga (Aufmesser)
  • Curcuma longa (Berendes)
  • Curcuma longa (García Valdés)
  • - (Osbaldeston)

kardamômon

1.6.1 <καρδάμωμον> ἄριστον τὸ ἐκ τῆς Κομμαγηνῆς καὶ Ἀρ- μενίας καὶ Βοσπόρου κομιζόμενον· γεννᾶται δὲ καὶ ἐν Ἰνδίᾳ καὶ Ἀραβίᾳ. ἐκλέγου δὲ τὸ δύσθραυστον, πλῆρες, μεμυκός – τὸ γὰρ μὴ τοιοῦτον ἔξωρόν ἐστι – καὶ τὸ τῇ ὀσμῇ δὲ πληκτικόν, γεύσει δὲ δριμὺ καὶ ὑπόπικρον. δύναμιν δὲ ἔχει θερμαντικήν· ποιεῖ δὲ πινόμενον μεθ' ὕδατος πρὸς ἐπιλημπτικούς, βήττοντας, ἰσχιαδικοὺς καὶ <πρὸς> παράλυσιν, ῥήγματα, σπάσματα, στρόφους καὶ ἕλμινθα πλα- τεῖαν ἐκβάλλει. μετ' οἴνου δὲ πινόμενον νεφριτικοῖς, δυσουροῦσι, σκορπιοπλήκτοις καὶ πᾶσι τοῖς ἰοβόλοις ἁρμόζει. μετὰ δὲ δάφνης ῥίζης φλοιοῦ ποθεῖσα δραχμὴ <μία> λίθους θρύπτει· φθείρει καὶ ἔμβρυα ὑποθυμιώμενον καὶ ψώρας ἐξαίρει σὺν ὄξει καταχριόμενον. μείγνυται δὲ καὶ εἰς τὰς τῶν μύρων στύψεις.

____________________

Identifications proposées :

  • Elettaria cardamomum (Beck)
  • Elettaria cardamomum (Aufmesser)
  • Elettaria cardamomum (Berendes)
  • Elettaria cardamomum (García Valdés)
  • Amomum cardamom (Osbaldeston)

nardos

1.7.1 <νάρδου> ἐστὶ γένη δύο· ἡ μὲν γάρ τις καλεῖται Ἰνδικὴ ἡ δὲ Συριακή, οὐχ ὅτι ἐν Συρίᾳ εὑρίσκεται, ἀλλ' ὅτι τοῦ ὄρους ἐν ᾧ γεννᾶται τὸ μὲν πρὸς Συρίαν τέτραπται τὸ δὲ πρὸς Ἰν- δούς. καὶ τῆς λεγομένης Συριακῆς ἐστι βελτίων ἡ πρόσφατος καὶ κούφη, πολύκομος, ξανθὴ τὴν χρόαν, εὐώδης ἄγαν καὶ μετὰ τοῦ κυπερίζειν ἐν τῇ ὀσμῇ μικρὸν ἔχουσα τὸν στάχυν, πικρὰ τὴν γεῦσιν καὶ τῆς γλώττης ἀναξηραντικὴ ἐπιμένουσά τε τῇ

1.7.2 εὐωδίᾳ ἐφ' ἱκανόν. τῆς δὲ Ἰνδικῆς ἡ μέν τις λέγεται Γαγγῖ- τις ἀπό τινος ποταμοῦ παραρρέοντος τοῦ ὄρους, Γάγγου κα- λουμένου, παρ' ᾧ φύεται, ἀσθενεστέρα κατὰ δύναμιν οὖσα διὰ τὸ ἐφ' ὑδατωδῶν τόπων εἶναι καὶ ἐπιμηκεστέρα, πλείους τε ἔχουσα τοὺς στάχυας ἀπὸ τῆς αὐτῆς ῥίζης καὶ πολυκόμους καὶ περιπεπλεγμένους, βρωμώδεις κατὰ τὴν ὀσμήν. ἡ δὲ ὀρει- νοτέρα εὐωδεστέρα, κολοβόσταχυς, κυπερίζουσα κατὰ τὴν εὐω- δίαν ἔχουσά τε καὶ τὰ ἄλλα ἐν αὑτῇ, ὅσαπερ καὶ ἡ Συριακὴ λεγομένη. καλεῖται δέ τις καὶ Σαμφαριτικὴ ἀπὸ χωρίων ὠνο- μασμένη, μεγαλόσταχυς, λευκοτέρα, καυλὸν ἔσθ' ὅτε μέσον

1.7.3 ἔχουσα, ὑπερτραγίζοντα τῇ ὀσμῇ, ἣν δεῖ ἀπεκλέγεσθαι. πι- πράσκεται δὲ καὶ ἀποβεβρεγμένη, ὅπερ γινώσκεται ἐκ τοῦ λευ- κὸν εἶναι τὸν στάχυν καὶ αὐχμηρὸν καὶ μὴ ἔχειν τὸν χνοῦν. δολίζουσι δὲ αὐτὴν ἐμφυσῶντες στίβι μεθ' ὕδατος ἢ οἴνου φοινικίτου πρὸς τὸ συμπιλοῦσθαι αὐτὴν καὶ βαρυτέραν γίνε- σθαι. ἐπὶ δὲ τῆς χρείας ἀφαιρεῖν δεῖ, εἰ προσείη ταῖς ῥίζαις πηλός, καὶ σήθειν χωρίζοντας τὸν κονιορτὸν εὐχρηστοῦντα εἰς χειρόνιπτρον. δύναμιν δὲ ἔχουσι θερμαντικήν, ξηραντικήν, οὐρητικήν, ὅθεν κοιλίαν τε ἱστᾶσι πινόμεναι καὶ τὰς ἐκ μήτρας ῥύσεις προστι-

1.7.4 θέμεναι καὶ ἰχῶρας στέλλουσι. βοηθοῦσι δὲ καὶ ναυτίαις σὺν ψυχρῷ ὕδατι πινόμεναι καὶ καρδιωγμοῖς καὶ ἐμπνευματικοῖς ἡπατικοῖς τε καὶ ἰκτερικοῖς καὶ νεφριτικοῖς. ἐναφεψηθεῖσαι δὲ ὕδατι καὶ πυριαθεῖσαι εἰς ἐγκάθισμα φλεγμονὰς μήτρας ἰῶνται· ποιοῦσι καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μυδήσεις τῶν βλεφάρων, στύφουσαι καὶ δασύνουσαι τὰς βλεφαρίδας, καθύγροις τε σώμασι διάπασμα· μείγνυνται δὲ καὶ ἀντιδότοις. ἀποτί- θενται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐν ἀγγείῳ καινῷ ἀκωνήτῳ λειοτρι- βηθεῖσαι σὺν οἴνῳ καὶ ἀναπλασθεῖσαι.

____________________

Identifications proposées :

  • Nardostachys jatamansi, Patrinia scabiosifolia (Beck)
  • Nardostachys jatamansi (Aufmesser)
  • suriakê : Patrinia scabiosaefolia ; indikê Valeriana jatamansi (Berendes)
  • suriakê : Patrinia scabiosifolia ; indikê Nardostachys jatamansi (García Valdés)
  • Phu germanicum, Valeriana vulgaris, Phu vulgare [Fuchs], Valeriana sylvestris major [Bauhin], Valeriana officinalis [Linnaeus] - Nardostachys jatamansi (Osbaldeston)

nardos Keltikê

1.8.1 ἡ δὲ <Κελτικὴ νάρδος> γεννᾶται μὲν ἐν ταῖς κατὰ Λι- γυρίαν Ἄλπεσιν, ἐπιχωρίως ὠνομασμένη σαλιούγκα· γεννᾶται δὲ καὶ ἐν τῇ Ἰστρίᾳ. ἔστι δὲ θαμνίσκος μικρὸς σὺν ταῖς ῥί- ζαις εἰς δέσμας ἀναλαμβανόμενος χειροπληθεῖς, ἔχει δὲ φύλλα ἐπιμήκη, ὑπόξανθα, ἄνθος μήλινον. μόνων δὲ τῶν καυλῶν ἐστι καὶ τῶν ῥιζῶν ἡ χρῆσις καὶ ἡ εὐωδία, ὅθεν δεῖ πρὸ μιᾶς ἡμέρας καταρράναντας ὕδατι τὰς δέσμας καὶ χωρίζοντας τὸ γεῶδες τι- θέναι ἐπ' ἐδάφους νοτεροῦ προυποκειμένου χαρτίου, τῇ δὲ ὑστεραίᾳ καθαίρειν· οὐ γὰρ συναποκαθαίρεται τῷ ἀχυρώδει καὶ ἀλλοτρίῳ τὸ εὔχρηστον διὰ τὴν ἐκ τῆς ἰκμάδος εὐτονίαν.

1.8.2 δολίζεται δὲ συναποτιλλομένης αὐτῇ πόας ἐμφεροῦς, ἣν διὰ τὸ περὶ τὴν ὀσμὴν βρωμῶδες τράγον καλοῦσιν. εὐχερὴς δὲ ἡ ἐπί- γνωσις· ἄκαυλός <τε> γάρ ἐστιν ἡ πόα καὶ λευκοτέρα καὶ ἧττον ἐπιμήκη τὰ φύλλα ἔχει οὐδὲ τὴν ῥίζαν πικρὰν ἢ ἀρωματίζουσαν ὥσπερ ἐπὶ τῆς ἀληθινῆς ἔχει. ἀποκρίνας οὖν τὰ καυλία καὶ τὰς ῥίζας, τὰ δὲ φύλλα ῥίψας, εἰ βούλοιο ἀποτίθεσθαι, ἀναλαμ- βάνων οἴνῳ λεῖα καὶ τροχίσκους ἀναπλάσας φύλασσε ἐν ὀστρα- κίνῳ ἀγγείῳ καινῷ, πωμάζων ἐπιμελῶς. ἀρίστη δέ ἐστιν ἡ πρόσφατος καὶ ἡ εὐώδης, πολύρριζος, οὐκ εὔθρυπτος, πλήρης.

1.8.3 δύναται δὲ ὅσα καὶ ἡ Συριακή, διουρητικωτέρα καὶ εὐστο- μαχωτέρα <οὖσα>. ὠφελεῖ δὲ καὶ τὰς περὶ ἧπαρ φλεγμονὰς καὶ ἰκτερικοὺς καὶ πνευματώσεις στομάχου μετὰ ἀφεψήματος ἀψιν- θίου πινομένη, ὁμοίως καὶ σπλῆνα καὶ τὰ περὶ τὴν κύστιν καὶ νεφρούς, καὶ πρὸς ἰοβόλων δήγματα σὺν οἴνῳ, καὶ εἰς τὰ μα- λάγματα μείγνυται καὶ ποτίσματα καὶ χρίσματα θερμαντικά.

____________________

Identifications proposées :

  • Valeriana celtica (Beck)
  • Valeriana celtica (Aufmesser)
  • Valeriana celtica (Berendes)
  • Valeriana celtica (García Valdés)
  • Valeriana celticus, Nardus celticus (Osbaldeston)

nardos oreinê

1.9.1 ἡ δὲ <ὀρεινὴ νάρδος>, καλουμένη δὲ ὑπό τινων καὶ θυλα- κῖτις καὶ πυρῖτις, γεννᾶται ἐν Κιλικίᾳ καὶ Συρίᾳ, καὶ φύλλα καὶ καυλοὺς ὅμοια ἠρυγγίῳ ἔχουσα, μικρότερα μέν, οὐ μὴν τραχέα καὶ ἀκανθώδη. ῥίζαι δὲ ὕπεισι μέλαιναι, εὐώδεις, δύο ἢ καὶ πλείους ὥσπερ ἀσφοδέλου, ἰσχνότεραι <δὲ> καὶ μικρότεραι πολλῷ· οὔτε δὲ [καυλὸν οὔτε] καρπὸν οὔτε ἄνθος φέρει. ποιεῖ δὲ ἡ ῥίζα πρὸς ὅσα καὶ ἡ Κελτικὴ νάρδος.

____________________

Identifications proposées :

  • Valeriana tuberosa (Beck)
  • Nardus tuberosa (Aufmesser)
  • Nardus tuberosa (Berendes)
  • Valeriana tuberosa (García Valdés)
  • Valeriana dioica (Osbaldeston)

asaron

1.10.1 <ἄσαρον>, οἱ δὲ νάρδον ἀγρίαν καλοῦσι· φύλλα ἔχει κισσῷ ὅμοια, μαλακώτερα δὲ πολλῷ καὶ στρογγυλώτερα, ἄνθος μεταξὺ τῶν φύλλων πρὸς τῇ ῥίζῃ πορφυροῦν, ὑοσκυάμου κυ- τίνῳ ἐμφερές, ἐφ' ᾧ τὸ σπέρμα ἐοικὸς γιγάρτῳ. ῥίζαι δὲ ὕπεισι πολλαί, γονατώδεις, λεπταί, πλάγιαι, ὅμοιαι ἀγρώστει, ἰσχνότεραι μέντοι πολλῷ καὶ εὐώδεις, θερμαίνουσαι καὶ δάκνου- σαι λίαν τὴν γλῶσσαν.

1.10.2 δύναμις δὲ αὐτῶν οὐρητική, θερμαντική, ἁρμόζουσα ὑδρω- πικοῖς, ἰσχιάδι χρονίᾳ· ἄγουσι δὲ καὶ ἔμμηνα. μετὰ μελικράτου δὲ ποθεῖσαι, πλῆθος ὁλκῆς οὐγγιῶν ἑπτά, ὡς ἐλλέβορος λευ- κὸς καθαίρουσι· μείγνυνται δὲ καὶ μύροις. φύεται δὲ ἐν ὑπο- σκίοις ὄρεσι, πλεῖστα δὲ ἐν Πόντῳ καὶ ἐν Φρυγίᾳ καὶ Ἰλλυρίδι καὶ ἐν Οὐεστίνοις τῆς Ἰταλίας.

____________________

RV: ἄσαρον· οἱ δὲ νάρδος ἀγρία, προφῆται αἷμα Ἄρεως, Ὀσθάνης θέσαν, Αἰγύπτιοι κερέερα, Ῥωμαῖοι περπρέσσαμ, οἱ δὲ βάκχαρ, Θοῦσκοι σούκινουμ, οἱ δὲ νάρδου<μ>, ῥούστικου<μ>, Γάλλοι βάκαρ. βοτάνη εὐώδης, στεφανωματική, ἧς τὰ φύλλα <τραχέα>, μέ-

1.10.5 γεθος ἔχοντα μεταξὺ ἴου καὶ φλόμου, καυλία γωνιοειδῆ, ὑποτραχέα, ἀραιά, ἔχοντα παραφυάδας, ἄνθη δὲ πορφυρᾶ, λευκά, εὐώδη, ῥίζαι ὅμοιαι ταῖς τοῦ μέλανος ἐλλεβόρου, ἐοικυῖαι τῇ ὀσμῇ κινναμώμῳ. φιλεῖ δὲ τραχέα χωρία καὶ ἄνικμα. ταύτης ἡ ῥίζα ἑψηθεῖσα ἐν ὕδατι βοηθεῖ ῥήγμασι, σπάσμασι, δυσπνοίᾳ, βηχὶ

1.10.10 χρονίᾳ, δυσουρίᾳ· ἄγει δὲ καὶ ἔμμηνα καὶ θηριοδήκτοις χρησί- μως σὺν οἴνῳ δίδοται. τὰ δὲ φύλλα στυπτικὰ ὄντα κατα- πλασσόμενα ὠφελεῖ κεφαλαλγίας καὶ ὀφθαλμῶν φλεγμονὰς καὶ αἰγίλωπας ἀρχομένους καὶ μαστοὺς ἐκ τόκων φλεγμαίνοντας καὶ ἐρυσιπέλατα· ἔστι δὲ καὶ ὑπνοποιὸς ἡ ὀσμή.

____________________

Identifications proposées :

  • Asarum europaeum (Beck)
  • Asarum europaeum (Aufmesser)
  • Asarum europaeum (Berendes)
  • Asarum europaeum (García Valdés)
  • Asarum europaeum (Osbaldeston)

phou

1.11.1 <φοῦ>, οἱ δὲ καὶ τοῦτο ἀγρίαν νάρδον καλοῦσι· γεννᾶται μὲν ἐν Πόντῳ, φύλλα δὲ ἐλαφοβόσκῳ ἢ ἱπποσελίνῳ παραπλήσια ἔχει, καυλὸν πηχυαῖον ἢ μείζω, λεῖον, τρυφερόν, ἐμπόρφυρον, μεσόκοιλον, διειλημμένον γόνασιν, ἄνθη πρὸς τὰ τοῦ ναρκίσσου, μείζονα δὲ καὶ ἐν τῷ ὑπολεύκῳ διαπόρφυρα· ῥίζα δὲ ἡ μὲν ἀνωτέρω περὶ δακτύλου μικροῦ τὸ πάχος, πλάγια δὲ ὑπόρριζα ἔχει καθάπερ σχοῖνος ἢ μέλας ἐλλέβορος, ἀλλήλοις ἐπιπεπλεγ- μένα, ὑπόξανθα, εὐώδη, ναρδίζοντα τῇ ὀσμῇ μετά τινος βάρους βρωμώδους.

1.11.2 δύναται δὲ θερμαίνειν, οὖρα κινεῖν ξηρὰ ποτιζομένη. καὶ τὸ ἀπόζεμα δὲ αὐτῆς τὸ αὐτὸ δύναται ποιεῖν καὶ πρὸς πλευρᾶς πόνον, ἔμμηνά τε ἄγει καὶ ἀντιδότοις μείγνυται. δολοῦται δὲ ὀξυμυρσίνης ῥίζης παραμειγνυμένης. εὐχερὴς δὲ ἡ ἐπίγνωσις αὐτῆς ἐστι· σκληραὶ γάρ εἰσιν αὗται καὶ δύς- θραυστοι, δίχα εὐωδίας.

____________________

Identifications proposées :

  • Valeriana phu (Beck)
  • Valeriana major hortensis (sic) (Aufmesser)
  • Valeriana officinalis (Berendes)
  • Valeriana phu (García Valdés)
  • Phu magnum, Valeriana maior, Phu verum [Fuchs] Valeriana hortensis [Bauhin] Valeriana phu [Linnaeus], Valeriana dioscoridis (Osbaldeston)

malabathron

1.12.1 <μαλάβαθρον> ἔνιοι ὑπολαμβάνουσιν εἶναι τῆς Ἰνδικῆς νάρδου φύλλον πλανώμενοι ὑπὸ τῆς κατὰ τὴν ὀσμὴν ἐμφερείας· πολλὰ γάρ ἐστιν ὅμοια τῇ ὀσμῇ νάρδῳ ὡς τὸ φοῦ, ἄσαρον, ἶρις. οὐκ ἔχει δὲ οὕτως· ἴδιον γάρ ἐστι γένος φυόμενον ἐν τοῖς Ἰνδικοῖς τέλμασι, φύλλον ὂν ἐπινηχόμενον τῷ ὕδατι καθάπερ οἱ ἐπὶ τῶν τελμάτων φακοί, ῥίζαν οὐκ ἔχον, ὅπερ συλλέγοντες εὐθέως διαπείρουσι λίνῳ καὶ ξηράναντες ἀποτίθενται. φασὶ δὲ καὶ τῆς θερείας ἀναξηρανθέντος τοῦ ὕδατος καίεσθαι φρυ- γάνοις τὴν γῆν· μὴ γενομένου γὰρ τούτου φύλλον μηκέτι φύε-

1.12.2 σθαι. ἔστι δὲ καλὸν τὸ πρόσφατον καὶ ὑπόλευκον ἐν τῷ με- λανίζοντι, ἄθραυστον καὶ ὁλόκληρον, πληκτικὸν τῇ ὀσμῇ καὶ ἐπιδιαμένον τῇ εὐωδίᾳ, ναρδίζον δὲ τῇ γεύσει <καὶ> μὴ ἁλμυ- ρίζον. τὸ δὲ ἀδρανὲς καὶ λελεπτοκοπημένον εὐρωτιῶσαν ἔχον τὴν ἀποφορὰν φαῦλον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ νάρδῳ, ἐνεργέστερον δὲ ἐκείνη πάντα ποιεῖ. διουρητικωτέρα μέντοι καὶ εὐστομαχωτέρα ἐστὶν ἡ τοῦ μαλαβάθρου δύναμις, καὶ πρὸς τὰς ὀφθαλμικὰς φλεγμο- νὰς ἁρμόζει ἀναζεσθὲν ἐν οἴνῳ καὶ λεῖον ἐπιχριόμενον· ὑποτί- θεται καὶ <τῇ> γλώσσῃ πρὸς εὐωδίαν στόματος καὶ σὺν ἱμα- τίοις τίθεται· ἄβρωτα γὰρ καὶ εὐώδη τηρεῖ ταῦτα.

____________________

Identifications proposées :

  • Cinnamomum tamala, Cinnamomum iners, Cinnamomum zeylanicum, Pogostemon patchouli (Beck, citant André)
  • Cinnamomum albiflorum, Cinnamomum tamala ou Xanthochymus pictorius d'après Genaust (Aufmesser)
  • Laurus cassia, Cinnamomum tamala (Berendes)
  • Pogostemon patchouli, Cinnamomum tamala, Cinnamomum iners, Cinnamomum zeylanicum (García Valdés)
  • Trapa bicornis, Trapa bispinosa, Trapa quadrispinosa - Limnantheum indicum, Nymphoides indica (Osbaldeston) (!)
  • voir aussi malabathrinon elaion

kassia

1.13.1 <κασσίας> δέ ἐστι πλείονα εἴδη περὶ τὴν ἀρωματοφόρον Ἀραβίαν γεννώμενα· ἔχει δὲ ῥάβδον παχύφλοιον, φύλλα δὲ ὡς πεπέρεως. ἐκλέγου δὲ τὴν ἔγκιρρον, εὔχρουν, κοραλλίζουσαν, στενήν, λείαν, μακρὰν καὶ παχεῖαν τοῖς συριγγίοις [πλήρη], δηκτικὴν ἐν τῇ γεύσει καὶ στύφουσαν μετὰ ποσῆς πυρώσεως, ἀρωματίζουσαν, οἰνίζουσαν τῇ ὀσμῇ. ἡ δὲ τοιαύτη ὑπὸ τῶν ἐπιχωρίων ἄχυ καλεῖται, δαφνῖτις δὲ προσαγορεύεται ὑπὸ τῶν ἐν Ἀλεξανδρείᾳ ἐμπόρων. πρὸ δὲ ταύτης ἐστὶν ἡ μέλαινα καὶ ἐμπόρφυρος, παχεῖα, γίζιρ καλουμένη, ῥοδίζουσα τῇ ὀσμῇ, μά- λιστα πρὸς τὴν ἰατρικὴν τέχνην εὔθετος, δευτερεύει δὲ ἡ προ-

1.13.2 ειρημένη, τρίτη δέ ἐστιν ἡ καλουμένη βάτος Μοσυλῖτις. αἱ δὲ λοιπαὶ εὐτελεῖς, ὡς ἡ καλουμένη ἀσύφη, μέλαινα καὶ ἀηδὴς καὶ λεπτόφλοιος ἢ καὶ φλοιορραγής, ὡς καὶ ἡ κιττὼ καὶ δάρκα καλουμένη. ἔστι δέ τις καὶ <ψευδοκασσία> ἀφάτως ἐμφερής, ἥτις ἐλέγ- χεται τῇ γεύσει, οὐκ οὖσα δριμεῖα οὐδὲ ἀρωματώδης, προσεχό- μενόν τε τὸν φλοιὸν ἔχει τῇ ἐντεριώνῃ. εὑρίσκεται δὲ καὶ πλατεῖα σύριγξ, ἁπαλή, κούφη, εὐερνής, διαφέρουσα δὲ τῆς ἄλλης. ἀποδο- κίμαζε δὲ τὴν ὑπόλευκον καὶ ψωρώδη, πρασίζουσαν ἐν τῇ ὀσμῇ καὶ τὴν μὴ ἔχουσαν δὲ τὴν σύριγγα παχεῖαν, ψωρώδη δὲ καὶ λεπτήν.

1.13.3 δύναμιν δὲ ἔχει θερμαντικήν, οὐρητικήν, ξηραντικήν, στύ- φουσαν πραέως. ἁρμόζει δὲ εἰς τὰ πρὸς ὀξυδερκίαν ὀφθαλμικὰ καὶ μαλάγματα, φακούς τε αἴρει μετὰ μέλιτος καταχριομένη, καὶ ἔμμηνα ἄγει καὶ ἐχιοδήκτοις βοηθεῖ πινομένη καὶ πρὸς τὰς ἐντὸς φλεγμονὰς πάσας ποθεῖσα καὶ πρὸς νεφρούς, εἰς ἐγκα- θίσματά τε καὶ ὑποθυμιάματα γυναιξὶ πρὸς ἀνευρυσμὸν μήτρας. διπλάσιον δὲ αὐτῆς μειγνύμενον τοῖς φαρμάκοις, εἰ μὴ παρείη κινάμωμον, τὸ αὐτὸ δρᾷ, ἄγαν τέ ἐστι πολύχρηστος.

____________________

Identifications proposées :

  • Cinnamomuma cassia (Beck)
  • Daphne (Aufmesser)
  • - (Berendes)
  • Cinnamomuma aromaticum (García Valdés)
  • Cassia acutifolia, Cassia fistula, Cassia angustifolia (Osbaldeston)

kinamômon

1.14.1 <κιναμώμου> ἐστὶ πλείονα εἴδη ὀνομαζόμενα ἐπιχωρίως. διαφέρει δὲ τὸ Μόσυλον διὰ τὸ σῴζειν ποσὴν ἐμφέρειαν πρὸς τὴν Μοσυλῖτιν καλουμένην κασσίαν, καὶ τούτου τὸ πρόσφατον, τῇ χρόᾳ μέλαν, τεφρίζον ἐν τῷ οἰνώδει, λεπτὸν δὲ τοῖς ῥαβ- δίοις καὶ λεῖον, ὄζοις συνεχέσι κεχρημένον, σφόδρα εὐῶδες – σχεδὸν γὰρ ἡ τοῦ ἀρίστου κρίσις ἐστὶ περὶ τὴν ἐν τῇ εὐωδίᾳ ἰδιότητα· εὑρίσκεται γὰρ μετὰ τοῦ ἡδίστου καὶ ἰδιάζοντος ἡ ὀσμὴ πηγανίζουσα ἢ καρδάμῳ ἐμφερής – , ἔτι καὶ δριμὺ καὶ δηκτικὸν τῇ γεύσει καὶ ὑφαλμυρίζον μετὰ θερμασίας ἔν τε τῇ παρατρίψει μὴ ταχέως διαλυόμενον καὶ ἐν τῷ θραύεσθαι χνοῶ-

1.14.2 δες καὶ λεῖον ἔχον τὸ μεταξὺ τῶν ὄζων. δοκιμάζων δὲ ἀπὸ μιᾶς ῥίζης λάμβανε τὸν θαλλόν· εὐχερὴς γὰρ ἡ τοιαύτη δοκι- μασία. τὰ γὰρ θραύσματα μείγματα τυγχάνει καὶ κατὰ τὴν πρώτην δοκιμασίαν τὰ κρείττονα περιπνέοντα καὶ πληροῦντα τὴν ὄσφρησιν ἐμποδίζει τὴν τοῦ ἥττονος ἐπίκρισιν. ἔστι δὲ καὶ ὀρεινόν, παχὺ καὶ κολοβόν, σφόδρα ὑπόκιρρον τὴν χρόαν· καὶ τρίτον παρὰ τὸ Μόσυλον μέλαν καὶ λεῖον, ἰνῶδες δὲ καὶ οὐ πολυγόνατον· τέταρτον λευκόν, χαῦνον, ὀγκῶδες ἰδέσθαι καὶ εὐγενές, εὔθραυστόν τε καὶ μεγάλην ἔχον ῥίζαν [κασσίζον]· πέμπτον <κασσίζον> τῇ ὀσμῇ καὶ πληκτικόν, ὑπόκιρρον δὲ καὶ προσεμφερὲς τὸν φλοιὸν κασσίᾳ πυρρᾷ, πρὸς τὴν ἁφὴν δὲ στερεόν, οὐ πάνυ ἰνῶδες, παχύρριζον. τούτων δὲ τὸ πνέον λι- βανωτοῦ ἢ μυρσίνης ἢ κασσίας ἢ βρωμώδους εὐωδίας ἧττόν

1.14.3 ἐστιν. ἀπεκλέγου δὲ τὸ λευκὸν καὶ τὸ ψωρῶδες καὶ τὸ ῥυσό- καρφον καὶ <μὴ> λεῖον, καὶ τὸ ξυλῶδες κατὰ τὴν ῥίζαν δὲ ὡς ἀχρεῖον παραιτοῦ. ἔστι δέ τι καὶ ἄλλο ὅμοιον, τὸ καλούμενον <ψευδοκινάμωμον>, εὐγενές, οὐκ εὔτονον τῇ ὀσμῇ, ἐκλελυμένον δὲ καὶ τῇ δυνάμει. καλεῖται δέ τι καὶ <ζιγγίβερι>, ξυλοκινάμω- μον ὄν, ἔχον δέ τινα ἐμφέρειαν κιναμώμῳ· τῇ ὄψει <δὲ> διακρίνεται <καὶ> τῷ βρωμώδει τῆς ὀσμῆς. τὸ δὲ <ξυλοκινάμωμον> λεγό- μενον καὶ αὐτὸ ῥίζῃ τε καὶ <ῥαβδίῳ> τῷ πολυγονάτῳ ἔοικε κιναμώμῳ· ἔστι δὲ ξυλῶδες κινάμωμον, ἔχον ῥάβδους μακρὰς καὶ ῥωμαλέας καὶ τὴν εὐωδίαν πολὺ καταδεεστέραν. λέγεται δὲ ὑπ' ἐνίων καὶ κατὰ γένος διαφέρειν τοῦ κιναμώμου τὸ ξυλοκινά- μωμον, ἑτέρας ὂν φύσεως.

1.14.4 δύναμιν δὲ ἔχει πᾶν κινάμωμον θερμαντικήν, οὐρητικήν, μαλακτικήν, πεπτικήν· ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα πινό- μενον καὶ προστιθέμενον μετὰ σμύρνης, καὶ ἰοβόλοις θηρίοις καὶ θανασίμοις ἁρμόζει καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἀπο- καθαίρει, φακούς τε καὶ ἐφήλεις μετὰ μέλιτος ἐπιχρισθὲν αἴρει. ποιεῖ δὲ καὶ πρὸς βῆχας, κατάρρους, ὕδρωπας, νεφρίτιδας, δυ- σουρίας· μείγνυται δὲ καὶ τοῖς πολυτελέσι μύροις καὶ καθόλου ἐστὶ πολύχρηστον. ἀποτίθεται δὲ εἰς διαμονὴν λεῖον οἴνῳ ἀνα- λαμβανόμενον καὶ ξηραινόμενον ἐν σκιᾷ. [ἔστι δέ τι λεγόμενον κινάμωμον, ὃ ἔνιοι ψευδοκινάμωμον καλοῦσιν, εὐερνὲς σφόδρα καὶ παχυραβδότερον, κατὰ πολὺ μέν- τοι ἐλαττούμενον κιναμώμου κατά τε ὀσμὴν καὶ κατὰ γεῦσιν.]

____________________

Identifications proposées :

  • Cinnamomum tamala, Cinnamomum iners (Beck)
  • Cinnamomum cassia (Aufmesser)
  • Cinnamomum ceylanicum (Berendes)
  • Cinnamomum zeylanicum (García Valdés)
  • Cinnamomum zeylanicum, Laurus cinnamomum, Persea cinnamomumCanella alba (Osbaldeston)

amômon

1.15.1 <ἄμωμόν> ἐστι θαμνίσκος οἱονεὶ βότρυς ἐκ ξύλου ἀντεμ- πεπλεγμένος ἑαυτῷ. ἔχει δέ τι καὶ ἄνθος μικρὸν ὡς λευκοίου, φύλλα δὲ βρυωνίᾳ ὅμοια. κάλλιστον δέ ἐστι τὸ Ἀρμένιον, χρυ- σίζον τῇ χρόᾳ, ἔχον δὲ τὸ ξύλον ὑπόκιρρον, εὐῶδες ἱκανῶς. τὸ δὲ Μηδικὸν διὰ τὸ ἐν πεδίοις καὶ ἐν ἐφύδροις τόποις φύεσθαι ἀδυναμώτερον· ἔστι δὲ μέγα καὶ ὑπόχλωρον καὶ πρὸς τὴν ἁφὴν ἁπαλὸν καὶ ἰνῶδες τοῖς ξύλοις ὀριγανίζον <τε> τῇ ὀσμῇ. τὸ δὲ Ποντικὸν ὑπόκιρρον, οὐ μακρὸν οὐδὲ δύσθραυστον, βοτρυῶδες, πλῆρες καρποῦ καὶ τῇ ὀσμῇ πληκτικόν. ἐκλέγου δὲ τὸ πρόσφα- τον καὶ λευκὸν ἢ ὑπέρυθρον, οὐ πεπιασμένον ἢ συμπεπλεγμέ- νον, λελυμένον δὲ καὶ διακεχυμένον, σπέρματος πλῆρες ὁμοίου βοτρυδίοις, βαρύ, σφόδρα εὐῶδες, δίχα εὐρῶτος καὶ δριμύ, δάκνον τὴν γεῦσιν, ἁπλοῦν τὴν χρόαν καὶ μὴ ποικίλον.

1.15.2 δύναμιν δὲ ἔχει θερμαντικήν, στυπτικήν, ξηραντικήν, ὑπνο- ποιόν, ἀνώδυνον τοῦ μετώπου καταπλασσομένου, φλεγμονάς τε πεπαίνει καὶ διαφορεῖ, σκορπιοπλήκτους τε μετ' ὠκίμου κατα- πλασθὲν ὠφελεῖ· <παρηγορεῖ> καὶ ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἐν σπλάγχνοις σὺν σταφίδι, πρὸς δὲ τὰ γυναικεῖα καὶ ἐν προσθέτοις καὶ ἐγκαθίσμασι χρήσιμον. ποθὲν δὲ τὸ ἀφέψημα αὐτοῦ ἁρμόζει ἡπατικοῖς, νεφριτικοῖς, ποδαγρικοῖς. μείγνυται δὲ καὶ ἀντιδότοις καὶ τοῖς πολυτελεστάτοις τῶν μύρων. δολίζουσι δέ τινες τὸ ἄμωμον τῇ λεγομένῃ ἀμωμίδι, ἐμφερεῖ οὔσῃ τῷ ἀμώμῳ, ἀνόσμῳ μέντοι καὶ ἀκάρπῳ, γεννωμένῃ δὲ ἐν Ἀρμενίᾳ, ἄνθος δὲ ἐχούσῃ ἐμφερὲς ὀριγάνῳ. ἀεὶ δὲ ἐν ταῖς τῶν τοιούτων δοκιμασίαις τὰ θραύσματα φεῦγε· ἐκλέγου δὲ τὰ ἀπὸ μιᾶς ῥίζης ἔχοντα τοὺς ἰδίους κλάδους τελείους.

____________________

Identifications proposées :

  • Amomum subulatum (Beck)
  • Amomum (Aufmesser)
  • Amomum cardamomum (Berendes)
  • Amomum cardamomum, Amomum subulatum (García Valdés)
  • Amomum repens, Elettaria cardamomum, Alpina cardamom, Amomum aromaticum [Mabberley] (Osbaldeston)

kostos

1.16.1 <κόστου> διαφέρει ὁ Ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος, πλείστην ἔχων καὶ ἡδεῖαν τὴν ὀσμήν, δευτερεύει δὲ ὁ Ἰνδικός, ἁδρὸς ὢν καὶ μέλας καὶ κοῦφος ὡς νάρθηξ, τρίτος δέ ἐστιν ὁ Συριακός, βαρύς, τὴν χρόαν πυξώδης, πληκτικὸς τῇ ὀσμῇ. ἄριστος δέ ἐστιν ὁ πρόσφατος, λευκός, πλήρης δι' ὅλου, πυκνός, ξηρός, ἀτερηδόνιστος, ἄβρωμος, γεύσει δηκτικὸς καὶ πυρώδης. δύναμιν δὲ ἔχει θερμαντικήν, διουρητικήν, ἐμμήνων ἀγωγὸν καὶ τῶν περὶ ὑστέραν παθῶν ἀρωγὸν ἐν προσθέμασι καὶ πυριά-

1.16.2 σεσι καὶ καταντλήμασι. πινόμενος δὲ ἐχεοδήκτοις βοηθεῖ οὐγγιῶν δυεῖν πλῆθος, καὶ πρὸς θώρακος πόνους καὶ σπάσματα καὶ ἐμπνευματώσεις μετ' οἴνου καὶ ἀψινθίου, καὶ ἀφροδίσια δὲ παρ- ορμᾷ μετ' οἰνομέλιτος. ἄγει δὲ καὶ ἕλμινθα πλατεῖαν μεθ' ὕδατος, σύγχρισμά τε ῥιγοῦσι μετ' ἐλαίου πρὸ τῆς ἐπισημασίας καὶ παραλυτικοῖς. καθαίρει δὲ καὶ ἔφηλιν καταχρισθεὶς μεθ' ὕδατος ἢ μέλιτος· μείγνυται δὲ καὶ μαλάγμασι καὶ ἀντιδότοις. μειγνύουσι δ' ἔνιοι τὰς ῥωμαλεωτάτας τοῦ Κομμαγηνοῦ Ἑλενίου ῥίζας δολοῦντες αὐτόν. εὐχερὴς δὲ ἡ διάγνωσις· οὔτε γὰρ πυροῖ τὴν γεῦσιν τὸ Ἑλένιον οὔτε τὴν εὐωδίαν εὔτονον καὶ πληκτικὴν παρέχει.

____________________

Identifications proposées :

  • Saussurea lappa (Beck)
  • Saussurea costus (Aufmesser)
  • Costus speciosus, Costus arabicus (Berendes)
  • Saussurea lappa (García Valdés)
  • Costus arabicus, Costus speciosus, Amomum hirsutum, Saussurea costus [Mabberley] (Osbaldeston)

skhoinos

1.17.1 <σχοῖνος>· ἡ μέν τις γίνεται ἐν Λιβύῃ ἡ δὲ ἐν Ἀραβίᾳ, ἑτέρα δὲ ἐν τῇ Ναβαταίᾳ καλουμένῃ, ἥτις ἐστὶ κρατίστη· δευ- τερεύει δὲ ἡ Ἀραβική, ἣν ἔνιοι Βαβυλώνιον καλοῦσιν, οἱ δὲ τευχῖτιν, ἡ δὲ Λιβυκὴ ἄχρηστος. ἐκλέγου δὲ τὴν πρόσφατον, ἔμπυρρον, πολυανθῆ, σχιζομένην δὲ ἐμπόρφυρον καὶ λεπτήν, ῥοδίζουσαν τῇ εὐωδίᾳ, ἐπειδὰν τρίβηται ταῖς χερσί, καὶ δάκνου- σαν τὴν γλῶσσαν μετὰ ποσῆς πυρώσεως. χρῆσις δὲ τοῦ ἄν- θους καὶ τῶν καλάμων καὶ τῆς ῥίζης.

1.17.2 δύναμιν δὲ ἔχει θερμαντικήν, [θρυπτικήν,] πεπτικήν, μαλα- κτικήν, ἀναστομωτικήν, διουρητικήν, ἐμμήνων ἀγωγόν, πνευμάτων διαλυτικήν, κεφαλῆς καρηβαρικήν, ὑποστύφουσαν μετρίως. τὸ μὲν οὖν ἄνθος αὐτῆς <ἐν> ποτήμασι χρήσιμον πρὸς αἵματος ἀναγωγὰς καὶ πόνους στομάχου, πνεύμονος, ἥπατος, νεφρῶν· μείγνυται δὲ καὶ εἰς ἀντιδότους. ἡ δὲ ῥίζα στυπτικωτέρα, διὸ καὶ τοῖς ἀσώδεσι στομάχοις δίδοται, ὑδρωπιῶσί τε καὶ σπάσμασι μετὰ ἴσου πεπέρεως δραχμῆς μιᾶς ὁλκὴ πρὸς ἡμέρας τινάς. τὸ δὲ ἀπό- ζεμα αὐτῆς ταῖς περὶ μήτραν φλεγμοναῖς εἰς ἐγκάθισμα ἁρμόδιον.

____________________

Identifications proposées :

  • Cymbopogon schoenanthus (Beck)
  • Andropogon schoenanthus (Aufmesser)
  • Andropogon schoenanthus (Berendes)
  • Cymbopogon schoenanthus (García Valdés)
  • Schoenus incanus, Juncus conglomeratus, Juncus effusus, Juncus arabicus (Osbaldeston)

____________________

Le jonc aromatique (skhoinos) : une espèce pousse en Libye ; une autre en Arabie, une autre dans la province appelée Nabatène ; celui-ci est le meilleur ; vient ensuite celui d'Arabie, que certains appellent "<jonc> de Babylone", d'autres "herbe au pots"* ; celui de Libye n'est pas utilisé. Choisissez la plante fraîche, teintée de roux, bien fleurie, mais teintée de pourpre quand on la divise et mince, qui sent la rose quand on la froisse dans les mains et pique la langue en causant jusqu'à un certain point une sensation de brûlure. On utilise la fleur, le chaume et la racine. (trad. Suzanne Amigues)

  • Sens conjectural. Le nom de teukhitis est dérivé de teukhos, "récipient", en particulier "pot". D'où l'idée que le Cymbopogon schoenanthus aurait été nommé "herbe aux pots", parce que le parfum qu'il donnait était importé en pots (cf. J: ANDRE, Les noms de plantes dans la Rome antique, Paris, 1985, p. 257, s.v. teuchitis). (note Suzanne Amigues)

kalamos arômatikos

1.18.1 <κάλαμος ἀρωματικὸς> φύεται μὲν ἐν Ἰνδίᾳ, ἔστι δὲ αὐτοῦ κάλλιστος ὁ κιρρός, πυκνογόνατος καὶ εἰς πολλοὺς σκιν- δαλμοὺς θραυόμενος, γέμων ἀραχνίων τὴν σύριγγα ὑπολεύκων, ἔν τε τῇ διαμασήσει γλίσχρος, στυπτικός, ὑπόδριμυς. δύναται δὲ οὖρα κινεῖν ποθείς, ὅθεν ἁρμόζει μετὰ ἀγρώ- στεως ἢ σελίνου σπέρματος ἀφεψηθεὶς καὶ ποθεὶς ὑδρωπικοῖς, νεφριτικοῖς, στραγγουριῶσι, ῥήγμασιν. ἄγει δὲ καὶ ἔμμηνα πινόμενος καὶ προστιθέμενος, βῆχάς τε ἰᾶται ὑποθυμιώ- μενος καθ' ἑαυτὸν καὶ σὺν ῥητίνῃ τερεβινθίνῃ τοῦ καπνοῦ διὰ σύριγγος ἑλκομένου τῷ στόματι. ἀφέψεται δὲ καὶ εἰς ἐγκαθίς- ματα γυναικεῖα· μείγνυται δὲ καὶ μαλάγμασι καὶ θυμιάμασι πρὸς εὐωδίαν.

____________________

Identifications proposées :

  • Acorus calamus (Beck)
  • Acorus calamus (Aufmesser)
  • Andropogon nardus (Berendes)
  • Andropogon nardus (García Valdés)
  • Acorus calamus, Acorus aromaticus, Acorus odoratus, Calamus ciliaris (Osbaldeston)

balsamon

1.19.1 <βάλσαμον>· τὸ μὲν δένδρον κατὰ μέγεθος λυκίου ἢ πυρακάνθης βλέπεται, φύλλα ἔχον ὅμοια πηγάνῳ, λευκότερα δὲ πολλῷ καὶ ἀειθαλέστερα, γεννώμενον ἐν μόνῃ Ἰουδαίᾳ κατά τινα αὐλῶνα, διαφέρον αὐτὸ ἑαυτοῦ τραχύτητι καὶ μήκει καὶ ἰσχνότητι. λέγεται γοῦν τὸ λεπτὸν καὶ τριχῶδες τοῦ θάμνου εὐθέριστον, ἴσως διὰ τὸ εὐχερῶς θερίζεσθαι ἰσχνὸν ὄν. τὸ δὲ <ὀποβάλσαμον> λεγόμενον ὀπίζεται ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἐντεμνομένου σιδηροῖς ὄνυξι τοῦ δένδρου· ῥεῖ δὲ ὀλί- γον ὡς καθ' ἕκαστον ἔτος μὴ πλεῖον ἓξ ἢ ἑπτὰ χόας συναθροί- ζεσθαι· πωλεῖται δὲ ἐν τῷ τόπῳ <τούτῳ> ὁ σταθμὸς αὐτοῦ

1.19.2 πρὸς διπλοῦν ἀργύριον. ἔστι δὲ ὀπὸς καλὸς ὁ πρόσφατος, τῇ ὀσμῇ εὔτονος καὶ εἰλικρινὴς καὶ μὴ παροξίζων, εὐδίετος, λεῖος, στύφων καὶ δάκνων μετρίως τὴν γλῶσσαν. δολοῦται δὲ ποι- κίλως· οἱ μὲν γὰρ χρίσματα μίσγουσιν αὐτῷ ὡς τὸ τερεβίνθι- νον, κύπρινον, σχίνινον, σούσινον, βαλάνινον, μετώπιον, μέλι, κηρωτὴν μυρσίνην ἢ κυπρίνην ὑγρὰν λίαν. διελέγχεται δὲ εὐ- χερῶς ὁ τοιοῦτος· ἐπισταγεὶς γὰρ ὁ ἀκέραιος εἰς ἐριοῦν ὕφος καὶ ἐκπλυθεὶς κηλίδα οὐ ποιεῖ οὐδὲ σπίλον, ὁ δὲ δεδολωμένος προσμένει, καὶ γάλακτι δὲ ἐπισταγεὶς πήγνυσι τοῦτο, ὅπερ ὁ δεδολωμένος οὐ δρᾷ. ἔτι ὁ ἀκέραιος ἐπιχυθεὶς γάλακτι ἢ ὕδατι χεῖται ταχέως καὶ γαλακτοῦται, ὁ δὲ δεδολωμένος ἐπιπλεῖ κα- θάπερ ἔλαιον συστρεφόμενος καὶ διαχεόμενος ἀστεροειδῶς· τῷ μέντοι χρόνῳ καὶ ὁ ἀκέραιος ἑαυτοῦ παχυνόμενος χείρων γί-

1.19.3 νεται. πλανῶνται δὲ οἱ νομίζοντες τὸν ἀκέραιον ἐπιστα- γέντα ὕδατι χωρεῖν εἰς βάθος πρῶτον, εἶτα ἀναπλεῖν εὐδι- άχυτον. τὸ δὲ ξύλον τὸ καλούμενον <ξυλοβάλσαμον> δόκιμόν ἐστι τὸ πρόσφατον καὶ λεπτόκαρφον καὶ πυρρόν, εὐῶδες, βραχὺ πνέον ὀποβαλσάμου. τοῦ δὲ καρποῦ – καὶ γὰρ τούτου ἡ χρῆ- σις ἀναγκαία – ἐκλέγου τὸν ξανθόν, πλήρη, μέγαν, βαρύν, δάκνοντα τὴν γεῦσιν καὶ πυροῦντα, μετρίως παραπνέοντα τοῦ ὀποβαλσάμου. φέρεται δέ τι ἀπὸ τῆς Πέτρας, ᾧ δολίζουσι τὸν καρπόν, σπέρμα ὑπερικῷ ὅμοιον, ὅπερ γνώσῃ ἐκ τοῦ μεῖζόν τε εἶναι καὶ κενὸν καὶ ἀδύναμον, πεπερίζον τῇ γεύσει.

1.19.4 δύναμιν δὲ ἔχει ἐνεργεστάτην ὁ <ὀπὸς> θερμαντικώτατος ὤν, σμήχων τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τὰς περὶ μήτραν ψύξεις ἰώμενος, προστιθέμενος μετὰ ῥοδίνης κηρωτῆς. ἄγει δὲ καὶ δεύτερα καὶ ἔμβρυα, καὶ ῥίγη συγχρισθεὶς λύει· καθαίρει δὲ καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν. ἔστι δὲ καὶ πεπτικὸς καὶ οὐρη- τικὸς πινόμενος, δυσπνοοῦσιν ἁρμόζων καὶ τοῖς ἀκόνιτον πε- πωκόσι μετὰ γάλακτος καὶ θηριοδήκτοις· μείγνυται δὲ καὶ ἀκό- ποις καὶ μαλάγμασι καὶ ἀντιδότοις, καὶ καθόλου δραστικωτάτην ἔχει τὴν δύναμιν ὁ ὀπὸς τοῦ βαλσάμου, δευτέραν δὲ ὁ καρπός,

1.19.5 ἐλαχίστην δὲ τὸ ξύλον. ὁ δὲ <καρπὸς> πινόμενος ἁρμόζει πλευ- ριτικοῖς, περιπνευμονικοῖς, βήσσουσιν, ἰσχιαδικοῖς, ἐπιλημπτι- κοῖς, σκοτωματικοῖς, ὀρθοπνοικοῖς, στροφουμένοις, δυσουροῦσι, θηριοδήκτοις, καὶ εἰς τὰ γυναικεῖα δὲ ὑποθυμιάματα εὐθετεῖ καὶ εἰς ἐγκαθίσματα ἀφεψόμενος, ἀναστομῶν τὴν μήτραν καὶ ἐπισπώμενος ὑγρασίαν. τὸ δὲ <ξύλον> τὴν αὐτὴν ἔχει δύναμιν τῷ καρπῷ, ἥσσονα μέντοι. βοηθεῖ δὲ ἀφεψηθὲν <ἐν> ὕδατι καὶ πινόμενον ἀπεψίαις, στρόφοις, θηριοδήκτοις, σπωμένοις, οὖρά τε ἄγει καὶ πρὸς τὰ ἐν τῇ κεφαλῇ τραύματα μετὰ ἴριδος ἁρμό- ζει ξηρᾶς· ἀνάγει δὲ καὶ λεπίδας. μείγνυται δὲ καὶ εἰς τὰ τῶν μύρων στύμματα.

____________________

Identifications proposées :

  • Commiphora opobalsamum (Beck)
  • Amyris gileadensis (Aufmesser)
  • Balsamodendron gileadense (Berendes)
  • Commiphora opobalsamum (García Valdés)
  • Opalobalsamum, Balsamodendron gileadense, Balsamodendron opalobalsamum, Commiphora opalobalsamum, Amyris gileadensisAmyris kataf, Commiphora kataf, Balsamodendron kataf (Osbaldeston)

____________________

Le baumier (balsamon) : l'arbre, pour la taille, a l'aspect du lyciet (lukios) ou du pyracanthe (purakanthê), avec des feuilles semblables à celles de la rue (pêganon), mais bien plus blanches et plus persistantes ; il croît uniquement en Judée, le long d'une sorte de vallée encaissée, et présente des différences internes de rugosité, de longueur et de gracilité. On appelle en tout cas eutheriston ce que l'arbuste a de fin et de semblable à des cheveux, peut-être parce que cela, étant grêle, est fauché (thérizesthai) facilement (eukhérôs).

Le suc appelé baume (opobalsamon) est extrait pendant les grosses chaleurs de la Canicule, où l'arbre est incisé avec des griffes de fer ; il en coule une petite quantité, de sorte que chaque année on n'en recueille pas plus de six ou sept conges (un conge = 3,25 litres). Dans cette région, il se vend pour deux fois son poids d'argent.

Le suc de bonne qualité, c'est le produit frais, d'odeur vive, franche et qui ne tourne pas à l'aigre, facile à dissoudre, homogène, modérément astringent et piquant à la langue. Il est adultéré de diverses manières. Certains mélangent au baume des onguents comme ceux à base de térébinthe, de henné, de lentisque, de lis, de noix de ben, du métopion, du miel, du cérat, de l'huile de myrte ou de henné bien fluide. Mais on a facilement la preuve d'une telle falsification. Le produit pur versé goutte à goutte sur un tissu de laine ne laisse, après lavage, ni tache ni trace, alors que le produit adultéré ne s'efface pas ; en outre, le baume versé goutte à goutte dans du lait le caille, ce qu'il ne fait pas quand il est adultéré. Qui plus est, le produit pur versé dans du lait ou de l'eau se dissout rapidement et devient laiteux, le produit adultéré surnage comme de l'huile, en se condensant ou en se dispersant de tous côtés en étoile. Cependant, avec le temps, même le produit pur perd de sa qualité en s'épaississant. C'est une erreur de croire que le produit pur, versé goutte à goutte dans de l'eau, va d'abord au fond, puis remonte facile à dissoudre.

Le bois qu'on appelle bois de baumier (xylobalsamon) est estimé quand il est frais, mince comme un fétu de paille, roux, parfumé, et qu'il exhale une odeur fugace de baume.

Quant au fruit - puisqu'on est obligé de l'utiliser aussi -, choisissez-le jaune rougeâtre, plein, gros, lourd, de saveur piquante et brûlante, exhalant modérément une odeur voisine de celle du baume. On apporte de Pétra une denrée utilisée pour falsifier le fruit : c'est une graine semblable à celle du millepertuis, que vous reconnaîtrez au fait qu'elle est plus grosse, vide et inefficace, de saveur poivrée. (trad. Suzanne Amigues)

aspalathos

1.20.1 <ἀσπάλαθος>, οἱ δὲ ἐρυσίσκηπτρον, οἱ δὲ σφάγνον, Σύροι δὲ διάξυλον καλοῦσι. θάμνος ἐστὶ ξυλώδης, ἀκάνθαις πολλαῖς κεχρημένος, γεννώμενος ἐν Νισύρῳ καὶ Συρίᾳ καὶ τῇ Ῥοδίᾳ, ᾧ χρῶνται οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ καλὸς ὁ βαρὺς καὶ μετὰ τὸ περιφλοισθῆναι ὑπέρυθρος ἢ πορφυρίζων, πυκνός, εὐώδης, πικρίζων ἐν τῇ γεύσει. ἔστι δέ τι καὶ ἕτερον εἶδος αὐτοῦ, λευκόν, ξυλῶδες, ἄνοσμον, ὃ δὴ καὶ χεῖρον καθέστηκε.

1.20.2 δύναμιν δὲ ἔχει θερμαντικὴν μετὰ στύψεως, ὅθεν πρός τε τὰς ἄφθας ἑψηθεὶς μετ' οἴνου καὶ διακλυζόμενος ἁρμόζει καὶ πρὸς τὰς ἐν αἰδοίοις ἀκαθαρσίας καὶ νομὰς ἐγκλυζόμενος καὶ πρὸς τὰς ὀζαίνας, ἔμβρυά τε κατασπᾷ μειγνύμενος πεσσῷ. τὸ δὲ ἀφέψημα αὐτοῦ κοιλίαν ἵστησι καὶ αἵματος ἀναγωγὴν ποθὲν δυσουρίαν τε καὶ ἐμπνευμάτωσιν λύει.

____________________

Identifications proposées :

  • Alhagi maurorum (Beck)
  • Astragalus sp. pour Fournier (1950) in André.
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

bruon

1.21.1 <βρύον>, ὑπό τινων δὲ σπλάγχνον καλεῖται, εὑρισκόμενον ἐπὶ δένδρων κεδρίνων ἢ λευκίνων ἢ δρυίνων. διαφέρει δὲ τὸ κέδρινον, δεύτερον δὲ τὸ λεύκινον. ἔστι δὲ αὐτοῦ τὸ εὐωδέστερον καὶ λευκὸν καλόν, τὸ δὲ μελανίζον χεῖρον. δύναμιν δὲ ἔχει στυπτικήν, ποιοῦν πρὸς τὰ περὶ μήτραν ἐν ἀφεψήματι εἰς ἐγκάθισμα. μείγνυται δὲ καὶ μύροις βαλα- νίνοις καὶ χρίσμασι διὰ τὸ ἐν αὐτῷ στυπτικόν, καὶ εἰς θυμια- μάτων δὲ καὶ ἀκόπων σκευασίαν ἐστὶν εὔθετον.

____________________

Identifications proposées :

  • Evernia (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

agalokhon

1.22.1 <ἀγάλοχον> ξύλον ἐστὶ φερόμενον ἐκ τῆς Ἰνδίας καὶ Ἀραβίας, ἐοικὸς θυίας, ἐστιγμένον, εὐῶδες, παραστῦφον ἐν τῇ γεύσει μετὰ ποσῆς πικρίας, φλοιὸν ἔχον δερματώδη καὶ ὑπο- ποίκιλον. ποιεῖ δὲ διαμασώμενον καὶ διακλυζόμενον τὸ ἀφέψημα πρὸς εὐωδίαν στόματος, καὶ διάπασμα δὲ ὅλου τοῦ σώματός ἐστι, καὶ θυμιᾶται δὲ ἀντὶ λιβανωτοῦ. ἡ δὲ ῥίζα αὐτοῦ ὁλκὴ δραχ- μῆς <μιᾶς> πινομένη στομάχου πλάδον καὶ ἀτονίαν καὶ καύσωνα παρηγορεῖ, τοῖς τε ἀλγοῦσι πλευρὸν καὶ ἧπαρ ἢ δυσεντερικοῖς ἢ στροφουμένοις ἀρήγει πινομένη μεθ' ὕδατος.

____________________

Identifications proposées :

  • Aquilaria agallocha (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

naskaphthon

1.23.1 <νάσκαφθον>, οἱ δὲ νάρκαφθον· καὶ τοῦτο ἐκ τῆς Ἰν- δικῆς κομίζεται. ἔστι δὲ φλοιῶδες, συκαμίνου λεπίσματι ἐοι- κός, θυμιώμενον διὰ τὴν εὐωδίαν καὶ μειγνύμενον τοῖς σκευ- αστοῖς θυμιάμασιν, ὠφελοῦν καὶ μήτραν ἐστεγνωμένην ὑπο- θυμιαθέν.

____________________

Identifications proposées :

  • nascaphton, nacafton : aromate indéterminé tiré d'un arbre de l'Inde (André, p. 170)
  • indéterminé (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

kankamon

1.24.1 <κάγκαμον> δάκρυόν ἐστι Ἀραβικοῦ ξύλου, σμύρνῃ ποσῶς ἐοικός, βρωμῶδες ἐν τῇ γεύσει, ᾧ θυμιάματι χρῶνται· ὑπο- καπνίζουσι δὲ καὶ τὰ ἱμάτια μετὰ σμύρνης καὶ στύρακος. δύναμιν δὲ ἱστορεῖται ἔχειν ἰσχναντικὴν τῶν καταπιμέλων τριωβόλου πλῆθος πινόμενον σὺν ὕδατι ἢ ὀξυμέλιτι ἐφ' ἱκανὰς ἡμέρας· δίδοται καὶ σπληνικοῖς καὶ ἐπιλημπτικοῖς καὶ ἀσθματι- κοῖς, ἔμμηνά τε ἄγει σὺν μελικράτῳ. καθαίρει δὲ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ταχέως καὶ ἀμβλυωπίας ἰᾶται διεθὲν οἴνῳ, πρός τε μυδήσεις οὔλων καὶ ὀδονταλγίας ὡς οὐδὲν ἕτερον ποιεῖ.

____________________

Identifications proposées :

  • cancamum. cf. arabe kamkām : gomme d'un arbre d'Arabie mal déterminé (André, p. 47)
  • Commiphora kataf, Styrax benzoin (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

kuphi

1.25.1 <κῦφι> θυμιάματός ἐστι σκευασία κεχαρισμένη θεοῖς· χρῶνται δὲ αὐτῷ κατακόρως οἱ ἐν Αἰγύπτῳ ἱερεῖς. μείγνυται δὲ καὶ ἀντιδότοις, καὶ ἀσθματικοῖς δίδοται ἐν ποτήμασι. σκευ- ασίαι δὲ αὐτοῦ ἐμφέρονται πλείονες, ἐν αἷς ἐστι καὶ αὕτη· κυπέρου ἡμίξεστον, ἀρκευθίδος ἁδρᾶς τὸ αὐτό, σταφίδος λι- παρᾶς ἐκγεγιγαρτισμένης μνᾶς δεκαδύο, ῥητίνης ἀποκεκαθαρ- μένης μνᾶς πέντε, καλάμου ἀρωματίτου, ἀσπαλάθου, σχοίνου, ἑκάστου μνᾶν μίαν, σμύρνης δραχμὰς δεκαδύο, οἴνου παλαιοῦ

1.25.2 ξέστας ἐννέα, μέλιτος μνᾶς δύο. ἐκγιγαρτίσας τὴν σταφίδα κόψον καὶ λέανον μετὰ τοῦ οἴνου καὶ τῆς σμύρνης καὶ τὰ ἄλλα κόψας καὶ σήσας μεῖξον τούτοις ἔασόν τε συμπιεῖν ἡμέραν μίαν· εἶτα ἑψήσας τὸ μέλι ἄχρι κολλώδους συστάσεως μεῖξον ἐπι- μελῶς τὴν ῥητίνην τετηκυῖαν, εἶτα τὰ λοιπὰ συνανατρίψας ἐπι- μελῶς ἀποτίθεσο εἰς ἀγγεῖον ὀστράκινον.

____________________

Identifications proposées :

  • encens composé utilisé par les Egyptiens en boisson pour nettoyer le corps, et comme onguent (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

krokos

1.26.1 <κρόκος> ἐστὶ κράτιστος ἐν ἰατρικῇ χρήσει ὁ Κωρύκιος, πρόσφατός τε καὶ εὔχρους, ὀλίγον τὸ λευκὸν ἔχων ἐπὶ τῆς ἕλι- κος, ἐπιμήκης, ὁλομελής, ἄθραυστος, ἀλιπής, πλήρης, βάπτων ἐν διέσει τὰς χεῖρας, οὐκ εὐρωτιῶν ἢ ἰκμάζων, ἐπακτικὸς δὲ ἐν τῇ ὀσμῇ καὶ δριμύς· ὁ γὰρ μὴ τοιοῦτος ἢ παλαιός ἐστιν ἢ ἀποβεβρεγμένος. δευτερεύει δὲ ὁ ἐκ τῆς πρὸς Λυκίαν Κωρύκου καὶ ὁ ἀπὸ τοῦ Λυκιανοῦ Ὀλύμπου, εἶτα ὁ ἐξ Αἰγῶν τῆς Αἰτω- λίας. ὁ δὲ Κυρηναικὸς <καὶ> ὁ ἐκ Κεντορίπων κατὰ τὴν Σι- κελίαν ἀσθενεῖς κατὰ δύναμιν, λαχανώδεις ὄντες πάντες· διὰ μέντοι τὸ πολύχυλον καὶ εὔχρουν οἱ ἐν τῇ Ἰταλίᾳ τὴν θυίαν βάπτοντες τούτῳ χρῶνται – πολλοῦ δὲ πιπράσκεται διὰ τοῦτο – ,

1.26.2 εἰς δὲ τὰ φάρμακα ὁ προγεγραμμένος ἐστὶ χρήσιμος. δολοῦται δὲ μείξει κροκομάγματος κεκομμένου καὶ λιθαργύρου ἢ μολυβδαί- νης διὰ τὸ βάρος ἑψήματί τε ἀλείφεται. δηλοῖ δὲ ταῦτα τό τε ἐντρέχειν κονιορτῶδες καὶ τὸ τὴν ὀσμὴν ἑψηματώδη τυγ- χάνειν. δύναμιν δὲ ἔχει πεπτικήν, μαλακτικήν, ὑποστύφουσαν, οὐ- ρητικήν, παρέχει <τε> εὔχροιαν καὶ ἀκραίπαλός ἐστι μετὰ γλυ- κέος πινόμενος, ῥεῦμά τε ὀφθαλμῶν ἐπιχριόμενος [καὶ ἐγχριό-

1.26.3 μενος] στέλλει σὺν γάλακτι γυναικείῳ. μείγνυται δὲ καὶ τοῖς πρὸς τὰ ἐντὸς ποτήμασι χρησίμως καὶ προσθέμασι καὶ κατα- πλάσμασι τοῖς πρὸς μήτραν καὶ δακτύλιον. παρίστησι δὲ καὶ πρὸς ἀφροδίσια, τάς τε ἐρυσιπελατώδεις φλεγμονὰς πραύνει καταχριόμενος καὶ εἰς τὰς ὠτικὰς χρησιμεύει. φασὶ δὲ καὶ ἀναιρετικὸν αὐτὸν εἶναι μεθ' ὕδατος πινόμενον πλῆθος δραχ- μῶν τριῶν. πρὸς δὲ τὸ εὐλέαντον αὐτὸν γίνεσθαι δεῖ ἐν ἡλίῳ ψύγειν ἐν ὀστρακίνῳ <ἀγγείῳ> καινῷ θερμῷ· ταχέως δὲ δεῖ στρέφειν. καὶ ἡ ῥίζα δὲ αὐτοῦ πινομένη σὺν γλυκεῖ οὖρα κινεῖ.

____________________

RV: κρόκος· οἱ δὲ κάστωρ, οἱ δὲ κυνόμορφος, προφῆται αἷμα Ἡρακλέους. ἀμείνων μὲν ὁ Κωρύκιος ἐκ Κιλικίας, δεύτερος ὁ Λυκιακὸς ἀπὸ τοῦ πρὸς αὐτῇ Κωρύκου <καὶ> τοῦ ἐν αὐτῇ Ὀλύμπου, τρίτος ὁ ἐξ Αἰγῶν τῆς Αἰολίδος. ὁ δὲ Κυρηναικὸς

1.26.5 καὶ Σικελικὸς ἀσθενέστεροι μέν εἰσιν τῇ δυνάμει, πολύχυλοι δὲ καὶ εὔθλαστοι, διὸ καὶ τοὺς πολλοὺς πλανῶσιν. εἰς δὲ τὴν ἰατρικὴν χρῆσιν ἄριστος ὁ πρόσφατος, εὔχρους, ὀλίγον ἔχων λευκόν, ὑπομήκης, ὁλόκληρος, πλήρης, ἀλιπής, εὔπνους, ἔν τε τῇ διέσει τὰς χεῖρας βάπτων, οὐκ εὐρωτιῶν, ὑπόδριμυς· ὁ γὰρ

1.26.10 μὴ τοιοῦτος ἢ ἄωρος ἢ παλαιός ἐστιν ἢ ἀποβεβρεγμένος. δο- λοῦται δὲ μειγνυμένου κροκομάγματος ἢ δι' ἑψήματος ὑπαλειφό- μενος συντετριμμένης εἰς τὸ βαρυσταθμῆσαι λιθαργύρου ἢ μο- λυβδαίνης· ἐλέγχεται δὲ τῷ κονιορτῶδες ὑπάρχειν ἢ ἑψήματος ὀδωδὴν ἢ καὶ δυσώδη <τετυχη>κέναι καὶ μὴ εἰλικρινῆ προς-

1.26.15 βάλλειν τὴν εὐωδίαν. <Θεσσαλὸς> μὲν οὖν φησιν μόνον εὐώδη αὐτόν· οἱ δὲ καὶ θανάσιμον, εἴ τις πιεῖν διδῷ αὐτοῦ τρεῖς δραχμὰς μεθ' ὕδατος. κατὰ δὲ τὸ ἀληθὲς διουρητικός ἐστιν καὶ ἠρέμα παραστύφων, διὸ καὶ πρὸς ἐρυσιπέλατα ποιεῖ περι- χριόμενος μεθ' ὕδατος καὶ πρὸς ῥευματισμὸν ὀφθαλμῶν καὶ

1.26.20 ὤτων καὶ τῶν ὁμοίων μετὰ γάλακτος. συμπλέκεται δὲ κολλυ- ρίοις ὠτικοῖς, στοματικοῖς. ἔστι δὲ καὶ ἀκραίπαλος. ἡ δὲ ῥίζα τῆς φερούσης αὐτὸν πόας μετὰ γλυκέος πινομένη οὖρα κινεῖ.

____________________

Identifications proposées :

  • Crocus sativus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

krokomagma

1.27.1 τὸ δὲ <κροκόμαγμα> γίνεται ἐκ τοῦ κροκίνου μύρου τῶν ἀρωμάτων ἐκπιεσθέντων καὶ ἀναπλασθέντων. ἔστι δὲ αὐτοῦ τὸ εὐῶδες καλόν, μέσως κατάσμυρνον, βαρύ, μέλαν, ἄξυλον, ἐν τῷ διεθῆναι ἱκανῶς κροκῶδες τὴν χρόαν, λεῖον, ὑπόπικρον, βάπτον ἰσχυρῶς τοὺς ὀδόντας καὶ τὴν γλῶσσαν, ἐπιμένον τε συχνὰς ὥρας. τοιοῦτον δέ ἐστι τὸ ἀπὸ Συρίας. δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις, οὐρητικήν, μαλακτικήν, πεπτικήν, θερμαντικήν. ἀναλογεῖ δὲ κατὰ ποσὸν τῇ τοῦ κρόκου δυνάμει· πλεῖστον γὰρ τούτου με- τείληφεν.

____________________

Identifications proposées :

  • résidu de safran (Crocus sativus) et de myrrhe (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

Helenion

1.28.1 <Ἑλένιον>· οἱ δὲ σύμφυτον, οἱ δὲ Περσικήν, οἱ δὲ Μη- δικήν, οἱ δὲ Ὀρέστιον, οἱ δὲ νεκτάριον, οἱ δὲ κλεώνιον, οἱ δὲ βάτον Ἰδαίαν, οἱ δὲ φλόμον Ἰδαῖον καλοῦσι. φύλλα ἔχει φλόμῳ τῷ στενοφύλλῳ παραπλήσια, τραχύτερα δὲ καὶ ἐπιμήκη, – καυ- λὸν δὲ οὐκ ἀνίησι – ῥίζαν μεγάλην, εὐώδη, ὑπόδριμυν, κιρράν, ἀφ' ἧς εἰς τὴν φύτευσιν καθάπερ ἐπὶ τῶν κρίνων ἢ ἄρων αἱ παραφυάδες λαμβάνονται. γίνεται δὲ ἐν ὀρεινοῖς καὶ συσκίοις καὶ ἐνίκμοις τόποις.

1.28.2 ὀρύσσεται δὲ ἡ ῥίζα θέρους καὶ τεμνομένη ξηραίνεται. κινεῖ δὲ τὸ ἀφέψημα αὐτῆς πινόμενον οὖρα καὶ ἔμμηνα. αὐτὴ δὲ ἡ ῥίζα λαμβανομένη ἐν ἐκλεικτῷ μετὰ μέλιτος ἁρμόζει βηξίν, ὀρθοπνοίαις, ῥήγμασι, σπάσμασιν, ἐμπνευματώσεσι καὶ θηρίων δήγμασι, καθόλου θερμαντικὴ ὑπάρχουσα. τὰ δὲ φύλλα αὐτῆς ἐπιπλάττεται ἀφεψηθέντα μετ' οἴνου ἰσχιαδικοῖς ὠφελίμως. ἔστι δὲ καὶ εὐστόμαχος ταριχευθεῖσα ἐν γλυκεῖ· ξηράναντες γὰρ αὐτὴν ἐπ' ὀλίγον οἱ ἁλμευταί, εἶτα ἀφεψήσαντες ἀποβρέχουσιν ὕδατι ψυχρῷ, εἶτα βαλόντες εἰς ἕψημα ἀποτίθενται εἰς χρῆσιν.

____________________

1.28.1 C: Ἑλένιον· οἱ δὲ σύμφυτον ἄγριον, οἱ δὲ Περσικήν, οἱ δὲ Μηδικήν, οἱ δὲ Ὀρέστιον, οἱ δὲ νεκταρέαν, οἱ δὲ κλεωναίαν, οἱ δὲ βάτον Ἰδαίαν, οἱ δὲ φλόμον Ἰδαῖον, Ῥωμαῖοι τερμινάλιουμ, οἱ δὲ ἴνουλα Καμπάνα, Αἰγύπτιοι ληνίς.

1.28.5 N: Ἑλένιον· οἱ δὲ ξυλοφόρον, οἱ δὲ σύμφυτον, Ῥωμαῖοι ἴνουλα Καμπάνα. καυλὸν ἀνίησιν δασύν, διπηχυαῖον καὶ μεί- ζονα, γωνιοειδῆ, περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων τὰ φύλλα δασέα, ὑπομήκη, πρὸς τὰ τοῦ βουγλώσσου. ἔχει δὲ καὶ παρὰ τὰς γωνίας ὁ καυλὸς ἐξοχάς τινας παρατεταμένας φύλλων προς-

1.28.10 τύπων ἀφ' ἑκάστης πασχάλης, ἄνθη μήλινα καὶ καρπὸν ἐν αὐ- τοῖς ὡς φλόμου κατὰ τὴν προσαφὴν κνησμὸν ἐμποιοῦντα. ῥίζαι δ' ὕπεισιν εὐώδεις, ὑποδριμεῖαι, κιρραί, εὐαφεῖς εἰς τὴν φύ- τευσιν, τὴν μὲν ἐπιφάνειαν μέλαιναι, ἔνδοθεν <δὲ> λευκαί, γλίσχραι, ὧν καὶ ἡ χρῆσις. γεννᾶται δὲ ἐν ὀρεινοῖς κτλ.

____________________

Identifications proposées :

  • Inula helenium (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

Helenion (aiguption)

1.29.1 <Ἑλένιον> ἄλλο ἱστορεῖ <Κρατεύας> γεννᾶσθαι ἐν Αἰ- γύπτῳ. πόα δέ ἐστι κλῶνας ἔχουσα πηχυαίους, ἐπὶ γῆς ἐρριμ- μένους ὥσπερ τὸ ἕρπυλλον, φύλλα δὲ τοῖς τοῦ φακοῦ ὅμοια, μακρότερα δὲ καὶ πολλὰ περὶ τοῖς κλωνίοις, ῥίζαν ὠχράν, πάχος δακτύλου μικροῦ, κάτωθεν λεπτήν, ἄνωθεν δὲ παχυτέραν, φλοιὸν ἔχουσαν μέλανα. φύεται δὲ ἐν παραθαλασσίοις τόποις καὶ γεωλόφοις. δύναμιν δὲ ἔχει μετ' οἴνου πινομένη μία ῥίζα θηριοδή- κτοις βοηθεῖν.

____________________

Identifications proposées :

  • Thymus incanus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

elaion omphakinon

1.30.1 <ἔλαιον> πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἄριστον τὸ ὠμοτρι- βές, ὃ καὶ <ὀμφάκινον> καλοῦσι. καὶ τούτου διαφέρει τὸ νέον, ἄδηκτον, εὐῶδες· χρήσιμον δὲ τὸ τοιοῦτον καὶ εἰς τὴν τῶν μύ- ρων κατασκευήν. ἔστι δὲ καὶ εὐστόμαχον διὰ τὸ στύφειν καὶ οὔλων σταλτικὸν καὶ ὀδόντων διακρατυντικὸν κρατούμενον ἐν τῷ στόματι ἱδρώτων τε ἐφεκτικόν. τὸ δὲ λιπαρώτερον καὶ πα- λαιὸν εἰς τὴν τῶν <χαλαστικῶν> φαρμάκων χρῆσιν εὔθετον. κοινῶς δὲ πᾶν ἔλαιον θερμαντικόν ἐστι καὶ μαλακτικὸν τῆς σαρκός, δυσπερίψυκτα φυλάσσον τὰ σώματα καὶ ἑτοιμότερα

1.30.2 πρὸς τὰς ἐνεργείας ποιοῦν. ἔστι δὲ καὶ εὐκοίλιον καὶ μαλα- κτικὸν ἀμβλῦνόν τε τὰς τῶν ἑλκούντων φαρμάκων δυνάμεις· δίδοται δὲ καὶ πρὸς τὰ θανάσιμα συνεχῶς πινόμενον καὶ ἐξε- μούμενον. καθαίρει δὲ ὅσον κοτύλη σὺν πτισάνης χυλῷ ἴσῳ ποθὲν ἢ ὕδατι, στροφουμένοις τε ἐν ποτῷ ὠφελίμως δίδοται μετὰ πηγάνου ἑψηθὲν θερμὸν κυάθων ἓξ πλῆθος ἕλμεις τε ἐκβάλλει, ἐνίεταί τε τὸ αὐτὸ μάλιστα πρὸς τοὺς εἰλεώδεις. τὸ δὲ παλαιὸν θερμαντικώτερον καὶ διαφορητικώτερον, πρὸς ὀξυδερκίαν τε ὑπάλειμμα. μιμητέον δὲ εἰ μὴ παρείη τὸ πα- λαιὸν ἔλαιον οὕτως· κατεράσας εἰς ἀγγεῖον τοῦ παρόντος τὸ κρεῖσσον ἕψε, ἕως οὗ σχῇ μέλιτος πάχος, καὶ χρῶ· τὴν γὰρ αὐ- τὴν τῷ προειρημένῳ εἰσφέρεται δύναμιν.

1.30.3 τὸ δὲ ἐκ τῆς <ἀγρίας ἐλαίας> ἔλαιον στυπτικώτερον, πρὸς μὲν τὴν ἐν ὑγιείᾳ χρῆσιν δεύτερον, κεφαλαλγοῦσι δὲ ἀντὶ ῥο- δίνου ἁρμόζει, ἐπέχον καὶ ἱδρῶτας καὶ τρίχας ῥεούσας. ἀπο- σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας καὶ ψώρας καὶ λέπρας, βρά- διόν τε πολιοῖ καθ' ἑκάστην ἡμέραν ἐπαλειφόμενον. λευκαίνεται δὲ ἔλαιον οὕτως· λαβὼν τὸ τῇ χρόᾳ μὲν λευ- κὸν τὴν ἡλικίαν δὲ μὴ πλέον ἐνιαυσίου ἔγχεε εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καινόν – ἔστωσαν δὲ μέτρῳ κοτύλαι ἑκα- τόν – , εἶτα θεὶς ὑφ' ἥλιον ἀνάχει κόγχῳ καθ' ἑκάστην ἡμέραν κατὰ τὸ μέσον, ὑψόθεν τῇ καταφορᾷ χρώμενος, ἵνα τῇ συνεχεῖ

1.30.4 κυκήσει καὶ πληγῇ μεταβάλληται καὶ ἀφρίσῃ. τῇ δὲ ὀγδόῃ ἡμέρᾳ βρέξας τήλεως καθαρᾶς δραχμὰς πεντήκοντα ἐν ὕδατι θερμῷ ἔμβαλε μαλακὴν γενομένην εἰς τὸ προειρημένον ἔλαιον χωρὶς τοῦ στραγγίσαι τὸ ὕδωρ· προσαπόδος δὲ καὶ δαλὸν πι- τυίνης ὡς ὅτι λιπαρωτάτης καὶ εἰς λεπτὰ κατεσχισμένης τὰς ἴσας ὁλκὰς καὶ οὕτως ἔασον ἄλλας ὀκτὼ ἡμέρας διελθεῖν. μετὰ ταύτας δὲ ἀνάχει τῷ κόγχῳ τὸ ἔλαιον, τό τε λοιπόν, εἰ μὲν εἴη τοῦ τέλους τετευχός, εἰς καινὸν ἀγγεῖον προκεκλυσμένον οἴνῳ παλαιῷ κατεράσας ἀποτίθεσο, προυπεστρωμένων μελιλώτου στεφανίσκων αὔων ὁλκῶν ἕνδεκα καὶ ἴρεως τῆς ἴσης. εἰ δὲ μή, πάλιν ἐν ἡλίῳ θετέον αὐτὸ καὶ ἐργαστέον, ἄχρις οὗ λευκὸν γένηται.

1.30.5 ἔνεστι δὲ καὶ <Σικυώνιον> <διὰ> τοῦ προειρημένου οὕτως σκευάζειν· εἰς λέβητα κεκασσιτερωμένον πλατύστομον ἐγχέας νέου ἐλαίου ὠμοτριβοῦς καὶ λευκοῦ χοέα ἕνα καὶ ὕδατος ἡμίχουν ἕψε κούφῳ πυρὶ κινῶν πραέως. ὅταν δὲ ἀναζέσῃ δίς, ὑπόσπα- σον τὸ πῦρ καὶ ψύξας ἀποκόγχισον τὸ ἔλαιον, εἶτα ἄλλο ἐπι- δοὺς ὕδωρ συνανάζεσον αὐτῷ, καὶ τὰ λοιπὰ ποιήσας καθὼς ὑπο- δέδεικται ἀπόθου. σκευάζεται δὲ τοῦτο μάλιστα ἐν Σικυωνίᾳ, Σικυώνιον καλούμενον. δύναμιν δὲ ἔχει ποσῶς θερμαντικήν, ἁρ- μόζον ἐν πυρετοῖς καὶ τοῖς περὶ νεῦρα πάθεσι. χρῶνται δὲ αὐτῷ καὶ αἱ γυναῖκες [ἐπὶ τῷ προσώπῳ] ἐπὶ τῷ στιλβώθρῳ.

1.30.6 ὁ δὲ ἐπὶ τοῖς βαλανείοις συναιρόμενος <<ῥύπος>> δύναται θερμαίνειν, μαλάσσειν, διαφορεῖν, ῥαγάσι τε καὶ κονδυλώμασιν <ἁρμόζειν> ἐν διαχρίστοις. ὁ δὲ ἐκ τῆς παλαίστρας προσειλη- φὼς τὴν κόνιν, ἐοικὼς δὲ ῥύπῳ, τὰς περὶ τοὺς κονδύλους συ- στροφὰς ἐπιτιθέμενος ὠφελεῖ, καὶ ἰσχιαδικοὺς θερμὸς ἀντὶ μαλάγματος ἢ πυρίας ἐπιτιθέμενος. καὶ ὁ ἐν τοῖς τῶν γυ- μνασίων τοίχοις ῥύπος καὶ ὁ ἀπὸ τῶν ἀνδριάντων θερμαίνει τε καὶ διαχεῖ τὰ δύσπεπτα φύματα καὶ πρὸς ἀποσύρματα καὶ πρὸς ἕλκη πρεσβυτικὰ ἁρμόζει.

____________________

Identifications proposées :

  • Olea europaea
  • (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

elaiomeli

1.31.1 <ἐλαιόμελι> κατὰ Πάλμυρα τῆς Συρίας ἐκ τοῦ στελέχους ἐλαιῶν μέλιτος παχύτερον ῥεῖ, γλυκὺ τῇ γεύσει, ὅπερ πινόμενον πλῆθος κυάθων δυεῖν μετὰ κοτύλης μιᾶς ὕδατος ἄγει κατὰ κοι- λίαν ὠμὸν καὶ χολῶδες. ἔννωθροι δὲ γίνονται καὶ ἔκλυτοι οἱ λαμβάνοντες, ὅπερ οὐ δεῖ εὐλαβεῖσθαι, διεγείρειν δὲ αὐτοὺς μὴ ἐῶντας καταφέρεσθαι. σκευάζεται δὲ καὶ ἐκ τοῦ λίπους τῶν θαλλῶν ἔλαιον. ἔστι δὲ αὐτοῦ κάλλιστον τὸ παλαιὸν καὶ παχὺ καὶ λιπαρόν, οὐ τε- θολωμένον. θερμαίνει δὲ ἰδίως ποιοῦν πρὸς τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἐγχριόμενον, καὶ λέπρας καὶ ἀλγήματα <τὰ> περὶ νεῦρα ἐγχριόμενον ὠφελεῖ.

____________________

Identifications proposées :

  • gomme d'olivier Olea europaea (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

kikinon elaion

1.32.1 <κίκινον> ἔλαιον σκευάζεται τούτῳ τῷ τρόπῳ· λαβὼν ὡρίμων κροτώνων ὅσον ἂν δόξῃ καὶ ψύξας εἰς ἥλιον καταστρώ- σας θειλοπέδου τρόπον, ἕως ἂν ὁ περικείμενος φλοιὸς ἀπορρα- γεὶς ἐκπέσῃ, συναγαγὼν τὴν σάρκα ἔμβαλε εἰς ὅλμον καὶ κόψας ἐπιμελῶς εἰς λέβητα κεκασσιτερωμένον βάλε ὕδωρ ἔχοντα καὶ ἀνάβρασον ὑποκαίων. ὅταν δὲ ἀνῶσι τὴν ἐν αὐτοῖς ὑγρότητα πᾶσαν, ἄρας τὸν λέβητα ἀπὸ τοῦ πυρὸς ἀπόψα μύακι τὸ ἐπι-

1.32.2 πλέον ἔλαιον καὶ ἀποτίθεσο. οἱ δὲ Αἰγύπτιοι διὰ τὸ δαψι- λοῦς χρῄζειν ἑτέρως αὐτὸ σκευάζουσι· μετὰ γὰρ τὸ καθᾶραι εἰς μύλην ἀποδόντες τοὺς κρότωνας ἀλήθουσιν ἐπιμελῶς, εἰς τὰς σφυρίδας δὲ ἐμβαλόντες τὸ ἀληλεσμένον δι' ὀργάνου ἐκθλίβου- σιν. ὥριμοι δέ εἰσιν οἱ κρότωνες, ὅταν ὑπὸ τῶν περιεχόντων αὐτοὺς σφαιρίων ἀπολύωνται. ποιεῖ δὲ τὸ κίκινον πρὸς ψώρας καὶ ἀχῶρας καὶ τὰς ἐν ἕδρᾳ φλεγμονάς, πρός τε ὑστέρας μύσεις καὶ διαστροφάς, ἔτι δὲ οὐλὰς ἀπρεπεῖς καὶ ὠταλγίας, ἐμπλάστροις τε μιγὲν ἐμ- πρακτοτέρας αὐτὰς ἐργάζεται. ἄγει δὲ καὶ κατὰ κοιλίαν ὑδα- τῶδες ποθέν, ἐκκρίνει δὲ καὶ ἕλμινθας.

____________________

Identifications proposées :

  • huile de ricin Ricinus communis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

amugdalinon elaion

1.33.1 <ἀμυγδάλινον> ἔλαιον, ὅ τινες μετώπιον καλοῦσι, σκευά- ζεται οὕτως· ἀμυγδάλων πικρῶν χοίνικας τέσσαρας καθάρας καὶ ξηράνας κόψον ὑπέρῳ ξυλίνῳ ἐν ὅλμῳ κούφως, μέχρι μᾶζα γέ- νηται, ἐπιχέας τε ζεστοῦ ὕδατος κοτύλας δύο ἔασον συμπιεῖν ἡμιώριον, ἀφ' ἧς πάλιν βιαιότερον τρῖβε. εἶτα ἀποθλίβων πρὸς πλάκα ἐξίπου καὶ τὸ ἀπὸ τῶν δακτύλων εἰς μύακα ἀναλάμβανε, εἶτα πάλιν εἰς τὸ ἀποτεθλιμμένον κοτύλην μίαν ὕδατος ἐπι- χέας καὶ συμπιεῖν ἐάσας τὸ αὐτὸ ποίει· ἀποδίδωσι δὲ κοτύλην μίαν τὸ τετραχοίνικον.

1.33.2 ποιεῖ δὲ πρὸς τὰς ἐν μήτρᾳ ἀλγηδόνας καὶ πνίγας ὑστερι- κὰς διαστροφάς τε καὶ φλεγμονὰς τῶν αὐτῶν τόπων, ἔτι δὲ κεφαλαλγίας καὶ ὤτων πόνους καὶ ἤχους καὶ συριγμούς· ὠφε- λεῖ δὲ καὶ νεφριτικοὺς καὶ δυσουριῶντας, λιθιῶντας, ἀσθματι- κοὺς καὶ σπληνικούς. αἴρει δὲ καὶ σπίλους ἐκ προσώπου καὶ ἐφήλεις καὶ ῥυτίδας μέλιτι μειγνύμενον καὶ κρίνου ῥίζῃ καὶ κυ- πρίνῃ ἢ ῥοδίνῃ κηρωτῇ, καὶ ἀμβλυωπίας δέ ἐστιν ἀνασκευαστι- κόν. σὺν οἴνῳ δὲ ἀχῶρας καὶ πίτυρα σμήχει.

____________________

Identifications proposées :

  • huile d'amande Prunus dulcis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)
  • voir aussi metôpion elaion)

balaninon elaion

1.34.1 ἐοικότως δὲ καὶ τὸ <βαλάνινον> ἐργάζεται. δύναμιν δὲ ἔχει καθαρτικὴν σπίλων, φακῶν, ἰόνθων, οὐλῶν μελανίας, κοιλίας <τε> μαλακτικήν. ἔστι δὲ κακοστόμαχον· ἁρμόζει δὲ καὶ ὠταλγίαις καὶ ἤχοις καὶ συριγμοῖς μετὰ χηνείου στέατος ἐγχεόμενον. ὁμοίως δὲ σκευάζεται τοῖς προειρημένοις τό τε <σησάμι- νον> ἐκ τοῦ σησάμου καὶ τὸ <καρύινον> ἐκ τῶν βασιλικῶν κα- ρύων συντιθέμενον. δύναμιν δὲ ἔχουσι τὴν αὐτὴν τῷ βαλανίνῳ.

____________________

Identifications proposées :

  • oleum balaninum : huile de ben Moringa arabica (André, p. 32-33)
  • zukkum ou zachum, huile de bito Balanites aegyptiaca d'après Liddell-Scott (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • (Osbaldeston)

huoskuaminon elaion

1.35.1 καὶ τὸ <ὑοσκυάμινον> δὲ σκευάζεται οὕτως· λαβὼν τὸν λευκὸν καρπὸν ξηρόν, πρόσφατον καὶ κόψας ὕδατι θερμῷ φύρα, ὡς προείρηται ἐπὶ τοῦ ἀμυγδαλίνου, ἡλιάζων τε τὰ ὑπὸ χεῖρα ξηραινόμενα αὐτοῦ μέρη τῷ ὅλῳ ἀνάμισγε καὶ τὸ αὐτὸ ποίει, ἄχρις ὅτου ἂν μελανθῇ καὶ δυσῶδες γένηται, εἶτα διὰ φορμοῦ ἐκθλίψας ἀποτίθεσο. ποιεῖ δὲ καὶ πρὸς ὠταλγίας καὶ πες- σοῖς μείγνυται μαλακτικὸν ὄν.

____________________

Identifications proposées :

  • Hyoscyamus sp.
  • huile de jusquiame (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

Knidios kokkos

1.36.1 ὁμοίως δὲ καὶ τὸ διὰ τοῦ <Κνιδίου κόκκου> σκευάζε- ται λεπισθέντος καὶ κοπέντος. καθαρτικὴν δὲ ἔχει δύναμιν κοιλίας πινόμενον. ὡσαύτως δὲ καὶ <κνήκινον> σκευάζεται. δύναμις δὲ ἡ αὐτὴ τῷ διὰ τοῦ Κνιδίου κόκκου, ἀνειμένη δὲ μᾶλλον.

____________________

Identifications proposées :

  • coccum Cnidium : Daphne gnidium, Daphne oleides, Daphne oleaefolia, Cardopatium corymbosum ? (André, p. 70)
  • spurge flax (Thymelaea passerina) (Beck)
  • Daphne gnidium (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

rhaphaninon elaion

1.37.1 τὸ δὲ <ῥαφάνινον> σκευάζεται ἐκ τοῦ αὐτῆς σπέρματος ὁμοίως ὥσπερ καὶ τὰ λοιπά. ἁρμόζει δὲ τοῖς ἐκ νόσου φθει- ριῶσι καὶ τὰς περὶ τὸ πρόσωπον σμήχει τραχύτητας. χρῶνται δὲ αὐτῷ οἱ ἐν Αἰγύπτῳ τοῖς προσοψήμασι συνέψοντες αὐτό. καὶ τὸ <μελάνθινον> δὲ τὴν αὐτὴν ἔχει δύναμιν καὶ σκευ- ασίαν τῷ ῥαφανίνῳ.

____________________

Identifications proposées :

  • Raphanus sativus
  • huile de radis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

sinapinon elaion

1.38.1 τὸ δὲ <σινάπινον> σκευάζεται λεαινομένου τοῦ σινή- πεως καὶ βρεχομένου ὕδατι θερμῷ, ἔπειτα μειγνυμένου ἐλαίου καὶ συνεκθλιβομένου. ποιεῖ δὲ πρὸς τὰ χρόνια ἀλγήματα μετα- συγκριτικὸν <ὄν>.

____________________

Identifications proposées :

  • Sinapis sp., Brassica nigra ?
  • huile de moutarde (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

mursininon elaion

1.39.1 <μυρσίνινον> δὲ σκευάζεται οὕτως· λαβὼν τὰ ἁπαλὰ φύλλα τῆς μελαίνης μυρσίνης ἀγρίας ἢ ἡμέρου κόπτε πιέζων· ἴσον δὲ τῷ χυλῷ ἐλαίου ὀμφακίνου μίσγων χλίαινε ἐπ' ἀνθρά- κων, ἕως ἂν συνεψηθῇ, αἴρων τὸ ἐφιστάμενον. εὐκοπωτέρα δὲ σκευασία· τὰ ἁπαλὰ τῶν φύλλων κόψαντα ἕψειν μετὰ ὕδατος καὶ ἐλαίου καὶ τὸ ἐφιστάμενον ἀποψᾶν. ἰδιωτικὸν δὲ τὰ φύλλα καθέντα εἰς ἔλαιον ἐν ἡλίῳ ἀποβρέχειν· ἔνιοι δὲ προστύφουσι

1.39.2 τὸ ἔλαιον σιδίοις, κυπαρίσσῳ, κυπέρῳ, σχοίνῳ. ἔστι δὲ ἐμ- πρακτότερον τὸ τῇ γεύσει πικρίζον καὶ ἐλαιῶδες, χλωρόν, δια- φανές, ὄζον μυρσίνης. δύναμις δὲ αὐτοῦ στυπτική, σκληρυντική· διὸ καὶ ποιεῖ μειγνύμενον ἀπουλωτικαῖς καὶ πρὸς πυρίκαυτα, ἀχῶρας, πίτυρα, ἐξανθήματα, παρατρίμματα, ῥαγάδας, κονδυλώματα, ἄρθρα κεχα- λασμένα, ἱδρῶτας καὶ ὅσα στύψεως ἢ πυκνώσεως ἔχει χρείαν.

____________________

Identifications proposées :

  • Myrtus communis
  • huile de myrte (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

daphninon elaion

1.40.1 τὸ δὲ <δάφνινον> σκευάζεται διὰ τῶν δαφνίδων, ὅταν ὦσι δρυπεπεῖς, ἑψομένων μεθ' ὕδατος· ἐκ γὰρ τοῦ περικειμένου λέπους ἀνίησι λιπαρίαν τινά, ἣν διακόψαντες χερσὶν εἰς μύακα ἀναλαμβάνουσιν. ἔνιοι δὲ ὀμφάκινον ἔλαιον προστύψαντες κυ- πέρῳ καὶ σχοίνῳ καὶ καλάμῳ καὶ μετὰ ταῦτα δάφνης φύλλα περιβαλόντες συνέψουσιν, οἱ δὲ καὶ δαφνίδας, ἕως ἂν ἱκανὸν γένηται τῇ ὀσμῇ· ἔνιοι δὲ καὶ στύρακα μίσγουσι καὶ μυρσίνην.

1.40.2 ἀρίστη δὲ πρὸς σκευασίαν ἡ ὀρεινὴ καὶ πλατύφυλλος δάφνη· διαφέρει δὲ τοῦ δαφνίνου τὸ πρόσφατον, χλωρὸν τῇ χρόᾳ, πι- κρότατον, δριμύ. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν, κόπων λυτικήν· ἁρμόζει καὶ τοῖς περὶ τὰ νεῦρα πάθεσι πᾶσι καὶ φρίκαις καὶ ὠταλγίαις καὶ κατάρροις καὶ κεφαλαλγίαις. ἔστι δὲ καὶ ναυτιῶδες ποθέν.

____________________

Identifications proposées :

  • Laurus nobilis
  • huile de laurier (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

skhininon elaion

1.41.1 τὸ δὲ <σχίνινον> ὁμοίως ἐκ τοῦ καρποῦ <τῆς σχίνου> πεπείρου σκευασθέν <ἢ> ὡς τὸ δάφνινον προστυφθὲν ὑγιάζει ψώρας κτηνῶν καὶ κυνῶν, καὶ εἰς πεσσοὺς καὶ εἰς ἄκοπα καὶ λεπρικὰ ἐπιτηδείως μείγνυται· στέλλει δὲ καὶ ἱδρῶτας. καὶ τὸ <τερεβίνθινον> δὲ ὁμοίως σκευάζεται· ψύχει δὲ καὶ στύφει.

____________________

Identifications proposées :

  • huile du fruit de Pistacia lentiscus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

mastikhinon elaion

1.42.1 τὸ δὲ <μαστίχινον> ἐκ τῆς μαστίχης λείας σκευαζέσθω. ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ πάντα, ἠπίως θερμαῖνον, στῦφον, μαλάσσον, καὶ πρὸς τὰ ἐπὶ τὸν στόμαχον ἐπιρριπτόμενα σκιρ- ρώματα καὶ κοιλιακὰ καὶ δυσεντερικὰ καὶ τὰ ἐπὶ τοῦ προσώπου, καθαῖρον καὶ εὔχροιαν περιποιοῦν. συντίθεται δὲ ἐν Χίῳ τῇ νήσῳ κάλλιστον.

1.42.2 ἐπεὶ δὲ καὶ τὰ μύρα εὐθετεῖ ἐπ' ἐνίων παθῶν καὶ μει- γνύμενα φαρμάκοις καὶ ἐμβρεχόμενα καὶ ὀσφραινόμενα, ἀκόλου- θον ἡγούμεθα καὶ τὴν τούτων παράδοσιν ποιήσασθαι· ἃ δεῖ δοκιμάζοντας ἐπιβλέπειν, εἰ ἀφ' οὗ ἡ κλῆσίς ἐστι τοῦ μύρου, ἐκεῖνο ποιεῖ κατὰ τὴν ὄσφρησιν. ἀρίστη δέ ἐστιν ἡ τοιαύτη κρίσις· ἐπ' ἐνίων μέντοι οὐ φυλάττεται τὸ τοιοῦτον δι' ἐπι- κράτειαν μειγμάτων σφοδροτέρων, ὡς ἐπὶ ἀμαρακίνου καὶ κρο- κίνου καὶ τηλίνου καὶ ἄλλων τινῶν, ἅπερ ἐκ τῆς περὶ αὐτὰ συγ- γυμνασίας δοκιμαστέον.

____________________

Identifications proposées :

  • huile de la résine de Pistacia lentiscus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

rhodinon elaion

1.43.1 <ῥοδίνου> σκευασία· σχοίνου λίτρας πέντε οὐγγίας ὀκτώ, ἐλαίου λίτρας εἴκοσι οὐγγίας πέντε κόψας καὶ φυράσας ἐν ὕδατι ἕψε ἀνακινῶν, εἶτα ἀπηθήσας εἰς τὰς εἴκοσι λίτρας καὶ οὐγ- γίας πέντε τοῦ ἐλαίου βάλε ῥόδων ἀβρόχων ἀριθμῷ χιλίων τὰ πέταλα, καὶ τὰς χεῖρας μέλιτι χρίσας εὐώδει ἀνακίνει πλεονάκις ὑποθλίβων ἠρέμα, ἔπειτα ἐάσας τὴν νύκτα ἔκθλιβε. ὅταν δὲ τὸ τρυγῶδες ὑποστῇ, ἄλλαξον τὸ ὑποδεχόμενον ἀγγεῖον, ἀποτίθεσο δὲ εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. βαλὼν δὲ εἰς λουτη- ρίδιον τὰ ἐξιπωθέντα ῥόδα ἐπίχει λίτρας ὀκτὼ οὐγγίας τρεῖς

1.43.2 τοῦ ἐστυμμένου ἐλαίου καὶ πάλιν ἐξίπου. ἔσται δέ σοι τοῦτο δεύτερον, κἂν βουληθῇς, ἄχρι τρίτης καὶ τετάρτης βροχῆς ἐπι- χέων ἐξίπου· γίνεται γὰρ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, τὸ δὲ τέταρτον τὸ μύρον. ὁσάκις δ' ἂν ποιῇς, τοὺς κρατῆρας προκατάχριε μέλιτι. εἰ δὲ θέλεις δευτέραν ἐμβολὴν ποιήσασθαι, εἰς τὸ πρῶτον ἐξιπωθὲν ἔλαιον τὸν ἴσον ἀριθμὸν προσφάτων ῥόδων ἀβρόχων ἔμβαλε, καὶ ἀνακινήσας ταῖς χερσὶ προδεδευμέναις μέλιτι ἐκπίεζε καὶ ποίει τὸ δεύτερον καὶ τρί- τον καὶ τέταρτον ὁμοίως ἐκθλίβων. καὶ ὁσάκις δ' ἂν ποιῇς

1.43.3 τοῦτο, νεαρὰ πρόσβαλε ῥόδα· δυναμικώτερον γὰρ γίνεται. ἄχρι δὲ ἑβδόμης ἐμβροχῆς ἐπιδέχεται τὸ ἔλαιον τὴν ἐμβολὴν τῶν ῥόδων, ἔπειτα δὲ οὐκέτι· κεχρίσθω δὲ καὶ ἡ ληνὸς μέλιτι. δεῖ δὲ ἐπιμελῶς τὸ ἔλαιον τοῦ χυλοῦ χωρίζειν. συναπολειφθὲν γὰρ κἂν τοὐλάχιστον φθείρει τὸ μύρον. ἔνιοι δὲ αὐτὰ μόνα τὰ ῥόδα θλάσαντες ἐναποβρέχουσι τῷ ἐλαίῳ καὶ ἀλλάσσοντες παρ' ἡμέ- ρας ἑπτὰ ἄχρι τρίτης βροχῆς οὕτως ἀποτίθενται. ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον, κάλαμον καὶ ἀσπάλαθον παρεμβάλλον- τες, οἱ δὲ καὶ ἄγχουσαν ἕνεκα εὐχροίας καὶ ἅλας πρὸς τὸ μὴ φθείρεσθαι.

1.43.4 δύναμιν δὲ ἔχει στυπτικήν, ψύχουσαν, εὔθετον εἰς ἐμβρέγ- ματα καὶ καταπλασμάτων μείξεις. λύει δὲ καὶ κοιλίαν ποτι- ζόμενον καὶ καῦσον σβέννυσι στομάχου· ἔστι δὲ καὶ ἑλκῶν θρεπτικὸν κοίλων καὶ τῶν κακοήθων πραυντικόν, ἀχώρων καὶ ἐκζεμάτων ἐπάλειμμα, κεφαλαλγίας ἔμβρεγμα ἐν ἀρχῇ, ὀδονταλ- γίας τε διάκλυσμα. ποιεῖ δὲ καὶ πρὸς βλέφαρα ἐσκληρυμμένα ἐγχριόμενον, πρός τε ἐντέρων ἐρεθισμοὺς καὶ ὑστέρας <φλεγ- μονὰς> ἐγκλυζόμενον χρήσιμον.

____________________

Identifications proposées :

  • unguent of roses (Beck)
  • Öl aus Rosa centifolia (Aufmesser)
  • Rosenöl (Berendes)
  • perfume rosado (García Valdés)

Note : de 43 à 58 apparaissent des produits dont seul le qualificatif est précisé. Ces produits sont appelés onguent (unguent) chez Beck, et parfum (perfume) chez García Valdés. Comme les Anciens ne connaissaient comme parfums que des huiles parfumées obtenues par enfleurage, le plus simple est de garder le terme de huile pour les désigner. Michel Chauvet

elatinon elaion

1.44.1 <ἐλατίνου> σκευασία· ἐλάτην θλάσας καὶ διακνίσας ἐμ- βαλών τε εἰς λουτῆρα ἐπίχει ὀμφάκινον ἔλαιον ἐπὶ ἡμέρας τρεῖς ἀνελόμενός τε εἰς σφυρίδα ἐξίπου· ἔστω δὲ ἑκάτερα ἰσό- σταθμα· εἶτα ἀποθέμενος καθαρίως ἐν ἀγγείῳ χρῶ. δύναμιν δὲ ἔχει ἀναλογοῦσαν τῷ ῥοδίνῳ, κοιλίαν δὲ οὐ μαλάσσει.

____________________

Identifications proposées :

  • spathe de Phoenix dactylifera
  • date palm inflorescence (Beck)
  • Picea abies, Abies alba (Aufmesser)
  • Spatha bei den Palmen ; vermutlich ist nicht die Spatha allein, sondern die ganze Inflorescenz gemeint. (Berendes)
  • envoltura de la inflorescencia de la palmera (García Valdés)

mêlinon elaion

1.45.1 <μηλίνου> σκευασία· ἐλαίου ξέστας ἕξ, ὕδατος ξέστας δέκα μείξας προσέμβαλε σπάθης τεθλασμένης οὐγγίας τρεῖς, σχοίνου οὐγγίαν μίαν καὶ ἐάσας ἡμέραν μίαν ἕψησον, εἶτα ἀπηθήσας τὸ ἔλαιον βάλε εἰς ἀγγεῖον πλατύστομον, ἐπιθείς τε ῥῖπον ἐκ καλάμου ἢ ψίαθον ἀραιὰν ἄνωθέν τε ἐπιθεὶς κυδώνια μῆλα καὶ περικαλύψας ἱματίοις ἔασον ἡμέρας ἱκανάς, ἕως ἂν ἐπισπάσηται τὴν ἀπὸ τῶν μήλων δύναμιν τὸ ἔλαιον.

1.45.2 ἔνιοι δὲ τὰ μῆλα περιβαλόντες ἱματίοις ἐπὶ ἡμέρας δέκα, ἵνα συνέχηται καὶ μὴ διαπνέηται ἡ εὐωδία, μετὰ ταῦτα ἀποβρέχουσι τῷ ἐλαίῳ ἡμέρας δύο καὶ νύκτας, εἶτα ἐξιπώσαντες ἀποτί- θενται. δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ποιοῦν πρὸς τὰ ψω- ρώδη ἕλκη, πίτυρα, χίμετλα, ἕρπητας καὶ πρὸς τὰς ἐν ὑστέρᾳ ἑλκώσεις ἐγχυματιζόμενον, οὖρά τε ἠρεθισμένα στέλλει ἐγκλυ- ζόμενον καὶ ἱδρῶτας ἐφίστησι· πίνεται δὲ καὶ πρὸς κανθαρί- δας, βουπρήστεις, πιτυοκάμπην. ἔστι δὲ αὐτοῦ δόκιμον τὸ κυ- δωνίων ὄζον μήλων.

____________________

Identifications proposées :

  • Cydonia oblonga (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

oinanthinou elaion

1.46.1 <οἰνανθίνου> σκευασία· οἰνάνθην τὴν ἐκ σταφυλῆς εὐ- ώδη μαράνας βάλε εἰς ὀμφάκινον ἔλαιον καὶ κίνει μεταστρέ- φων. ἐάσας δὲ ἡμέρας δύο ἐξίπου καὶ ἀποτίθεσο. δύναμιν δὲ ἔχει στυπτικήν, ἀναλογοῦσαν τῇ τοῦ ῥοδίνου ἐκτὸς τοῦ τὴν κοιλίαν λύειν καὶ μαλάσσειν. καὶ τούτου δέ ἐστι δοκιμώτατον τὸ ἐμφαῖνον ἐν τῇ ὀσμῇ τὴν οἰνάνθην.

____________________

Identifications proposées :

  • wild vine inflorescence (Beck)
  • vigne ou Spirea philipendula d'après Liddell-Scott (Aufmesser)
  • Weinblüthenöl, Vitis vinifera (Berendes)
  • flor de la vid silvestre (García Valdés)

têlinon elaion

1.47.1 <τηλίνου> σκευασία· τήλεως λίτρας ἐννέα, ἐλαίου λίτρας πέντε, καλάμου λίτραν μίαν, κυπέρου λίτρας δύο ἀπόβρεχε τῷ ἐλαίῳ ἐπὶ ἡμέρας ἑπτά, κινῶν ἑκάστης ἡμέρας τρίς, εἶτα ἐξί- που καὶ ἀποτίθεσο. οἱ δὲ ἀντὶ μὲν <τοῦ> καλάμου καρδάμω- μον, ἀντὶ δὲ τῆς κυπέρου ξυλοβάλσαμον συναποβρέχουσιν. οἱ δὲ προστύφουσι τὸ ἔλαιον τούτοις καὶ μετὰ ταῦτα τὴν τῆλιν ἀποβρέχοντες ἐξιποῦσιν.

1.47.2 δύναμιν δὲ ἔχει μαλακτικὴν ἀποστημάτων, πεπτικήν. μά- λιστα δὲ ἁρμόζει τοῖς περὶ μήτραν πᾶσι σκιρρώμασι, δυστο- κούσαις τε ἔγχυμα, ἐπειδὰν κατάξηρα τὰ περὶ τοὺς τόπους γένηται, προεκκριθέντων τῶν ὑγρῶν, πρός τε τὰς ἐν δακτυλίῳ φλεγμονάς, καὶ ἐγκλύζεται ἐπὶ τῶν τεινεσμῶν ὠφελίμως, πίτυρά τε καὶ ἀχῶρας σμήχει καὶ κατακαύματα καὶ χίμετλα <ὠφελεῖ> μετὰ κηροῦ, σμήχει τε ἐφηλίδας καὶ εἰς στιλβώματα μείγνυται. ἐκλέγου δὲ τὸ πρόσφατον καὶ μὴ λίαν παρεμφαῖνον τὴν τῆς τήλεως ὀσμήν, σμῆχον τὰς χεῖρας, γλυκύπικρον ἐν τῇ γεύσει· τὸ γὰρ τοιοῦτον κάλλιστον.

____________________

Identifications proposées :

  • Trigonella foenum-graecum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

sampsoukhinon elaion

1.48.1 <σαμψουχίνου> σκευασία· ἑρπύλλου, κασσίας, ἁβρο- τόνου, σισυμβρίου ἄνθους, μυρσίνης πετάλων, σαμψούχου, ἑκά- στου αὐτῶν λαμβάνων στοχασμῷ πρὸς τὴν ἑκάστου αὐτῶν δύ- ναμιν ἀποβλέπων, κόπτε ἐν τῷ αὐτῷ πάντα καὶ ἐπίχεε ἐλαίου ὀμφακίνου τοσοῦτον, ὥστε μὴ κατακρατεῖσθαι τὴν δύναμιν τῶν ἐν αὐτῷ βρεχομένων, καὶ ἔασον ἡμέρας τέσσαρας καὶ ἔκθλιβε, καὶ πάλιν τὸ αὐτὸ πλῆθος τῶν αὐτῶν προσφάτων ἀπόβρεχε τὸν ἴσον χρόνον καὶ ἐξίπου· ἔστι γὰρ εὐτονώτερον. ἐκλέγου δὲ τὸ μελάγχλωρον τῇ χρόᾳ, σαμψούχου πολλῆς ὄζον, μετρίως δριμύ.

1.48.2 δύναμιν δὲ ἔχει θερμαντικήν, λεπτυντικήν, δριμεῖαν. ποιεῖ δὲ πρὸς μύσιν καὶ διαστροφὴν ὑστέρας καὶ ἔμμηνα καὶ δεύτερα ἐπισπᾶται καὶ πνίγας ὑστερικὰς ἀνακτᾶται ὀσφύων τε καὶ βου- βώνων ἀλγήματα πραύνει. σὺν μέλιτι δὲ αὐτῷ χρῆσθαι βέλτιον, ἐπειδὴ τῇ σφοδρᾷ στύψει σκληρύνει τοὺς τόπους· λύει καὶ κόπους συγχριόμενον, εἴς τε τὰ ἐπὶ τῶν ὀπισθοτονικῶν κατα- πλάσματα ἐπιτηδείως μείγνυται καὶ τῶν ἄλλως σπωμένων.

____________________

Identifications proposées :

  • marjoram (Beck)
  • Origanum majorana (Aufmesser)
  • Origanum majorana (Berendes, 58)
  • mejorana (García Valdés)
  • voir aussi amarakinon elaion (quelle est la différence ?) et sampsoukhon.

ôkiminon elaion

1.49.1 <ὠκιμίνου> σκευασία· τοῦ εἰς τὸ κύπρινον ἠρωματι- σμένου, ὡς ἀποδείξομεν (I 55), λαβὼν ἐλαίου λίτρας εἴκοσι, ὠκί- μου σταθμῷ λίτρας ἕνδεκα οὐγγίας ὀκτὼ ἀποφυλλίσας ἀπό- βρεχε νύκτα καὶ ἡμέραν ἐν τῷ ἐλαίῳ, εἶτα ἐξίπου καὶ ἀποτίθεσο. ἐκκενώσας δὲ τὸ ἀπὸ τῆς κυρτίδος ἐπίχει πάλιν τὸ ἴσον πλῆ- θος τοῦ ἐλαίου καὶ ἐξίπου. καλεῖται δὲ τοῦτο δευτερεῖον· τρίτην γὰρ οὐκ ἐπιδέχεται βροχήν. εἶτα προσφάτου ὠκίμου λαβὼν τὸ ἴσον πάλιν ἀπόβρεχε, ὡς ἐπὶ τοῦ ῥοδίνου εἴρηται (I 43), τὸ δὲ ἤδη ἀποβεβρεγμένον ἐπιχέων καὶ ἐῶν τὸν αὐτὸν χρόνον ἔκθλιβε καὶ ἀποτίθεσο. κἂν τρὶς δὲ ἢ τετράκις θέλῃς, ἀπόβρεχε πρό- σφατον ἀεὶ ὤκιμον ἐμβάλλων. δύναται δὲ καὶ ἐκ τοῦ ὀμφακίνου σκευάζεσθαι· βέλτιον δὲ ἐκείνως. δύναται δὲ τὸ αὐτὸ τῷ σαμψουχίνῳ, ἔλαττον ἐνεργοῦν.

____________________

Identifications proposées :

  • basil (Beck)
  • Ocimum basilicum (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

abrotoninon elaion

1.50.1 <ἁβροτονίνου> σκευασία· ἐκ τοῦ εἰς τὸ κύπρινον ἠρω- ματισμένου ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε ἁβροτόνου φύλ- λων λίτρας ὀκτὼ ἔμβαλε καὶ ἀποβρέξας νύκτα καὶ ἡμέραν ἐξίπου. πολύβροχον δ' εἰ βούλει ποιῆσαι, ἐκβαλὼν τὰ πρῶτα φύλλα, ἐμβαλὼν δὲ ἕτερα φύλλα ἐναποβρέχων ἐκπίεζε. δύναμιν δὲ ἔχει θερμαντικήν, ποιοῦσαν πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρίας, ἄγον ἔμμηνα καὶ δεύτερα.

____________________

Identifications proposées :

  • Artemisia arborescens (Beck)
  • Anethum graveolens, Artemisia abrotanum (Aufmesser)
  • Artemisia abrotanum (Berendes, 60)
  • Artemisia abrotanum (mâle), Santolina chamaecyparyssus (femelle) (voir abrotonon) (García Valdés)

anêthinon elaion

1.51.1 <ἀνηθίνου> σκευασία· ἐλαίου λίτρας ὀκτὼ οὐγγίας ἐννέα, ἀνήθου ἄνθους λίτρας ἕνδεκα οὐγγίας ὀκτὼ ἐναπόβρεχε τῷ ἐλαίῳ ἡμέραν μίαν, εἶτα ἐκπίεζε ταῖς χερσὶ καὶ ἀποτίθεσο. ἐὰν δὲ θέλῃς δίβροχον ποιῆσαι, πρόσφατον ἀνήθου ἄνθος ὡς- αύτως ἀπόβρεχε. δύναται δὲ μαλάσσειν τὰ περὶ μήτραν καὶ ἀναστομοῦν, ἁρμόζον πρὸς τὰ περιοδικὰ ῥίγη, θερμαῖνον καὶ κόπους λύον καὶ ἀλγήματα ἄρθρων ὠφελοῦν.

____________________

Identifications proposées :

  • dill (Beck)
  • Anethum graveolens (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

sousinon elaion

1.52.1 <σουσίνου> σκευασία, ὃ ἔνιοι λείρινον καλοῦσιν· ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε, καλάμου λίτρας πέντε οὐγγίας δέκα, σμύρνης δραχμὰς πέντε φυράσας οἴνῳ εὐώδει ἕψε, εἶτα ἀπη- θήσας τὸ ἔλαιον ἀπόχει κατὰ καρδαμώμου κεκομμένου καὶ βε- βρεγμένου ὕδατι ὀμβρίῳ λιτρῶν τριῶν οὐγγιῶν ἓξ καὶ ἐάσας βραχῆναι ἀπόθλιβε· καὶ λαβὼν ἐκ τοῦ ἐστυμμένου ἐλαίου τρεῖς ἥμισυ λίτρας, κρίνα ἀριθμῷ χίλια ἀποφυλλίσας θὲς ἐν λουτῆρι πλατεῖ, μὴ βαθεῖ, ἐπιχέας τε τὸ ἔλαιον ἀνακίνει ταῖς χερσὶ μέλιτι κεχρισμέναις. ἐάσας δὲ ἡμέραν μίαν καὶ νύκτα, πρωὶ δὲ

1.52.2 ἀνελόμενος εἰς κυρτίδα ἐξίπου. τὸ δὲ φερόμενον ἀπήθει εὐ- θέως ἀπὸ τοῦ συνεκθλιβέντος ὕδατος τῷ ἐλαίῳ· οὐ γὰρ ὑπο- μένει ὡς τὸ ῥόδινον, συνθερμαινόμενον δὲ ἀναζεῖ καὶ σήπεται. μετάγγιζε δὲ πλεονάκις εἰς ἕτερα ἀγγεῖα μέλιτι κατακεχρισμένα, προσπάσσων ἅλας λεπτοὺς καὶ τὴν συλλεγομένην ἀκαθαρσίαν ἐπι- μελῶς ἀφαιρῶν. μετεράσας δὲ ἐκ τοῦ κυρτιδίου τὸ ἐξιπωθὲν ἄρωμα εἰς τὸν λουτῆρα πάλιν ἐπίχει τοῦ ἠρωματισμένου ἐλαίου τὸ ἴσον πλῆθος τῷ προτέρῳ καὶ καρδαμώμου κεκομμένου συν- έμβαλε ὁλκὰς δέκα, καὶ ἀνακινήσας χρησίμως ταῖς χερσὶ καὶ

1.52.3 ἐπισχὼν μικρὸν ἐξίπου, τὸ ἀπορρέον ἀποκαθαίρων. καὶ τρίτον ἐπιχέας πάλιν τὸ αὐτὸ ποίει, προσεπεμβάλλων καὶ τὸ καρδά- μωμον καὶ τοὺς ἅλας ὁμοίως καὶ τὰς χεῖρας μέλιτι χρίων καὶ θλίβων. καὶ ἔσται τὸ μὲν πρῶτον ἐκπιεσθὲν ἄριστον, ἐχόμενον δὲ τὸ ἑξῆς, τρίτον δὲ τὸ τελευταῖον. καὶ πάλιν λαβὼν χίλια κρίνα καὶ ἀποφυλλίσας διάθες καὶ ἐπιχέας τὸ πρῶτον ἐξι- πωθὲν μεθόδευε, τὰ αὐτὰ ποιῶν ὥσπερ ἐποίεις ἐπὶ τοῦ πρώ- του, καρδάμωμον παραμίσγων, εἶτα ἐξίπου καὶ ποίει τὰ αὐτὰ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου, ὡς εἴρηται, προσεμβάλλων καὶ τὸ καρδάμωμον, καὶ ὁσάκις ἂν ἀποβρέξῃς νεαρὰ κρίνα, δυναμι-

1.52.4 κώτερον ἕξεις τὸ μύρον. ἐπὶ τέλει δὲ ὅταν αὐτάρκως ἔχειν σοι δοκῇ, μίσγε <ἐν> ἑκάστῃ σκευασίᾳ σμύρνης χρηστῆς δραχμὰς δύο, κιναμώμου δραχμὰς δύο, κρόκου δραχμὰς δέκα. οἱ δέ· κρόκου καὶ κιναμώμου τὸ ἴσον κόψας σήσας ἔμβαλε εἰς τὸν λουτῆρα μεθ' ὕδατος καὶ ἐπίχει τὸ πρῶτον ἐκπιεσθὲν μύρον, εἶτα ἐάσας μικρὸν ἀναλάμβανε εἰς ἀγγεῖα ξηρά, προκεχρισμένα κόμμει καὶ σμύρνῃ καὶ κρόκῳ καὶ μέλιτι μεθ' ὕδατος διειμένοις· τὸ δ' αὐτὸ ποίει καὶ ἐπὶ τοῦ δευτέρου ἐκπιέσματος καὶ τοῦ

1.52.5 τρίτου. ἔνιοι δὲ τὸ ἁπλοῦν ἐξ ἐλαίου βαλανίνου ἢ ἄλλου καὶ κρίνου σκευάζουσι. δοκεῖ δὲ διαφέρειν τὸ ἐν Φοινίκῃ καὶ ἐν Αἰγύπτῳ γινόμενον· ἄριστον δέ ἐστιν αὐτοῦ τὸ ὄζον κρίνων. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικὴν τῶν περὶ μήτραν μύσεων καὶ φλεγμονῶν, καὶ καθόλου πάντων ἐστὶ χρησιμώτατον πρὸς τὰ γυναικεῖα. ἁρμόζει δὲ καὶ πρὸς ἀχῶρας, ἰόνθους, πίτυρα, ἐκζέματα, μώλωπάς τε ταχέως μετα- βάλλει καὶ ὁμόχρους ποιεῖ, καὶ καθόλου ἐστὶν ἀραιωτικόν. ἄγει δὲ καὶ χολὴν κατὰ κοιλίαν πινόμενον, κινεῖ δὲ καὶ οὔρησιν. ἔστι δὲ κακοστόμαχον καὶ ναυτίας ποιητικόν.

____________________

Identifications proposées :

  • lily (Beck)
  • Lilium candidum (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

narkissinon elaion

1.53.1 <ναρκίσσινον> δὲ στύψεις οὕτως· ἐλαίου πεπλυμένου λίτρας ἐννέα οὐγγίας πέντε, ἀσπαλάθου λίτρας ἓξ οὐγγίας δύο κόψας καὶ βρέξας ὕδατι, τῷ τρίτῳ τοῦ ἐλαίου μείξας ἕψε, εἶτα ἐξελὼν τὸν ἀσπάλαθον καὶ καλάμου λίτρας πέντε οὐγγίας ὀκτὼ καὶ σμύρνης χόνδρον κόψας καὶ σήσας φύρα οἴνῳ παλαιῷ εὐ- ώδει καὶ μείξας ἕψε. ὅταν δὲ καὶ μετὰ τούτων ἀναζέσῃ, ἐξε- λὼν ἀπήθει τὸ ἔλαιον ψυγέν, εἶτα λαβὼν ἐκ τοῦ ἐλαίου .. .... εἰς λουτῆρα ἀπόχει καὶ τοῦ ναρκίσσου ἔμβαλε ὡς ὅτι πλεῖστον τὸ ἄνθος, ἐπὶ ἡμέρας δύο κινῶν ὡς ἐπὶ τοῦ σουσίνου, ἐξίπου τε καὶ μετάγγιζε πυκνῶς· καὶ γὰρ τοῦτο σήπεται. ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ, μαλάσσον τὰς περὶ αὐτὴν σκληρίας καὶ μύσεις. ἔστι δὲ κεφαλαλγές.

____________________

Identifications proposées :

  • narcissus (Beck)
  • Narcissus poeticus, Narcissus tazetta (voir narkissos) (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

krokinon elaion

1.54.1 <κρόκινον> δὲ σκευάζων προστύψεις τὸ ἔλαιον, ὡς εἴ- ρηται ἐπὶ τοῦ σουσίνου, πλήθει καὶ συσταθμίᾳ τῇ αὐτῇ. λαβὼν δὲ ἐκ τοῦ ἐστυμμένου ἐλαίου εἰς τὸ σούσινον λίτρας τρεῖς ἥμισυ βάλε κρόκου δραχμὰς πεντήκοντα καὶ ἀνακίνει πλεονάκις τῆς ἡμέ- ρας, ποιῶν τοῦτο συνεχῶς ἐπὶ ἡμέρας πέντε. ἀπήθει δὲ τὸ ἔλαιον τῇ ἕκτῃ ἀπὸ τοῦ κρόκου καθαρίως, τῷ δὲ αὐτῷ κρόκῳ ἐπίχει τὸ ἴσον πλῆθος τοῦ ἐλαίου καὶ ἀνακίνει ἡμέρας δέκα, εἶτα ἀποχέας πρόσμειξον σμύρνης κεκομμένης καὶ σεσησμένης δραχμὰς τεσσα- ράκοντα καὶ κίνει ἐν ὅλμῳ χρησίμως, εἶτα ἀπόθου. ἔνιοι δὲ τῷ εἰς τὸ κύπρινον ἠρωματισμένῳ ἐλαίῳ καὶ εἰς τὸ κρόκινον χρῶνται. ἔστι δὲ αὐτοῦ κράτιστον τὸ κατακόρως κρόκου πνέον, ὅπερ εἰς τὴν ἰατρικὴν χρῆσιν ἁρμόζει, δεύτερον δὲ τὸ σμύρνης παρεμφαῖνον.

1.54.2 δύναμιν δὲ ἔχει θερμαντικήν, ὑπνωτικήν, ὅθεν πολλάκις ἐπὶ τῶν φρενιτικῶν ἥρμοσεν <ἐν> καταβροχαῖς ἢ ἀποσφρανθὲν ἢ καὶ τῶν μυξωτήρων διαχρισθέντων. ἔστι δὲ καὶ πυοποιὸν καὶ ἑλκῶν καθαρτικόν, καὶ πρὸς τὰς ἐν τῇ μήτρᾳ σκληρίας καὶ μύσεις καὶ τὰ ἐν αὐτῇ κακοήθη σὺν κηρῷ καὶ κρόκῳ καὶ μυελῷ καὶ ἐλαίῳ διπλασίονι· συμπέττει γὰρ καὶ μαλάττει καὶ πραύνει καὶ ὑγραίνει· ποιεῖ καὶ πρὸς τὰς ἀπογλαυκώσεις μεθ' ὕδατος ὑπαλειφόμενον. ἀναλογεῖ δὲ αὐτῷ καὶ τὸ λεγόμενον <ὀνύχινον> καὶ <βουτύρινον> καὶ <στυράκινον>, τοῖς ὀνόμασι μόνον διαφέ- ροντα, τῇ μέντοι σκευασίᾳ καὶ τῇ δυνάμει παρόμοια ὄντα.

____________________

Identifications proposées :

  • (Beck)
  • Crocus sativus (voir krokos) (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

kuprinon elaion

1.55.1 <κυπρίνου> στύψις καὶ σκευασία· ἐλαίου ὀμφακίνου πε- πλυμένου μέρος ἕν, ὕδατος ὀμβρίου μέρος ἓν ἥμισυ, τὸ μὲν ἐπίχει τῷ ἐλαίῳ τὸ δὲ φύρα ἐν τοῖς ἐμβληθησομένοις ἀρώμασιν. εἶτα λαβὼν ἀσπαλάθου λίτρας πέντε ἥμισυ, καλάμου λίτρας ἓξ ἥμισυ, σμύρνης λίτραν μίαν, καρδαμώμου λίτρας τρεῖς οὐγγίας ἐννέα, ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε, τὸν ἀσπάλαθον κό- ψας καὶ βρέξας ἐν ὕδατι ἐμβαλὼν ἕψε μετὰ τοῦ ἐλαίου, ἕως ἂν συναναζέσῃ, τὴν δὲ σμύρναν διεὶς οἴνῳ παλαιῷ εὐώδει, τὸν κάλαμον κεκομμένον συναναφύρα μετὰ τῆς σμύρνης καὶ ἐξελὼν

1.55.2 τὸν ἀσπάλαθον ἔμβαλε τὸ φύραμα τοῦ καλάμου. ὅταν δὲ καὶ μετὰ τούτου ζέσῃ, καθελὼν ἀπήθησον τοῦ χαλκοῦ τὸ ἔλαιον καὶ κατάχει κατὰ τοῦ καρδαμώμου κεκομμένου καὶ πεφυραμένου τῷ λοιπῷ ὕδατι καὶ κίνει σπάθῃ, ἕως ἂν ψυγῇ, μὴ διαλείπων. εἶτα ἀπηθήσας τὸ ἔλαιον ἔμβαλε εἰς τὰς εἴκοσιν ὀκτὼ τοῦ ἐλαίου λίτρας ἄνθους κύπρου λίτρας τεσσαράκοντα ἓξ οὐγγίας ὀκτώ, ἐάσας τε ἀποβραχῆναι ἐξίπωσον διὰ σφυρίδος. ἐὰν δὲ πλείω θέλῃς, τοῦ νεαροῦ ἄνθους τὸ ἴσον ἐμβαλὼν πλῆθος ὁμοίως ἐξίπου, ἐάν τε δίβροχον ἐάν τε τρίβροχον βούλῃ ποιεῖν·

1.55.3 δυναμικώτερον γὰρ γίνεται. ἐκλέγεσθαι δὲ δεῖ τὸ χρηστὸν καὶ μετ' εὐωδίας πληκτικόν, ἔνιοι δὲ καὶ κινάμωμον μίσγουσιν. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν, ἁρμόζουσαν τοῖς περὶ μήτραν καὶ νεῦρα πάθεσι καὶ πλευρι- τικοῖς καὶ κατάγμασι καθ' ἑαυτό τε καὶ κηρωτῇ μειγνύμενον. μείγνυται δὲ καὶ μαλάγμασι τοῖς ἁρμόζουσιν ὀπισθοτόνῳ, συν- άγχῃ, βουβώνων φλεγμονῇ καὶ ἀκόποις.

____________________

Identifications proposées :

  • henna (Beck)
  • Lawsonia inermis (voir kupros) (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

irinon elaion

1.56.1 <ἰρίνου> στύψις· σπάθης λίτρας ἓξ οὐγγίας ὀκτώ, ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε κόψας ὡς λεπτότατα μεῖξον ὕδατος κοτύλαις δέκα καὶ βαλὼν εἰς χαλκὸν ἕψε, μέχρις οὗ τὴν ὀσμὴν ἀναλάβῃ, εἶτα ἀπήθει εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. ἐκ τούτου τοῦ ἠρωματισμένου ἐλαίου τὸ πρῶτον ἴρινον σκευάζεται ἐναποβρεχομένης τῷ ἐστυμμένῳ ἐλαίῳ ἴρεως, ὡς ὑπογέγραπται.

1.56.2 οἱ δέ· ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε, ξυλοβαλσάμου λίτρας πέντε οὐγγίας δύο κόψας, ὡς εἴρηται, σύνεψε· εἶτα ἐξελὼν τὸ ξυλοβάλσαμον προσέμβαλε καλάμου κεκομμένου λίτρας ἐννέα οὐγγίας δέκα, σμύρνης χόνδρον οἴνῳ παλαιῷ ἐμβρέχων εὐώδει, εἶτα λαβὼν ἐκ τοῦ ἐστυμμένου ἐλαίου καὶ ἠρωματισμένου λίτρας δέκα τέσσαρας ἐναπόβρεχε ἴρεως κεκομμένης ἴσον τῷ σταθμῷ, ἐῶν ἡμέρας δύο καὶ νύκτας δύο, εἶτα ἐξίπου βιαίως καὶ νεανι- κῶς. καὶ εἰ βούλει δυναμικώτερον εἶναι, τὸν ἴσον σταθμὸν καὶ

1.56.3 δὶς καὶ τρὶς ὁμοίως ἐναποβρέχων ἐξίπου. κράτιστον δὲ ὑπάρ- χει τὸ ἐν <τῇ> ὀσφρήσει μηδενὸς ἄλλου, μόνης δὲ τῆς ἴριδος πνέον. τοιοῦτον δέ ἐστι τὸ ἐν Πέργῃ τῆς Παμφυλίας καὶ ἐν Ἤλιδι τῆς Ἀχαίας γινόμενον. δύναμιν δὲ ἔχει μαλακτικήν, θερμαντικήν, ἐσχάρας τε καὶ σηπεδόνας καὶ ῥυπαρίας ἀνακαθαίρει καὶ ταῖς περὶ μήτραν διαθέσεσιν ἁρμόζει, φλεγμοναῖς τε καὶ μύσεσιν, ἔμβρυά τε ἐκ- βάλλει καὶ αἱμορροίδας ἀναστομοῖ, πρός τε ἤχους ὤτων σὺν ὄξει καὶ πηγάνῳ καὶ πικροῖς ἀμυγδάλοις, καὶ πρὸς κατάρρους χρονίζοντας διαχριομένων τῶν μυξωτήρων καὶ πρὸς ὀζαίνας.

1.56.4 καθαίρει δὲ καὶ τὴν κοιλίαν κυάθου πλῆθος ποθέν, ποιεῖ καὶ πρὸς εἰλεώδη, κινεῖ καὶ οὖρα. <ἁρμόζει> καὶ ἐπὶ τῶν δυσχερῶς ἐμούντων διαχριομένων τῶν δακτύλων ἢ τῶν ἐμετηρίων, καὶ ἐπὶ συναγχικῶν <δὲ> διαχριόμενον ἢ ἀναγαργαριζόμενον σὺν μελικράτῳ καὶ πρὸς τραχύτητα ἀρτηρίας. δίδοται καὶ τοῖς κώ- νειον ἢ μύκητας ἢ κόριον πεπωκόσιν.

____________________

Identifications proposées :

  • iris (Beck)
  • Iris spp. (voir iris Illurikê) (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

gleukinon elaion

1.57.1 <γλεύκινον> δὲ σκευάζεται τὸ ἁπλοῦν ἔκ τε ἐλαίου ὀμ- φακίνου καὶ σχοίνου καὶ καλάμου καὶ νάρδου Κελτικῆς καὶ σπά- θης καὶ ἀσπαλάθου καὶ μελιλώτου καὶ κόστου καὶ γλεύκους, συμπεριτιθεμένων τῶν στεμφύλων τῷ ἔχοντι ἀγγείῳ τὰ ἀρώ- ματα καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον. κινεῖται δὲ ἐπὶ ἡμέρας τριάκοντα δὶς τῆς ἡμέρας, καὶ μετὰ ταῦτα ἐκπιεσθὲν ἀποτίθεται. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀνετικήν, ποι- οῦσαν πρὸς τὰ ῥίγη καὶ τὰ νευρικὰ πάντα καὶ τὰ ἐν ὑστέρᾳ. παντὸς δὲ ἀκόπου μᾶλλον ὠφελεῖ μαλακτικὸν ὄν.

____________________

Identifications proposées :

  • moût à moitié fermenté ? Michel Chauvet
  • new sweet wine (Beck)
  • Öl aus neum Wein ; gleukos : süsser, neuer Wein (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

amarakinon elaion

1.58.1 <ἀμαράκινον> δὲ ἐν Κυζίκῳ κάλλιστον γίνεται. σκευά- ζεται δὲ διά τε ὀμφακίνου ἐλαίου καὶ βαλανίνου, στυφομένων ξυλοβαλσάμῳ, σχοίνῳ, καλάμῳ, ἡδυνομένων δὲ ἀμαράκῳ, κόστῳ, ἀμώμῳ, νάρδῳ, κασσίᾳ, καρπῷ βαλσάμου καὶ σμύρνῃ. οἱ δὲ πολυτελέστερον αὐτὸ ποιοῦντες μίσγουσι καὶ κινάμωμον· παρα- λαμβάνεται δὲ μέλι καὶ οἶνος εἰς τὴν τῶν ἀγγείων χρίσιν καὶ φύρασιν τῶν κεκομμένων ἀρωμάτων.

1.58.2 ἔστι δὲ θερμαντικόν, καρωτικόν, μαλακτικόν, ἀναστομωτι- κόν, πυρωτικόν, οὐρητικόν, εὐχρηστοῦν εἴς τε τὰς σῆπας καὶ σύριγγας καὶ ὑδροκήλας μετὰ τὰς χειρουργίας, περιρρήττει τε τὰς ἐσχάρας καὶ τὰ τεθηριωμένα ἕλκη, πρός τε δυσουρίαν ἁρμόζει περιχριομένου τοῦ δακτυλίου, καὶ πρὸς τὰς φλεγμονὰς αὐτοῦ καὶ πρὸς αἱμορροίδων ἀναστόμωσιν περιχριόμενον, ἔμ- μηνά τε κινεῖ προστιθέμενον τῇ μήτρᾳ καὶ σκληρίας καὶ οἰδή- ματα ἐν ὑστέρᾳ διαφορεῖ, καὶ πρὸς τὰ μυότρωτα καὶ νευρό- τρωτα συμφέρει ἐν πιλήμασιν ἀραιοῖς βρεχόμενον καὶ ἐπιτι- θέμενον.

1.58.3 τὸ δὲ <μεγάλλειον> καλούμενον πάλαι μέν ποτε ἐσκευάζετο, ἐκλέλοιπε δὲ νῦν. πρὸς ἐκπλήρωσιν δὲ τῆς ἱστορίας οὐκ ἔστιν ἄτοπον ἐπιμνησθῆναι καὶ τούτου. <τούτου> δὲ σκευασία ἡ αὐτὴ τῷ ἀμαρακίνῳ, πλεονάζει δὲ τῇ ῥητίνῃ καὶ ταύτῃ διαφέρει. ἔστι δὲ μαλακτικὸν ἠπίως. ἡ μέντοι ῥητίνη μείγνυται τοῖς μύροις οὔτε φυλακῆς οὔτε ἡδονῆς χάριν, χρώματος δὲ καὶ πά- χους ἕνεκα. μείγνυται δὲ ἡ τερεβινθίνη ἀφεψομένη, ἄχρις ὅτου ἂν ἄοσμος γένηται. δηλωθήσεται δὲ ἐν τοῖς περὶ ῥητίνης (I 71) ἡ ἕψησις αὐτοῦ. καὶ τὸ καλούμενον δὲ <ἡδύχρουν>, σκευαζόμενον δὲ ἐν Κῷ, τῆς αὐτῆς ἔχεται δυνάμεώς τε καὶ σκευασίας τῷ ἀμαρακίνῳ, εὐωδέστερον δὲ τυγχάνει.

____________________

Identifications proposées :

  • marjoram (Beck)
  • Majoran, Origanum majorana (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • voir aussi sampsoukhinon elaion (quelle est la différence ?) et sampsoukhon.

metôpion elaion

1.59.1 σκευάζεται δὲ ἐν Αἰγύπτῳ μύρον, ἐπιχωρίως ὑπ' αὐτῶν καλούμενον <μετώπιον> διὰ τὴν τῆς χαλβάνης μεῖξιν· τὸ γὰρ ξύλον, ἐξ οὗ γεννᾶται ἡ χαλβάνη, μέτωπον καλεῖται. δι' ἀμυγ- δάλων δὲ πικρῶν καὶ ἐλαίου ὀμφακίνου καὶ καρδαμώμου καὶ σχοίνου καὶ καλάμου καὶ μέλιτος καὶ οἴνου καὶ σμύρνης καὶ βαλσάμου καρποῦ καὶ χαλβάνης καὶ ῥητίνης συντίθεται. δόκι- μον δέ ἐστι τὸ βαρύοσμον καὶ λιπαρόν, ἐμφαῖνον μᾶλλον τοῦ καρδαμώμου καὶ τῆς σμύρνης ἤπερ τῆς χαλβάνης.

1.59.2 σφόδρα δὲ θερμαίνει καὶ πυροῖ καὶ ἀναστομοῖ ἐπισπᾶταί τε καὶ καθαίρει ἕλκη, πρός τε νεῦρα καὶ μύας διακοπέντα ποιεῖ, ὑδροκήλας τε σὺν σηπταῖς. μείγνυται δὲ καὶ μαλάγμασι καὶ κηρωταῖς, πρός τε ῥίγη καὶ ὀπισθοτονικῶς σπωμένους χρησι- μεύει. κινεῖ δὲ καὶ ἱδρῶτας καὶ ἀναστομοῖ τὰ περὶ ὑστέραν καὶ σκληρίας τὰς περὶ αὐτὴν χαλᾷ, καὶ καθόλου μαλακτικὴν ἔχει τὴν δύναμιν.

1.59.3 καὶ τὸ <Μενδήσιον> δὲ λεγόμενον ἔκ τε βαλανίνου ἐλαίου καὶ σμύρνης καὶ κασσίας καὶ ῥητίνης σκευάζεται. ἔνιοι δὲ μετὰ τὸν κατασταθμισμὸν κινάμωμον μικρὸν προσεμβάλλουσιν ἀνω- φελῶς· οὐκ ἐκδίδωσι γὰρ τὰ μὴ συνεψηγμένα τὴν δύναμιν. ἐμφερῆ δὲ ἔχει τὴν ἐνέργειαν τῷ μετωπίῳ, ἥττονα μέντοι καὶ οὐχ οὕτως ἐπιτεταμένην.

____________________

Identifications proposées :

  • contient Ferula galbaniflua (Beck)
  • contient Ferula assa-foetida et des amandes (voir amugdalinon elaion) (Aufmesser)
  • (Berendes)
  • gálbano (voir khalbanê) (García Valdés)

staktê

1.60.1 <στακτὴ> δὲ καλεῖται τῆς προσφάτου σμύρνης τὸ λιπα- ρόν, κεκομμένης μεθ' ὕδατος ὀλίγου ἀποτεθλιμμένης τε δι' ὀρ- γάνου. εὐώδης δὲ λίαν καὶ πολυτελής ἐστι [καὶ] καθ' ἑαυτὴν οὖσα μύρον τὸ καλούμενον στακτή. δόκιμος δέ ἐστιν ἡ ἀμιγὴς ἐλαίου καὶ ἐν ἐλαχίστῳ πλείστην δύναμιν κεκτημένη, οὖσαν θερ- μαντικήν, ἀναλογοῦσαν τῇ σμύρνῃ καὶ τοῖς θερμαίνουσι τῶν μύρων.

____________________

Identifications proposées :

  • myrrh (voir smurna) (Beck)
  • Myrrhenstrauch (Aufmesser)
  • (Berendes)
  • Commiphora spp. (García Valdés)

kinamôminon elaion

1.61.1 <κιναμώμινον> δὲ ἔκ τε ἐλαίου βαλανίνου καὶ στυμ- μάτων ξυλοβαλσάμου, καλάμου, σχοίνου, ἡδυσμάτων δὲ κινα- μώμου, βαλσάμου καρποῦ, σμύρνης τετραπλασίονος παρὰ τὸ κινάμωμον σκευάζεται· μείγνυται δὲ καὶ μέλι εἰς τὴν φύρασιν. δόκιμον δέ ἐστι τὸ μὴ δριμύ, μαλακὸν δὲ τῇ ὀσμῇ καὶ παρεμ- φαῖνον σμύρνης, παχύ τε καὶ εὐῶδες ἄγαν, τῇ γεύσει πικρόν. τὸ γὰρ τοιοῦτον οὐκ ἐκ ῥητίνης ἀλλ' ἐκ σμύρνης ἔχει τὸ πάχος· ἡ γὰρ ῥητίνη οὐ προσδίδωσι πικρίαν οὐδὲ εὐωδίαν. δύναμιν δὲ ἔχει σφόδρα δριμεῖαν καὶ θερμαντικὴν καὶ

1.61.2 πικράν. ἀναστομοῖ γοῦν θερμαῖνον καὶ διαφορεῖ καὶ διαχεῖ καὶ ἐπισπᾶται ὑγρὰ καὶ πνεύματα· ἔστι δὲ καρηβαρικόν. ποιεῖ δὲ καὶ πρὸς τὰ περὶ μήτραν σὺν ἐλαίῳ διπλασίονι καὶ κηρῷ καὶ μυελῷ. οὕτως γὰρ ἀποβάλλει τὸ πολὺ τῆς δριμύτητος καὶ γίνε- ται μαλακτικόν· ἄλλως γὰρ συγκαίει καὶ σκληρύνει βιαιότατα πάντων τῶν παχέων μύρων. ποιεῖ καὶ πρὸς σύριγγας καὶ σῆ- πας ἐναργῶς καὶ πρὸς ὑδροκήλας καὶ ἄνθρακας καὶ γαγγραίνας σὺν καρδαμώμῳ, πρός τε ῥίγη τὰ περιοδικὰ καὶ πρὸς τρόμους καὶ τοὺς ὑπὸ τῶν ἰοβόλων θηρίων δακνομένους ἐν συγχρίσματι, ἐπίθεμά τε σκορπιοπλήκτοις καὶ φαλαγγιοδήκτοις σὺν ὀλύνθοις λείοις.

____________________

Identifications proposées :

  • cinnamon (Beck)
  • Cinnamomum cassia, voir kinamômon (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

nardinon muron

1.62.1 <νάρδινον> δὲ <μύρον> ποικίλως σκευάζεται διὰ τοῦ μαλα- βαθρίνου φύλλου καὶ δίχα τούτου. ὡς τὸ πολὺ δὲ μείγνυται τῷ βαλανίνῳ ἐλαίῳ ἢ ὀμφακίνῳ, πρὸς μὲν τὴν στύψιν τοῦ ἐλαίου σχοῖνος, πρὸς δὲ τὴν εὐωδίαν βάλλεται κόστος, ἄμωμον, νάρδος, σμύρνα, βάλσαμον. ἔστι δὲ χρηστὴ ἡ λεπτή, μὴ δριμεῖα, ἔχουσα τὴν εὐωδίαν τῆς ξηρᾶς νάρδου ἢ ἀμώμου. δύναμις δὲ αὐτῆς λεπτυντική, δριμεῖα, σμηκτική, θερμαν- τική. ὑγρὰ δέ ἐστι καὶ οὐ γλοιώδης, ἐὰν μὴ ῥητίνην ἔχῃ. σκευ- άζεται δὲ καὶ λιτὴ δι' ὀμφακίνου ἐλαίου καὶ σχοίνου καὶ κα- λάμου καὶ κόστου καὶ νάρδου.

____________________

Identifications proposées :

  • spikenard (Beck)
  • Nardostachys jatamansi, voir nardos (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

malabathrinon elaion

1.63.1 τὸ δὲ <μαλαβάθρινον> ἔχει μὲν στύμματα ἃ καὶ ἡ νάρδος, σμύρνης δὲ πλεῖον· διὸ καὶ γίνεται θερμαντικόν, ἀνα- λογοῦν τῷ κροκίνῳ καὶ ἀμαρακίνῳ τὴν δύναμιν.

____________________

Identifications proposées :

  • leaf of malabar (Beck)
  • voir malabathron (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

smurna

1.64.1 <σμύρνα> δάκρυόν ἐστι δένδρου γεννωμένου ἐν Ἀραβίᾳ, ὁμοίου τῇ Αἰγυπτιακῇ ἀκάνθῃ, οὗ ἐγκοπτομένου ἀπορρεῖ τὸ δάκρυον εἰς ὑπεστρωμένας ψιάθους, τὸ δὲ τῷ στελέχει περι- πήγνυται. καὶ λέγεται δὲ αὐτῆς ἡ μέν τις πεδιάσιος λιπαρά, ἧς πιεζομένης ἡ στακτὴ λαμβάνεται, ἡ δέ τις Γαβιρέα λιπαρω- τάτη ἐν εὐγείοις καὶ λιπαροῖς τόποις γεννωμένη, ἣ καὶ πολλὴν ἀνίησι τὴν στακτήν. πρωτεύει δὲ ἡ Τρωγλοδυτική, καλουμένη ἀπὸ τῆς γεννώσης αὐτὴν χώρας, ὑπόχλωρος οὖσα καὶ δηκτική, διαυγής· λέγεταί τις καὶ λεπτή, μετὰ τὴν Τρωγλοδυτικὴν ἐν- αριθμουμένη, ἐνάπαλος οὖσα ὡς τὸ βδέλλιον, ὑπόβρωμος τῇ

1.64.2 ὀσμῇ, ἐν εὐηλίοις τόποις γεννωμένη. ἡ δέ τις καυσαλὶς λεγο- μένη ὑπέρωρος, μέλαινα, κάτοπτος, ἡ δὲ χειρίστη ἐν ἁπάσαις ἐργασίμη καλεῖται, ψαφαρὰ καὶ ἀλιπής, δριμεῖα, κομμίζουσα τῇ ὄψει καὶ τῇ δυνάμει, καὶ ἡ Μιναία δὲ καλουμένη ἀποδόκι- μος. καὶ πιέσματα δὲ ἐξ αὐτῶν γίνεται, ἀπὸ μὲν τῶν λιπαρῶν εὐώδη καὶ λιπαρά, ἀπὸ δὲ τῶν ξηρῶν ἀλιπῆ καὶ οὐκ εὐώδη, ἄτονα δὲ διὰ τὸ προσειληφέναι ἔλαιον εἰς τὴν ἀνάπλασιν. δολίζεται δὲ κόμμει βραχέντι σμύρνης ἀποβρέγματι καὶ μειγνυ-

1.64.3 μένῳ. ἐκλέγου δὲ τὴν νέαν, ψαθυράν, κούφην, ὁμόχρουν παντα- χόθεν καὶ τὴν ἐν τῷ θλασθῆναι ἔνδοθεν λευκὰς ὀνυχοειδεῖς ἔχουσαν διαφύσεις λείας, μικρόβωλον δὲ καὶ πικράν, εὐώδη, δριμεῖαν, θερμαντικήν. ἡ δὲ βαρεῖα καὶ τῇ χρόᾳ πισσώδης ἐστὶν ἄχρηστος. δύναμιν δὲ ἔχει θερμαντικήν, καρωτικήν, κολλητικήν, ξηραν- τικήν, στυπτικήν· μαλάσσει δὲ καὶ μήτραν μεμυκυῖαν καὶ ἀνα- στομοῖ, ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα συντόνως σὺν ἀψινθίῳ ἢ θέρμων ἀποβρέγματι ἢ πηγάνου χυλῷ προστεθεῖσα. λαμ- βάνεται δὲ ἀντὶ καταποτίου μέγεθος κυάμου πρὸς βῆχα χρόνιον καὶ ὀρθόπνοιαν καὶ πλευρᾶς πόνον καὶ θώρακος, ῥύσιν τε κοι-

1.64.4 λίας καὶ δυσεντερίαν. λύει δὲ καὶ ῥίγη πρὸ δύο ὡρῶν τῆς ἐπιβολῆς μετὰ πεπέρεως καὶ ὕδατος τὸ μέγεθος κυάμου πο- θεῖσα, ἀρτηρίας τε τραχύτητα καὶ δασυσμοὺς φωνῆς ἀποκαθί- στησιν ὑποτιθεμένη τῇ γλώττῃ καὶ ἀποχυλιζομένη. κτείνει δὲ καὶ ἕλμινθας καὶ πρὸς δυσωδίαν στόματος διαμασᾶται, πρὸς δὲ μασχαλῶν μετὰ στυπτηρίας ὑγρᾶς διαχρίεται. σὺν οἴνῳ δὲ καὶ ἐλαίῳ διακλυζομένη ὀδόντας καὶ οὖλα κρατύνει· κολλᾷ δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ τραύματα ἐπιπασσομένη, καὶ τὰ τεθλα- σμένα ὦτα καὶ ἐψιλωμένα ὀστᾶ ἰᾶται σὺν κοχλίου σαρκὶ ἐπι- χριομένη, καὶ τὰ πυορροοῦντα τῶν ὤτων καὶ φλεγμαίνοντα σὺν

1.64.5 μηκωνίῳ καὶ καστορίῳ καὶ γλαυκίῳ. πρὸς δὲ ἰόνθους μετὰ κασσίας καὶ μέλιτος ἐπιχρίεται, λειχῆνάς τε ἀποσμήχει σὺν ὄξει, καὶ τρίχας ῥεούσας μετὰ λαδάνου καὶ οἴνου καὶ μυρσινίνου καταχριομένη ῥώννυσι. πραύνει δὲ καὶ τοὺς χρονίους κατάρρους διαχριομένων πτερῷ τῶν μυξωτήρων· πληροῖ καὶ τὰ ἐν ὀφθαλ- μοῖς ἕλκη καὶ καθαίρει τὰ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τραχώματα σμήχει. γίνεται δὲ καὶ λιγνὺς ἐξ αὐτῆς ὁμοίως τῇ ἐκ τοῦ λιβάνου, ὡς ὑποδείξομεν (I 68), ἁρμόζουσα πρὸς τὰ αὐτά.

____________________

Identifications proposées :

  • Commiphora myrrha, Commiphora anglosomaliae (Beck)
  • Balsamea myrrha, Commiphora, Balsamodendron myrrha (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

La myrrhe est le suc en larmes d'un arbre d'Arabie, semblable à l'acacia d'Egypte, sur lequel on fait des entailles d'où le suc découle sur des nattes étendues sous l'arbre, tandis qu'une partie s'en fige autour du tronc. On dit qu'il y a une variété de plaine, onctueuse, d'où l'on extrait par pressurage la myrrhe en gouttes, et une autre de Gabira, la plus onctueuse, produite dans des régions au sol fertile et gras, qui fournit en abondance la myrrhe en gouttes. La meilleure est la myrrhe troglodytique, ainsi appelée d'après la contrée qui la produit, qui est jaunâtre, caustique et translucide ; on dit qu'il y a une variété légère que l'on place après la troglodytique et qui est assez molle, comme le bdellium, d'odeur un peu fétide, produite dans des régions bien ensoleillées ; puis encore une, dite kausalis, trop vieille, noire, brûlée ; la plus mauvaise de toutes est celle qu'on appelle ergasimê, friable et dépourvue d'onctuosité, qui a l'aspect et les propriétés de la gomme ; celle qu'on appelle myrrhe de Mina est à rejeter. Le produit obtenu par pressurage des myrrhes onctueuses est parfumé et onctueux, celui qu'on tire des myrrhes sèches n'a pas d'onctuosité ni de parfum, et il est inerte parce qu'il a absorbé de l'huile pour le malaxage. La myrrhe est adultérée par addition de gomme détrempée avec une infusion de myrrhe. Choisissez le produit frais, friable, léger, d'une couleur parfaitement uniforme et celui qui, lorsqu'on le broie, présente intérieurement des fentes lisses et blanches comme des ongles, qui forme de petits agglomérats et qui est parfumé, âcre, échauffant. La myrrhe lourde et couleur de poix est sans usages. (trad. Suzanne Amigues)

= en principe, le suc de Commiphora myrrha Engl. (note Suzanne Amigues)

smurna Boiôtiakê

1.65.1 ἡ δὲ <Βοιωτιακὴ σμύρνα> ἐστὶ δένδρου τινὸς ἐν Βοι- ωτίᾳ γεννωμένου ῥίζα τετμημένη. ἐκλέγου δὲ τὴν ἐμφερῆ σμύρνῃ κατὰ τὴν εὐωδίαν. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, διαλυτικήν· μείγνυται δὲ καὶ θυμιάμασι χρησίμως.

____________________

Identifications proposées :

  • serait Smyrnium olusatrum, hipposelinon, d'après Gunther (Beck)
  • voir smurna (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

sturax

1.66.1 <στύραξ> δάκρυόν ἐστι δένδρου τινὸς ὁμοίου κυδωνίᾳ. διαφέρει δὲ αὐτοῦ ὁ ξανθὸς καὶ λιπαρός, ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, ἐπιδιαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς ὑγρασίαν τινὰ μελιτώδη. τοιοῦτος δέ ἐστιν ὁ Γαβαλίτης καὶ Πισιδιακὸς καὶ Κιλίκιος, φαῦλος δὲ ὁ μέλας καὶ ψαθυρὸς καὶ πιτυρώδης. εὑρίσκεται δὲ καὶ δάκρυον κόμμει ἐοικός, διαυγές, σμυρνίζον· ὀλίγον δὲ τοῦτο γεννᾶται. δολίζουσι δὲ αὐτὸ τοῖς ἐκ τοῦ δένδρου πρίσμασιν, ἅπερ ὑπὸ τῶν σκωλήκων ἀνατίτραται, μειγνυμένοις καὶ μέλιτι καὶ ἴριδος

1.66.2 ὑποστάθμῃ καὶ ἄλλοις τισίν. ἔνιοι δὲ κηρὸν ἢ στέαρ ἀρωματί- σαντες συνεκμαλάσσουσιν ἐν τοῖς ὀξυτάτοις ἡλίοις τῷ στύρακι καὶ δι' ἠθμοῦ εὐρυτρήτου ἐκθλίβουσιν εἰς ὕδωρ ψυχρὸν ποιοῦν- τες σκωλήκια καὶ πωλοῦσι, σκωληκίτην ὀνομάζοντες. ἐγκρίνουσι δὲ οἱ ἄπειροι τὸν τοιοῦτον ὡς ἀκέραιον, οὐ προσέχοντες τῇ κατὰ τὴν ὀσμὴν εὐωδίᾳ· δριμὺς γὰρ λίαν ἐστὶν ὁ ἄδολος. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, πεπτικήν, ποιῶν πρὸς βῆχας, κατάρρους, κορύζας, βράγχους, ἀποκοπὴν φωνῆς,

1.66.3 ἤχους. ἁρμόζει καὶ πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρίας, ἔμμηνά τε ἄγει πινόμενος καὶ προστιθέμενος, κοιλίαν τε κού- φως μαλάττει καταπινόμενος ὀλίγος μετὰ ῥητίνης τερεβινθίνης· μείγνυται δὲ καὶ μαλάγμασι διαφορητικοῖς καὶ ἀκόποις χρησί- μως. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ αἰθαλοῦται ὡς λίβανος, ἁρμόζει τε ἡ αἰθάλη πρὸς ἃ καὶ ἡ τοῦ λιβάνου. τὸ δὲ ἐξ αὐτοῦ σκευαζόμενον χρῖσμα ἐν Συρίᾳ στυράκινον θερ- μαίνει καὶ μαλάττει ἰσχυρῶς· κεφαλαλγὲς μέντοι καὶ βαρὺ καὶ καρωτικὸν καθέστηκεν.

____________________

Identifications proposées :

  • Styrax officinalis (Beck)
  • Styrax officinalis (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

bdellion

1.67.1 <βδέλλιον> – οἱ δὲ μάλδακον, οἱ δὲ βλόχον καλοῦσι – δάκρυόν ἐστι δένδρου Ἀραβικοῦ. δόκιμον δέ ἐστιν αὐτοῦ τὸ τῇ γεύσει πικρόν, διαυγές, ταυροκολλῶδες, λιπαρὸν διὰ βάθους καὶ εὐμάλακτον, ἀμιγὲς ξύλων καὶ ῥυπαρίας, εὐῶδες ἐν τῇ θυμιάσει, ἐοικὸς ὄνυχι. ἔστι δέ <τι> ῥυπαρὸν καὶ μέλαν, ἁδρόβωλον, πα- λαθῶδες, κομιζόμενον ἀπὸ τῆς Ἰνδικῆς· φέρεται καὶ ἀπὸ τῆς Πέτρας ξηρόν, ῥητινῶδες, ὑποπέλιον, δευτερεῦον τῇ δυνάμει. δολοῦται δὲ μειγνύμενον κόμμει· τὸ δὲ τοιοῦτον οὐχ ὁμοίως πικραίνει τὴν γεῦσιν, ἔν τε τῇ ὑποθυμιάσει οὐχ οὕτως εὐῶδές ἐστι.

1.67.2 δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, διαλυτικὴν σκλη- ριῶν καὶ βρογχοκηλῶν καὶ ὑδροκηλῶν ἐνεθὲν πτυέλῳ ἀσίτου. ἀναστομοῖ καὶ τὴν μήτραν προστιθέμενον καὶ ὑποθυμιώμενον· ἐφέλκεται δὲ καὶ τὰ ἔμβρυα καὶ πᾶσαν ὑγρασίαν. θρύπτει δὲ καὶ λίθους πινόμενον καὶ οὖρα ἄγει, βηχικοῖς τε καὶ θηριοδή- κτοις ὠφελίμως δίδοται. ἀγαθὸν δὲ καὶ πρὸς ῥήγματα καὶ σπάσματα καὶ πλευρᾶς πόνον καὶ διαδρομὰς πνευμάτων. μίς- γεται δὲ καὶ μαλάγμασι τοῖς ἁρμόζουσι πρὸς τὰς σκληρίας καὶ δέσεις τῶν νεύρων. κατεργάζεται δὲ κοπτόμενον παραχεομένου οἴνου ἢ ὕδατος θερμοῦ.

____________________

Identifications proposées :

  • Commiphora mukul (Beck)
  • Commiphora africana (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

libanos

1.68.1.1 <λίβανος>· γεννᾶται μὲν ἐν Ἀραβίᾳ τῇ λιβανωτοφόρῳ καλουμένῃ, πρωτεύει δὲ ὁ ἄρρην, καλούμενος σταγονίας, στρογ- γύλος φυσικῶς· ἔστι δὲ ὁ τοιοῦτος ἄτομος λευκός τε καὶ θλα- σθεὶς ἔνδοθεν λιπαρὸς ἐπιθυμιαθείς τε ταχέως ἐκκαιόμενος. ὁ δὲ Ἰνδικὸς ὑπόκιρρός τέ ἐστι καὶ πελιὸς τῇ χρόᾳ, γίνεται δὲ καὶ κατὰ τὴν ἐπιτήδευσιν στρογγύλος· τέμνοντες γὰρ αὐτὸν εἰς τετράγωνα σχήματα καὶ βάλλοντες εἰς κεράμια κυλίουσιν, ἕως ἂν ἀπολάβῃ τὸ στρογγύλον σχῆμα· χρόνῳ δὲ ὁ τοιοῦτος ξαν- θοῦται, Συάγριος καλούμενος. δευτερεύει δὲ ὁ ὀροβίας καὶ ὁ σμιλιωτός, ὃν ἔνιοι κοπίσκον καλοῦσι, μικρότερον καὶ κιρρό-

1.68.2 τερον ὄντα. λέγεται δέ τις καὶ ἀμωμίτης, ἄλλως μὲν λευκός, ἐν δὲ τῷ μαλάσσεσθαι ἐνδιδοὺς ὡς μαστίχη. δολοῦται δὲ πᾶς λίβανος τῇ πιτυίνῃ ῥητίνῃ μεθοδευομένῃ καὶ κόμμει. εὐχερὴς δὲ ἡ διάγνωσις· τὸ μὲν γὰρ κόμμι οὐκ ἐκφλογοῦται θυμιώμενον, ἡ δὲ ῥητίνη εἰς καπνὸν ἐκτυφοῦται, ὁ μέντοι λιβανωτὸς ἐξά- πτεται· δηλοῖ δὲ καὶ ἡ ὀσμὴ τὸ τοιοῦτο. δύναται δὲ στύφειν, θερμαίνειν, ἀποκαθαίρειν τὰ ἐπισκο- τοῦντα ταῖς κόραις καὶ τὰ κοῖλα τῶν ἑλκῶν πληροῦν καὶ ἀπου- λοῦν καὶ κολλᾶν τὰ ἔναιμα τραύματα, αἱμορραγίαν τε πᾶσαν καὶ τὴν ἐκ μηνίγγων ἐπέχειν. παρηγορεῖ καὶ τὰ περὶ δακτύλιον καὶ τὰ λοιπὰ μέρη κακοήθη <ἕλκη> ἔμμοτος λεῖος σὺν γάλακτι, καὶ τὰς ἐν ἀρχῇ μυρμηκίας καὶ λειχῆνας σὺν ὄξει καὶ πίσσῃ

1.68.3 καταχριόμενος αἴρει. καὶ τὰ πυρίκαυτα δὲ [ἕλκη] καὶ χίμετλα ἰᾶται σὺν στέατι χηνείῳ ἢ χοιρείῳ, ἀχῶρας δὲ σὺν νίτρῳ σμώ- μενος ἰᾶται, παρωνυχίας τε σὺν μέλιτι <καὶ> ὤτων θλάσεις σὺν πίσσῃ· πρὸς δὲ τὰ λοιπὰ ἀλγήματα τῶν ὤτων σὺν οἴνῳ γλυκεῖ ἐγχεόμενος, μαστούς τε τοὺς ἀπὸ τοκετῶν φλεγμαίνοντας σὺν κιμωλίᾳ καὶ ῥοδίνῳ καταχριόμενος ὠφελεῖ. μείγνυται δὲ καὶ τοῖς πρὸς ἀρτηρίαν ὠφελίμως καὶ τοῖς σπλαγχνικοῖς φαρμά- κοις, αἱμοπτυικούς τε ὠφελεῖ πινόμενος. μανιώδης δέ ἐστι πινόμενος ὑπὸ τῶν ὑγιαινόντων· πλείων δὲ μετ' οἴνου ποθεὶς καὶ κτείνει.

1.68.4 καίεται δὲ λίβανος ἐπ' ὀστράκου καθαροῦ τεθεὶς ὑφαπτό- μενός τε χόνδρῳ ἀναφθέντι ὑπὸ λύχνου, ἄχρι ἂν ἐκκαῇ. δεῖ δὲ μετὰ τὴν τελείαν καῦσιν πωματίζειν τινί, μέχρι ἂν οὗ σβεσθῇ· οὕτως γὰρ οὐκ ἐκτεφροῦται. ἔνιοι δὲ καὶ περιτιθέασι τῷ λο- παδίῳ ἀγγεῖον χαλκοῦν κοῖλον, κατατετρημένον μέσον, εἰς ἔκ- λημψιν τῆς λιγνύος, ὡς ὑποδείξομεν ἐν τῷ περὶ αἰθάλης λι- βάνου λόγῳ (64, 5). οἱ δὲ εἰς ὠμὴν χύτραν βαλόντες καὶ περιπλά- σαντες πηλῷ καίουσιν ἐν καμίνῳ. φώγνυται δὲ ἐπ' ὀστράκου καινοῦ καὶ ἀνθράκων διαπύρων, ἕως οὗ μηκέτι πομφολυγίζῃ μηδὲ λιπαρίαν τινὰ ἢ ἀτμίδα ἀνιῇ. θρύπτεται δὲ εὐχερῶς [μὴ] κατακεκαυμένος.

1.68.5 <φλοιὸς> δὲ <λιβάνου> διαφέρει ὁ παχὺς καὶ λιπαρὸς καὶ εὐώδης, πρόσφατος, λεῖος, καὶ μὴ λεπρώδης ἢ ὑμενώδης. δο- λοῦται δὲ μειγνυμένου αὐτῷ φλοιοῦ στροβιλίνου ἢ πιτυίνου. ἔλεγχος δὲ καὶ τούτων τὸ πῦρ· οἱ μὲν γὰρ λοιποὶ θυμιαθέντες οὐκ ἀνάπτονται, καπνιζόμενοι δὲ δίχα εὐωδίας ἐκτυφοῦνται, ὁ μέντοι τοῦ λιβάνου φλοιὸς ἀνάπτεται καὶ μετ' εὐωδίας ἐκθυ- μιᾶται. καίεται δὲ καὶ οὗτος ὡς καὶ ὁ λίβανος. δύναμιν δὲ ἔχει ἣν καὶ ὁ λίβανος, ἐνεργέστερος ὢν καὶ στυπτικώτερος, ὅθεν ποθεὶς αἱμοπτυικοῖς μᾶλλον καὶ ῥοικοῖς ἁρμόζει ἐν προσθέτῳ· ποιεῖ καὶ πρὸς οὐλὰς <τὰς> ἐν ὀφθαλ- μοῖς καὶ κοιλώματα καὶ ῥυπαρίας. φωχθεὶς δὲ καὶ πρὸς ψωρο- φθαλμίας ποιεῖ.

1.68.6 <μάννα> δὲ <λιβάνου> δόκιμός ἐστιν ἡ λευκὴ καὶ καθαρά, ἔγχονδρος. δύναμιν δὲ ἔχει ἣν καὶ ὁ λιβανωτός, ὑπανειμένην δὲ μᾶλλον. μίσγουσι δὲ ἔνιοι δολίζοντες αὐτὴν ῥητίνην πιτυί- νην σεσησμένην καὶ γύριν ἢ φλοιὸν λιβανωτοῦ κεκομμένου. ἐλέγ- χει δὲ καὶ ταῦτα τὸ πῦρ· οὔτε γὰρ κατ' ἴσον καὶ ἰσοτόνως θυ- μιαθήσεται ἀερίζοντι τῷ ἀτμῷ, ἀσβολώδει δὲ καὶ οὐ καθαρῷ, ἥ τε εὐωδία μεικτὴν ἔχει τὴν ἀποφοράν.

1.68.7 <αἰθάλην> δὲ λιβανωτοῦ ποίει οὕτως· λαβιδίῳ καθ' ἕνα χόνδρον τοῦ λιβάνου ἅπτων προστιθεὶς λύχνῳ ἐπιτίθει εἰς κοῖλον λοπάδιον ὀστράκινον καινόν, εἶτα περικάλυψον χάλκωμα ἔγκοιλον, τετρημένον κατὰ μέσον καὶ ἐσμηγμένον ἐπιμελῶς, ὑποτίθει τε κατὰ τὸ ἕτερον αὐτοῦ μέρος ἢ ἀμφότερα λιθάρια ὕψει τετραδακτυλιαῖα, πρὸς τὸ διαφαίνειν εἰ καίεται καὶ ἵνα χώρα ᾖ ὑποτιθέναι ἑτέρους χόνδρους ἀεί, πρό <τε> τοῦ τὸν πρῶ- τον χόνδρον παντελῶς σβεσθῆναι ἕτερον προσυποτίθει, ἕως ἂν αὐτάρκη λιγνὺν δόξῃς συναγηοχέναι. συνεχῶς μέντοι σπόγγῳ ἐξ ὕδατος ψυχροῦ περίμασσε τὰ ἐκτὸς μέρη τοῦ χαλκώματος· οὕτως γὰρ προσκαθίζει πᾶσα λιγνὺς μὴ ἄγαν αὐτοῦ πυρου- μένου, ἐπεὶ ἀποπίπτουσα διὰ τὴν κουφότητα μείγνυται τῇ τοῦ

1.68.8 λιβάνου σποδῷ. ἀποψήσας οὖν τὴν πρώτην λιγνὺν ποίει τὸ αὐτὸ ἐφ' ὅσον ἂν δοκῇ, ἀναιροῦ δὲ καὶ τὴν ἐκ τοῦ κατακαέντος λιβάνου σποδὸν ἰδίᾳ. δύναμιν δὲ ἔχει πραυντικὴν τῶν ἐν ὀφθαλμοῖς φλεγμονῶν, σταλτικὴν τῶν ῥευμάτων, ἀνακαθαρτικὴν ἑλκῶν, πληρωτικὴν κοιλωμάτων, σταλτικὴν καρκινωμάτων. τὸν αὐτὸν τρόπον σκευάζεται καὶ ἐκ τῆς σμύρνης καὶ ἐκ τῆς ῥητίνης καὶ ἐκ τοῦ στύρακος λιγνύς. ἁρμόζουσι δὲ πρὸς τὰ αὐτά. καὶ ἐκ τῶν λοιπῶν δὲ δακρύων ὁμοίως τὴν λιγνὺν λάμβανε.

____________________

Identifications proposées :

  • Boswellia spp., pas seulement Boswellia carterii (Beck)
  • Weihrauch ? (Aufmesser)
  • (Berendes)
  • incienso, Boswellia carterii (García Valdés)

pitus

1.69.1 <πίτυς> γνώριμον δένδρον. ἔστι δὲ τοῦ αὐτοῦ γένους καὶ ἡ λεγομένη πεύκη, εἴδει διαφέρουσα. ἀμφοτέρων δὲ ὁ φλοιὸς στυπτικός, ἁρμόζων πρός τε παρατρίμματα λεῖος κατα- πλασσόμενος καὶ πρὸς τὰ ἐπιπόλαια τῶν ἑλκῶν καὶ κατακεκαυ- μένα σὺν λιθαργύρῳ καὶ μάννῃ. ἀναλημφθεὶς δὲ κηρωτῇ μυρ- σίνῃ ἀπουλοῖ τὰ ἐπὶ τῶν τρυφεροχρώτων ἕλκη καὶ τὰ ἑρπυστικὰ ἐπέχει μετὰ χαλκάνθου λεῖος, ἔμβρυά τε καὶ δεύτερα [ὑστέρα] ὑποθυμιαθεὶς ἐκβάλλει, κοιλίαν τε ποθεὶς ἐφίστησι καὶ οὖρα

1.69.2 κινεῖ. καὶ τὰ φύλλα δὲ αὐτῶν καταπλασθέντα λεῖα φλεγμονὰς παρηγορεῖ καὶ τραύματα ἀφλέγμαντα διατηρεῖ, λειανθέντα δὲ καὶ ἑψηθέντα ἐν ὄξει διακλυζόμενα θερμὰ ὀδονταλγίας πραύνει· ἁρμόζει δὲ καὶ ἡπατικοῖς τῶν φύλλων ὁλκὴ μία σὺν ὕδατι ἢ μελικράτῳ ποθεῖσα. ποιεῖ δὲ τὰ αὐτὰ καὶ ὁ τῆς στροβίλου φλοιὸς καὶ τὰ φύλλα ποθέντα, καὶ τὸ ἐξ αὐτῶν δὲ δᾳδίον σχι- σθὲν εἰς λεπτὰ καὶ συνεψηθὲν ὄξει ὀδονταλγίας παύει κρατου- μένου τοῦ ἀφεψήματος κατὰ τοῦ πεπονθότος ὀδόντος, καὶ σπάθη δὲ ἐξ αὐτῶν γίνεται εἰς ἀκόπων σκευασίαν καὶ πεσσῶν ἐπιτήδειος. ἡ δὲ ἐξ αὐτῶν λιγνὺς καιομένων ἐκλαμβάνεται πρὸς μέλανος γραφικοῦ κατασκευήν, ποιοῦσα καὶ πρὸς καλλιβλέφαρα καὶ κανθοὺς βεβρωμένους πρός τε πτίλα βλέφαρα καὶ ὀφθαλ- μοὺς δακρύοντας.

1.69.3 <πιτυίδες> δὲ καλοῦνται ὁ καρπὸς τῶν πιτύων καὶ τῆς πεύκης ὁ εὑρισκόμενος ἐν τοῖς κώνοις. δύναμιν δὲ ἔχουσι στυπτικήν, θερμαίνουσαν ποσῶς· βοηθοῦσι δὲ βηξὶ καὶ τοῖς περὶ θώρακα πάθεσι καθ' ἑαυτὰς καὶ μετὰ μέλιτος λαμβανό- μεναι.

1.69.4 <στρόβιλοι> δὲ καθαροὶ ἐσθιόμενοι ἢ μετὰ γλυκέος καὶ σικύου σπέρματος πινόμενοι οὐρητικοί, ἀμβλυντικοὶ τῶν περὶ κύστιν καὶ νεφροὺς δριμυτήτων· παρηγοροῦσι δὲ καὶ στομάχου δηγμοὺς μετὰ ἀνδράχνης χυλοῦ λαμβανόμενοι, ἐξερείδουσί τε ἀτονίαν σώματος καὶ τὰς τῶν ὑγρῶν διαφθορὰς ἐξαμβλύνουσιν. ὅλοι δὲ οἱ στρόβιλοι ἀπὸ δένδρου πρόσφατοι θλασθέντες καὶ ἑψηθέντες ἐν γλυκεῖ ἁρμόζουσι παλαιαῖς βηξὶ καὶ φθίσεσι, τοῦ ἐξ αὐτῶν ὑγροῦ καθ' ἑκάστην ἡμέραν λαμβανομένου κυάθων τὸ πλῆθος τριῶν.

____________________

Identifications proposées :

  • Pinus sp. (Beck)
  • Pinus pinea, Pinus sylvestris, Pinus cembra (Aufmesser)
  • (Berendes)
  • pitus : Pinus pinea ; peukê : Pinus laricio (García Valdés)

skhinos

1.70.1 <σχῖνος> δένδρον γνώριμον, στυπτικὸν ὅλον· καὶ γὰρ ὁ καρπὸς αὐτῆς καὶ τὸ φύλλον καὶ ὁ φλοιὸς τῶν κλάδων καὶ τῆς ῥίζης ἰσοδυναμεῖ. γίνεται δὲ καὶ χύλισμα ἐκ τοῦ φλοιοῦ καὶ τῆς ῥίζης καὶ τῶν φύλλων ἑψομένων σὺν ὕδατι ἐφ' ἱκανόν, εἶτα μετὰ τὸ ψυγῆναι τῶν φύλλων ῥιπτομένων, τοῦ ὕδατος δὲ πάλιν ἑψομένου ἄχρι μελιτώδους συστάσεως. ποιεῖ δὲ στῦφον πρὸς αἵματος ἀναγωγὰς καὶ ῥύσεις κοι- λίας καὶ δυσεντερίας πινόμενον, καὶ πρὸς τὰς ἐκ μήτρας αἱμορ- ραγίας καὶ προπτώσεις ὑστέρας καὶ δακτυλίου, καὶ καθόλου ἀντὶ ἀκακίας καὶ ὑποκιστίδος ἔνεστιν αὐτῷ χρῆσθαι· καὶ ὁ

1.70.2 χυλὸς δὲ τῶν φύλλων ἐκθλιβέντων τὰ αὐτὰ ποιεῖ. καὶ τὸ ἀφέ- ψημα δὲ αὐτῶν καταντλούμενον τὰ ἀσυμπλήρωτα πληροῖ καὶ τὰ ἀπώρωτα πωροῖ ὀστέα καὶ τὰς ἐκ μήτρας ῥύσεις στέλλει καὶ τῶν νομῶν ἀποτρεπτικὸν καὶ οὐρητικόν ἐστιν· ἵστησι δὲ καὶ σειομένους ὀδόντας διακλυζόμενον. τὰ δὲ ξυλάρια χλωρὰ ἀντὶ καλαμίδων παρατριβόμενα τοῖς ὀδοῦσι σμήχει τούτους. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ ἔλαιον στυπτικόν, ἁρμόζον πρὸς τὰ στύψεως δεόμενα.

1.70.3 γεννᾶται δὲ καὶ <ῥητίνη> ἐξ αὐτῆς, καλουμένη <σχινίνη>, ὑπ' ἐνίων δὲ μαστίχη, χρησιμεύουσα πρὸς αἵματος ἀναγωγὰς καὶ πρὸς παλαιὰν βῆχα πινομένη. ἔστι δὲ εὐστόμαχος, ἐρευ- κτική· μείγνυται δὲ καὶ σμήγμασιν ὀδόντων καὶ ἐπιχρίσμασι προσώπου στιλβοποιοῦσα, ἀνακολλᾷ δὲ καὶ τρίχας ἐν ὀφθαλ- μοῖς, στόματός τε εὐωδίας παρασκευαστική ἐστι διαμασωμένη καὶ οὔλων σταλτική. γεννᾶται δὲ καλλίστη καὶ πλείστη ἐν Χίῳ τῇ νήσῳ. διαφέρει δὲ αὐτῆς ἡ λαμπυρίζουσα καὶ Τυρρηνικῷ κηρῷ ὁμοία τῇ λευκότητι, ἁδρὰ καὶ καπυρὰ καὶ εὐθρυβής, εὐ- ώδης, ἡ δὲ χλωρὰ ἥττων. δολοῦται δὲ λιβάνῳ καὶ ῥητίνῃ στρο- βιλίνῃ μειγνυμένη.

____________________

Identifications proposées :

  • Pistacia lentiscus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

terminthos

1.71.1 <τέρμινθος> γνώριμον δένδρον, ἧς τὰ φύλλα καὶ ὁ καρ- πὸς καὶ ὁ φλοιὸς στυπτικὰ ὄντα ἁρμόζει πρὸς ἃ καὶ ἡ σχῖνος, σκευαζόμενα ὁμοίως καὶ λαμβανόμενα. ὁ δὲ καρπὸς αὐτῆς ἐστιν ἐδώδιμος, κακοστόμαχος, θερμαντικός, οὐρητικός. ἔστι δὲ ἄρι- στος πρὸς ἀφροδίσια, σὺν οἴνῳ δὲ ποθεὶς πρὸς φαλαγγίων δήγματα ἁρμόζει. ἡ δὲ ἐξ αὐτῆς <ῥητίνη> κομίζεται μὲν ἐξ Ἀραβίας τῆς ἐν Πέτρᾳ, γεννᾶται δὲ καὶ ἐν Ἰουδαίᾳ καὶ Συρίᾳ καὶ ἐν Κύπρῳ καὶ ἐν Λιβύῃ καὶ ἐν ταῖς Κυκλάσι νήσοις, ἣ δὴ καὶ διαφέρει διαυγεστέρα οὖσα, λευκή, ὑελίζουσα τῷ χρώματι [καὶ κυανίζουσα],

1.71.2 εὐώδης, τερμίνθου πνέουσα. προάγει δὲ πασῶν τῶν ῥητινῶν ἡ τερμινθίνη καὶ μετὰ ταύτην ἡ σχινίνη, εἶτα ἡ πιτυίνη καὶ ἐλατίνη, μεθ' ἃς ἀριθμοῦνται ἥ τε πευκίνη καὶ ἡ στροβιλίνη. ἔστι δὲ πᾶσα ῥητίνη θερμαντική, μαλακτική, διαλυτική, ἀνακαθαρτική, βηξὶν ἁρμόζουσα καὶ φθίσεσιν ἐν ἐκλεικτοῖς καθ' ἑαυτὴν ἢ μετὰ μέλιτος, ἀνακαθαίρουσα καὶ τὰ ἐκ θώρα- κος. ἔστι δὲ καὶ οὐρητικὴ καὶ πεπτικὴ κοιλίαν τε μαλάσσει, ἔν τε ἀνακολλήσει τριχῶν ἁρμόζει τῶν ἐν βλεφάροις, καὶ πρὸς λέπρας σὺν ἰῷ χαλκοῦ καὶ χαλκάνθῳ καὶ νίτρῳ, πρός τε τὰ ἰχωρορροοῦντα ὦτα σὺν μέλιτι καὶ ἐλαίῳ καὶ πρὸς κνησμὸν

1.71.3 αἰδοίου. μείγνυται δὲ καὶ ἐμπλάστροις καὶ μαλάγμασι καὶ ἀκό- ποις, καὶ πλευροῦ ἀλγήμασι βοηθεῖ καθ' ἑαυτὴν ἐπιχρισθεῖσα καὶ ἐπιτιθεμένη. γίνεται δὲ <ῥητίνη ὑγρὰ> πιτυίνη καὶ πευκίνη, κομιζόμεναι ἀπὸ Γαλλίας καὶ Τυρρηνίας· καὶ ἀπὸ Κολοφῶνος <δὲ> πάλαι ποτὲ ἐκομίζετο, ἔνθεν καὶ τὴν ἐπωνυμίαν ἔσχε Κολοφωνία κληθεῖσα, καὶ ἀπὸ Γαλατίας τῆς πρὸς ταῖς Ἄλπεσιν, ἣν ἐπιχωρίως οἱ τῇδε ἔνοικοι λάρικα ὀνομάζουσιν, ἐξόχως ποιοῦσα πρὸς τὰς χρονίους βῆχας ἐν ἐκλεικτῷ καθ' ἑαυτήν. διάφοροι δέ εἰσι τῷ χρώματι καὶ αὗται· ἡ μὲν γάρ τίς ἐστι λευκὴ ἡ δὲ ἐλαιώδης ἡ

1.71.4 δὲ μέλιτι ἔοικεν ὥσπερ ἡ λάριξ. γίνεται δὲ καὶ κυπαρισσίνη ῥητίνη ὑγρά, ἥτις ποιεῖ πρὸς τὰ αὐτά. τῆς μέντοι ξηρᾶς ἡ μέν τίς ἐστι στροβιλίνη ἡ δὲ ἐλατίνη ἡ δὲ πευκίνη ἡ δὲ πι- τυίνη. ἐκλέγου δ' <ἐκ> πασῶν τὴν εὐωδεστάτην καὶ διαυγῆ καὶ μὴ καπυρὰν καὶ μὴ κάθυγρον, κηροειδῆ δὲ καὶ εὔθρυπτον. δια- φέρει δὲ αὐτῶν ἡ πιτυίνη καὶ ἐλατίνη· εὐώδεις τε γάρ εἰσι καὶ λιβανίζουσαι. κομίζονται δὲ διάφοροι ἐκ Πιτυούσης τῆς νήσου, ἥτις κεῖται κατὰ τὴν Σπανίαν. ἡ δὲ πευκίνη καὶ στροβιλίνη καὶ κυπαρισσίνη ἐνδεέστεραί τέ εἰσι καὶ οὐχ ὁμοίαις κέχρηνται ταῖς δυνάμεσι, παραλαμβάνονται δὲ πρὸς ὅσα καὶ ἐκεῖναι. ἡ μέντοι σχινίνη ἀναλογεῖ τῇ τερμινθίνῃ.

1.71.5 καίεται δὲ πᾶσα ῥητίνη ὑγρὰ ἐν τετραπλασίονι ἀγγείῳ κατὰ τὸ τοῦ ἐγχεομένου ὑγροῦ πλῆθος· δεῖ γὰρ χοῦν μὲν τῆς ῥητίνης, δύο δὲ χοέας ὀμβρίου ὕδατος ἐμβαλόντας εἰς χαλκεῖον ἕψειν ἐπ' ἀνθράκων πραέως, διηνεκῶς κινοῦντας, ἄχρις οὗ ἄνοσμος γένηται καὶ εὔθρυπτος καὶ καπυρά, ὡς <μὴ> τοῖς δακτύ- λοις εἴκειν, λοιπὸν δὲ ψύξαντας εἰς κεραμεοῦν ἀγγεῖον ἀκώνη- τον [τουτέστιν ἀπίσσωτον] ἀποτίθεσθαι. γίνεται δὲ ἐξόχως λευκή· δεῖ μέντοι προδιυλίζειν πᾶσαν ῥητίνην τήκοντας, ἵνα χω-

1.71.6 ρισθῇ τὸ ῥυπῶδες αὐτῆς. καίονται δὲ καὶ δίχα ὕδατος ἐπ' ἀνθράκων κούφως τὸ πρῶτον· ὅταν δὲ μέλλωσι συστρέφειν, ἀθρόως [καὶ] πολλοὺς ὑποθετέον τοὺς ἄνθρακας καὶ ἑψητέον ἀδιαλείπτως ἐπὶ ἡμέρας καὶ νύκτας τρεῖς, ἄχρι ἂν τὸ προειρη- μένον ἰδίωμα ἀπολάβωσιν· ἀποτίθεσο δέ, ὡς εἴρηται. τὰς μέντοι ξηρὰς ἀρκέσει δι' ὅλης ἡμέρας ἑψήσαντας ἀποτίθεσθαι. εὐχρηστοῦσι δὲ αἱ κεκαυμέναι εἴς τε τὰ εὐώδη τῶν μαλαγμάτων καὶ ἄκοπα καὶ εἰς χρωματισμοὺς μύρων. ἐκλαμβάνεται δὲ καὶ λιγνὺς ῥητίνης, ὥσπερ ἐπὶ τοῦ λιβάνου, ἥτις χρησιμεύει πρός τε καλλιβλέφαρα καὶ περιβεβρωμένους κανθοὺς καὶ μυδῶντα βλέφαρα καὶ δακρύοντας ὀφθαλμούς. γίνεται δὲ ἐξ αὐτῆς καὶ μέλαν, ᾧ γράφομεν.

____________________

Identifications proposées :

  • Pistacia terebinthus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

pissa

1.72.1.1 <πίσσα> ἡ μὲν ὑγρά, ἣν ἔνιοι κῶναν καλοῦσι, συνάγεται μὲν ἐκ τῶν λιπαρωτάτων ξύλων πεύκης καὶ πίτυος· ἔστι δὲ καλὴ ἡ στίλβουσα καὶ λεία καὶ καθαρά. ποιεῖ δὲ πρὸς θανάσιμα φάρμακα, φθισικούς, ἐμπυικούς, βῆχας, ἄσθματα, δυσανάγωγα τῶν ἐν θώρακι ὑγρῶν ἐκλειχομένη κυάθου πλῆθος μετὰ μέλιτος· ποιεῖ δὲ καὶ πρὸς τὰς τῶν παρι- σθμίων καὶ σταφυλῆς φλεγμονὰς καὶ συνάγχας διαχριομένη, καὶ πρὸς τὰ πυορροοῦντα ὦτα σὺν ῥοδίνῳ, πρός τε ἑρπετῶν δήγ-

1.72.2 ματα σὺν ἁλσὶ λείοις καταπλασσομένη. κηρῷ δὲ ἴσῳ μιγεῖσα λεπροὺς ὄνυχας ἀφίστησι, φύματά τε ὑστέρας καὶ σκληρίας δακτυλίου διαφορεῖ. σὺν κριθίνῳ δὲ ἑψηθεῖσα ἀλεύρῳ καὶ παι- δὸς οὔρῳ χοιράδας περιρρήττει, μετὰ δὲ θείου ἢ πίτυος φλοιοῦ ἢ πιτύρων ἕρπητας ἐπέχει καταχριομένη, μάννῃ δὲ καὶ κηρωτῇ μιγεῖσα τὰς ὑποφορὰς παρακολλᾷ, πρός τε τὰς ἐν ποσὶ καὶ δακτυλίῳ ῥαγάδας ἁρμόζει καταχριομένη, πληροῖ τε τὰ ἕλκη καὶ ἀποκαθαίρει σὺν μέλιτι, σὺν σταφίδι δὲ καὶ μέλιτι ἄνθρα- κας καὶ σηπεδόνας περιχαράσσει· μείγνυται δὲ καὶ σηπταῖς χρησίμως.

1.72.3 γίνεται δὲ καὶ <πισσέλαιον> ἐκ τῆς πίσσης χωριζομένου τοῦ ὑδατώδους αὐτῆς. ἐφίσταται δὲ τοῦτο καθάπερ ὀρρός, καὶ ἐκλαμβάνεται δὲ ἐν τῇ ἑψήσει τῆς πίσσης ὑπεραιωρουμένου ἐρίου καθαροῦ, ὅπερ, ὅταν ἐκ τοῦ ἀναφερομένου ἀτμοῦ γένηται διάβροχον, ἐκθλίβεται εἰς ἀγγεῖον, καὶ τοῦτο γίνεται ἐφ' ὅσον ἂν χρόνον ἡ πίσσα ἕψηται. ποιεῖ δὲ πρὸς ὅσα καὶ ἡ ὑγρὰ πίσσα· δασύνει δὲ καὶ ἀλωπεκίας καταπλασθὲν μετὰ κριθίνου ἀλεύρου. θεραπεύει δὲ τοῦτο καὶ ἡ ὑγρὰ πίσσα καὶ τὰ ἐπὶ τῶν κτηνῶν ἕλκη καὶ ψώρας ἐπιχριομένη.

1.72.4 γίνεται δὲ καὶ <λιγνὺς> ἐκ τῆς ὑγρᾶς πίσσης οὕτως· εἰς λύχνον καινὸν ἐλλυχνιασμένον ἀποδούς τι τῆς πίσσης ἅψον καὶ πωμάσας τὸν λύχνον καινῷ ἀγγείῳ κεραμεῷ κλιβανοειδεῖ, ἄνω- θεν μὲν περιφερεῖ καὶ στενῷ, κάτωθεν δὲ τρήματα ἔχοντι, κα- θάπερ οἱ κλίβανοι, ἔα καίεσθαι· ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον ὑγρόν, ἄλλο ἐπίχεε, ἕως ἂν αἰθαλώσῃς λιγνὺν αὐτάρκη, καὶ χρῶ. δύναμιν δὲ ἔχει δριμεῖαν καὶ στυπτικήν. χρηστέον δὲ αὐτῇ εἰς καλλιβλέφαρα καὶ περίχριστα καὶ ὅπου μεμυδηκότα βλέφαρα τριχοφυῆσαι δεῖ, καὶ πρὸς ἀσθενέστερα καὶ μὴ δακρυρροοῦντα, ἔτι δὲ ἑλκώδη ὄμματα χρήσιμος.

1.72.5 ἡ δὲ <ξηρὰ πίσσα> ἑψομένης τῆς ὑγρᾶς γίνεται· καλεῖται δὲ αὕτη ὑπ' ἐνίων παλίμπισσα. γίνεται δὲ αὐτῆς ἡ μέν τις ἰξώδης, βοσκὰς καλουμένη, ἡ δὲ ξηρά. ἔστι δὲ καλὴ ἡ καθαρὰ καὶ λιπαρὰ καὶ εὐώδης καὶ ὑπόκιρρος καὶ ῥητινώδης. τοιαύτη δέ ἐστιν ἡ Λυκιακὴ καὶ <ἡ> Βρυττία, δύο φύσεων ἐχόμεναι, πίσσης ἅμα καὶ ῥητίνης. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλα- κτικήν, πυοποιόν, διαφορητικὴν φυμάτων καὶ φυγέθλων καὶ πλη- ρωτικὴν ἑλκῶν. μείγνυται δὲ καὶ τραυματικοῖς χρησίμως. <ζώπισσαν> δὲ οἱ μὲν εἶπον εἶναι τὴν τῶν πλοίων ξυο- μένην ῥητίνην μετὰ τοῦ κηροῦ, καλουμένην ὑπ' ἐνίων ἀπόχυμα, οὖσαν διαχυτικὴν διὰ τὸ ἐν τῇ θαλάσσῃ βρέχεσθαι, οἱ δὲ τὴν πιτυίνην ῥητίνην οὕτως ὠνόμασαν.

____________________

Identifications proposées :

  • pitch (Beck)
  • Pech (Aufmesser)
  • (Berendes)
  • pez líquida (García Valdés)
  • poix (de pin)

asphaltos

1.73.1 <ἄσφαλτος> διαφέρει ἡ Ἰουδαικὴ τῆς λοιπῆς. ἔστι δὲ καλὴ ἡ πορφυροειδῶς στίλβουσα, εὔτονος τῇ ὀσμῇ καὶ βαρεῖα, ἡ δὲ μέλαινα καὶ ῥυπώδης φαύλη· δολοῦται γὰρ πίσσης μει- γνυμένης. γεννᾶται δὲ καὶ ἐν Φοινίκῃ καὶ ἐν Σιδῶνι καὶ ἐν Βαβυλῶνι καὶ ἐν Ζακύνθῳ· γίνεται δὲ καὶ κατὰ τὴν Ἀκραγαν- τίνων χώρων τῆς Σικελίας ὑγρὸν ἐπινηχόμενον ταῖς κρήναις, ᾧ χρῶνται εἰς τοὺς λύχνους ἀντὶ ἐλαίου, καλοῦντες αὐτὸ Σικελὸν ἔλαιον πλανώμενοι· ἔστι γὰρ ἀσφάλτου ὑγρᾶς εἶδος. καλεῖται δέ τις καὶ <πιττάσφαλτος>, γεννωμένη ἐν Ἀπολ- λωνίᾳ τῇ πρὸς Ἐπιδάμνῳ, ἥτις ἐκ τῶν Κεραυνίων ὀρῶν συγ- καταφέρεται τῇ τοῦ ποταμοῦ ῥύμῃ καὶ ἐκβράσσεται εἰς τὰς ἠιόνας βωλοειδῶς συμπεπηγυῖα, ὄζουσα πίσσης μεμειγμένης ἀσφάλτῳ.

1.73.2 καλεῖται δέ τις καὶ <νάφθα>, ὅπερ ἐστὶ τῆς Βαβυλωνίου ἀσφάλτου περιήθημα, τῷ χρώματι λευκόν, εὑρίσκεται δὲ καὶ μέλαν. δύναμιν δὲ ἔχει ἁρπακτικὴν πυρὸς ὥστε καὶ ἐκ διαστή- ματος ἁρπάζειν τοῦτο, ὅπερ πρὸς ὑποχύσεις χρησιμεύει καὶ λευκώματα. δύναμιν δὲ ἔχει πᾶσα ἄσφαλτος ἀφλέγμαντον, κολλητικήν, διαφορητικήν, μαλακτικήν, ποιοῦσα πρὸς πνίγας ὑστερικὰς καὶ προπτώσεις προστιθεμένη καὶ ὀσφραινομένη καὶ ὑποθυμιω- μένη· ἐλέγχει δὲ καὶ ἐπιλημπτικοὺς ὑποθυμιαθεῖσα καθάπερ

1.73.3 καὶ ὁ γαγάτης λίθος. πινομένη δὲ μετ' οἴνου καὶ καστορίου ἔμμηνα κινεῖ καὶ βηξὶ χρονίαις καὶ ἀσθματικοῖς καὶ δυσπνοίαις βοηθεῖ καὶ ἑρπετῶν δήγμασι καὶ ἰσχίων πόνοις καὶ πλευρᾶς. δίδοται δὲ καὶ κοιλιακοῖς καταπότιον, καὶ θρόμβους αἵματος διαλύει σὺν ὄξει ποθεῖσα, ἐγκλύζεταί τε ἐπὶ δυσεντερικῶν σὺν πτισάνῃ τακεῖσα, καὶ κατάρρους ὑποθυμιωμένη θεραπεύει, καὶ ὀδόντων ἀλγήματα περιπλασθεῖσα πραύνει· ἀνακολλᾷ δὲ καὶ τρίχας ἡ ξηρὰ διὰ μηλωτίδος θερμανθεῖσα, ἀρήγει δὲ καὶ ποδα- γρικοῖς καὶ ἀρθριτικοῖς σὺν ὠμῇ λύσει καὶ κηρῷ καὶ νίτρῳ καταπλασθεῖσα. ἡ δὲ πισσάσφαλτος δύναται ὅσα πίσσα καὶ ἄσφαλτος μιγέντα.

____________________

Identifications proposées :

  • asphalt (Beck)
  • Asphalt, Bitumen (Aufmesser)
  • (Berendes)
  • asfalto (García Valdés)

kuparissos

1.74.1 <κυπάρισσος> στύφει, ψύχει, ἧς τὰ φύλλα ποθέντα μετὰ γλυκέος καὶ σμύρνης ὀλίγης κύστει ῥευματιζομένῃ καὶ δυς- ουρίᾳ βοηθεῖ. τὰ δὲ χλωρὰ σφαιρία κοπέντα καὶ σὺν οἴνῳ πινόμενα ἁρμόζει πρὸς αἵματος ἀναγωγὴν καὶ δυσεντερίαν καὶ κοιλίας ῥευματισμόν, ὀρθόπνοιαν, βῆχας· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν τὸ αὐτὸ ποιεῖ. μαλάττει δὲ καὶ σκληρίας κοπέντα μετὰ

1.74.2 σύκου καὶ πολύπους τοὺς ἐν τοῖς μυκτῆρσιν ἰᾶται. ἐκβάλλει δὲ καὶ λεπριῶντας ὄνυχας σὺν ὄξει καθεψηθέντα καὶ λειαν- θέντα μετὰ θέρμων, στέλλει δὲ καὶ ἐντεροκήλας καταπλασθέντα, καὶ τὰ φύλλα δὲ τὰ αὐτὰ ποιεῖ· δοκεῖ δὲ καὶ κώνωπας διώ- κειν τὰ σφαιρία μετὰ τῆς κόμης θυμιαθέντα. τὰ δὲ φύλλα λεῖα καταπλαττόμενα τραύματα κολλᾷ, ἔστι δὲ καὶ ἴσχαιμα, σὺν ὄξει δὲ λειωθέντα τρίχας βάπτει. καταπλάσσεται δὲ καθ' ἑαυτὰ καὶ σὺν ἀλφίτῳ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας <καὶ> ἄνθρακας καὶ πρὸς ὀφθαλμῶν φλεγμονάς. κηρωτῇ δὲ μιγέντα στόμαχον κρατύνει ἐπιτιθέμενα.

____________________

Identifications proposées :

  • Cupressus sempervirens (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

arkeuthos

1.75.1 <ἄρκευθος>· ἡ μέν τίς ἐστι μεγάλη ἡ δὲ μικρά. ἀμφό- τεραι δὲ θερμαίνουσι καὶ λεπτύνουσι· εἰσὶ δὲ καὶ οὐρητικαί, θυμιώμεναι δὲ θηρία διώκουσι. τοῦ μέντοι καρποῦ ὁ μέν τις κατὰ καρύου Ποντικοῦ τὸ μέγεθος εὑρίσκεται, ὁ δὲ κυάμῳ ἴσος, στρογγύλος δὲ καὶ εὐώδης, γλυκὺς ἐν τῷ διαμασᾶσθαι καὶ ὑπό- κιρρος, ἀρκευθὶς καλούμενος, θερμαντικὸς μετρίως καὶ στυπτι- κός, εὐστόμαχος, ποιῶν πρὸς τὰ ἐν θώρακι καὶ βῆχας καὶ ἐμ- πνευματώσεις καὶ στρόφους καὶ θηρία πινόμενος. ἔστι δὲ καὶ οὐρητικός, ὅθεν καὶ σπάσμασι καὶ ῥήγμασι καὶ ὑστερικῶς πνι- γομέναις ἁρμόζει.

____________________

RV: ἄρκευθος· οἱ δὲ ἀρκευθίδα, οἱ δὲ Μνησίθεος, οἱ δὲ ἀκακαλλίδα, Ἄφροι ζουορρινσοιπέτ, Αἰγύπτιοι λιβιούμ, Ῥω- μαῖοι ζουνιπέρουμ, Γάλλοι ἰουπικέλλους. ἔστιν ἀρκευθὶς ἡ μὲν μικρὰ ἡ δὲ μεγάλη· δριμεῖαι δὲ ἀμφότεραι, διουρητικαί, πυρω- τικαί, θυμιώμεναι θηρία διώκουσιν. ὁ δὲ καρπὸς αὐτῶν εὐ- ώδης, γλυκύς, θερμαντικός, διουρητικός. παραλαμβάνεται δὲ πρὸς παλαιὰς βῆχας, πνευματώσεις· ὀνομάζεται δὲ ἀρκευθίς. φύλλα δ' ἔχει δριμέα, διὸ [καὶ] καταπλασσόμενα καὶ πινόμενα καὶ αὐτὰ καὶ ὁ χυλὸς αὐτῶν μετ' οἴνου ποιεῖ πρὸς ἐχιοδήκτους.

1.75.10 ὁ δὲ φλοιὸς καυθεὶς καὶ μετὰ ὕδατος καταχρισθεὶς λέπρας ἀφίστησι. τὸ δὲ ῥίνημα τοῦ ξύλου ποθὲν ἀναιρεῖ. [ἀρκευθὶς μεγάλη· οἱ δὲ κυπάρισσος ἀγρία, οἱ δὲ Μνησί- θεος, οἱ δὲ ἀκακαλλίδα, Ῥωμαῖοι ζουνιπέρουμ. ἔστι καὶ αὕτη γνώριμος τοῖς πλείστοις, ἐμφερὴς κυπαρίσσῳ, γεννωμένη ἐν τραχέσι καὶ παραθαλασσίοις τόποις ὡς ἐπὶ τὸ πλεῖστον. δύνα- μιν δὲ ἔχει τὴν αὐτὴν τῷ προειρημένῳ.]

____________________

Identifications proposées :

  • Juniperus spp. (Beck)
  • Juniperus phoenica, Juniperus oxycedrus (Aufmesser)
  • (Berendes)
  • grand : Juniperus oxycedrus ; petit : Juniperus communis (García Valdés)

____________________

Arkeuthos : il y en a un qui est grand, l'autre est petit. Tout deux sont échauffants et amaigrissants. Ils sont diurétiques et leur fumée chasse les animaux venimeux. Quant à leur fruit, l'un se trouve de la taille d'une noisette, l'autre de la grosseur d'une fève, rond et aromatique, de saveur douce après mastication prolongée, avec une pointe d'amertume, appelé "baie de genièvre" (arkeuthis), modérément échauffant et astringent, bon pour l'estomac, efficace contre les maux de poitrines, les toux, les flatuosités, les coliques et les morsures venimeuses, quand il est absorbé en boisson. Il est également diurétique, et de ce fait indiqué pour les spasmes, les fractures, les suffocations d'origine utérine.

Complément donné par une partie seulement des manuscrits de Dioscoride : grand arkeuthis : ou encore cyprès sauvage, Mnêsitheos, akakallis ; les Romains l'appellent iuniperus. C'est encore un arbre généralement bien connu, qui ressemble au cyprès et pousse d'ordinaire dans les lieux rocailleux et au bord de la mer. Il a les mêmes propriétés que l'espèce précédente. (trad. Suzanne Amigues)

La petite espèce est le genévrier commun, Juniperus communis L., pour la Grèce la sous-espèce hemisphaerica. La grande espèce est le genévrier de Phénicie, Juniperus phoenicea L., encore appelé de nos jours en Crète agrio kyparissi, "cyprès sauvage". Le genévrier cade (Juniperus oxycedrus L.) est traité indépendamment sous le nom de kédros. (note Suzanne Amigues)

brathu

1.76.1 <βράθυ>, <ὃ> ἔνιοι βόρατον καλοῦσιν. ἔστι τούτου εἴδη δύο· τὸ μὲν γάρ ἐστιν αὐτοῦ τοῖς φύλλοις ὅμοιον κυπαρίσσῳ, ἀκανθωδέστερον δὲ καὶ βαρύοσμον, κολοβόν τε τὸ δένδρον καὶ εἰς πλάτος μᾶλλον ἐκχεόμενον· χρῶνται δὲ τούτου τοῖς φύλλοις ἀντὶ θυμιάματος. τὸ δὲ ἕτερόν ἐστι μυρίκῃ τοῖς φύλλοις ὅμοιον. ἀμφοτέρων δὲ τὰ φύλλα ἵστησι νομὰς καὶ φλεγμονὰς κατα- πλαττόμενα πραύνει, ἀποκαθαίρει τε μελανίας σὺν μέλιτι κατα- πλασσόμενα καὶ τὰς ῥυπαρίας καὶ ἄνθρακας περιρρήσσει. πο- θέντα δὲ καὶ αἷμα δι' οὔρων ἄγει καὶ ἔμβρυα ἐκτινάσσει· προστεθέντα δὲ καὶ ὑποθυμιαθέντα τὸ αὐτὸ ποιεῖ. μείγνυται δὲ καὶ τοῖς θερμαντικοῖς χρίσμασιν, ἰδίως δὲ τῷ γλευκίνῳ.

____________________

RV: βράθυ· οἱ δὲ βόρατον, Ῥωμαῖοι ἕρβα Σαβίνα. δις- σόν· τὸ μὲν κόμην ἔχει ὡς μυρίκη, τὸ δὲ ὡς κυπαρίσσου, βο- στρυχωδέστερον δέ ἐστι τοῖς φύλλοις καὶ ἀκανθωδέστερον, δριμύ, πυρωτικόν· διόπερ ῥήσσει τὰ νεμόμενα. σὺν οἴνῳ <δὲ> ποθὲν ἢ προστεθὲν ἢ ὑποθυμιαθὲν ἔμβρυα κατασπᾷ καὶ δι' οὔρων αἷμα ἄγει.

____________________

Identifications proposées :

  • Juniperus sabina (Beck)
  • Juniperus sabina (Aufmesser)
  • (Berendes)
  • deuxième : Juniperus sabina (García Valdés)

kedros

1.77.1 <κέδρος> δένδρον ἐστὶ μέγα, ἐξ οὗ ἡ λεγομένη κεδρία συνάγεται. καρπὸν δὲ ἔχει ὥσπερ κυπάρισσος, μικρότερον μέν- τοι παρὰ πολύ. γεννᾶται δὲ καὶ ἄλλη κέδρος μικρά, ἀκανθώδης, καρπὸν δὲ ὥσπερ ἄρκευθος φέρουσα, μέγεθος μύρτου, περι- φερῆ. τῆς δὲ κεδρίας ἀρίστη ἡ παχεῖα καὶ διαυγής, εὔτονος, βαρεῖα τῇ ὀσμῇ, ἀποχεομένη τε κατὰ σταλαγμοὺς ἐπιδιαμένουσα καὶ μὴ διαχεομένη. δύναμιν δὲ ἔχει σηπτικὴν μὲν τῶν ἐμψύχων, φυλακτικὴν δὲ τῶν νεκρῶν σωμάτων, ὅθεν καὶ νεκροῦ ζωήν τινες ἐκάλεσαν αὐ- τήν, καὶ ἱμάτια δὲ καὶ δέρματα φθείρει διὰ τὸ θερμαίνειν

1.77.2 ἐπιτεταμένως καὶ ξηραίνειν. εὐθετεῖ δὲ εἴς τε τὰ ὀφθαλμικὰ ὀξυδερκὴς οὖσα ἐγχριομένη καὶ λευκώματα καὶ οὐλὰς σμήχει. σὺν ὄξει δὲ ἐγκλυζομένη σκώληκας τοὺς ἐν ὠσὶ κτείνει, ἤχους τε καὶ συριγμοὺς παύει σὺν ὑσσώπου ἀφεψήματι ἐγχεομένη, εἴς τε ἐμβρώματα ὀδόντος ἐνσταγεῖσα θραύει μὲν τὸν ὀδόντα, παύει δὲ τὴν ἀλγηδόνα· καὶ σὺν ὄξει δὲ διακλυζομένη τὸ αὐτὸ ποιεῖ. περιχρισθεῖσα δὲ αἰδοίῳ πρὸ τῆς συνουσίας ἀτόκιόν ἐστι, συν- αγχικῶν τε περίχριστός ἐστι καὶ παρισθμίων φλεγμοναῖς βοη- θεῖ, φθεῖράς τε καὶ κόνιδας φθείρει περιχρισθεῖσα, κεράστου δὲ δήγμασι σὺν ἁλσὶ καταπλασσομένη ἀρήγει, πρός τε λαγωοῦ

1.77.3 θαλασσίου πόσιν σὺν γλυκεῖ λαμβανομένη βοηθεῖ. ὠφελεῖ καὶ ἐλεφαντιῶντας ἐκλειχομένη ἢ περιχριομένη, καθαίρει καὶ τὰ ἐν πνεύμονι ἕλκη καὶ ἰᾶται <ταῦτα> ὅσον κύαθος ῥοφουμένη, σκώληκάς τε καὶ ἀσκαρίδας ἐγκλυζομένη φθείρει καὶ ἔμβρυα κατασπᾷ. γίνεται δὲ καὶ <ἔλαιον ἐξ αὐτῆς>, χωριζόμενον ἀπὸ τῆς κεδρίας δι' ἐρίου ὑπεραιωρουμένου ἐν τῇ ἑψήσει, ὡς ἐπὶ τῆς πίσσης, ποιοῦν πρὸς ὅσα καὶ ἡ κεδρία. θεραπεύει δὲ ἰδίως τὸ ἔλαιον καὶ τὰς ἐπὶ τῶν τετραπόδων ψώρας καὶ κυνῶν καὶ βοῶν ἀνδρικῶς καταχριόμενον, καὶ τοὺς ἐπ' αὐτῶν κρότωνας φθείρει προσαγόμενον, καὶ τὰς ἐπὶ τῇ κουρᾷ γινομένας ἑλκώσεις αὐτῶν

1.77.4 ἀπουλοῖ. τὴν δὲ λιγνὺν αὐτῆς συνακτέον, ὥσπερ τὴν τῆς πίσσης, δύναμιν ἔχουσαν τὴν αὐτὴν ἐκείνῃ. <κεδρίδες> δὲ καλοῦνται οἱ ἐξ αὐτῆς καρποί. δύναμιν δὲ ἔχουσι θερμαντικήν, κακοστόμαχον· βοηθοῦσι δὲ βηξί, σπάσμασι, ῥήγμασι, στραγγουρίαις, καὶ ἔμμηνα ἄγουσι μετὰ πεπέρεως λεῖαι πινόμεναι, καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν σὺν οἴνῳ λαμβάνονται· διώκουσι καὶ θηρία χριομένου τοῦ σώματος σὺν ἐλαφείῳ στέατι ἢ μυελῷ. μείγνυνται δὲ καὶ ἀντιδότοις.

____________________

Identifications proposées :

  • grand : Juniperus excelsa ; petit : Juniperus communis (Beck)
  • Juniperus excelsa, Juniperus communis (Aufmesser)
  • (Berendes)
  • grand : Juniperus excelsa ; petit : Juniperus communis (García Valdés)

daphnê

1.78.1 <δάφνη>· ἡ μέν τίς ἐστι λεπτόφυλλος ἡ δὲ πλατυτέρα. θερμαντικαὶ δὲ ἀμφότεραι καὶ μαλακτικαί, ὅθεν τὸ ἀφέψημα αὐτῶν εἰς ἐγκαθίσματα ταῖς περὶ κύστιν καὶ μήτραν ἁρμόζει διαθέσεσι. τὰ δὲ χλωρὰ τῶν φύλλων ἠρέμα ὑποστύφει· ὠφε- λεῖ δὲ λεῖα καταπλασθέντα σφηκῶν καὶ μελιττῶν πληγάς, δύ- ναται δὲ καὶ πᾶσαν φλεγμονὴν πραύνειν σὺν ἄρτῳ καὶ ἀλφίτῳ καταπλασθέντα, ποθέντα δὲ ἀμβλύνει τὸν στόμαχον καὶ ἐμέ-

1.78.2 τους κινεῖ. αἱ δὲ <δαφνίδες> θερμαντικώτεραι τῶν φύλλων εἰσί. ποιοῦσι δὲ ἐκλειχόμεναι λεῖαι σὺν μέλιτι ἢ γλυκεῖ πρὸς φθίσιν καὶ ὀρθόπνοιαν καὶ τοὺς περὶ θώρακα ῥευματισμούς. πίνονται δὲ σὺν οἴνῳ πρὸς σκορπιοπλήκτους, καὶ ἀλφοὺς δὲ σμήχουσι. τὸ δὲ πίεσμα αὐτῶν ὠταλγίαις καὶ ἤχοις καὶ δυσηκοίαις βοηθεῖ σὺν οἴνῳ παλαιῷ καὶ ῥοδίνῳ ἐγχεόμενον· μείγνυται καὶ ἀκόποις καὶ συγχρίσμασι θερμαντικοῖς καὶ διαφορητικαῖς δυνάμεσι. ὁ δὲ φλοιὸς τῆς ῥίζης αὐτῶν λίθους θρύπτει καὶ ἔμβρυα κτείνει καὶ ἡπατικοὺς ὠφελεῖ τριωβόλου πλῆθος σὺν οἴνῳ εὐώδει πινόμενος.

____________________

Identifications proposées :

  • Laurus nobilis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

platanos

1.79.1 <πλατάνου> τὰ τρυφερὰ τῶν φύλλων ἑψηθέντα ἐν οἴνῳ καὶ καταπλασθέντα στέλλει ῥεύματα ὀφθαλμῶν· κουφίζει δὲ καὶ [τὰ] οἰδήματα καὶ φλεγμονάς. ὁ δὲ φλοιὸς ἑψηθεὶς σὺν ὄξει ὀδονταλγίας ἐστὶ διάκλυσμα. τὰ δὲ σφαιρία χλωρὰ σὺν οἴνῳ ποθέντα ἑρπετοδήκτοις βοηθεῖ, ἀναλημφθέντα δὲ στέατι πυρίκαυτα θεραπεύει. ὁ δὲ χνοῦς τῶν φύλλων καὶ τῶν σφαι- ρίων ἀκοὴν καὶ ὄψιν παρεμπεσὼν λυμαίνεται.

____________________

Identifications proposées :

  • Platanus orientalis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

melia

1.80.1 <μελία> δένδρον ἐστὶ γνώριμον, ἧς τῶν φύλλων ὁ χυλὸς καὶ αὐτὰ σὺν οἴνῳ πινόμενα καὶ καταπλασσόμενα ἐχεοδήκτοις βοηθεῖ. ὁ δὲ φλοιὸς καεὶς καὶ καταχρισθεὶς μεθ' ὕδατος λέπρας ἀφίστησι. τὰ δὲ τορνεύματα τοῦ ξύλου ποθέντα φασὶν ἀναιρετικὰ εἶναι.

____________________

Identifications proposées :

  • Fraxinus ornus (Beck)
  • Fraxinus excelsior (Aufmesser)
  • (Berendes)
  • Fraxinus excelsior, Fraxinus ornus (García Valdés)

leukê

1.81.1 <λεύκης> τοῦ δένδρου ὁ φλοιὸς ποθεὶς ὅσον οὐγγίας μιᾶς πλῆθος ἰσχιάδας ὠφελεῖ καὶ στραγγουρίας· ἱστορεῖται δὲ καὶ ἀτόκιος εἶναι ποθεὶς μετὰ ἡμιόνου νεφροῦ, καὶ τὰ φύλλα δὲ πινόμενα μετὰ <τὴν> κάθαρσιν σὺν ὄξει τὸ αὐτὸ δρᾶν λέγε- ται. ὠφελεῖ δὲ καὶ ὠταλγίαν ὁ χυλὸς τῶν φύλλων χλιαρὸς ἐνσταζόμενος. τὰ δὲ κατὰ τὴν ἐκβλάστησιν τῶν φύλλων σφαι- ρία λεῖα μετὰ μέλιτος ἐγχριόμενα ἀμβλυωπίας θεραπεύει. ἔνιοι δὲ ἱστοροῦσι τὸν φλοιὸν τῆς λεύκης καὶ τῆς αἰγείρου τμηθέντα εἰς λεπτὰ μεγέθη καὶ <ἐν>σπαρέντα πρασιαῖς κεκοπρισμέναις ἐν παντὶ καιρῷ μύκητας ἐδωδίμους φύειν.

____________________

Identifications proposées :

  • Populus alba (Beck)
  • Populus alba (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

makir

1.82.1 <μάκιρ> φλοιός ἐστι κομιζόμενος ἐκ τῆς βαρβάρου, ὑπό- ξανθος, παχύς, στύφων ἱκανῶς κατὰ τὴν γεῦσιν. πίνεται δὲ πρὸς αἵματος πτύσιν καὶ δυσεντερίαν καὶ κοιλίας ῥευματισμόν.

____________________

Identifications proposées :

  • Holarrhena antidysenterica (Beck)
  • Ailanthus glandulosa (Aufmesser)
  • (Berendes)
  • Holarrhena antidysenterica selon André ; Ailanthus malabarica selon Liddell-Scott (García Valdés)

aigeiros

1.83.1 <αἰγείρου> τὰ φύλλα μετ' ὄξους καταπλαττόμενα ποδα- γρικὰς ὀδύνας ὠφελεῖ. ἡ δὲ ἐξ αὐτῆς ῥητίνη μείγνυται μαλάγ- μασιν. ὁ δὲ καρπὸς μετ' ὄξους πινόμενος ἐπιλημπτικοὺς ἱστο- ρεῖται ὠφελεῖν. λέγεται δ' ὅτι τὸ ἐξ αὐτῶν δάκρυον κατὰ τὸν Ἠριδανὸν ποταμὸν καταχεόμενον πήγνυσθαι καὶ γίνεσθαι τὸ καλούμενον ἤλεκτρον, ὑπ' ἐνίων δὲ χρυσοφόρον, εὐῶδες ἐν τῇ παρατρίψει καὶ χρυσοειδὲς τῷ χρώματι, ὅπερ πινόμενον λεῖον στομάχου καὶ κοιλίας ῥεῦμα ἵστησι.

____________________

Identifications proposées :

  • Populus nigra (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • Populus nigra (García Valdés)

ptelea

1.84.1 <πτελέας> τὰ φύλλα καὶ οἱ ἀκρεμόνες καὶ ὁ φλοιὸς στυπτικά. ποιεῖ δὲ τὰ φύλλα πρὸς λέπραν λεῖα σὺν ὄξει ἐπι- πλαττόμενα καὶ τραύματα κολλᾷ, μᾶλλον δὲ ὁ φλοιὸς ἀντὶ ἐπι- δέσμου περιειλούμενος· ἔστι γὰρ ἱμαντώδης. ὁ δὲ παχύτερος φλοιὸς σὺν οἴνῳ ἢ ὕδατι ψυχρῷ ποθεὶς οὐγγίας μιᾶς πλῆθος ἄγει φλέγμα. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ἢ τῶν φύλλων καταν- τλούμενον τὰ κατάγματα πωροῖ τάχιον. τὸ δὲ ἐν τοῖς θυλακίοις κατὰ τὴν πρώτην ἐκβλάστησιν εὑρισκόμενον ὑγρὸν στιλβοῖ πρός- ωπον ἐπιχριόμενον, ξηραινόμενον δὲ τὸ ὑγρὸν τοῦτο ἀναλύεται

1.84.2 εἰς θηρία κωνωποειδῆ. καὶ λαχανεύεται δὲ τὰ πρόσφατα τῶν φύλλων ἑψόμενα εἰς προσοψήματα. ἡ δὲ ἀπὸ τῶν παλαιῶν ξύλων καὶ πρέμνων <σαπρία> συνι- σταμένη ὥσπερ ἄλευρον καταπασσομένη ἀνακαθαίρει καὶ ἀπου- λοῖ ἕλκη. τὰ δὲ ἑρπυστικὰ ἐπέχει σὺν ἴσῳ ἀνήσσῳ φυραθεῖσα ἐλαίῳ ἐν ὀθονίῳ τε καεῖσα καὶ λεία καταπασσομένη.

____________________

Identifications proposées :

  • Ulmus glabra (Beck)
  • Ulmus glabra, Ulmus campestris (Aufmesser)
  • (Berendes)
  • Ulmus spp. (García Valdés)

kalamos

1.85.1 <καλάμων> ὁ μέν τις καλεῖται ναστός, ἐξ οὗ τὰ βέλη γίνεται, ὁ δέ τις θῆλυς, ἐξ οὗ αἱ γλῶτται τοῖς αὐλοῖς κατα- σκευάζονται· ἄλλος δὲ συριγγίας, παχύσαρκος, πυκνογόνατος, εἰς βιβλιογραφίαν ἐπιτήδειος, ὁ δέ τις παχὺς καὶ κοῖλος, παρὰ ποταμοῖς φυόμενος, ὃς καὶ δόναξ καλεῖται, ὑπό τινων δὲ Κύ- πριος, καὶ ἕτερος φραγμίτης, ὑπόλευκος, λεπτός, πᾶσι γνώριμος, οὗ ἡ ῥίζα καταπλασθεῖσα λεία καθ' ἑαυτὴν καὶ σὺν βολβοῖς ἐπισπᾶται σκόλοπας καὶ ἀκίδας, σὺν ὄξει δὲ στρέμματα καὶ ὀσφύος ἀλγήματα παρηγορεῖ. τὰ δὲ φύλλα κοπέντα χλωρὰ καὶ ἐπιτεθέντα ἐρυσιπέλατά τε καὶ τὰς ἄλλας φλεγμονὰς ἰᾶται. ὁ δὲ φλοιὸς ἀλωπεκίας θεραπεύει καεὶς καὶ μετ' ὄξους κατα- πλασθείς. ἡ δὲ ἀνθήλη τῶν καλάμων ἐμπεσοῦσα ταῖς ἀκοαῖς κώφωσιν ἐργάζεται. δύναται δὲ τὰ αὐτὰ καὶ ὁ Κύπριος λεγό- μενος κάλαμος ποιεῖν.

____________________

Identifications proposées :

  • Arundo sp. (Beck)
  • Art Rohr (sorte de roseau) (Aufmesser)
  • (Berendes)
  • varias especies (García Valdés)

papuros

1.86.1 <πάπυρος> γνώριμος πᾶσιν, ἀφ' ἧς ὁ χάρτης κατασκευ- άζεται, εὔχρηστος δὲ εἰς τὴν ἰατρικὴν χρῆσιν, πρὸς ἀναστόμω- σιν συρίγγων σκευασθεῖσα διάβροχος περιειλουμένου λίνου ἄχρι ξηρασίας· στεγνουμένη γὰρ καὶ καθιεμένη ἐμπίπλαται ὑγρασίας καὶ ἐξοιδοῦσα διανοίγει τὰς σύριγγας. ἔχει δέ τι ἡ ῥίζα αὐτῆς καὶ τρόφιμον· διαμασώμενοι γοῦν αὐτὴν οἱ ἐν Αἰγύπτῳ ἀπο- χυλίζουσιν ἐκπτύοντες τὸ διαμάσημα, χρῶνται δὲ καὶ ἀντὶ ξύ- λων αὐταῖς. ἡ δὲ κεκαυμένη πάπυρος ἄχρι τεφρώσεως δύναται νομὰς ἐπέχειν τὰς ἐν στόματι καὶ παντὶ μέρει· βέλτιον δὲ ὁ χάρτης καεὶς δρᾷ τὸ τοιοῦτον.

____________________

Identifications proposées :

  • Cyperus papyrus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

murikê

1.87.1 <μυρίκη> δένδρον ἐστὶ γνώριμον, παρὰ λίμναις καὶ τοῖς στασίμοις ὕδασι φυόμενον, καρπὸν ὡσπερεὶ ἄνθος φέρουσα βρυῶδες κατὰ τὴν σύστασιν. γεννᾶται δέ τις ἐν Αἰγύπτῳ καὶ Συρίᾳ ἥμερος, κατὰ τὰ ἄλλα ὁμοία <οὖσα> τῇ ἀγρίᾳ, καρπὸν δὲ φέρουσα ἐμφερῆ κηκίδι, ἀνώμαλον, στύφοντα τῇ γεύσει, ἁρμόζον- τά τε ἀντὶ κηκίδος εἰς τὰ ὀφθαλμικὰ καὶ στοματικὰ καὶ πρὸς αἵματος πτύσεις ἐν ποτῷ καὶ κοιλιακοῖς καὶ ῥοικαῖς γυναιξὶ καὶ ἰκτέρῳ καὶ φαλαγγιοδήκτοις, οἰδήματά τε στέλλει κατα-

1.87.2 πλασθείς· καὶ ὁ φλοιὸς δὲ τὰ αὐτὰ τῷ καρπῷ ποιεῖ. τῶν δὲ φύλλων τὸ ἀφέψημα σὺν οἴνῳ ποθὲν σπλῆνα τήκει, καὶ ὀδον- ταλγίαις βοηθεῖ διακλυζόμενον, ἐγκάθισμά τε ῥοικαῖς, καὶ περί- χυμα τοῖς φθεῖρας καὶ κονίδας γεννῶσιν ἐπιτήδειον. καὶ ἡ ἀπὸ τῶν ξύλων δὲ τέφρα προστεθεῖσα ῥύσιν τὴν ἐκ μήτρας στέλλει. κατασκευάζουσι δὲ ἔνιοι ἐκ τοῦ πρέμνου καὶ κύλικας, αἷς ἐπὶ τῶν σπληνικῶν χρῶνται ἀντὶ ποτηρίων, ὡς τοῦ δι' αὐ- τῶν πόματος ὠφελοῦντος.

____________________

Identifications proposées :

  • Tamarix tetrandra (Beck)
  • Tamarix tetrandra (Aufmesser)
  • (Berendes)
  • Tamarix spp. (García Valdés)


Le tamaris est un arbre bien connu, qui pousse au bord des étangs et des eaux dormantes, et porte un fruit que l'on prendrait pour la fleur et qui a la consistance de la mousse. (trad. Suzanne Amigues)

= Tamarix spp. (note Suzanne Amigues)

ereikê

1.88.1 <ἐρείκη> δένδρον ἐστὶ θαμνῶδες, ὅμοιον μυρίκῃ, μικρό- τερον δὲ πολλῷ, οὗ τῷ ἄνθει <αἱ> μέλιτται χρώμεναι μέλι ἐρ- γάζονται οὐ σπουδῇ. ταύτης ἡ κόμη καὶ τὸ ἄνθος καταπλασσόμενα ἑρπετῶν δήγματα ἰᾶται.

____________________

Identifications proposées :

  • Erica arborea (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

akakallis

1.89.1 <ἀκακαλλὶς> θάμνου καρπός ἐστι γεννωμένου ἐν Αἰ- γύπτῳ, ἐοικὼς κατά τι τῷ <τῆς> μυρίκης καρπῷ, οὗ τὸ ἀπό- βρεγμα μείγνυται κολλυρίοις τοῖς πρὸς ὀξυδερκίαν ἁρμόζουσιν.

____________________

Identifications proposées :

  • Acacallis (oriental tamarisk) (Beck)
  • Tamarix orientalis ou Tamarix articulata (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

L'akakallis est le fruit d'un arbuste d'Egypte, qui ressemble à certains égards au fruit du tamaris (murikê) et dont l'infusion est mélangée aux collyres propres à rendre la vue perçante. (trad. Suzanne Amigues)

rhamnos

1.90.1 <ῥάμνος> θάμνος ἐστὶ περὶ φραγμοὺς φυόμενος, ῥάβδους ἔχων ὀρθὰς καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα <δ'> ὑπο- μήκη, ὑπολίπαρα, μαλακά. ἔστι δὲ καὶ ἑτέρα παρὰ ταύτην λευ- κοτέρα, ἔστι [δὲ] καὶ τρίτη μελάντερα ἔχουσα τὰ φύλλα καὶ 1.90.1 πλατύτερα σὺν τῷ ἠρέμα ἐρυθραίνεσθαι, ῥάβδους μακρὰς πή- χεων ὡς πέντε καὶ μᾶλλον ἀκανθώδεις· ἧττον δὲ στερεὰς καὶ ἐπάκμους ἔχει τὰς ἀκάνθας. καρπὸς δὲ πλατύς, λεπτός, ὡς θυλακώδης, ἐοικὼς σφονδύλῳ. ποιεῖ δὲ πασῶν τὰ φύλλα πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας καταπλασσόμενα. λέγεται δὲ καὶ κλῶνας αὐτῆς θύραις ἢ θυ- ρίσι προστεθέντας ἀποκρούειν τὰς τῶν φαρμάκων κακουργίας.

____________________

RV: ῥάμνος· οἱ δὲ Περσεφόνιον, οἱ δὲ λευκάκανθα, Ῥω- μαῖοι σπίνα ἄλβα, οἱ δὲ σπίνα κερβάλις, Ἄφροι ἀταδίμ. θά- μνος ἐστὶν ὀρθός, ἔχων ῥάβδους καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα μακρά, ὑπομήκη, ὑπολίπαρα, μαλακά. ἔστι δὲ καὶ ἑτέρα λευκοτέρα καὶ τὰς ῥάβδους <ἔχουσα> μακροτέρας μὲν καὶ ἀκαν- θώδεις, ἧττον δὲ στερεάς, τὸν δὲ καρπὸν λευκόν, κοινῶς λεπτόν, θυλακώδη. φύονται δὲ περὶ φραγμοῖς. τὰ δὲ φύλλα αὐτῶν λέγεται ποιεῖν καταπλασσόμενα πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας.

____________________

Identifications proposées :

  • Rhamnus cathartica (Beck)
  • Rhamnus cathartica, Rhamnus oleoides, Rhamnus saxatilis (Aufmesser)
  • (Berendes)
  • première : Lycium europaeum, Rhamnus cathartica ; deuxième Rhamnus graecus ; troisième : Paliurus australis, Rhamnus oleoides (García Valdés)

____________________

Le rhamnos est un arbuste qui pousse dans les haies et qui a des rameaux droits, des épines comme en a le buisson ardent, des feuilles un peu allongées, un peu grasses, molles. Outre cette espèce-là, il y en a une autre plus claire, et aussi une troisième à feuilles plus foncées et plus larges qui rougissent légèrement, des rameaux longs d'environ cinq coudées - (= 2,2 m) - et plus épineux, mais ses épines sont moins dures et moins acérées ; le fruit est aplati, 1éger, comme qui dirait en forme de bourse et semblable à un peson de fuseau.

Les feuilles de toutes ces espèces sont efficaces en compresses contre les érysipèles et les dartres. On raconte même que des rameaux attachés aux portes ou aux fenêtres font échec aux méfaits des poisons. (in extenso. - trad. Suzanne Amigues)

La 1ère espèce est le nerprun purgatif ou "bourgue-épine" (Rhamnus catharticus L.) et la 3ème le paliure épineux (Paliurus spina-christi Miller) que Théophraste décrit (H.P. III, 18, 3) sous le nom de paliouros. La 2ème espèce, "plus claire, pourrait correspondre au nerprun épineux à fruits blancs" de Théophraste (H.P. III, 18, 2), Rhamnus oleoides L. (note Suzanne Amigues)

halimon

1.91.1 <ἅλιμον> θάμνος ἐστὶ φραγμίτης, ὅμοιος ῥάμνῳ, οὐκ ἔχων ἀκάνθας, φύλλα δὲ ἐλαίας παραπλήσια, πλατύτερα μέντοι· φύεται ἐν παραθαλασσίοις <τόποις> καὶ φραγμοῖς. λαχανεύ- εται δὲ αὐτῆς τὰ φύλλα ἑψόμενα εἰς βρῶσιν. τῆς δὲ ῥίζης δραχμῆς μιᾶς ὁλκὴ ποθεῖσα σὺν μελικράτῳ σπάσματα καὶ ῥήγ- ματα καὶ στρόφους πραύνει καὶ γάλα κατασπᾷ.

____________________

RV: ἅλιμος· οἱ δὲ δαμασώνιον, οἱ δὲ ἐρυμ<άτι>ον, οἱ δὲ Βρεττανική, οἱ δὲ ῥαβδίον, οἱ δὲ βασίλειον, προφῆται Ἑρμοῦ βάσις, ὁμοίως ἁψίς, οἱ δὲ Ὀσίριδος διάδημα, οἱ δὲ ἡλίου στέ- φανος, οἱ δὲ ἱερὸς καλός, Πυθαγόρας ἀνθηρός, Αἰγύπτιοι ἀσφοιί, οἱ δὲ ἀσοντηρί, οἱ δὲ ἀσελλοηρί, οἱ δὲ ἀσαραφί, Ῥω- μαῖοι ἀλβούκιουμ, οἱ δὲ ἀμπουλλάκιαμ. θάμνος ἐστὶ φραγμίτης, ῥάμνῳ παραπλήσιος, οὐ μὴν ἀκανθώδης, ὑπόλευκος, ὅ τε σύμ- πας καὶ τὰ φύλλα καθάπερ ἐλαίας, πλατύτερα μέντοι καὶ ἁπα- λώτερα. γεννᾶται δὲ κατὰ τὸ πλεῖστον ἐν παραθαλαττίοις τό-

1.91.10 ποις καὶ φραγμοῖς. καὶ τὰ φύλλα μὲν ἐσθίεται, τῆς δὲ ῥίζης δραχμὴ μία μετὰ μελικράτου ποιεῖ πρὸς σπάσματα καὶ ῥήγματα καὶ στρόφους.

____________________

Identifications proposées :

  • Atriplex halimus (Beck)
  • Atriplex halimus (Aufmesser)
  • (Berendes)
  • Atriplex halimus (García Valdés)

____________________

L'arroche de mer (halimon) est un arbuste de clôtures, semblable à un nerprun, inerme, avec des feuilles assez voisines de celles de l'olivier, quoique plus larges ; il pousse au bord de la mer et en clôtures. Ses feuilles servent de légume : on les fait cuire pour les manger. Quant à sa racine, une dose d'une drachme prise avec de l'hydromel calme les spasmes, les déchirures, les coliques et tire le lait. (in extenso. - trad. Suzanne Amigues)

Pseudo-Dioscoride, ibid. : Halimos : c'est un arbuste de clôtures, qui ressemble un peu à un nerprun sans toutefois être épineux, blanchâtre, pareil à un olivier pour son aspect général et ses feuilles, bien que celles-ci soient plus larges et plus molles. Il vient surtout au bord de la mer et en clôtures. On en consomme les feuilles, et une drachme de sa racine, prise avec de l'hydromel, agit contre les spasmes, les déchirures et les coliques. (trad. Suzanne Amigues)

L'arroche de mer est Atriplex halimus L. (note Suzanne Amigues)

paliouros

1.92.1 <παλίουρος> γνώριμος θάμνος ἀκανθώδης, στερεός, οὗ τὸ σπέρμα λιπαρὸν καὶ γλινῶδες εὑρίσκεται· ὅπερ πινόμενον βηξὶν ἀρήγει καὶ τοὺς ἐν κύστει λίθους θρύπτει καὶ πρὸς ἑρ- πετῶν δήγματα ποιεῖ. τὰ δὲ φύλλα καὶ ἡ ῥίζα στυπτικά, ὧν τὸ ἀφέψημα ποθὲν κοιλίαν ἵστησιν, οὖρά τε ἄγει καὶ θανασί- μοις καὶ θηριοδήκτοις βοηθεῖ. διαφορεῖ δὲ πάντα τὰ πρό- σφατα φύματα καὶ οἰδήματα ἡ ῥίζα λεία ἐπιπλασθεῖσα.

____________________

Identifications proposées :

  • Paliurus australis (Beck)
  • Ziziphus vulgaris, Ziziphus australis (Aufmesser)
  • (Berendes)
  • Paliurus australis (García Valdés)

oxuakantha

1.93.1 <ὀξυάκανθα>· οἱ δὲ πυρῆνα, οἱ δὲ πυρακάνθην κα- λοῦσι. δένδρον ἐστὶ παραπλήσιον ἀχράδι, μικρότερον δὲ καὶ ἀκανθῶδες ἄγαν· καρπὸν δὲ φέρει μύρτῳ ἐμφερῆ, ἁδρόν, ἐρυ- θρόν, εὔθρυπτον, ἔνδοθεν πυρῆνας ἔχοντα, ῥίζαν πολυσχιδῆ καὶ βαθεῖαν. τούτου ὁ καρπὸς διάρροιαν ἵστησι καὶ ῥοῦν γυναικεῖον πι- νόμενος καὶ ἐσθιόμενος. ἡ δὲ ῥίζα καταπλασθεῖσα λεία σκό- λοπας καὶ ἀκίδας ἐπισπᾶται. ἱστορεῖται δὲ δύνασθαι ἡ ῥίζα καὶ ἐκτρωσμοὺς ἐργάζεσθαι τῆς κοιλίας ἡσυχῆ τρὶς πληχθείσης ἢ χρισθείσης.

____________________

Identifications proposées :

  • Cotoneaster pyracantha (Beck)
  • Crataegus oxyacantha, Crataegus pyracantha (Aufmesser)
  • (Berendes)
  • Pyracantha coccinea (García Valdés)
  • Note : Cotoneaster pyracantha et Crataegus pyracantha sont des synonymes de Pyracantha coccinea. Michel Chauvet

kunosbatos

1.94.1 <κυνόσβατος>· οἱ δὲ ὀξυάκανθαν καλοῦσι. θάμνος ἐστὶ βάτου πολλῷ μείζων, δενδρώδης. φύλλα φέρει πλατύτερα μυρ- σίνης, ἄκανθαν δὲ περὶ ταῖς ῥάβδοις ἰσχυράν, ἄνθος λευκόν, καρπὸν ἐπιμήκη, πυρῆνι ἐλαίας ἐοικότα, ἐν τῷ πεπαίνεσθαι πυρράν, τὰ δὲ ἐντὸς ἐριώδη. ἵστησι δὲ κοιλίαν ὁ καρπὸς ξηρὸς δίχα τοῦ ἐν αὐτῷ ἐριώδους – κακωτικὸν γὰρ τῆς ἀρτηρίας τοῦτο – ἐν οἴνῳ ἀποζεννύμενος καὶ πινόμενος.

____________________

Identifications proposées :

  • Rosa sempervirens (Beck)
  • Rosa canina (Aufmesser)
  • (Berendes)
  • Rosa sempervirens (García Valdés)

kupros

1.95.1 <κύπρος> δένδρον ἐστὶ φύλλα ἔχον περὶ ταῖς ῥάβδοις ἐλαίᾳ παραπλήσια, πλατύτερα δὲ καὶ μαλακώτερα καὶ χλωρό- τερα, ἄνθη λευκά, βοτρυώδη, εὐώδη, σπέρμα μέλαν, ὅμοιον τῷ τῆς ἀκτῆς. γεννᾶται δὲ ἀρίστη ἐν τῇ Ἀσκάλωνι καὶ Κανώπῃ. δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν, ὅθεν διαμασηθέντα ἄφθας ἰᾶται, καὶ τοὺς ἄνθρακας καὶ τὰς ἄλλας πυρώδεις φλεγ- μονὰς καταπλασθέντα ὠφελεῖ. τὸ δὲ ἀφέψημα αὐτῶν πυρι- καύτων κατάντλημα. ξανθίζει δὲ καὶ τρίχας στρουθίου χυλῷ λεῖα τὰ φύλλα βραχέντα καὶ ἐγχρισθέντα. τὸ δὲ ἄνθος ἐπι- πλασθὲν τῷ μετώπῳ λεῖον μετ' ὄξους κεφαλαλγίας παύει. τὸ δὲ σκευαζόμενον ἐξ αὐτῆς χρῖσμα κύπρινον θερμαντικὸν γίνε- ται καὶ μαλακτικὸν νεύρων, εὐῶδες, προσλαμβάνον πυρωτικὰ μείγματα.

____________________

Identifications proposées :

  • Lawsonia inermis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le henné (kupros) est un arbre qui a tout autour de ses rameaux des feuilles assez voisines de celles de l'olivier, mais plus larges, plus souples et plus vertes, des fleurs blanches en grappes (botruodê dans certains mss.) / mousseuses (bruodê dans les autres), parfumées, une graine noire, semblable à celle du sureau. Le meilleur est celui d'Ascalon et de Canope. (Trad. S.A . )

Aucun nom grec n'est donné comme synonyme, mais la notice kupros de Dioscoride est traduite exactement par les Arabes.

philura

1.96.1 <φιλύρα> δένδρον ἐστὶν ὅμοιον κύπρῳ κατὰ μέγεθος, φύλλα δὲ ἐλαίας ὅμοια, πλατύτερα δὲ καὶ μελάντερα. καρπὸν δὲ ἔχει σχίνῳ ἐμφερῆ, μέλανα, ὑπόγλυκυν, ὡς ἐν βότρυσι κεί- μενον. ἐν τραχέσι δὲ τόποις γεννᾶται. ταύτης τὰ φύλλα στύφει ὡς ἀγριελαία, ποιοῦντα πρὸς τὰ στύψεως δεόμενα, μάλιστα τοῖς ἐνστομίοις ἕλκεσι διαμάσημα καὶ διάκλυσμα τὸ ἀφέψημα, καὶ πινόμενον δὲ οὖρα καὶ ἔμ- μηνα ἄγει.

____________________

Identifications proposées :

  • Phillyrea sp. (Beck)
  • Tilia platyphyllos, Tilia tomentosa (Aufmesser)
  • (Berendes)
  • peut-être Tilia platyphyllos, ou probablement Phillyrea latifolia (García Valdés)

kisthos

1.97.1 <κίσθος>, ὃν ἔνιοι κίσθαρονκίσσαρον καλοῦσι, θά- μνος ἐστὶν ἐν πετρώδεσι τόποις φυόμενος, πολύκλαδος, ξυλώδης, οὐχ ὑψηλός, φύλλα ἔχων περιφερῆ, στρυφνά, <μέλανα,> δασέα· ἄνθη ὥσπερ ῥόας, <ἐπὶ μὲν τοῦ ἄρρενος ἐμπόρφυρα,> ἐπὶ δὲ τοῦ θήλεος λευκά. δύναμιν δὲ ἔχει στυπτικὴν τὰ ἄνθη λεῖα πινόμενα σὺν οἴνῳ αὐστηρῷ, ὅθεν δυσεντερικοῖς ἁρμόζει λαμβανόμενα δὶς τῆς ἡμέρας. καθ' ἑαυτὰ δὲ καταπλασθέντα νομὰς ἐφίστησι, σὺν κηρωτῇ δὲ πυρίκαυτα καὶ παλαιὰ ἕλκη ἰᾶται.

1.97.2 <φύεται δὲ παρὰ τὰς ῥίζας τοῦ κίσθου ἡ λεγομένη ὑπο- κιστίς>, ὑπ' ἐνίων δὲ ὀρόβηθρονκύτινος καλουμένη, ὅμοιόν τι κυτίνῳ ῥόας· καὶ τὸ μέν τι αὐτοῦ κιρρὸν [τὸ δὲ χλωρὸν] τὸ δὲ λευκόν, ὅπερ χυλίζεται ὥσπερ ἡ ἀκακία. ἔνιοι δὲ ξηράναν- τες αὐτὴν καὶ θλάσαντες βρέχουσί τε καὶ ἕψουσι καὶ τὰ ἄλλα ποιοῦσιν ὡς ἐπὶ τοῦ λυκίου. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ ἀκακίᾳ, στυπτικωτέραν δὲ καὶ ξηραντικωτέραν, ποιοῦσαν πρὸς κοιλιακούς, δυσεντερικούς, αἱμοπτυικοὺς καὶ ῥοῦν γυναικεῖον πινομένη καὶ ἐνιεμένη.

1.97.3 ἔστι δὲ καὶ <ἕτερον εἶδος κίσθου>, καλούμενον ὑπ' ἐνίων λῆδον, θάμνος κατὰ τὰ αὐτὰ φυόμενος τῷ κίσθῳ, μακρότερα δὲ τὰ φύλλα ἔχει καὶ μελάντερα, λιπαρίαν τινὰ κατὰ τὸ ἔαρ ἐπισπώμενα, ὧν φύλλων ἡ δύναμις στυπτικὴ καθέστηκε, ποι- οῦσα πρὸς ὅσα καὶ ὁ κίσθος. γίνεται δὲ ἐξ αὐτοῦ τὸ λεγόμενον <λάδανον>· τὰ φύλλα γὰρ αὐτοῦ νεμόμεναι αἱ αἶγες καὶ οἱ τράγοι τὴν λιπαρίαν ἀναλαμβάνουσι τῷ πώγωνι γνωρίμως καὶ τοῖς μηροῖς προσπλαττομένην διὰ τὸ τυγχάνειν ἰξώδη, ἣν ἀφαιροῦν- τες ὑλίζουσι καὶ ἀποτίθενται ἀναπλάσσοντες μαγίδας. ἔνιοι δὲ καὶ σχοινία ἐπισύρουσι τοῖς θάμνοις καὶ τὸ προσπλασθὲν αὐ-

1.97.4 τοῖς λίπος ἀποξύσαντες ἀναπλάσσουσιν. κράτιστον δέ ἐστιν αὐτοῦ τὸ εὐῶδες, ὑπόχλωρον, εὐμάλακτον, λιπαρόν, ἀμέτοχον ἄμμου ἢ ψαφαρίας, ῥητινῶδες. τοιοῦτον δέ ἐστι τὸ ἐν Κύπρῳ γεννώμενον, τὸ μέντοι Ἀραβικὸν καὶ Λιβυκὸν εὐτελέστερον. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν. ἵστησι δὲ τὰς ῥεούσας τρίχας μιγὲν οἴνῳ καὶ σμύρνῃ καὶ μυρ- σινίνῳ ἐλαίῳ, οὐλάς τε εὐπρεπεστέρας ποιεῖ μετ' οἴνου κατα- χριόμενον, καὶ ὠταλγίας μεθ' ὑδρομέλιτος ἢ ῥοδίνου ἐγχεόμενον θεραπεύει. ὑποθυμιᾶται δὲ καὶ πρὸς δευτέρων ἐκβολάς, καὶ σκληρίας θεραπεύει τὰς ἐν μήτρᾳ ἐν πεσσῷ μιγέν, καὶ ταῖς ἀνωδύνοις καὶ βηχικαῖς καὶ μαλάγμασι χρησίμως μείγνυται, κοιλίαν τε ἵστησι σὺν οἴνῳ παλαιῷ ποθέν· ἔστι δὲ καὶ οὐρη- τικόν.

____________________

RV: ὑποκισθίς· οἱ δὲ ὑποκυσθίν, οἱ δὲ ὀρόβηθρον, οἱ δὲ θορύβηθρον, οἱ δὲ κύτινος, οἱ δὲ λεοντιάς, οἱ δὲ Διονυσιάς, οἱ δὲ θύρσιον. ὑποκισθίς ἑτέρα· οἱ δὲ αἰείβιον, οἱ δὲ κύτινον ἄφυλλον, οἱ δὲ θύρσιον, οἱ δὲ θορύβηθρον, οἱ δὲ καὶ ὀρόβηθρον, Ἄφροι βιλλεσαδέ.

____________________

Identifications proposées :

  • Cistus sp. (Beck)
  • Cistus salviifolius (Aufmesser)
  • (Berendes)
  • Cistus sp. ; hupokistis = Cytinus sp.(García Valdés)

ebenos

1.98.1 <ἔβενος> κρατίστη ἡ Αἰθιοπική, μέλαινα καὶ μὴ ἔχουσα κτηδόνας, ἐμφερὴς κέρατι εἰργασμένῳ τῇ λειότητι, θλασθεῖσα δὲ πυκνή, δηκτικὴ ἐν τῇ γεύσει καὶ ὑποστύφουσα, τεθεῖσά τε ἐπ' ἀνθράκων μετ' εὐωδίας καὶ δίχα καπνοῦ θυμιωμένη. ἡ δὲ πρόσφατος διὰ τὴν λιπαρίαν καὶ ἀνάπτεται πυρὶ προσαφθεῖσα, τριφθεῖσα δὲ ἐπ' ἀκόνης ὑπόκιρρος γίνεται. ἔστι δέ τις καὶ Ἰνδική, ἔχουσα διαφύσεις λευκὰς καὶ κιρρὰς καὶ σπίλους ὁμοίως πυκνούς, πλὴν βελτίων ἡ πρώτη. ἔνιοι δὲ τὰ ἀκάνθινα ἢ καὶ συκάμινα καλούμενα ξύλα, ἐμφερῆ ὄντα, ἀντὶ ἐβένου πωλοῦσι· διαγινώσκεται δὲ ἐκ τοῦ χαῦνά τε εἶναι καὶ κατὰ σχίδακας μι- κρὰς ἀπολύεσθαι ἐμπορφύρους τῷ χρώματι, μηδὲν δὲ δηκτικὸν ἔχειν ἐν τῇ γεύσει ἢ ἐν τῇ θυμιάσει εὐῶδες.

1.98.2 δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις, ἀνδρικῶς δὲ ποιεῖ καὶ πρὸς τὰ παλαιὰ ῥεύματα καὶ φλυκτίδας. εἰ δέ τις ποιήσας ἐξ αὐτῆς ἀκόνιον χρῷτο εἰς τὰ κολλύρια, βέλτιον ἐνεργήσει. κατεργάζεται δὲ εἰς τὰ ὀφθαλμικὰ τῶν τορ- νευμάτων ἢ ῥινημάτων βρεχομένων ἐν οἴνῳ Χίῳ ἡμέραν καὶ νύκτα, εἶτα λειουμένων ἐπιμελῶς καὶ εἰς κολλύρια ἀναπλασσο- μένων. ἔνιοι δὲ προτρίψαντες διασήθουσιν αὐτήν, εἶθ' οὕτω τὰ λοιπὰ ποιοῦσι, τινὲς δὲ ἀντὶ τοῦ οἴνου ὕδατι χρῶνται. καίεται δὲ ἐν ὠμῇ χύτρᾳ, ἕως ἂν ἀνθρακωθῇ, καὶ πλύνεται ὡς ὁ κεκαυ- μένος μόλιβδος. ἁρμόζει δὲ ἡ τοιαύτη πρὸς ψωροφθαλμίας καὶ ξηροφθαλμίας.

____________________

Identifications proposées :

  • Diospyros ebenum et Diospyros melanoxylon (Beck)
  • Diospyros ebenum (Aufmesser)
  • (Berendes)
  • Diospyros ebenum et Diospyros melanoxylon (García Valdés)

rhoda

1.99.1 <ῥόδα> ψύχει, στύφει, τὰ δὲ ξηρὰ μᾶλλον στύφει. χυλί- ζειν δὲ δεῖ τὰ ἁπαλὰ ἀποψαλίσαντας τὸν ὄνυχα καλούμενον, ὅπερ ἐστὶ τὸ λευκὸν τὸ ἐν τῷ φύλλῳ, τὸ δὲ λοιπὸν ἐκθλίβειν καὶ τρίβειν [ἐν σκιᾷ] ἐν θυίᾳ, ἄχρις οὗ συστραφῇ, οὕτως τε ἀποτίθεσθαι εἰς τὰς ὀφθαλμικὰς περιχρίσεις. ξηραίνεται δὲ τὰ φύλλα ἐν σκιᾷ συνεχῶς στρεφόμενα, ἵνα μὴ εὐρωτιάσῃ. ποιεῖ δὲ τῶν ξηρῶν ἑψηθέντων ἐν οἴνῳ τὸ ἀπόθλιμμα πρὸς ἄλγημα κεφαλῆς, ὀφθαλμῶν, ὤτων, οὔλων, δακτυλίου ἀπευθυσμένου, [ἐντέρου] μήτρας πτερῷ ἐγχριόμενον καὶ προς-

1.99.2 κλυζόμενον. αὐτὰ δὲ δίχα τοῦ ἐκθλιβῆναι κοπέντα ποιεῖ ἐπι- πλαττόμενα πρὸς ὑποχονδρίων φλεγμονὰς καὶ στομάχου πλάδον καὶ πρὸς ἐρυσιπέλατα. ξηρὰ δὲ λεία παραμηρίοις προσπάς- σεται καὶ ἀνθηραῖς καὶ τραυματικαῖς καὶ ἀντιδότοις μείγνυται· καίεται δὲ καὶ εἰς τὰ καλλιβλέφαρα. τὸ δὲ ἐν μέσοις τοῖς ῥό- δοις εὑρισκόμενον ἄνθος πρὸς οὔλων ῥευματισμοὺς ξηρὸν προς- πασθὲν ποιεῖ. <καὶ> αἱ κεφαλαὶ δὲ ποθεῖσαι κοιλίαν ῥέουσαν καὶ αἵματος ἀναγωγὴν ἐπέχουσιν.

1.99.3 αἱ λεγόμεναι δὲ <ῥοδίδες> σκευάζονται τοῦτον τὸν τρόπον· ῥόδων χλωρῶν ἀβρόχων μεμαραμμένων δραχμὰς τεσσαράκοντα, νάρδου Ἰνδικῆς δραχμὰς πέντε, σμύρνης δραχμὰς ἓξ λεῖα ἀνα- πλάσσεται εἰς τροχίσκους τριωβολιαίους καὶ ἐν σκιᾷ ξηραίνε- ται· ἀποτίθεται δὲ εἰς κεραμεοῦν ἀγγεῖον ἀκώνητον περιεσφη- κωμένον. ἔνιοι δὲ προστιθέασι καὶ κόστου δραχμὰς δύο καὶ ἴρεως Ἰλλυρικῆς τὸ αὐτὸ μίσγοντες μετὰ μέλιτος καὶ οἴνου Χίου. χρῆσις δέ ἐστιν αὐτῶν ἐπὶ γυναικῶν περιτιθεμένων τῷ τραχήλῳ ἀντὶ ὅρμου ἡδύπνου, ἀμβλυνουσῶν τὴν τῶν ἱδρώτων δυσωδίαν. χρῶνται δὲ αὐτοῖς καὶ λείοις ἐν διαπάσμασι μετὰ τὸ λουτρὸν καὶ συγχρίσμασι καὶ μετὰ τὸ ξηρανθῆναι ἐκλούονται ψυχρῷ.

____________________

RV: ῥόδον ἢ ῥόδα, Ῥωμαῖοι ῥόσα.

____________________

Identifications proposées :

  • Rosa sp. (Beck)
  • Rosa centifolia (Aufmesser)
  • (Berendes)
  • Rosa gallica et Rosa sp. (García Valdés)

lukion

1.100.1 <λύκιον>, ὃ ἔνιοι πυξάκανθαν καλοῦσι, δένδρον ἐστὶν ἀκανθῶδες, ῥάβδους ἔχον τριπήχεις ἢ καὶ μείζονας, περὶ ἃς τὰ φύλλα πύξῳ ὅμοια, πυκνά. καρπὸν δὲ ἔχει ὡς πέπερι, μέλανα, πυκνόν, πικρὸν λίαν, καὶ τὸν φλοιὸν δὲ ὠχρόν, ὅμοιον τῷ διε- θέντι λυκίῳ, ῥίζας δὲ πολλάς, πλατείας, ξυλώδεις. φύεται δὲ πλεῖστον ἐν Καππαδοκίᾳ καὶ Λυκίᾳ, καὶ ἐν ἄλλοις δὲ τόποις πολλοῖς· τραχέα δὲ φιλεῖ χωρία.

1.100.2 χυλίζεται δὲ τῶν ῥιζῶν σὺν τοῖς θάμνοις θλασθέντων καὶ βραχέντων ἐφ' ἱκανὰς ἡμέρας, εἶθ' ἑψομένων, καὶ τῶν μὲν ξύ- λων ῥιπτομένων, τοῦ δὲ ὑγροῦ πάλιν ἑψομένου μέχρι μελιτώ- δους συστάσεως. δολοῦται δὲ ἀμόργης ἅμα τῇ ἑψήσει μειγνυ- μένης ἢ ἀψινθίου χυλίσματος ἢ βοείας χολῆς. καὶ τὸ μὲν ἐπι- νηχόμενον ἀφρῶδες ἐν τῇ ἑψήσει ἀφελὼν ἀπόθου εἰς τὰ ὀφθαλμικά, τῷ δὲ λοιπῷ εἰς τὰ ἄλλα χρῶ. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ ὁμοίως χύλισμα ἐκπιεζομένου καὶ ἡλιαζομένου. ἔστι δὲ κάλλιστον τὸ καιόμενον λύκιον καὶ κατὰ τὴν σβέσιν τὸν ἀφρὸν ἐνερευθῆ ἔχον, ἔξωθεν μέλαν, διαιρεθὲν δὲ κιρρόν, ἄβρωμον, στῦφον μετὰ πικρίας, χρώματι κροκῶδες, οἷόν ἐστι τὸ Ἰνδικόν, διαφέρον τοῦ λοιποῦ καὶ δυναμικώτερον.

1.100.3 δύναμιν δὲ ἔχει στυπτικὴν καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καθαίρει, ψωριάσεις τε τὰς ἐπὶ τῶν βλεφάρων καὶ κνησμοὺς καὶ τὰ παλαιὰ ῥεύματα θεραπεύει. ποιεῖ καὶ πρὸς ὦτα πυορ- ροοῦντα, παρίσθμια, οὖλά τε εἱλκωμένα καὶ διερρωγότα χείλη, ῥαγάδας ἐν δακτυλίῳ, παρατρίμματα περιχριόμενον· ἁρμόζει καὶ κοιλιακοῖς καὶ δυσεντερικοῖς πινόμενον καὶ ἐγκλυζόμενον. δίδοται δὲ καὶ αἱμοπτυικοῖς καὶ βήττουσι σὺν ὕδατι, καὶ τοῖς ὑπὸ λυσσῶντος κυνὸς δηχθεῖσιν ἐν καταποτίῳ ἢ σὺν ὕδατι πο- τόν. ξανθίζει δὲ καὶ τρίχας, παρωνυχίας τε καὶ ἕρπητας καὶ σηπεδόνας ἰᾶται· ἵστησι δὲ καὶ ῥοῦν γυναικεῖον προστιθέμενον.

1.100.4 λέγεται δὲ τὸ Ἰνδικὸν λύκιον γίνεσθαι ἐκ θάμνου, τῆς λεγομένης λογχίτιδος. ἔστι δὲ εἶδος ἀκάνθης, ῥάβδους ἔχον ὀρθάς, τριπήχεις ἢ καὶ μείζους, πολλὰς ἀπὸ τοῦ πυθμένος, παχυτέρας βάτου, φλοιὸς ῥαγεὶς ἐνερευθής, τὰ δὲ φύλλα ὅμοια ἐλαίας, ἧς ἡ πόα ἐν ὄξει ἑψηθεῖσα καὶ ποτιζομένη ἱστορεῖται φλεγμονὰς σπληνὸς καὶ ἴκτερον θεραπεύειν καὶ καθάρσεις γυναι- κῶν ἄγειν· καὶ ὠμὴ δὲ λεία ποθεῖσα τὰ αὐτὰ ποιεῖν παρα- δίδοται, τοῦ δὲ σπέρματος μύστρα δύο ποθέντα ὑδατῶδες κα- θαίρειν καὶ θανασίμοις βοηθεῖν.

____________________

Identifications proposées :

  • Rhamnus petiolaris, Rhamnus lycoides, Rhamnus punctata (Beck)
  • Rhamnus petiolaris (Aufmesser)
  • (Berendes)
  • Rhamnus spp. ; Indikon lukion = Acacia catechu (García Valdés)

akakia

1.101.1 <ἀκακία> φύεται ἐν Αἰγύπτῳ. ἄκανθα δέ ἐστι δεν- δρώδης, θαμνώδης, οὐκ ὀρθοφυής, ἄνθος ἔχουσα λευκόν, καρπὸν δὲ ὥσπερ θέρμου, λευκόν, ἐν λοβοῖς κείμενον, ἐξ οὗ καὶ ἐκ- θλίβεται τὸ χύλισμα ξηραινόμενον ἐν ἡλίῳ, μέλαν μὲν ἐκ τοῦ πεπείρου καρποῦ, ὑπόκιρρον δὲ ἐκ τοῦ ὠμοῦ. ἐκλέγου δὲ τὸ ἠρέμα ἔγκιρρον, εὐῶδες, ὡς ἐν ἀκακίᾳ. χυλίζουσι δέ τινες καὶ τὰ φύλλα σὺν τῷ καρπῷ· καὶ τὸ κόμμι δὲ ἐκ τῆς αὐτῆς ἀκάνθης γεννᾶται.

1.101.2 δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν. ἁρμόζει δὲ ὁ χυλὸς πρὸς τὰ ὀφθαλμικὰ καὶ ἐρυσιπέλατα, ἕρπητας, χιμέτλας, πτερύγια, τὰ ἐν τῷ στόματι ἕλκη, καὶ προπτώσεις δὲ ὀφθαλ- μῶν καθίστησιν. ἐπέχει δὲ καὶ ῥοῦν γυναικεῖον, καὶ τὰς προ- πτώσεις δὲ τῆς ὑστέρας στέλλει, κοιλίαν τε ῥέουσαν ἐπέχει πινόμενος καὶ ἐγκλυζόμενος· μελαίνει δὲ καὶ τρίχας. πλύνεται δὲ καὶ εἰς τὰ ὀφθαλμικά, τριβομένου <τοῦ χυλοῦ> μεθ' ὕδατος ἀποχεομένου <τε> τοῦ ἐπιπάγου, μέχρι ἂν καθαρὸν ἐφιστῆται τὸ

1.101.3 ὕδωρ, καὶ οὕτως ἀναλαμβάνεται εἰς τροχίσκους. καίεται δὲ ἐν ὠμῇ χύτρᾳ μετὰ κερατίου ἐν καμίνῳ, ὀπτᾶται δὲ ἐπ' ἀνθράκων ἐμφυσωμένων. τὸ δὲ τῆς ἀκάνθης ἕψημα καταντλούμενον ἄρ- θρα λελυμένα ἵστησι. τὸ δὲ κόμμι τῆς ἀκάνθης διαφέρει τὸ σκωληκοειδές, ὑελίζον, διαυγές, ἄξυλον, εἶτα τὸ λευκόν· τὸ δὲ ῥητινῶδες καὶ ῥυπαρὸν ἄχρηστον. δύναμιν δὲ ἔχει παρεμπλαστικήν, ἀμβλυντικὴν δριμέων φαρ- μάκων, οἷς μείγνυται, πυρίκαυτά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι καταχριόμενον μετ' ᾠοῦ.

1.101.4 φύεται δὲ καὶ <ἑτέρα ἀκακία> ἐν Καππαδοκίᾳ καὶ ἐν Πόντῳ, παρεμφέρουσα τῇ Αἰγυπτίᾳ, ἐλάττων μέντοι παρὰ πολὺ καὶ χαμαίζηλος καὶ τρυφερωτέρα, περίπλεως δὲ ἀκάνθης σκολο- ποειδοῦς, φύλλα ἔχουσα ὅμοια πηγάνῳ. τῷ δὲ φθινοπώρῳ φέρει σπέρμα ἐν θυλακίοις συνεζευγμένοις, τριχώροις ἢ τετρα- χώροις, ἔλαττον φακοῦ. στύφει δὲ καὶ αὐτὴ χυλιζομένη σύμ- πασα, πλὴν ἥττων τῇ δυνάμει καθέστηκεν, εἰς τὰ ὀφθαλμικὰ ἀνεπιτήδειος οὖσα.

____________________

Identifications proposées :

  • Acacia sp. (Beck)
  • Acacia vera ; Spartium scorpius (Sprengel), Acacia farnesiana (Fraas) (Aufmesser)
  • (Berendes)
  • à fleurs blanches : Acacia albida ; de Cappadoce : Spartium spinosum (Sprengel), Genista acanthoclada (Liddell-Scott), Astragalus verus, Astragalus gummifer (Fournier) (García Valdés)

amorgê

1.102.1 <ἀμόργη> ὑποστάθμη ἐστὶν ἐλαίας τῆς ἐκθλιβομένης. ἥτις ἑψηθεῖσα ἐν χαλκῷ Κυπρίῳ μέχρι μελιτώδους συστάσεως στύφει, ποιοῦσα πρὸς ἃ καὶ τὸ λύκιον, ἐκ περισσοῦ δὲ καὶ πρὸς ὀδονταλγίας, τραύματά τε περιχριομένη μετ' ὄξους ἢ οἴνου ἢ οἰνομέλιτος. μείγνυται δὲ καὶ ὀφθαλμικαῖς δυνάμεσι καὶ ἐμπλα- στικαῖς, παλαιουμένη τε βελτίων γίνεται, ἔγκλυσμά τε αἰδοίῳ καὶ ἕδρᾳ καὶ μήτρᾳ εἱλκωμέναις ἐστὶ χρήσιμον. ἐκβάλλει δὲ καὶ τοὺς ἐφθαρμένους ὀδόντας σὺν ὀμφακίῳ ἑψηθεῖσα ἄχρι μελιτώδους συστάσεως καὶ περιπλασθεῖσα, ψώρας τε κτηνῶν σὺν θέρμων ἀποβρέγματι καὶ χαμαιλέοντος καταχριομένη θερα- πεύει. ἡ δὲ ἀνέψητος καὶ πρόσφατος ποδαγρικοὺς καὶ ἀρθρι- τικοὺς ὠφελεῖ θερμὴ καταντληθεῖσα, ἐγχριομένη δὲ εἰς κώδιον καὶ ἐπιτιθεμένη ἐπὶ τῶν ὑδρωπικῶν στέλλει τὸν ὄγκον.

____________________

Identifications proposées :

  • (Beck)
  • Ölhefe (Aufmesser)
  • (Berendes)
  • hez del aceite, oleaza (García Valdés)
  • = amurca = margine, résidu du pressage des olives. Michel Chauvet

agnos

1.103.1 <ἄγνος> ἢ <λύγος> θάμνος ἐστὶ δενδρώδης, παρὰ ποτα- μοῖς τραχέσι τε τόποις καὶ χαράδραις φυόμενος, ῥάβδους ἔχων δυσθραύστους, φύλλα δὲ ὡσπερεὶ ἐλαίας, ἁπαλώτερα δέ. τὸ δ' ἄνθος ἡ μέν τις λευκὸν σὺν τῷ ὑποπορφυρίζοντι ἡ δὲ πορφυ- ροῦν φέρει, σπέρμα δὲ ὡς πέπερι. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν. ὁ δὲ καρπὸς αὐ- τῆς πινόμενος βοηθεῖ θηριοδήκτοις, σπληνικοῖς, ὑδρωπικοῖς.

1.103.2 κατασπᾷ δὲ καὶ γάλα, καὶ ἔμμηνα ἄγει πινόμενος ὅσον δραχμῆς μιᾶς πλῆθος σὺν οἴνῳ, ἐκλύει δὲ καὶ γονήν, ἅπτεται δὲ καὶ κεφαλῆς κάρον ἐπιφέρων. τὸ δὲ ἀφέψημα αὐτῆς τῆς πόας καὶ τοῦ καρποῦ εἰς ἐγκαθίσματα ταῖς περὶ ὑστέραν διαθέσεσι καὶ φλεγμοναῖς ἀρήγει. ποθὲν δὲ μετὰ γλήχωνος καὶ ὑποθυμιαθὲν τὸ σπέρμα καὶ προστεθὲν κάθαρσιν κινεῖ, λύει δὲ καὶ κεφαλ- αλγίας καταπλασσόμενον, καὶ ἐπὶ ληθαργικῶν τε καὶ φρενι-

1.103.3 τικῶν ἐμβρέχεται σὺν ὄξει καὶ ἐλαίῳ. καὶ τὰ φύλλα <δὲ> ὑπο- θυμιώμενά τε καὶ ὑποστρωννύμενα θηρία διώκει, καὶ κατα- πλαττόμενα ἐπὶ τῶν θηριοδήκτων βοηθεῖ, σκληρίας τε διδύμων μετὰ βουτύρου καὶ φύλλων ἀμπέλου μαλάττει, ῥαγάδας τε τὰς ἐν δακτυλίῳ σὺν ὕδατι ἐπιπλασθὲν τὸ σπέρμα πραύνει, σὺν δὲ τοῖς φύλλοις στρέμματά τε καὶ τραύματα ἰᾶται. δοκεῖ δὲ καὶ κωλυτήριον εἶναι ἐν ὁδοιπορίαις παρατριμμάτων, εἴ τις ῥάβδον αὐτῆς παρὰ χεῖρα κρατοίη. ὠνόμασται δὲ ἄγνος διὰ τὸ τὰς ἐν τοῖς Θεσμοφορίοις ἁγνευούσας γυναῖκας εἰς ὑπόστρωμα χρῆσθαι αὐτῇ· λύγος δὲ διὰ τὸ περὶ τὰς ῥάβδους αὐτῆς εὔτονον.

____________________

RV: ἄγνος· οἱ δὲ ἄγονον, οἱ δὲ λύγον, οἱ δὲ ἀμικτο- μίαινον, οἱ δὲ τριδάκτυλον, προφῆται σεμνόν, οἱ δὲ αἷμα ἴβεως, Αἰγύπτιοι σούμ, Ῥωμαῖοι σάλιξ μαρίνα, οἱ δὲ πίπερ ἀγρέστε, οἱ δὲ λουκρίφικουμ. ὠνόμασται μέντοι ἄγνος διὰ τὸ ὑποστρών- νυσθαι αὐτὴν τὰς ἐν τοῖς Θεσμοφορίοις ἁγνευούσας ἢ διὰ τὸ πι- νόμενον, ὡς λέγουσιν, τὸ σπέρμα ἐπὶ συνουσίαν ὁρμὰς ὑπεκλύειν· καλεῖται δὲ οὕτως διὰ τὸ εὐλόγιστον. θάμνος δέ ἐστιν δεν- δρώδης, φυόμενος παρὰ ποταμοῖς καὶ πεδίοις ἐφύδροις, ῥάβ- δους ἔχων μακράς, δυσθραύστους, φύλλα μείζονα τῶν ἐλαίας

1.103.10 καὶ ἁπαλώτερα. τὸ δὲ ἄνθος <ἡ> μὲν πορφυροῦν, ἡ δὲ λευκὸν ἐν τῷ πορφυρίζοντι, σπέρμα δὲ ὡς πέπερι καὶ τῇ δυνάμει θερ- μαντικόν· διὸ καὶ θηριοδήκτοις μεμαρτύρηται βοηθεῖν καὶ ὑδρω- πικοῖς καὶ χρονίως ἐπεχομένοις τὰ ἔμμηνα· κατασπᾷ δὲ καὶ γάλα δραχμὴ ποθεῖσα σὺν οἴνῳ. τὸ δὲ ἀφέψημα πρὸς τὰ περὶ ὑστέραν <εἰς> ἐγκαθίσματα, πρὸς δὲ τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ σκληρίας διδύμων δι' ὕδατος ἐπιπλάσσεται. <καὶ> τὰ φύλλα δὲ ὑποθυμιώμενα θηρία διώκει, καὶ [τοῖς] πρὸς κεφαλαλγίαν αὐ- τὴν ποιεῖν λέγουσιν· οὐ προσεκτέον· καρώδης γάρ ἐστιν. δοκεῖ δὲ κωλυτήριον ἐν ὁδοιπορίᾳ παρατριμμάτων εἶναι ἐν χειρὶ

1.103.20 ῥαβδίον κατεχόμενον.

____________________

Identifications proposées :

  • Vitex agnus-castus (Beck)
  • Vitex agnus-castus (Aufmesser)
  • (Berendes)
  • Vitex agnus-castus (García Valdés)

itea

1.104.1 <ἰτέα> δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ὁ φλοιὸς καὶ ὁ χυλὸς στυπτικὴν ἔχει δύναμιν. ἁρ- μόζει δὲ τὰ φύλλα λεῖα μετ' ὀλίγου πεπέρεως καὶ οἴνου πο- θέντα εἰλεώδεσι, καθ' ἑαυτὰ δὲ σὺν ὕδατι λημφθέντα ἀσυλ- λημψίαν κατεργάζεται. ὁ δὲ καρπὸς ποθεὶς αἱμοπτυικοὺς ὠφε- λεῖ. καὶ ὁ φλοιὸς δὲ τὰ αὐτὰ δρᾷ, καεὶς δὲ καὶ φυραθεὶς ὄξει ἥλους καὶ τύλους αἴρει καταπλασθείς. ὁ δὲ ἐκ τῶν φύλλων καὶ τοῦ φλοιοῦ χυλὸς ἐν κελύφει ῥόας θερμανθεὶς μετὰ ῥοδίνου ὠταλγίαις ἀρήγει· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν κατάντλημα πο- δάγρας ἄριστον, σμήχει δὲ καὶ πίτυρα. λαμβάνεται δὲ καὶ ὀπὸς ἐξ αὐτῆς ἐντεμνομένου τοῦ φλοιοῦ κατὰ τὴν ἄνθησιν· ἔσω γὰρ εὑρίσκεται συνεστώς. δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκο- τούντων ταῖς κόραις.

____________________

Identifications proposées :

  • Salix sp. (Beck)
  • Salix alba (Aufmesser)
  • (Berendes)
  • Salix sp. (García Valdés)

agrielaia

1.105.1 <ἀγριελαία>, ἣν ἔνιοι κότινον καλοῦσιν, οἱ δὲ Αἰθιο- πικὴν ἐλαίαν, ἔχει τὰ φύλλα στυπτικά. λεῖα δὲ καταπλασθέντα ἐφεκτικά ἐστιν ἐρυσιπελάτων, ἑρπήτων, ἐπινυκτίδων, ἀνθράκων, νομῶν, παρωνυχιῶν, περιχαρακτικά τε ἐσχαρῶν σὺν μέλιτι καταπλασσόμενα· ἀνακαθαίρει δὲ καὶ τὰ ῥυπαρὰ ἕλκη, δια- φορεῖ καὶ φύγεθλα καὶ φλεγμονὰς σὺν μέλιτι καταπλασθέντα, καὶ δέρμα κεφαλῆς ἀποσπασθὲν παρακολλᾷ· ἰᾶται δὲ καὶ τὰ ἐν στόματι ἕλκη καὶ ἄφθας διαμασηθέντα, καὶ ὁ χυλὸς δὲ αὐ-

1.105.2 τῶν καὶ τὸ ἀφέψημα τὸ αὐτὸ ποιεῖ. ἐπέχει δὲ καὶ αἱμορραγίαν καὶ ῥοῦν γυναικεῖον ὁ χυλὸς προστιθέμενος, καὶ τὰ <φύλλα τὰ> ἐν ὀφθαλμοῖς σταφυλώματα καὶ φλυκταίνας, ἔτι δὲ ἕλκη καὶ παλαιὰ ῥεύματα στέλλει· διὸ καὶ μιγέντα κολλυρίοις πρὸς τὰς τῶν βλεφάρων διαβρώσεις εὐθετεῖ. χυλίζοντας δὲ δεῖ κόπτειν τὰ φύλλα καὶ παραχέοντας οἶνον ἢ ὕδωρ ἐκθλίβειν καὶ ξηράναντας ἐν ἡλίῳ ἀναπλάσσειν· ἔστι δ' εὐτονώτερος ὁ διὰ τοῦ οἴνου ἐκ- θλιβόμενος καὶ εἰς ἀπόθεσιν μᾶλλον τοῦ δι' ὕδατος ἁρμόζει· ποιεῖ δὲ καὶ πρὸς ὦτα πυορροοῦντα καὶ εἱλκωμένα. τὰ δὲ φύλλα καὶ ἐπὶ κοιλιακῶν εὐθετεῖ καταπλασσόμενα σὺν ὠμῇ

1.105.3 λύσει. καίεται δὲ τὰ φύλλα μετὰ τῶν ἀνθῶν καὶ εἰς ἀντίσποδα ἐν χύτρᾳ ὠμῇ περιπεπλασμένῃ πηλῷ τὸ στόμα μέχρι ὀπτή- σεως τοῦ κεράμου, ἔπειτα κατασβέννυται οἴνῳ καὶ φυραθέντα πάλιν οἴνῳ ὁμοίως καίεται, εἶτα πλύνεται ὡς τὸ ψιμύθιον καὶ ἀναπλάσσεται. δοκεῖ δὲ ἡ τοιαύτη καῦσις μὴ λείπεσθαι τοῦ σποδίου εἰς τὰ ὀφθαλμικά, ὅθεν καὶ τὴν δύναμιν ὁμοίαν ἡγητέον. δύναται δὲ τὰ αὐτὰ καὶ τὰ <τῆς ἡμέρου ἐλαίας> φύλλα, λείπεται δὲ τῇ δυνάμει, ὅθεν εἰς τὰ ὀφθαλμικὰ μᾶλλον ἁρμόζει

1.105.4 διὰ τὸ ἐπιεικέστερον. τὸ δὲ ἐκ χλωροῦ τοῦ ξύλου καιομένου ἐκ- κρινόμενον ὑγρὸν πίτυρα καὶ ψώρας καὶ λειχῆνας καταχριόμενον ἰᾶται. καὶ ὁ καρπὸς δὲ αὐτῶν καταπλασθεὶς πίτυρα καὶ νομὰς θεραπεύει. τὸ δὲ ἐν τοῖς πυρῆσιν ἐντὸς μετὰ στέατος καὶ ἀλεύρου λεπροὺς ὄνυχας ἐκτινάσσει. αἱ δὲ <κολυμβάδες> ἐλαῖαι λεῖαι καταπλασθεῖσαι πυρί- καυτα οὐκ ἐῶσι φλυκταινοῦσθαι, καὶ ῥυπαρὰ δὲ ἕλκη καθαί- ρουσιν. ὁ δὲ ἐκ τῆς ἅλμης χυλὸς αὐτῶν διακλυζόμενος οὖλα

1.105.5 <οἰδοῦντα> στέλλει καὶ ὀδόντας σειομένους κρατύνει. ἔστι δὲ ἡ μὲν ὑπόκιρρος καὶ πρόσφατος ἐλαία δυσκοίλιος, εὐστόμαχος, ἡ δὲ μέλαινα καὶ πέπειρος εὐδιάφθορος καὶ κακοστόμαχος, ὀφ- θαλμοῖς τε ἀνεπιτήδειος καὶ κεφαλαλγής· φρυγεῖσα δὲ καὶ κατα- πλασθεῖσα νομὰς ἵστησι καὶ ἄνθρακας περιρρήττει. τὸ δ' ἐκ <τῆς ἀγρίας ἐλαίας ἔλαιον> οὔλοις διάκλυσμα μυδῶσι καὶ σταλτικὸν ὑποσάλων ὀδόντων ἐστί, πυρία τε δι' αὐτοῦ θερμαινομένου ἐπιτήδειος οὔλοις ῥευματιζομένοις· δεῖ δὲ ἔριον μηλωτίδι περιτιθέντα ἀποβάπτειν εἰς τὸ ἔλαιον καὶ προς- άπτεσθαι τῶν οὔλων, ἄχρι οὗ ἂν λευκὰ φανῇ.

1.105.6 τὸ δὲ <δάκρυον> τῆς Αἰθιοπικῆς ἐλαίας ἔοικέ πως σκαμ- μωνίᾳ, ἔγκιρρον, ἐκ μικρῶν σταγόνων συγκείμενον, δηκτικόν. τὸ δὲ ὅμοιον κόμμει, μελανίζον καὶ οὐ δηκτικόν, ἀχρεῖον. φέρει δὲ τὸ τοιοῦτον καὶ ἡ παρ' ἡμῖν ἐλαία καὶ ἀγριελαία. ποιεῖ δὲ ἀμβλυωποῦσι, καὶ οὐλὰς καὶ λευκώματα ἐγχριόμενον σμήχει, οὖρά τε καὶ ἔμμηνα κινεῖ· ποιεῖ καὶ πρὸς ὀδόντων πόνους ἐν- τιθέμενον εἰς τὸ βρῶμα. ἀναγράφεται δὲ καὶ ἐν τοῖς φθαρτι- κοῖς, ἄγει δὲ καὶ ἔμβρυα καὶ λειχῆνας θεραπεύει καὶ λέπραν. καλεῖται δὲ Αἰθιοπικὴ ἐλαία ἡ ἀγριελαία.

____________________

Identifications proposées :

  • Olea europaea var. silvestris (Beck)
  • wilde Olive (Aufmesser)
  • (Berendes)
  • Olea europaea var. silvestris (García Valdés)
  • oléastre

drus

1.106.1 <δρῦς> πᾶσα στυπτικὴν ἔχει δύναμιν, μάλιστα δὲ αὐτῆς στύφει τὸ μεταξὺ τοῦ φλοιοῦ καὶ τοῦ πρέμνου ὑμενοειδές, ὁμοίως καὶ τὸ περὶ τῇ βαλάνῳ ὑπὸ τὸ κέλυφος. δίδοται δὲ τὸ ἀφέψημα αὐτῶν κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ αἱμοπτυι- κοῖς, καὶ ἐν πεσσοῖς <δὲ> λεῖον προστίθεται ῥοικαῖς γυναιξί. καὶ <αἱ βάλανοι> δὲ τὰ αὐτὰ ποιοῦσιν· εἰσὶ δὲ καὶ οὐρη- τικαὶ καὶ κεφαλαλγεῖς βιβρωσκόμεναι καὶ πνευματοῦσαι. ἁρμό- ζουσι δὲ πρὸς τὰ ἰοβόλα ἐσθιόμεναι, καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καὶ τοῦ φλοιοῦ βοηθεῖ τοξικῷ μετὰ γάλακτος βοείου πινόμενον.

1.106.2 ὠμαὶ δὲ καταπλασθεῖσαι λεῖαι φλεγμονὰς παρηγοροῦσι, σὺν στέατι δὲ χοιρείῳ ταριχηρῷ πρὸς κακοήθεις σκληρίας καὶ πρὸς πονηρευόμενα ἕλκη ἁρμόζουσιν. ἰσχυρότεραι δὲ τῶν δρυίνων αἱ πρίνιναι τῇ δυνάμει εἰσί. καὶ ἡ <φηγὸς> δὲ καὶ ἡ <πρῖνος> εἴδη ὄντα δρυὸς ἐοικότα ἐνεργεῖ. τῆς δὲ ῥίζης τῆς πρίνου ὁ φλοιὸς σὺν ὕδατι ἑψηθείς, ἄχρις οὗ τακηρὸς γένηται, καὶ ἐπιπλασθεὶς νύκτα ὅλην τρίχας

1.106.3 μελαίνει προαποσμηχθείσας Κιμωλίᾳ γῇ. ἁρμόζει δὲ τὰ φύλλα πάντων λεῖα κοπέντα οἰδήμασι, καὶ τὰ ἄτονα δὲ μέρη κρατύνει. αἱ δὲ <Σαρδιαναὶ βάλανοι>, ἅς τινες λόπιμα ἢ καστα- νίας ἢ μότα ἢ Διὸς βαλάνους καλοῦσι, στύφουσι καὶ αὐταί, τῶν ὁμοίων τέ εἰσι δραστικαί, καὶ μάλιστα ὁ μεταξὺ τῆς σαρ- κὸς καὶ τοῦ λέπους φλοιός. ἡ δὲ σὰρξ καὶ τοῖς ἐφήμερον πεπωκόσιν ἁρμόζει.

____________________

Identifications proposées :

  • Quercus sp. (Beck)
  • Quercus robur (Aufmesser)
  • (Berendes)
  • Quercus spp. (García Valdés)

kêkis

1.107.1 <κηκὶς> καρπός ἐστι δρυός, ἧς ἡ μέν τις ὀμφακῖτις κα- λουμένη μικρὰ καὶ κονδυλώδης, στιβαρά, ἀτρύπητος, ἡ δέ τις λεία καὶ κούφη καὶ τετρημένη. ἐκλέγεσθαι δὲ δεῖ τὴν ὀμφα- κῖτιν, ἐνεργεστέραν οὖσαν. ἀμφότεραι δὲ στύφουσιν ἱκανῶς καὶ στέλλουσι λεῖαι τὰς ὑπερσαρκώσεις ῥευματισμούς τε οὔλων καὶ κιονίδος καὶ τὰς ἐν στόματι ἄφθας. τὸ δὲ μέσον αὐτῶν βρώματι ὀδόντων ἐν- τεθὲν παύει τὰς ὀδύνας, γίνονταί τε καὶ ἴσχαιμοι καεῖσαι ἐπ' ἀνθράκων ἄχρι πυρώσεως καὶ κατασβεσθεῖσαι οἴνῳ ἢ ὄξει ἢ

1.107.2 ὀξάλμῃ. τὸ δὲ ἀπόζεμα αὐτῶν ποιεῖ εἰς ἐγκαθίσματα <πρὸς> προπτώσεις ὑστέρας καὶ ῥευματισμούς. μελαίνουσι δὲ καὶ τρί- χας ἀποβραχεῖσαι ἐν ὄξει ἢ ὕδατι· ἁρμόζουσι δὲ καὶ δυσεντερι- κοῖς καὶ κοιλιακοῖς ἐπιπαττόμεναι ὕδατι λεῖαι ἢ οἴνῳ καὶ πινό- μεναι τοῖς τε προσοψήμασι μειγνύμεναι ἢ προαφεψόμεναι ὅλαι ἐν τῷ ὕδατι, εἰς ὃ μέλλει τι ἕψεσθαι τῶν ἁρμοζόντων πρὸς αὐτούς. καὶ καθόλου ὅπου τι δεῖ στῦψαι ἢ στῆσαι ἢ ἀναξη- ρᾶναι, παραλαμβάνεσθαι ἁρμόζει τὴν χρῆσιν αὐτῶν.

____________________

Identifications proposées :

  • oak-gall (Beck)
  • Gallapfel (Aufmesser)
  • (Berendes)
  • latin galla ; agalla (García Valdés)
  • galle du chêne

rhous

1.108.1 <ῥοῦς> ὁ ἐπὶ τὰ ὄψα, ὃν ἔνιοι ἐρυθρὸν καλοῦσι, καρ- πός ἐστι τῆς καλουμένης βυρσοδεψικῆς ῥοός, ἥτις ὠνομάσθη ἐκ τοῦ τοὺς βυρσοδέψας αὐτῇ χρῆσθαι εἰς τὴν στύψιν τῶν δερ- μάτων. ἔστι δὲ δενδρύφιον, φυόμενον ἐπὶ πέτραις, ὡς δίπηχυ, ἐφ' οὗ φύλλα ἐπιμήκη, ὑπέρυθρα, τὴν περιφέρειαν ἐντετμη- μένα πριονοειδῶς· καρπὸς δὲ βοτρυδίοις ἐοικώς, πυκνός, κατὰ μέγεθος τερμίνθου, ὑπόπλατυς, οὗ τὸ περικείμενον φλοιῶδές ἐστιν εὔχρηστον.

1.108.2 δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν, ποιοῦσαν πρὸς ἃ καὶ ἡ ἀκακία. μελαίνει δὲ τρίχας τὸ ἀφέψημα, δυσεντερίας τέ ἐστιν ἔγκλυσμα καὶ πόμα καὶ ἐγκάθισμα, καὶ ὤτων πυορροούντων ἔγκλυσμα, πτερύγιά τε καὶ φαγεδαίνας ἐπέχει καταπλασσόμενα τὰ φύλλα μετ' ὄξους ἢ μέλιτος. καὶ τὸ χύλισμα δὲ τῶν φύλ- λων, ξηρῶν ἑψομένων σὺν ὕδατι ὥσπερ τὸ λύκιον ἄχρι μελιτώ-

1.108.3 δους συστάσεως, ἁρμόζει πρὸς ὅσα καὶ τὸ λύκιον. καὶ ὁ καρ- πὸς δὲ τὰ αὐτὰ ποιεῖ, ἁρμόζων ἐν προσοψήμασι κοιλιακοῖς καὶ δυσεντερικοῖς, ἀφλέγμαντά τε τηρεῖ σὺν μέλιτι καταπλασθεὶς θλάσματα, ἀποσύρματα, πελιώματα, γλώττης τε τραχύτητας σμήχει σὺν μέλιτι καὶ λευκὸν ῥοῦν ἵστησιν, αἱμορροίδας τε θερα- πεύει μετὰ δρυίνου ἄνθρακος λείου ἐπιτιθέμενος. καὶ τούτου δὲ τὸ ἀπόβρεγμα ἑψόμενον συνίσταται, ποιοῦν βέλτιόν πως τοῦ καρποῦ. φέρει δὲ καὶ κόμμι, ὅπερ ἐντίθεται τοῖς βρώμασι τῶν ὀδόντων πρὸς ἀπονίαν.

____________________

  • Rhus coriaria (Beck)
  • Rhus coriaria (Aufmesser)
  • Rhus coriaria (Berendes, 147)
  • Rhus coriaria (García Valdés)
  • Rhus coriaria (Osbaldeston, 147)

phoinix

1.109.1 <φοῖνιξ> ἐν Αἰγύπτῳ γίνεται· τρυγᾶται δὲ μεσοπορού- σης τῆς κατὰ τὴν ὀπώραν ἀκμῆς, παρεμφέρων τῇ Ἀραβικῇ μυροβαλάνῳ, πτῶμα δὲ λέγεται, τῷ χρώματι χλωρός, ἐμφερὴς κυδωνίῳ κατὰ τὴν ὀσμήν· εἰ δὲ ἀφεθείη πεπαινόμενος, γίνεται φοινικοβάλανος. ἔστι δὲ στρυφνός, στυπτικός, <ὅθεν> πινόμενος σὺν οἴνῳ αὐστηρῷ <ποιεῖ> πρὸς διάρροιαν καὶ ῥοῦν γυναικεῖον· ἵστησι δὲ καὶ αἱμορροίδας καὶ τραύματα κολλᾷ καταπλασθείς. αἱ δὲ φοινικοβάλανοι <χλωραὶ> στυπτικώτεραι τυγχάνουσι τῶν ξηρῶν,

1.109.2 κεφαλαλγεῖς δέ εἰσι καὶ πλείονες βρωθεῖσαι μεθύσκουσιν. αἱ δὲ ξηραὶ βοηθοῦσιν αἱμοπτυικοῖς, στομαχικοῖς, δυσεντερικοῖς καὶ τοῖς περὶ κύστιν καταπλασσόμεναι λεῖαι μετὰ κυδωνίου καὶ κηρωτῆς οἰνανθίνης, μάλιστα δὲ αἱ καρυώτιδες ἐσθιόμεναι ἀρ- τηριῶν τραχύτητας ἰῶνται. τῶν δὲ <Θηβαικῶν> τὸ ἀφέψημα ποθὲν παύει καύσωνα, καὶ τὰς δυνάμεις ἀνακτᾶται μετὰ ὑδρομέλιτος παλαιοῦ λαμ- βανόμενον· καὶ αὐταὶ δὲ βρωθεῖσαι τὸ αὐτὸ ποιοῦσι. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτῶν τὸ αὐτὸ δυνάμενος τῷ καρπῷ· καὶ καθ' ἑαυτὸ ποθὲν τὸ ἀφέψημα αὐτῶν καὶ ἀναγαργαριζόμενον ἱκανῶς

1.109.3 στύφει καὶ στέλλει. οἱ δὲ πυρῆνες τῶν φοινίκων καίονται ἐν ὠμῇ χύτρᾳ καθάπερ καὶ τὰ ἄλλα πάντα, εἶτα σβεσθέντες οἴνῳ πλύνονται καὶ εἰς ἀντίσποδα. εὐθετοῦσι δὲ εἰς καλλιβλέφαρα, κἂν μὴ αὐτάρκως καῶσι, πάλιν τὸ αὐτὸ γίνεται. δύναμιν δὲ ἔχουσι στυπτικήν, παρεμπλαστικήν, ποιοῦσαν πρὸς τὰς ἐν ὀφθαλμοῖς φλυκτίδας, σταφυλώματα, μίλφους σὺν νάρδῳ· σὺν οἴνῳ δὲ στέλλουσι καὶ ὑπερσαρκώματα καὶ ἀπου- λοῦσιν ἕλκη. εὐθετοῦσι δὲ μάλιστα οἱ ἀπ' Αἰγύπτου οἱ ἐκ τῶν χαμαιζήλων φοινίκων.

1.109.4 <φοῖνιξ>, ὃν ἔνιοι <ἐλάτην> ἢ <σπάθην> καλοῦσι, περι- κάλυμμά ἐστι τοῦ καρποῦ τῶν φοινίκων ἀκμὴν ἀνθούντων· χρῶνται δὲ αὐτῷ οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ αὐτῆς κρατίστη ἡ εὐώδης, στύφουσα, βαρεῖα, μεμυκυῖα, λι- παρὸν ἔχουσα τὸ ἐντός. δύναμιν δὲ ἔχει στυπτικήν, ἐφιστῶσαν τὰ νεμόμενα τῶν ἑλκῶν, χαλάσματά τε ἄρθρων συνάγει λεία μαλάγμασι μιγεῖσα καὶ καταπλάσμασιν. ὠφελεῖ δὲ καὶ ὑποχόνδρια καὶ στόμαχον ἀτονοῦντα καὶ ἡπατικὰς διαθέσεις μειγνυμένη τοῖς ἁρμόζουσι

1.109.5 τῶν καταπλασμάτων. μελαίνει δὲ καὶ τρίχας τὸ ἀφέψημα αὐτῆς σμηχόμενον συνεχῶς, ποτιζόμενον δὲ [νευρικοῖς] νεφριτικοῖς καὶ τοῖς περὶ κύστιν καὶ σπλάγχνα ἁρμόζει, κοιλίαν τε καὶ ὑστέραν ῥευματιζομένην ἵστησιν. ἁπαλὴ δὲ σὺν ῥητίνῃ καὶ κηρῷ ἐπι- τεθεῖσα καὶ ἐαθεῖσα ἡμέρας εἴκοσι ψώρας θεραπεύει. καὶ ὁ περιεχόμενος δὲ ὑπ' αὐτῆς καρπὸς <ἐλάτη> καλεῖται, ὑπ' ἐνίων δὲ βόρασσος, καὶ αὐτὸς [δὲ] στυπτικὸς ὑπάρχων τὸ αὐτὸ δύνα- ται τῇ σπάθῃ χωρὶς τῆς ἐν τοῖς μύροις εὐχρηστίας. καὶ τὸ ἐγκάρδιον δὲ τοῦ πρέμνου λευκὸν πρόσφατον βιβρωσκόμενον καὶ ἀφεψόμενον ποιεῖ πρὸς ὅσα καὶ ὁ βόρασσος. ____________________

Identifications proposées :

  • Phoenix dactylifera (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

rhoa

1.110.1 <ῥόα> πᾶσα εὔχυλος, εὐστόμαχος, ἄτροφος. τούτων μέν- τοι ἡ γλυκεῖα εὐστομωτέρα, θερμασίαν ποσὴν ἐγγεννῶσα περὶ στόμαχον καὶ πνευματοῦσα, ὅθεν ἐστὶν ἐπὶ τῶν πυρεσσόντων ἄθετος· ἡ δὲ ὀξεῖα καυσουμένῳ στομάχῳ βοηθεῖ, καὶ ἔστιν οὐρητική, ἄστομος δὲ καὶ στυπτική· ἡ δὲ οἰνώδης μέσην ἔχει

1.110.2 δύναμιν. τῆς δὲ ὀξείας ὁ πυρὴν ξηρανθεὶς ἐν ἡλίῳ καὶ ἐπι- παττόμενος προσοψήμασι καὶ συνεψόμενος κοιλίαν καὶ στομά- χου ῥεῦμα ἵστησιν, ἀποβραχεὶς δὲ ἐν ὀμβρίῳ ὕδατι αἱμοπτυι- κοὺς ὠφελεῖ πινόμενος, καὶ εἰς ἐγκάθισμα δυσεντερικῶν καὶ ῥοικῶν ἁρμόζει. εὔχρηστον δὲ τὸ ἀπόθλιμμα τῶν πυρήνων ἑψηθὲν καὶ μιγὲν μέλιτι πρός τε τὰ ἐν στόματι καὶ αἰδοίῳ καὶ ἕδρᾳ ἕλκη καὶ πτερύγια τὰ ἐν δακτύλοις, νομάς τε καὶ ὑπεροχὰς καὶ ὠταλγίας καὶ τὰ ἐν μυκτῆρσι, καὶ μάλιστα τῆς ὀξείας. τὰ δὲ <ἄνθη αὐτῆς>, ἃ καὶ κύτινοι καλοῦνται, καὶ αὐτὰ στυπτικὰ καὶ ξηραντικὰ καὶ κατασταλτικὰ καὶ ἐναίμων κολλη- τικά, ἁρμόζοντα πρὸς ἃ καὶ ἡ ῥόα. τὸ δὲ ἀφέψημα αὐτῶν οὔλων πλαδώντων καὶ ὀδόντων σειομένων διάκλυσμα, ἀνακόλ-

1.110.3 λημά τε ἐντεροκηλικοῖς ἐν καταπλάσματι. ἱστοροῦσι δέ τινες ἀνοφθαλμιάτους παρ' ὅλον τὸ ἔτος γίνεσθαι τοὺς καταπιόντας ὑγιεῖς τρεῖς κυτίνους ὡς ὅτι ἐλαχίστους. χυλίζονται δὲ ὡς ἡ ὑποκιστίς. καὶ τὰ <λέπη> δὲ τῆς ῥόας, ἅ τινες σίδια καλοῦσι, στυπτικὴν ἔχοντα καὶ αὐτὰ τὴν δύναμιν, πρὸς ὅσα καὶ οἱ κύτινοι ἁρμόζει. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ἕλμεις τὰς πλατείας ποθὲν ἐκτι- νάσσει καὶ ἀποκτείνει.

____________________

Identifications proposées :

  • Punica granatum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

balaustion

1.111.1 <βαλαύστιόν> ἐστιν ἄνθος ἀγρίας ῥόας. εἴδη δέ ἐστιν αὐτοῦ πλείονα· εὑρίσκεται γὰρ καὶ λευκὸν καὶ πυρρὸν καὶ ῥοδό- χρουν· ἔοικε δὲ κυτίνῳ ῥόας. χυλίζεται δὲ ὡς καὶ ἡ ὑποκιστίς. δύναμιν δὲ ἔχει στυπτικήν, ποιοῦσαν πρὸς ἃ καὶ ἡ ὑπο- κιστὶς καὶ ὁ κύτινος.

____________________

Identifications proposées :

  • flower of the wild pomegranate (Beck)
  • Blüte des wilden Granatapfels (Aufmesser)
  • (Berendes)
  • flor de granado silvestre (García Valdés)
  • balauste est aujourd'hui le nom des formes à calice renflé. Michel Chauvet

mursinê

1.112.1 <μυρσίνη> ἡ ἥμερος πρὸς μὲν τὴν ἰατρικὴν χρῆσιν ἡ μέλαινα τῆς λευκῆς ἁρμοδιωτέρα, καὶ ταύτης μᾶλλον ἡ ὀρεινή, τὸν μέντοι καρπὸν ἀτονώτερον ἔχει. δύναμις δὲ αὐτῆς καὶ τοῦ καρποῦ στυπτική. δίδοται δὲ ὁ καρπὸς χλωρός τε καὶ ξηρὸς ἐσθιόμενος αἱμοπτυικοῖς καὶ τοῖς ἐπιδακνομένοις τὴν κύστιν· καὶ ὁ ἐκ τῶν χλωρῶν δὲ μύρ- των ἐκθλιβέντων χυλὸς τὰ αὐτὰ ποιεῖ, εὐστόμαχος ὢν καὶ οὐρη- τικός, ἁρμόζων φαλαγγιοδήκτοις καὶ σκορπιοπλήκτοις σὺν οἴνῳ. καὶ τὸ ἀφέψημα δὲ τοῦ καρποῦ βάπτει τρίχας, ἑψηθεὶς δὲ σὺν οἴνῳ καὶ καταπλασθεὶς τὰ ἐν ἀκρωτηρίοις ἕλκη θεραπεύει, μετὰ πάλης δὲ ἀλφίτου καταπλασθεὶς φλεγμονὰς τὰς ἐν ὀφ-

1.112.2 θαλμοῖς παρηγορεῖ, καὶ πρὸς αἰγιλώπια δὲ ἐπιπλάττεται. καὶ ὁ ἐξ αὐτῆς δὲ γινόμενος οἶνος ἐκθλιβέντος τοῦ καρποῦ καὶ ἐπὶ ποσὸν ἀφεψηθέντος – ὀξίζει γὰρ ὁ μὴ οὕτως σκευασθείς – ἀκραίπαλός τέ ἐστι προπινόμενος, ποιῶν πρὸς ὅσα καὶ ὁ καρ- πός, ἐγκάθισμά τε πρὸς μήτρας προπτώσεις καὶ δακτυλίου καὶ ῥοικαῖς ἁρμόζει. σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας καὶ ἐξαν- θήματα τρίχας τε ῥεούσας ἐπέχει· μείγνυται δὲ καὶ λιπαραῖς ὥσπερ καὶ τὸ ἐκ τῶν φύλλων αὐτῆς σκευαζόμενον ἔλαιον. καὶ τὸ τῶν φύλλων δὲ ἀφέψημα εἴς τε τὰ ἐγκαθίσματα ἁρμόζει καὶ πρὸς τὰ χαλατονοῦντα ἄρθρα καὶ ἀσυμπώρωτα <καὶ> κατε- αγότα ὠφελίμως καταντλεῖται· σμήχει δὲ καὶ ἀλφοὺς καὶ πρὸς ὦτα πυορροοῦντα ἐγχυματίζεται καὶ μελασμοὺς τριχῶν, καὶ ὁ

1.112.3 ἐξ αὐτῶν δὲ χυλὸς τὰ αὐτὰ ποιεῖ. αὐτὰ δὲ τὰ φύλλα λεῖα καταπλασσόμενα ἐν ὕδατι ἁρμόζει τοῖς καθύγροις τῶν ἑλκῶν καὶ ῥευματιζομένοις τόποις πᾶσι καὶ κοιλιακοῖς, ἐλαίου <δὲ> ὀμφακίνου ἢ ῥοδίνου ὀλίγου καὶ οἴνου μεμειγμένου καὶ ἕρπησι καὶ ἐρυσιπέλασι, διδύμων τε φλεγμοναῖς καὶ ἐπινυκτίσι καὶ κονδυλώμασι. ξηρὰ δὲ λεῖα παρωνυχίαις καὶ πτερυγίοις χρη- σίμως καταπάττεται καὶ καθύγροις μασχάλαις καὶ μηροῖς, καὶ ἐπὶ καρδιακῶν στέλλει τοὺς ἱδρῶτας· κεκαυμένα δὲ καὶ ὠμὰ μετὰ κηρωτῆς πυρίκαυτα καὶ πτερύγια καὶ παρωνυχίας ἰᾶται.

1.112.4 χυλίζεται δὲ τὰ φύλλα παραχεομένου οἴνου παλαιοῦ ἢ ὕδατος ὀμβρίου καὶ ἐκθλίβεται. ἡ δὲ χρῆσις αὐτοῦ προσφάτου ὄντος· ξηρανθεὶς γὰρ εὐρωτιᾷ καὶ ἀδυνατεῖ. τὸ δὲ <μυρτίδανον> λεγόμενον ἐπίφυσίς ἐστιν ἀνώμαλος καὶ ὀχθώδης καὶ ὁμόχρους, οἱονεὶ χεῖρες περὶ τὸ τῆς μυρσίνης πρέμνον. στύφει δὲ μᾶλλον τῆς μυρσίνης· ἀποτίθεται δὲ κο- πὲν καὶ μιγὲν οἴνῳ αὐστηρῷ, ἀναπλασθέν τε εἰς τροχίσκους ἐν σκιᾷ ξηραίνεται. δραστικώτερον δέ ἐστι τοῦ φύλλου καὶ καρ- ποῦ, μειγνύμενον κηρωτῇ καὶ πεσσοῖς ἐγκαθίσμασί τε καὶ κατα- πλάσμασι τοῖς στύψεως δεομένοις.

____________________

Identifications proposées :

  • Myrtus communis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

kerasia

1.113.1 <κεράσια> καὶ αὐτὰ μὲν χλωρὰ λαμβανόμενα εὐκοίλια τυγχάνει, ξηρὰ δὲ ἵστησι κοιλίαν. τὸ δὲ κόμμι τῶν κεράσων βῆχα χρονίαν ἰᾶται λαμβανόμενον μετὰ κράματος, εὔχροιάν τε καὶ ὀξυδερκίαν καὶ ὄρεξιν ποιεῖ· ὠφελεῖ δὲ καὶ λιθιῶντας μετ' οἴνου πινόμενον.

____________________

Identifications proposées :

  • Prunus avium (Beck)
  • Prunus avium, Prunus cerasus (Aufmesser)
  • (Berendes)
  • Prunus avium, Prunus cerasus (García Valdés)

keratia

1.114.1 <κεράτια> χλωρὰ μὲν λαμβανόμενα κακοστόμαχα τυγ- χάνει καὶ κοιλίας λυτικά, ξηρανθέντα δὲ ἵστησι κοιλίαν, εὐστο- μαχώτερα ὄντα, καὶ διουρεῖται, μάλιστα δὲ τὰ ἐκ τῶν στεμ- φύλων συντιθέμενα.

____________________

Identifications proposées :

  • Ceratonia siliqua (Beck)
  • Johannisbrot (Aufmesser)
  • (Berendes)
  • Ceratonia siliqua (García Valdés)

____________________

Les caroubes (keratia) consommées fraîches se trouvent être indigestes et laxatives, alors qu'après séchage elles resserrent le ventre, étant plus digestes, et sont diurétiques, surtout en préparations composées à partir des tourteaux. (in extenso. - trad. Suzanne Amigues)

mêlea

1.115.1 <μηλέας> πάσης τὰ φύλλα καὶ τὰ ἄνθη καὶ οἱ βλαστοὶ στύφουσι, μάλιστα δὲ τῆς κυδωνίας. καὶ ὁ καρπὸς ἔνωμος μὲν στυπτικὸς καθέστηκε, πεπανθεὶς δὲ οὐχ ὁμοίως. τὰ δὲ τοῦ ἔαρος ἀκμάζοντα μῆλα χολοποιά, ἄθετα τῷ νευρώδει παντί, ἐμπνευματοῦντα. τὰ δὲ <κυδώνια> εὐστόμαχα, οὐρητικά – ὀπτηθέντα δὲ προσηνέστερα γίνεται – , χρήσιμα κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ αἱμοπτυικοῖς καὶ χολεριῶσι, μάλιστα <δ'> ὠμά· καὶ τὸ ἀπό- βρεγμα δὲ αὐτῶν ἁρμόζει τοῖς στόμαχον ἢ κοιλίαν ῥευματιζο-

1.115.2 μένοις ἐν ποτῷ. ὁ δὲ χυλὸς ὠμῶν αὐτῶν λαμβανόμενος ὀρθο- πνοικοὺς ὠφελεῖ, τὸ δὲ ἀφέψημα πρόσκλυσμα δακτυλίου καὶ ὑστέρας προπτώσει. τὰ δὲ ἐκ τοῦ μέλιτος καὶ αὐτὰ μὲν οὐρη- τικά, τὸ δὲ μέλι τὴν αὐτὴν ἀναλαμβάνεται δύναμιν· στεγνωτικὸν γὰρ καὶ στυπτικὸν γίνεται· τὰ δὲ σὺν τῷ μέλιτι ἑψόμενα εὐ- στόμαχα μὲν καὶ εὔστομα, ἧττον δὲ στεγνωτικά. τὰ δὲ ὠμὰ καταπλάσμασι μείγνυται πρὸς στέγνωσιν κοιλίας, στομάχου ἀνατροπὴν καὶ πύρωσιν, μαστοὺς φλεγμαίνοντας, σπλῆνας ἐσκιρρωμένους, κονδυλώματα. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτῶν κοπτομένων καὶ ἐκθλιβομένων, πρὸς διαμονὴν μειγνυμένου τοῖς δέκα δύο ξέσταις τοῦ χυλοῦ μέλιτος ξέστου ἑνός, ἐπεὶ ὀξίζει.

1.115.3 ἁρμόζει δὲ πρὸς τὰ εἰρημένα πάντα. καὶ χρῖσμα δὲ ἐξ αὐ- τῶν σκευάζεται τὸ καλούμενον μήλινον, ᾧ χρώμεθα, ὁπόταν στυπτικοῦ ἐλαίου δεηθῶμεν. ἐκλέγεσθαι δὲ δεῖ τὰ ἀληθινά· μικρὰ δέ ἐστι καὶ περιφερῆ καὶ εὐώδη ταῦτα. τὰ δὲ λεγόμενα <στρουθία> καὶ μεγάλα ἧττόν ἐστιν εὔχρηστα. τὰ δὲ ἄνθη αὐτῶν ξηρά τε καὶ χλωρὰ καταπλάσμασιν εὔθετα πρὸς τὰ στύ- ψεως χρείαν ἔχοντα καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς καὶ πρὸς αἵματος ἀναγωγὰς καὶ κοιλίας ῥύσιν καὶ ἐμμήνων φορὰν ἁρμό- ζει μετὰ οἴνου πινόμενα. τὰ δὲ <μελίμηλα> κοιλίαν μαλάσσει καὶ θηρία ἐκτινάσσει, κακοστόμαχα καὶ καύσου ποιητικὰ ὄντα. καλεῖται δὲ ὑπό τινων γλυκύμηλα.

1.115.4 τὰ δὲ <Ἠπειρωτικὰ> λεγόμενα, Ῥωμαιστὶ δὲ ὀρβικλᾶτα, εὐστόμαχα, κοιλίας σταλτικά, οὔρων προκλητικά, ἀτονώτερα μέντοι τῶν κυδωνίων ἐστίν. τὰ δὲ <ἄγρια> ἔοικε τοῖς ἐαρινοῖς στύφοντα. δεῖ δὲ πρὸς τὰ στύψεως χρῄζοντα ἀωροτέροις ἅπασι χρῆσθαι. τὰ δὲ <Περσικὰ> μῆλα εὐστόμαχα, εὐκοίλια τὰ πέπειρα, τὰ δὲ ἔνωμα στεγνωτικὰ κοιλίας, ξηρανθέντα δὲ στεγνωτικώ- τερα γίνεται· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν ξηρῶν λαμβανόμενον στόμαχον καὶ κοιλίαν ῥευματιζομένην ἵστησιν.

1.115.5 τὰ δὲ μικρότερα, καλούμενα δὲ <Ἀρμενιακά>, Ῥωμαιστὶ δὲ βρεκόκκια, εὐστομώτερα τῶν προειρημένων ἐστίν. τὰ δὲ <Μηδικὰ> λεγόμενα ἢ Περσικὰκεδρόμηλα, Ῥωμαι- στὶ δὲ κίτρια, πᾶσι γνώριμα· φυτὸν γάρ ἐστι καρποφοροῦν δι' ὅλου τοῦ ἔτους ἐπαλλήλως, αὐτὸ δὲ τὸ μῆλον ἐπίμηκες, ἐρρυ- τιδωμένον, χρυσίζον τῇ χρόᾳ, εὐῶδες μετὰ βάρους, σπέρμα ἔχον ἀπίῳ ἐοικός. δύναμιν δὲ ἔχει ποθέντα ἐν οἴνῳ ἀντενεργεῖν θανασίμοις κοιλίαν τε ὑπάγειν, διάκλυσμά τέ ἐστι πρὸς εὐωδίαν στόματος τὸ ἀφέψημα καὶ ὁ χυλὸς αὐτῶν. βιβρώσκεται δὲ μάλιστα ὑπὸ γυναικῶν πρὸς τὴν κίσσαν· φυλάττειν δὲ καὶ ἱμάτια δοκεῖ ἄβρωτα ἐπιτιθέμενα κιβωτίοις.

____________________

Identifications proposées :

  • Pirus malus; kudônia, strouthia = Cydonia oblonga ; Persika = Prunus persica ; Armeniaka = Prunus armeniaca ; Mêdika, Persika, kedromêla = Citrus medica (Beck)
  • Pyrus malus (Aufmesser)
  • (Berendes)
  • Malus domestica... (García Valdés)

apion

1.116.1 <ἀπίου> δὲ πολλὰ εἴδη. πᾶσαι δὲ στύφουσιν, ὅθεν εἰς τὰ ἀποκρουστικὰ καταπλάσματα ἁρμόζουσιν. τὸ δὲ ἀφέψημα αὐτῶν ξηρανθεισῶν καὶ αὐταὶ <δὲ> λαμβανόμεναι ὠμαὶ κοιλίαν ἱστᾶσι· βλάπτουσι δὲ ἐσθιόμεναι τοὺς νήστεις. ἡ δὲ <ἀχρὰς> εἶδός ἐστιν ἀγρίας ἀπίου βραδέως πεπαινό- μενον. δύναμιν δὲ ἔχει στυπτικωτέραν τῆς ἀπίου, ὅθεν καὶ πρὸς τὰ αὐτὰ ἁρμόζει· στύφει δὲ καὶ τὰ φύλλα αὐτῆς. ἡ δὲ ἐκ τοῦ ξύλου αὐτῶν τέφρα βοηθεῖ ἐνεργῶς τοῖς ὑπὸ μυκήτων πνιγομένοις. φασὶ δέ τινες ὅτι, κἂν συνεψήσῃ τις ἀχράδας μύκησιν, ἀβλαβεῖς αὐτοὺς γίνεσθαι.

____________________

Identifications proposées :

  • Pirus communis (Beck)
  • Pirus communis (Aufmesser)
  • (Berendes)
  • Pirus communis (García Valdés)

lôtos

1.117.1 <λωτὸς> τὸ δένδρον φυτόν ἐστιν εὐμέγεθες, καρπὸν δὲ φέρει μείζονα πεπέρεως, γλυκύν, βρώσιμον, εὐστόμαχον, κοιλίας στεγνωτικόν. τῶν δὲ πρισμάτων τοῦ ξύλου τὸ ἀφέψημα πινό- μενον καὶ ἐγκλυζόμενον βοηθεῖ δυσεντερικοῖς καὶ γυναιξὶ ῥοικαῖς· ξανθίζει δὲ καὶ τρίχας καὶ ἐπέχει ῥεούσας.

____________________

Identifications proposées :

  • Celtis australis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • Celtis australis ou Ziziphus sativa, Ziziphus lotus (García Valdés)

____________________

L'arbre lôtos est une plante de grande taille, qui porte un fruit plus gros que le grain de poivre, doux, comestible, bon pour l'estomac et qui resserre le ventre. La décoction de la sciure de son bois, bue ou en clystère, soigne les dysentériques et les femmes en règles. Elle colore aussi les cheveux en blond et les empêche de tomber. (Trad. Michel Chauvet).

mespilon

1.118.1 <μέσπιλον> τὸ δένδρον, ὃ παρ' ἐνίοις ἀρωνία καλεῖται, ἀκανθῶδές ἐστιν, ὅμοιον τοῖς φύλλοις πυρακάνθῃ, καρπὸν <δὲ> φέρει μικρόν, <στρογγύλον>, μήλῳ ὅμοιον, [πλατὺν ἔχοντα τὸν πυθμένα,] ἡδύν, ἔχοντα τρία ὀστάρια ἔνδοθεν, παρ' ὃ καὶ τρί- κοκκόν τινες αὐτὸν ὠνόμασαν. στύφει δὲ καὶ βιβρωσκόμενός ἐστιν εὐστόμαχος, κοιλίας στεγνωτικός. ἔστι δὲ καὶ ἕτερον εἶδος ἐν Ἰταλίᾳ γεννώμενον, ὃ ἔνιοι <ἐπιμηλίδα>, οἱ δὲ σητάνιον ὀνομάζουσι· δένδρον μήλῳ ἐμφερὲς καὶ τοῖς φύλλοις, ὅτι μὴ μικρότερον· καρπὸν δὲ ἔχει καὶ τοῦτο στρογγύλον, βρώσιμον, πλατὺν ἔχοντα τὸν πυθμένα, ὑποστύ- φοντα, πεπαινόμενον βραδέως.

____________________

Identifications proposées :

  • Mespilus germanica (Beck)
  • Mespilus germanica (Aufmesser)
  • (Berendes)
  • Crataegus orientalis, Crataegus oxyacantha ; sêtanios = Mespilus germanica (García Valdés)

____________________

L'arbre appelé "néflier" (mespilon) et dans certains endroits azerolier (aronia) est épineux, semblable pour les feuilles au buisson ardent (= Pyracantha coccinea) ; il porte un fruit petit, rond, semblable à une pomme, aplati au sommet, doux, renfermant trois graines osseuses, ce qui l'a fait dire "à trois noyaux" (trikokkon). Ce fruit se mange ; il est astringent, bon pour l'estomac et il resserre le ventre. (trad. Suzanne Amigues)

= Crataegus azarolus L. et peut-être d'autres espèces de Crataegus. Théophraste déjà réunissait sous le nom de mespilê le néflier proprement dit (Mespilus germanica L.) et diverses aubépines (Crataegus spp.). D'ailleurs les genres Mespilus et Crataegus sont contigus dans les classifications modernes. (note Suzanne Amigues)

krania

1.119.1 <κρανία> δένδρον ἐστὶν ἁδρόν, καρπὸν φέρον ὡς ἐλαίας, ἐπιμήκη, χλωρὸν τὸ πρῶτον, πεπαινόμενον δὲ ξανθὸν ἢ κηρο- ειδῆ, ἐδώδιμον, στύφοντα, ἁρμόζοντα πρὸς κοιλίας ῥύσιν καὶ δυσεντερίαν, συντιθέμενον καὶ εἰς ἕψημα καὶ εἰς βρῶσιν· καὶ ἁλμεύεται <δὲ> ὡς ἐλαία. ὁ δ' ἐ<κ> τῶν χλωρῶν ξύλων ἰχὼρ καιομένων πρὸς λειχῆνας καταχριόμενος <ποιεῖ>.

____________________

Identifications proposées :

  • Cornus mas (Beck)
  • Cornus mas, Cornus sanguinea (Aufmesser)
  • (Berendes)
  • Cornus mas, Cornus sanguinea (García Valdés)

oua

1.120.1 <οὖα> τὰ μηλίζοντα καὶ μήπω πέπειρα τμηθέντα καὶ ξηρανθέντα ἐν ἡλίῳ σταλτικὰ γίνεται κοιλίας ἐσθιόμενα· καὶ τὸ ἐξ αὐτῶν δὲ ἄλευρον ἀλεσθέντων ἀντὶ ἀλφίτου λαμβανόμενον καὶ τὸ ἀφέψημα δὲ αὐτῶν πινόμενον τὸ αὐτὸ ποιεῖ.

____________________

Identifications proposées :

  • Sorbus domestica (Beck)
  • Sorbus aucuparia, Sorbus domestica, Prunus padus, Sorbus torminalis (Aufmesser)
  • (Berendes)
  • Sorbus domestica (García Valdés)
  • oua = nominatif pluriel ; oon = nominatif singulier


Les sorbes qui jaunissent et ne sont pas encore mûres, coupées en morceaux et séchées au soleil, ont le pouvoir d'arrêter la diarrhée quand on les mange <telles quelles> ; la farine qu'elles donnent une fois moulues, consommée à la place de farine, et aussi leur décoction prise en boisson, font le même effet. (in extenso.- trad. Suzanne Amigues)

= fruits de Sorbus domestica L. qui est, du moins en Grèce, un arbre de montagne (signalé par P. Quézel à 1250 m sur le Taygète). Théophraste disait déjà (H. P. II, 2, 10) : "Certains disent que le sorbier devient stérile, s'il s'établit dans un lieu vraiment chaud, car c'est un végétal froid par nature". (note Suzanne Amigues)

kokkumêlea

1.121.1 <κοκκυμηλέα> δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς ἐδώδιμος, κακοστόμαχος, κοιλίας μαλακτικός· τῶν δὲ Συριακῶν καὶ μάλιστα τῶν ἐν Δαμασκῷ γεννωμένων ὁ καρπὸς ξηρανθεὶς εὐστόμαχος καὶ κοιλίας σταλτικός. τὸ δὲ ἀφέψημα τῶν φύλλων ἐν οἴνῳ σκευαζόμενον καὶ ἀναγαργαριζόμενον κιονίδα καὶ οὖλα καὶ παρίσθμια ῥευματιζόμενα στέλλει. τὰ δὲ αὐτὰ παρέχει καὶ ὁ τῶν ἀγρίων κοκκυμηλέων καρπὸς πέπειρος ξηρανθείς, ἑψη- θεὶς δὲ μετὰ ἑψήματος εὐστομαχώτερος καὶ σταλτικώτερος κοι- λίας γίνεται. τὸ δὲ κόμμι τῆς <κοκκυμηλέας> ἐστὶ κολλητικόν, λίθων θρυπτικὸν πινόμενον σὺν οἴνῳ, σὺν ὄξει δὲ ἐπιχριόμενον λειχῆνας τοὺς ἐπὶ παιδίων θεραπεύει.

____________________

Identifications proposées :

  • Prunus domestica (Beck)
  • Prunus domestica (Aufmesser)
  • (Berendes)
  • Prunus domestica (García Valdés)

komaros

1.122.1 <κόμαρος> δένδρον ἐστὶ παρόμοιον κυδωνίᾳ, λεπτό- φλοιον, καρπὸν ἔχον ὡς κοκκυμήλου μέγεθος, ἀπύρηνον, μεμαί- κυλα καλούμενον, πεπανθέντα δὲ ὑπόκιρρον, ἐσθιόμενον ἀχυ- ρώδη, κακοστόμαχον καὶ κεφαλαλγῆ.

____________________

Identifications proposées :

  • Arbutus unedo (Beck)
  • Arbutus unedo (Aufmesser)
  • (Berendes)
  • Arbutus unedo (García Valdés)

amugdalê

1.123.1 <ἀμυγδάλης> πικρᾶς ἡ ῥίζα λεία ἑψηθεῖσα ἐφήλεις τὰς ἐν προσώποις ἀποκαθαίρει· καὶ αὐτὰ δὲ τὰ ἀμύγδαλα καταπλασθέντα τὰ αὐτὰ ποιεῖ. προστιθέμενα δὲ ἄγει κατα- μήνια, καὶ κεφαλαλγίαις ἀρήγει τοῦ μετώπου καταπλασσομένου μετ' ὄξους καὶ ῥοδίνου, καὶ πρὸς ἐπινυκτίδας σὺν οἴνῳ, πρὸς δὲ σηπεδόνας καὶ ἕρπητας καὶ κυνόδηκτα σὺν μέλιτι <ἁρμόζει>. ἐσθιόμενα δέ ἐστιν ἀνώδυνα, μαλακτικὰ κοιλίας, ὑπνωτικά, οὐρη- τικὰ καὶ πρὸς αἵματος ἀναγωγὴν μετὰ ἀμύλου <καὶ ἡδυόσμου> λαμβανόμενα, πρὸς δὲ νεφριτικοὺς καὶ περιπνευμονικοὺς σὺν ὕδατι πινόμενα ἢ ἐκλειχόμενα σὺν ῥητίνῃ τερεβινθίνῃ, δυσου- ροῦσι δὲ καὶ λιθιῶσι σὺν γλυκεῖ βοηθεῖ, καὶ ἡπατικοῖς καὶ βηξὶ καὶ κόλου ἐμπνευματώσεσι σὺν μέλιτι καὶ γάλακτι ἐκλειχόμενα

1.123.2 καρύου Ποντικοῦ μέγεθος. ἔστι δὲ καὶ ἀμέθυστα προλαμβανό- μενα ὅσον πέντε· κτείνει δὲ καὶ ἀλώπεκας βρωθέντα σύν τινι. τὸ δὲ κόμμι αὐτῆς στύφει καὶ θερμαίνει καὶ βοηθεῖ πρὸς αἵ- ματος ἀναγωγὴν πινόμενον, καὶ ἐπιχριόμενον δὲ σὺν ὄξει λει- χῆνας ἐπιπολαίους αἴρει· ἰᾶται καὶ βῆχα χρονίαν μετὰ κράμα- τος ποθέν, λιθιῶντας δὲ ὠφελεῖ σὺν γλυκεῖ πινόμενον. ἡ δὲ γλυκεῖα καὶ ἐδώδιμος ἀμυγδάλη κατὰ πολὺ ἥσσων ἐστὶν ὡς πρὸς ἐνέργειαν τῆς πικρᾶς· καὶ αὐτὴ δὲ λεπτυντική, οὐρητική. βρωθέντα δὲ σὺν τῷ λέπει τὰ ἀμύγδαλα χλωρὰ στομάχου πλά- δον ἀποκαθίστησιν.

____________________

Identifications proposées :

  • Prunus amygdalus (Beck)
  • Prunus dulcis (Aufmesser)
  • (Berendes)
  • Prunus amygdalus (García Valdés)

pistakia

1.124.1 <πιστάκια> τὰ γεννώμενα ἐν Συρίᾳ ὅμοια στροβίλοις, εὐστόμαχα. ἐσθιόμενα δὲ καὶ πινόμενα ἐν οἴνῳ λεῖα ἑρπετο- δήκτοις βοηθεῖ.

____________________

Identifications proposées :

  • Pistacia vera (Beck)
  • Pistacia vera (Aufmesser)
  • (Berendes)
  • Pistacia vera (García Valdés)

karuon basilikon

1.125.1 <κάρυα βασιλικά>, ἃ ἔνιοι Περσικὰ καλοῦσιν, ἐσθιό- μενα δύσπεπτα, κακοστόμαχα, χολοποιά, κεφαλαλγῆ, βήσσουσιν ἐναντία. χρήσιμα δὲ βιβρωσκόμενα πρὸς ἐμέτους νήστει, καὶ θανασίμων φαρμάκων ἀντιφάρμακον προβρωθέντα σὺν ἰσχάσι καὶ πηγάνῳ, πλείονα δὲ βρωθέντα πλατεῖαν ἕλμινθα ἐκτινάσσει· ἐπιπλάττεται δὲ καὶ μαστοῖς φλεγμαίνουσι καὶ στρέμμασι σὺν ὀλίγῳ μέλιτι καὶ πηγάνῳ. μετὰ δὲ κρομύου καὶ ἁλὸς καὶ μέλι- τος πρὸς κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ποιεῖ, πυρωθέντα δὲ σὺν τῷ κελύφει καὶ ἐπιτεθέντα τῷ ὀμφαλῷ στρόφους παύει.

1.125.2 τὸ δὲ λέπυρον καὲν καὶ τριφθὲν ἐν οἴνῳ καὶ ἐλαίῳ <καὶ> παι- δίοις ἐπιχρισθέν, καλλίτριχόν ἐστι καὶ ἀλωπεκίας δασύνει, καὶ ἔμμηνα ἐφίστησι τὸ ἐντὸς αὐτοῦ λεῖον καὲν καὶ σὺν οἴνῳ προς- τιθέμενον. τῶν δὲ παλαιῶν καρύων τὰ ἐντὸς καταπλασθέντα γαγγραίνας καὶ ἄνθρακας <περιχαράσσει>, καὶ αἰγιλώπια καὶ ἀλωπεκίας μασηθέντα καὶ ἐπιτεθέντα ἰᾶται. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτῶν κοπτομένων καὶ ἐκθλιβομένων. τὰ δὲ χλωρὰ ἧττον κακοστόμαχα, γλυκύτερα ὄντα, διὸ καὶ τοῖς σκόρδοις μεί- γνυται πρὸς τὸ τὴν δριμύτητα περιαιρεῖν· αἴρει δὲ καὶ πελιώ- ματα καταπλασθέντα.

1.125.3 τὰ δὲ <Ποντικά>, ἃ ἔνιοι λεπτοκάρυα καλοῦσι, <κεφαλῆς> κακωτικά, κακοστόμαχα. καὶ αὐτὰ δὲ λεῖα σὺν μελικράτῳ πινό- μενα βῆχα παλαιὰν ἰᾶται, φρυκτὰ δὲ ἐσθιόμενα σὺν πεπέρει ὀλίγῳ κατάρρουν πεπαίνει. ὅλα δὲ κατακαέντα λεῖα μετ' ὀξυγ- γίου ἢ στέατος ἀρκείου ἀλωπεκίας περιχρισθέντα δασύνει. φασὶ δὲ ἔνιοι ὅτι μετὰ ἐλαίου τὰ κελύφη κεκαυμένα καὶ λειοτριβη- θέντα <ἐπὶ> γλαυκοφθάλμων παιδίων τὰς κόρας καὶ τρίχας μελαίνει καταβρεχομένου τοῦ βρέγματος.

____________________

Identifications proposées :

  • Juglans regia (Beck)
  • Juglans regia (Aufmesser)
  • (Berendes)
  • Juglans regia ; Pontika = Corylus avellana (García Valdés)

morea

1.126.1 <μορέα> ἢ συκάμινον δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρ- πὸς λυτικὸς κοιλίας, εὔφθαρτος, κακοστόμαχος· καὶ ὁ ἐξ αὐτοῦ δὲ χυλὸς τὰ αὐτὰ δρᾷ, ἑψηθεὶς δὲ ἐν χαλκώματι ἢ ἡλιασθεὶς στυπτικώτερος γίνεται. μιγέντος δὲ αὐτῷ ὀλίγου μέλιτος ποιεῖ πρὸς ῥεύματα καὶ νομὰς καὶ παρίσθμια φλεγμαίνοντα· ἐπι- τείνεται δὲ καὶ ἡ δύναμις αὐτοῦ παραμιγείσης στυπτηρίας σχιστῆς καὶ κηκίδος καὶ κυπέρου καὶ σμύρνης καὶ κρόκου, ἔτι δὲ καὶ μυρίκης καρποῦ καὶ ἴριδος καὶ λιβανωτοῦ. τὰ δὲ ἄωρα μόρα ξηρὰ κοπέντα ἀντὶ ῥοὸς τοῖς ὄψοις μείγνυται καὶ κοιλια-

1.126.2 κοὺς ὀνίνησιν. ὁ δὲ τῆς ῥίζης φλοιὸς συνεψηθεὶς ὕδατι καὶ ποθεὶς κοιλίαν λύει καὶ πλατεῖαν ἕλμινθα ἐκτινάσσει καὶ τοῖς ἀκόνιτον πεπωκόσι βοηθεῖ. τὰ δὲ φύλλα λεῖα σὺν ἐλαίῳ κατα- πλασθέντα πυρίκαυτα ἰᾶται, ἑψηθέντα δὲ ἐν ὀμβρίῳ ὕδατι σὺν ἀμπέλου καὶ συκῆς μελαίνης φύλλοις βάπτει τρίχας. ὁ δὲ χυλὸς τῶν φύλλων φαλαγγιοδήκτοις ἀρήγει ποθεὶς κυάθου πλῆθος, τοῦ φλοιοῦ δὲ καὶ τῶν φύλλων τὸ ἀφέψημα διάκλυσμα εὔθετόν ἐστιν ὀδονταλγίας. ὀπίζεται δὲ περὶ τὸν πυραμητὸν τῆς ῥίζης περιορυχθείσης καὶ ἐκκοπείσης· εὑρίσκεται γὰρ τῇ ὑστεραίᾳ ἐπίπαγός τις, ὃς πρός τε ὀδονταλγίας ποιεῖ καὶ φύματα διαφορεῖ καὶ κοιλίαν καθαίρει.

____________________

Identifications proposées :

  • Morus nigra (Beck)
  • Morus nigra (Aufmesser)
  • (Berendes)
  • Morus nigra (García Valdés)

____________________

Le morea ou sukaminon est un arbre bien connu. Son fruit est laxatif, il est périssable et mauvais pour l'estomac.

sukomoron

1.127.1 <συκόμορον>· ἔνιοι δὲ καὶ τοῦτο συκάμινον καλοῦσι. καλεῖται δὲ καὶ ὁ ἀπ' αὐτοῦ καρπὸς συκόμορον διὰ τὸ ἄστο- μον τῆς γεύσεως. δένδρον δέ ἐστι μέγα, ὅμοιον συκῇ, πολύ- οπον σφόδρα, τοῖς φύλλοις ἐοικὸς μορέᾳ. φέρει δὲ καρπὸν τρὶς ἢ τετράκις τοῦ ἔτους, οὐκ ἀπὸ τῶν ἀκρεμόνων ὡς ἐπὶ τῆς συ- κῆς, ἀπὸ δὲ τοῦ στελέχους, ὅμοιον ἐρινεῷ, γλυκύτερον ὀλύνθου, οὐκ ἔχοντα δὲ κεγχραμίδας μηδὲ πεπαινόμενον δίχα τοῦ ἐπι-

1.127.2 κνισθῆναι ὄνυχι ἢ σιδήρῳ. φύεται δὲ πλεῖστον ἐν Καρίᾳ καὶ ἐν Ῥόδῳ καὶ ἐν τοῖς οὐ πολυπύροις τόποις. βοηθεῖ δὲ ἐν ταῖς σιτοενδείαις διὰ τὸ διηνεκὲς τοῦ καρποῦ· ἔστι δὲ εὐκοίλιος ὁ καρπός, ἄτροφος, κακοστόμαχος. ὀπίζεται δὲ τὸ δένδρον πρὶν καρποφορεῖν ἔαρος τοῦ φλοιοῦ ἐξ ἐπιπολῆς λίθῳ θλωμένου· βαθύτερον γὰρ θλασθεὶς οὐδὲν ἀνίησι. συλλέγεται δὲ σπόγγῳ ἢ ἐρίῳ τὸ δάκρυον, καὶ ξηρανθὲν καὶ ἀναπλασθὲν ἐν ἀγγείῳ ὀστρακίνῳ ἀποτίθεται.

1.127.3 δύναμιν δὲ ἔχει ὁ ὀπὸς μαλακτικήν, κολλητικὴν τραυμάτων, διαφορητικὴν τῶν δυσπέπτων. πίνεται δὲ καὶ συγχρίεται πρὸς ἑρπετῶν δήγματα καὶ σπλῆνας ἐσκιρρωμένους καὶ στομάχου ἀλγήματα καὶ φρικία· ταχέως δὲ τερηδονίζεται ὁ ὀπός. γίνεται δὲ καὶ ἐν Κύπρῳ εἴδει διαφέρον· πτελέᾳ γὰρ οὐ συκαμίνῳ τὰ φύλλα ἔοικε, τὸν δὲ καρπὸν <φέρει> κατὰ τὸ μέ- γεθος κοκκυμήλων καὶ γλυκύτερον. τὰ δὲ ἄλλα πάντα ὅμοια τοῖς προειρημένοις.

____________________

Identifications proposées :

  • Ficus sycomorus (Beck)
  • Ficus sycomorus (Aufmesser)
  • (Berendes)
  • Ficus sycomorus (García Valdés)

____________________

Sukomoron. Certains l'appellent sukaminon. On appelle aussi son fruit sukomoron parce que son goût est désagréable. C'est un grand arbre, qui ressemble au figuier, à la sève très abondante, aux feuilles semblables à celles du mûrier. Il porte des fruits deux ou trois fois dans l'année, non pas sur ses branches comme chez le figuier, mais sur le tronc. Son fruit ressemble à la caprifigue (ἐρινεός - erineos); il est plus doux que la figue tardive (ὄλυνθος - olunthos), et il ne mûrit pas de graines si ce n'est scarifié à l'ongle ou au couteau.

sukon

1.128.1 <σῦκα> πέπειρα τὰ ἁπαλὰ κακοστόμαχα, κοιλίας λυτικά – ῥᾳδίως δὲ ὁ ἐξ αὐτῶν ῥευματισμὸς ἵσταται – , ἐξανθημάτων καὶ ἱδρώτων προκλητικά, ἄδιψα δὲ καὶ σβεστικὰ θερμασίας. τὰ δὲ ξηρὰ τρόφιμα, θερμαντικά, διψητικώτερα, εὐκοίλια, ἄθετα δὲ ῥευματισμοῖς στομάχου καὶ κοιλίας, βρόγχῳ δὲ καὶ ἀρτηρίᾳ καὶ κύστει καὶ νεφροῖς εὔθετα καὶ τοῖς ἐκ μακρονοσίας κακοχροοῦσι καὶ ἀσθματικοῖς καὶ ἐπιλημπτικοῖς καὶ ὑδρωπι- κοῖς· ἀνακαθαίρει δὲ καὶ τὰ ἐν θώρακι ἀποζεσθέντα σὺν ὑσσώ- πῳ καὶ ποθέντα, ἁρμόζει δὲ καὶ παλαιαῖς βηξὶ καὶ τοῖς περὶ πνεύμονα χρονίοις πάθεσι, κοιλίαν τε μαλάσσει κοπέν-

1.128.2 τα μετὰ νίτρου καὶ κνήκου καὶ ἐσθιόμενα. τὸ δὲ ἀφέψημα αὐτῶν ταῖς περὶ ἀρτηρίαν καὶ παρίσθμια φλεγμοναῖς ἁρμόζει εἰς ἀναγαργάρισμα, καὶ εἰς τὰς ὠμηλύσεις δὲ μείγνυται καὶ εἰς γυναικείας πυρίας μετὰ τήλεως ἢ πτισάνης, σὺν πηγάνῳ δὲ στρόφων ἐστὶν ἔγκλυσμα. καταπλαττόμενα δὲ ἑφθὰ λεῖα δια- φορεῖ σκληρίας, παρωτίδας, δοθιῆνας μαλάττει, φύγεθλα πε- παίνει, καὶ μᾶλλον σὺν ἴριδι ἢ νίτρῳ ἢ ἀσβέστῳ· καὶ ὠμὰ δὲ κοπέντα σὺν οἷς εἴρηται τὰ αὐτὰ δρᾷ. σὺν σιδίῳ δὲ ῥόας πτερύγια ἀνακαθαίρει, μετὰ χαλκάνθου δὲ τὰ ἐν κνήμαις δυς-

1.128.3 αλθῆ καὶ ῥευματικὰ καὶ κακοήθη θεραπεύει. ἑψηθέντα δὲ ἐν οἴνῳ καὶ μιγέντα ἀψινθίῳ καὶ κριθίνῳ ἀλεύρῳ ὑδρωπικοὺς ὠφελεῖ καταπλασθέντα· κεκαυμένα δὲ καὶ μιγέντα κηρωτῇ χι- μέτλας ἰᾶται, λεῖα δὲ ὠμὰ σὺν νάπυι ὑγρῷ ἀναλημφθέντα καὶ ἐντεθέντα ἐν ὠσὶν ἤχους καὶ κνησμοὺς θεραπεύει. ὁ δὲ <ὀπὸς> τῆς ἀγρίας καὶ τῆς ἡμέρου συκῆς πηκτικός ἐστι γάλακτος ὥσπερ ἡ πιτύα· λύει δὲ καὶ τὸ πεπηγὸς ὥσπερ καὶ τὸ ὄξος, ἑλκωτικός τε σωμάτων καὶ ἀναστομωτικός, κοιλίας τε λυτικὸς καὶ ὑστέρας ἀναχαλαστικὸς μετὰ ἀμύλου λείου πινό- μενος, καὶ ἐμμήνων ἀγωγὸς προστεθεὶς σὺν ᾠοῦ λεκίθῳ ἢ κηρῷ Τυρρηνικῷ, ποδαγρικοῖς τε καταπλάσμασι χρήσιμος μετὰ τη-

1.128.4 λίνου ἀλεύρου καὶ ὄξους. σμήχει δὲ καὶ λέπρας καὶ λειχῆνας, ἐφήλεις, ἀλφούς, ψώρας σὺν ἀλφίτῳ, καὶ σκορπιοπλήκτοις κατὰ τῆς πληγῆς ἐπισταζόμενος καὶ ἰοβόλοις καὶ κυνοδήκτοις βοηθεῖ, καὶ ὀδονταλγίας ὠφελεῖ ἐρίῳ ἀναλημφθεὶς καὶ εἰς τὸ βρῶμα ἐντιθέμενος, καὶ μυρμηκίαν αἴρει στέατι περιπλασθείσης τῆς ἐν κύκλῳ σαρκός. τὰ αὐτὰ δὲ καὶ ὁ <χυλὸς> ποιεῖ τῶν ἀπὸ τῆς ἀγρίας συκῆς ἁπαλῶν κλάδων, ἡνίκα ἂν ἔγκυοι ὦσι, μηδέπω δὲ τοῦ ὀφθαλμοῦ βεβλαστηκότος. κοπτόμενοι δὲ ἐκθλίβονται, καὶ ὁ χυλὸς ξηραινόμενος ἐν σκιᾷ ἀποτίθεται. λαμβάνεται δὲ καὶ

1.128.5 εἰς ἑλκωτικὰς δυνάμεις ὅ τε ὀπὸς καὶ ὁ χυλός. αἱ δὲ κράδαι <ἁπαλαὶ> βοείοις κρέασι συγκαθεψόμεναι εὐέψητα ταῦτα ποι- οῦσι, καὶ τὸ γάλα δὲ λυτικώτερον ἐν τῇ ἑψήσει κινούμενον αὐ- ταῖς ἀντὶ σπάθης παρασκευάζουσιν. οἱ δὲ <ὄλυνθοι>, ὑπὸ δέ τινων ἐρινεοὶ καλούμενοι, ἑφθοὶ καταπλασθέντες πᾶσαν συστροφὴν καὶ χοιράδας ἐκμαλάσσουσιν, ὠμοὶ δὲ μυρμηκίας καὶ θύμους σὺν νίτρῳ καὶ ἀλεύρῳ κατα- πλασθέντες αἴρουσι. καὶ τὰ φύλλα δὲ τὰ αὐτὰ δύναται· σὺν ὄξει δὲ καὶ ἁλσὶ καταπλασθέντα ἀχῶρας, πίτυρα, ἐπινυκτίδας ἰᾶται. παρατρίβεται δὲ αὐτοῖς καὶ τὰ συκώδη καὶ τραχέα τῶν βλεφάρων, καὶ λεῦκαι δὲ καταπλάσσονται τοῖς τῆς μελαίνης συκῆς φύλλοις ἢ τοῖς κλάδοις· ποιεῖ καὶ πρὸς τὰ κυνόδηκτα

1.128.6 σὺν μέλιτι καὶ πρὸς τὰ κηρία. ἀνάγουσι δὲ οἱ ὄλυνθοι καὶ ὀστᾶ σὺν μήκωνος ἀγρίας φύλλοις, δοθιῆνάς τε σὺν κηρῷ δια- λύουσι, σὺν ὀρόβῳ δὲ καὶ οἴνῳ καταπλασθέντες πρὸς μυογαλῆς δήγματα καὶ σκολοπένδρας ἁρμόζουσι. γίνεται δὲ καὶ <κονία> ἀγρίας συκῆς καὶ ἡμέρου, καέντων τῶν κλάδων, ἐκ τῆς τέφρας· πολύβροχον δὲ αὐτὴν δεῖ ποιεῖν καὶ παλαιοῦν. ἁρμόζει δὲ εἰς τὰ καυστικὰ καὶ γαγγραινούμενα· ἀνακαθαίρει δὲ καὶ ἀναλίσκει τὰ περισσά. χρῆσθαι δὲ αὐτῇ δεῖ σπόγγον βρέχοντας συνεχῶς καὶ ἐπιτιθέντας, ἐφ' ὧν δὲ καὶ ἐγκλύζοντας, ὡς ἐπὶ δυσεντερικῶν καὶ παλαιῶν ῥευμάτων καὶ κόλπων ὑπονόμων καὶ μεγάλων· καθαίρει γὰρ καὶ κολλᾷ καὶ

1.128.7 σαρκοῖ καὶ συμφύει ἐοικότως τοῖς ἐναίμοις. καὶ ποτίζεται δὲ πρὸς αἵματος ἐκθρόμβωσιν καὶ πτώματα, ῥήγματα, σπάσματα, <αὐ>τῆς σὺν ὕδατος ἑνὶ κυάθῳ προσφάτου διυλισμένης καὶ ἐλαίου μιγέντος ὀλίγου, κοιλιακοῖς δὲ καὶ δυσεντερικοῖς καθ' ἑαυτὴν κυάθου πλῆθος βοηθεῖ διδομένη, καὶ τοῖς νευρικοῖς δὲ καὶ σπαστικοῖς σύγχρισμα ἁρμόδιον σὺν οἴνῳ ἱδρῶτας κινοῦσα, καὶ πρὸς γύψου πόσιν καὶ φαλαγγίων δήγματα πίνεται. παρέχουσι δὲ τὰ αὐτὰ καὶ αἱ λοιπαὶ κονίαι, μάλιστα δὲ ἡ δρυίνη, στυπτι- καὶ δέ εἰσι πᾶσαι.

____________________

Identifications proposées :

  • Ficus caria (Beck)
  • Ficus sycomorus (Aufmesser)
  • (Berendes)
  • Ficus carica (García Valdés)

persaia

1.129.1 <περσαία> δένδρον ἐστὶν ἐν Αἰγύπτῳ, καρπὸν φέρον ἐδώδιμον, εὐστόμαχον, ἐφ' οὗ καὶ τὰ λεγόμενα κρανοκόλαπτα φαλάγγια εὑρίσκεται, μάλιστα δὲ ἐν τῇ Θηβαίδι. δύναμιν δὲ ἔχει τὰ φύλλα λεῖα ἐπιπαττόμενα ξηρὰ αἱμορ- ραγίας ἱστᾶν. τοῦτο δὲ ἱστόρησάν τινες ἐν Περσίδι ἀναιρετι- κὸν εἶναι, μετατεθὲν δὲ εἰς Αἴγυπτον ἀλλοιωθῆναι καὶ ἐδώ- διμον γενέσθαι.

____________________

Identifications proposées :

  • Mimusops schimperi (Beck)
  • Cordia myxa (Aufmesser)
  • (Berendes)
  • Mimusops schimperi (García Valdés)


_____________________________


Fin du livre 1