Dioscoride: livre 4

De PlantUse Français
Aller à : navigation, rechercher
Livre 3
Dioscoride, De Materia Medica
Livre 5


ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ
ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ

Sommaire


4.Arg.1 Ἐν τοῖς πρὸ τούτου βιβλίοις τρισί, φίλτατε Ἄρειε, παρα- δόντες περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ ζῴων καὶ σιτηρῶν καὶ λαχάνων καὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτανῶν καὶ σπερμάτων, ἐν τούτῳ τετάρτῳ ὄντι περὶ τῶν λει- πομένων βοτανῶν τε καὶ ῥιζῶν διαλεξόμεθα.

kestron

4.1.1 <κέστρον> τὸ καλούμενον ψυχρότροφον, ἐπειδὴ ἐν τοῖς ψυχροτάτοις εὑρίσκεται τόποις, ὃ Ῥωμαῖοι βεττονίκην ἢ ῥους- μαρίναν καλοῦσι. πόα ἐστὶ καυλὸν ἔχουσα λεπτόν, πήχεως τὸ ὕψος ἢ καὶ μείζονα, τετράγωνον, φύλλα μακρά, μαλακά, ὅμοια δρυΐ, τὴν περιφέρειαν ἐσχισμένα, εὐώδη, μείζονα δὲ τὰ πρὸς τῇ ῥίζῃ· ἐπ' ἄκρῳ δὲ τῷ καυλῷ ἔπεστι τὸ σπέρμα ἐσταχυωμένον ὥσπερ θύμβρας. ταύτης τὰ φύλλα χρὴ συλ-

4.1.2 λεγόμενα ξηραίνειν, ὧν ἐστι καὶ ἡ πλείων χρῆσις. ῥίζαι δὲ ὕπεισι λεπταὶ ὡς ἐλλεβόρου, αἵτινες ἔμετον φλεγματώδη κινοῦσι μεθ' ὑδρομέλιτος πινόμεναι. τῶν δὲ φύλλων δίδοται πρὸς σπάσματα <καὶ> ῥήγματα καὶ πρὸς τὰς ἐν ὑστέρᾳ δια- θέσεις καὶ πνίγας ὑστερικὰς δραχμῆς μιᾶς ὁλκὴ μεθ' ὑδρομέ- λιτος ἢ ὕδατος, θηριοδήκτοις δὲ ὁλκαὶ τρεῖς μετ' οἴνου κοτυ- λῶν δυεῖν. καταπλασσομένη δὲ ἡ πόα ὠφελεῖ τοὺς θηριο- δήκτους, καὶ πρὸς τὰ θανάσιμα ὁλκὴ μετ' οἴνου ποθεῖσα ἁρ- μόζει· ἐὰν δέ τις προπίῃ, οὐδὲν βλαβήσεται λαβὼν θανάσιμον

4.1.3 φάρμακον. ἔστι δὲ καὶ οὐρητικὴ κοιλίας τε ὑποβιβαστική· θεραπεύει δὲ καὶ ἐπιλήπτους καὶ μαινομένους μεθ' ὕδατος πινομένη καὶ ἡπατικοὺς, σπληνικούς τε μετ' ὄξους καὶ μέλιτος ὁλκὴ δραχμῆς μιᾶς. ποιεῖ δὲ καὶ πέψιν, ἐάν τις μετὰ τὸ δεῖ- πνον καταπίνῃ κυάμου μέγεθος μετὰ μέλιτος ἑφθοῦ, ὁμοίως καὶ ὀξυρεγμιῶσι δίδοται, στομαχικοῖς τε διαμασᾶσθαι καὶ κατα-

4.1.4 πίνειν, εἶτ' ἐπιρροφεῖν οἶνον κεκραμένον. δίδοται καὶ αἱμοπτυϊ- κοῖς ὁλκὴ τριωβόλου μετὰ κράματος κυάθου ἑνὸς γαλακτώδους, ἰσχιαδικοῖς τε μεθ' ὕδατος καὶ νεφριτικοῖς καὶ κύστιν ἀλγοῦ- σιν, ὑδρωπικοῖς τε δραχμῶν δυεῖν <ὁλκὴ> μεθ' ὑδρομέλιτος πυρέσσουσιν, ἀπυρέτοις δὲ σὺν οἰνομέλιτι, ἰκτεριῶντάς τε καθί- στησι καὶ καταμήνια ἄγει ὁλκὴ μία πινομένη μετ' οἴνου. κοι- λίαν δὲ δραχμαὶ τέσσαρες ποθεῖσαι καθαίρουσι μεθ' ὑδρομέλι- τος κυάθων δέκα· ποιεῖ καὶ πρὸς φθισικούς, ἐμπυϊκοὺς μετὰ μέλιτος. ἀποτίθεσθαι δὲ δεῖ τὰ φύλλα ξηρὰ λεῖα ἐν κεραμεῷ ἀγγείῳ.

____________________

RV: κέστρον.

____________________

Identifications proposées :

  • Stachys officinalis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


brettanikê

4.2.1 <βρεττανική>· πόα ἐστὶν ἔχουσα φύλλα ὅμοια λαπάθῳ ἀγρίῳ, μελάντερα δὲ καὶ δασύτερα, στύφοντα ἐν τῇ γεύσει· καυλὸν δὲ ἀνίησιν οὐ μέγαν, ῥίζαν λεπτὴν καὶ βραχεῖαν. χυλί- ζεται δὲ αὐτῆς τὰ φύλλα καὶ ἐν ἡλίῳ ἢ πυρὶ συστρέφεται. δύναμιν δὲ ἔχει στυπτικήν, ἰδίως ἁρμόζουσαν πρὸς τὰς ἐν στόματι καὶ παρισθμίοις νομάς· ποιεῖ δὲ καὶ πρὸς τὰ λοιπά, ὅσα στύψεως χρῄζει.

____________________

RV: βεττονική· Ῥωμαῖοι βεττόνικαμ.

____________________

Identifications proposées :

  • Rumex aquaticus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


Lusimakheios

4.3.1 <Λυσιμάχειος>· καυλοὺς ἀνίησι πηχυαίους ἢ καὶ μεί- ζονας, λεπτούς, θαμνώδεις, ὧν παρὰ τὰ γόνατα φύλλων λεπτῶν ἐκφύσεις, παραπλησίων τοῖς τῆς ἰτέας, στυφόντων ἐν τῇ γεύσει· ἄνθος πορφυροῦν ἢ χρυσοειδές· φύεται ἐν τόποις ἑλώ- δεσι καὶ παρὰ τὰ ὕδατα. ἁρμόζει δὲ ὁ χυλὸς τῶν φύλλων στυπτικὸς ὢν πρὸς αἵμα- τος ἀναγωγὰς καὶ δυσεντερίας, πόμα καὶ ἔγκλυσμα, ῥοῦν τε γυ- ναικεῖον ἵστησιν ἐν προσθέτῳ, καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορ- ραγίας ἐμφρασσομένη ἡ πόα ἁρμόζει· ἔστι δὲ καὶ τραυματικὴ καὶ ἴσχαιμος. θυμιαθεῖσα δὲ δριμύτατον ἔχει τὸν καπνόν, ὥστε καὶ ἑρπετὰ διώκειν καὶ μύας ἀποκτείνειν.

____________________

RV: Λυσιμάχειος· οἱ δὲ λύτρον καλοῦσιν.

____________________

Identifications proposées :

  • Lysimachia vulgaris (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


polugonon arren

4.4.1 <πολύγονον ἄρρεν>· οἱ δὲ καρκίνωθρον, οἱ δὲ τευθαλ- λίδα, οἱ δὲ κλῆμα, οἱ δὲ μυρτοπέταλον, οἱ δὲ πολύκαρπον κα- λοῦσι. πόα ἐστὶ κλῶνας ἔχουσα λεπτούς, τρυφερούς, πολλούς, γόνασι περιειλημμένους, ἕρποντας ἐπὶ γῆς ὥσπερ ἡ ἄγρωστις, φύλλα δὲ πηγάνῳ ὅμοια, ἐπιμηκέστερα <δὲ> καὶ μαλακώτερα· ἔχει δὲ καρπὸν παρ' ἕκαστον φύλλον, ὅθεν καὶ ἄρρεν καλεῖται, ἄνθος δὲ λευκὸν ἢ φοινικοῦν. δύναμιν δὲ ἔχει στυπτικὴν καὶ ψυκτικήν. ὁ δὲ χυλὸς πινό- μενος ἁρμόζει αἱμοπτυϊκοῖς καὶ τοῖς κατὰ κοιλίαν ῥεύμασι καὶ

4.4.2 χολερικοῖς καὶ στραγγουριῶσιν· ἄγει γὰρ οὖρα ἐνεργῶς. βοηθεῖ καὶ θηριοδήκτοις μετ' οἴνου πινόμενος καὶ πρὸς περιοδικοὺς πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας λαμβανόμενος· ἵστησι δὲ καὶ ῥοῦν γυναικεῖον προστεθείς, καὶ πρὸς ὠταλγίας καὶ πυορροίας ἐνσταζόμενος ἁρμόζει, συνεψηθεὶς δὲ οἴνῳ καὶ μέλι προσλαβὼν ἄκρως ποιεῖ πρὸς τὰ ἐν αἰδοίοις ἕλκη. καταπλάσσεται δὲ τὰ φύλλα πρὸς στομάχου ἔγκαυσιν καὶ αἵματος ἀναγωγὴν καὶ ἕρ- πητας καὶ ἐρυσιπέλατα καὶ φλεγμονὰς καὶ οἰδήματα καὶ τραύ- ματα πρόσφατα.

____________________

RV: πολύγονον ἄρρεν· οἱ δὲ πολυγόνατον, οἱ δὲ κυνο- χάλκη, οἱ δὲ Ἡρακλεία, οἱ δὲ ἀσφάλτιον, οἱ δὲ χιλιόφυλλον, οἱ δὲ κλῆμα, οἱ δὲ πολύκαρπον, οἱ δὲ καρκίνωθρον, οἱ δὲ μυρτο- πέταλον, οἱ δὲ κ<ορ>νοπόδιον, οἱ δὲ ἀριθέα, οἱ δὲ πηδάλιον, Αἰγύπτιοι θεφίν, οἱ δὲ στεμφίν, προφῆται γόνος ἥρωος, οἱ δὲ ὄνυξ μυός, Ῥωμαῖοι σημινάλις, οἱ δὲ σκορπίνακα, οἱ δὲ προ- σερπίνακα, Ἄφροι χουλουμλούμ.

____________________

Identifications proposées :

  • Polygonum aviculare (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


polugonon thêlu

4.5.1 <πολύγονον θῆλυ>· θαμνίον ἐστὶ μονόκλωνον, τρυφε- ρόν, καλαμοειδές, γόνατα συνεχῆ ἔχον ἐγκείμενα ἀλλήλοις ὥσπερ σάλπιγγος, καὶ περὶ τοῖς γόνασι κύκλῳ ἐξοχὰς πίτυος φυλλα- ρίοις ἐοικυίας· ῥίζα ἀχρεία. φύεται παρὰ τοῖς ὕδασι. δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ποιοῦσαν τὰ αὐτὰ τῷ πρὸ αὐτοῦ, ὅτι μὴ ἀσθενέστερον.

____________________

RV: πολύγονον θῆλυ, Ῥωμαῖοι σημινάλις μίνορ.

____________________

Identifications proposées :

  • Hippuris vulgaris (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


polugonaton

4.6.1 <πολυγόνατον>· φύεται ἐν ὄρεσι. θάμνος μείζων πή- χεως, φύλλα ἔχων ὅμοια δάφνῃ, πλατύτερα δὲ καὶ λειότερα, γευσαμένῳ ὅμοιόν τι μήλῳ κυδωνίῳ ἢ ῥοᾷ μετὰ στύψεως προσβάλ- λει· καθ' ἑκάστην δὲ ἔκφυσιν τῶν φύλλων ἄνθη λευκά, τῷ πλήθει ὑπερέχοντα τοῦ ἀριθμοῦ τῶν φύλλων ἀπὸ τῆς ῥίζης ἡνωμένα· ῥίζαν δὲ λευκήν, μαλακήν, μακράν, πολυγόνατον, δασεῖαν, βα- ρύοσμον, πάχος ἔχουσαν δακτύλου, ποιοῦσαν πρὸς τραύματα καταπλασσομένην· αἴρει δὲ καὶ σπίλους τοὺς ἐν προσώπῳ.

____________________

RV: πολυγόνατον.

____________________

Identifications proposées :

  • Polygonatum verticillatum, Polygonatum officinale, Polygonatum multiflorum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

klêmatis hetera

4.7.1 <κληματίς>· οἱ δὲ δαφνοειδές, οἱ δὲ μυρσινοειδές, οἱ δὲ πολυγονοειδὲς καλοῦσι. φύεται ἐπὶ γῆς, κλήματα δὲ ἔχει μακρά, ὡς ὁλοσχοίνου τὸ πάχος, πέταλον δὲ μικρόν, δάφνῃ ἐμφερὲς τῷ τε σχήματι καὶ τῇ χρόᾳ, μικρότερον δὲ πολλῷ. ταύτης τὰ φύλλα καὶ οἱ καυλοὶ σὺν οἴνῳ πινόμενα διαρ- ροίας καὶ δυσεντερίας παύει· μετὰ γάλακτος δὲ καὶ ῥοδίνου ἢ κυπρίνου ἐν πεσσῷ προστιθεμένη ὑστέρας πόνους θεραπεύει· παύει δὲ καὶ ὀδόντων πόνους διαμασωμένη, βοηθεῖ καὶ θηριο- δήκτοις ἐπιτιθεμένη. ἱστορεῖται δὲ καὶ ἀσπιδοδήκτοις μετ' ὄξους πινομένη βοηθεῖν. φύεται δὲ ἐν χέρσοις.

____________________

RV: κληματῖτις ἑτέρα· οἱ δὲ Φιλεταίριον, οἱ δὲ δαφνοει- δές, οἱ δὲ πολυγονοειδὲς καλοῦσιν.

____________________

Identifications proposées :

  • Vinca minor (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

Polemônion

4.8.1 <Πολεμώνιον>· οἱ δὲ Φιλεταίριον, Καππάδοκες δὲ χιλιο- δύναμον καλοῦσι. κλωνία ἔχει λεπτά, τεταρσωμένα, φύλλα ὀλίγῳ μείζονα πηγάνου, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ πολυ- γόνου ἢ τῆς καλαμίνθης· ἐπ' ἄκρων δὲ αὐτῶν ὥσπερ κόρυμ- βοι, ἐν οἷς τὸ σπέρμα μέλαν, ῥίζα παχεῖα, ὑπόλευκος, ἐμ- φερὴς στρουθίῳ· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις.

4.8.2 ταύτης ἡ ῥίζα πίνεται ἐν οἴνῳ πρὸς θηρία καὶ δυσεν- τερίαν, δυσουρίαν τε καὶ ἰσχιάδα μεθ' ὕδατος, σπληνικοῖς δὲ <δίδοται> μετ' ὄξους ὅσον δραχμῆς μιᾶς ὁλκή· καὶ περιάπτεται <δὲ> ἡ ῥίζα πρὸς σκορπίου πληγήν· φασὶ δὲ μὴ τύπτεσθαι τοὺς ἔχοντας αὐτὴν ἢ κἂν πληγῶσι, μηδὲν πάσχειν. παύει δὲ καὶ ὀδονταλγίας διαμασωμένη.

____________________

RV: Πολεμώνιον· οἱ δὲ Φιλεταίριον, Καππάδοκες χιλιο- δύναμιν καλοῦσιν.

____________________

Identifications proposées :

  • Polemonium caeruleum ou Hypericum olympicum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


sumphuton petraion

4.9.1 <σύμφυτον πετραῖον>· φύεται ἐν πέτραις. κλωνία δὲ ἔχει ἐμφερῆ ὀριγάνῳ, λεπτόφυλλα, κεφάλια δὲ ὡς θύμου. τὸ δ' ὅλον ἐστὶ ξυλῶδες καὶ εὐῶδες, γλυκύ τε πρὸς τὴν γεῦσιν καὶ πτυέλου προκλητικόν· ῥίζαν δὲ ἔχει μακράν, ὑπόπυρρον, ὅσον δακτύλου τὸ πάχος. τοῦτο ἑψηθὲν σὺν μελικράτῳ καὶ ποθὲν ἀνακαθαίρει τὰ ἐκ πνεύμονος καὶ τοῖς αἷμα ἀνάγουσι καὶ νεφριτικοῖς σὺν ὕδατι

4.9.2 δίδοται. σὺν δὲ οἴνῳ ἑψηθὲν πίνεται πρὸς δυσεντερίαν καὶ ῥοῦν γυναικεῖον ἐρυθρόν, σὺν ὀξυμέλιτι δὲ πρὸς σπάσματα καὶ ῥήγματα· καὶ ἄδιψον δέ ἐστι διαμασώμενον, ἁρμόζον καὶ ταῖς περὶ βρόγχον τραχύτησι· κολλᾷ καὶ τὰ νεότρωτα καὶ ἐντεροκή- λας ἀποκρατεῖ καταπλασσόμενον, καὶ τὰ κρέα δὲ συμπήττει ἑψόμενον σὺν αὐτοῖς.

____________________

RV: σύμφυτον· οἱ δὲ καὶ τοῦτο πηκτήν, [οἱ δὲ ἀναξελῖτις,] οἱ δὲ ξυλοφόρον, οἱ δὲ Ἑλένιον, οἱ δὲ ἀναζελῖτις, οἱ δὲ ἀνά- χυλις, οἱ δὲ ἀνάχυσις, Αἰγύπτιοι αἱμόστασις, Ῥωμαῖοι κον- φέρβα, οἱ δὲ ἄλου<μ> Γάλλικου<μ>, Ἄφροι ἀργαλλικού.

____________________

Identifications proposées :

  • Symphytum tuberosum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


sumphuton allo

4.10.1 <σύμφυτον ἄλλο>, οἱ δὲ πηκτὴν καλοῦσιν· ἀνίησι καυλὸν δασύν, δίπηχυν ἢ καὶ μείζονα, γωνιώδη, κενὸν ὥσπερ σόγχου, περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων φύλλα δασέα, στενά, ὑπομήκη πρὸς τὰ τοῦ βουγλώσσου· ἔχει δὲ καὶ παρὰ τὰς γωνίας ὁ καυλὸς ἐξοχάς τινας παρατεταμένας φύλλων προστύ- πων ἀφ' ἑκάστης μασχάλης· ἄνθη δὲ ἔπεστι μήλινα καὶ καρ-

4.10.2 πὸς περὶ τὸν καυλὸν ὥσπερ φλόμου. ὅλος δὲ ὁ καυλὸς καὶ τὰ φύλλα ἔχει χνοῦν ὑπότραχυν, κατὰ τὴν προσαφὴν κνησμὸν ἐμποιοῦντα· ῥίζαι δὲ ὕπεισι τὴν μὲν ἐπιφάνειαν μέλαιναι, ἔν- δοθεν δὲ λευκαὶ καὶ γλίσχραι, ὧν καὶ ἡ χρῆσις. ποιοῦσι δὲ λεῖαι πινόμεναι αἱμοπτυϊκοῖς καὶ ῥηγματίαις, καταπλάσσονταί τε πρὸς φλεγμονάς, μάλιστα τὰς ἐν δακτυλίῳ ὠφελίμως μετὰ φύλλων ἠριγέροντος· καὶ τὰ νεότρωτα δὲ κολ- λῶσι καταπλασθεῖσαι καὶ τὰ κρέα συνεψόμεναι κολλῶσιν.

____________________

RV: πηκτή· οἱ δὲ σύμφυτον, Ῥωμαῖοι σολδάγινεμ, οἱ δὲ σολδάγω. καυλὸν ἀνίησιν πηχυαῖον ἢ καὶ μείζονα, κοῦφον, παχὺν ὥσπερ σόγχου, φύλλα δασέα, γωνίας ἔχοντα, ὑπομήκη πρὸς τὰ τοῦ βουγλώσσου· ἔχει δὲ καὶ παρὰ τὰς γωνίας ὁ καυ- λὸς ἐξοχάς τινας παρατεταμένας φύλλων λεπτῶν προστύπων ἀφ' ἑκάστης μασχάλης, ἐν οἷς τὰ ἄνθη ἔχει μήλινα, ἐμφερῆ πρὸς τὰ τοῦ πηγάνου καὶ καρπὸν ὡς φλόμου. ὅλος δὲ ὁ καυλὸς καὶ τὰ φύλλα ἔχει χνοῦν ὑπότραχυν κατὰ τὴν προσαφὴν κνησμὸν ἐμποιοῦντα. ῥίζαι δ' ὕπεισιν ὑπόλευκοι, μικραί, γλίσχραι, ὧν

4.10.10 καὶ ἡ χρῆσις. ποιοῦσι δὲ λεῖαι πινόμεναι αἱμοπτυϊκοῖς καὶ ῥήγμασιν καὶ τὰ νεότρωτα κολλῶσι καταπλασσόμεναι· καὶ τὰ κρέα δὲ συνεψομένη συνάγει.

____________________

Identifications proposées :

  • Symphytum bulbosum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


holosteon

4.11.1 <ὁλόστεον>· πόα ἐστὶ μικρὰ ὑπὲρ γῆς ὡς τριῶν δακτύ- λων ἢ τεσσάρων· φύλλα δὲ ἔχει καὶ κλήματα κορωνόποδι παρα- πλήσια ἢ ἀγρώστει, στυπτικά, ῥίζαν δὲ σφόδρα λεπτὴν ὡς τρίχα, λευκήν, οἰνώδη, μῆκος δὲ δακτύλων τεσσάρων· φύεται ἐν γεωλόφοις. δύναται καὶ αὕτη συνεψομένη συνάγειν τὰ κρέα, καὶ πρὸς ῥήγματα δὲ σὺν οἴνῳ ποτίζεται.

____________________

Identifications proposées :

  • Plantago bellardii ou Plantago albicans (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


stoibê

4.12.1 <στοιβῆς> ὁ καρπὸς καὶ τὰ φύλλα στύφει, ὅθεν δυσεν- τεριῶσι τὸ ἀφέψημα αὐτῶν ἐνίεται· ἐγκλύζεται δὲ καὶ εἰς ὦτα πυορροοῦντα. καταπλασθέντα δὲ τὰ φύλλα ὠφελεῖ σύγχυσιν ὀφθαλμῶν τὴν ἐκ πληγῆς καὶ αἱμορραγίας ἴσχει.

____________________

RV: στοιβή· οἱ δὲ στοίβιον, Ῥωμαῖοι στίπαμ.

____________________

Identifications proposées :

  • Poterium spinosum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


klumenon

4.13.1 <κλύμενον>· καυλὸν ἀνίησι τετράγωνον, ὅμοιον τῷ τοῦ κυάμου, φύλλα δὲ πρὸς τὰ τοῦ ἀρνογλώσσου, θυλάκια δὲ ἐπὶ τοῦ καυλοῦ εἰς ἄλληλα νεύοντα, ἐοικότα ἴριδι καὶ πολύ- ποδος πλεκτάναις· ἄριστον δὲ τὸ ὀρεινόν. χυλίζεται δὲ ὅλον σὺν τῇ ῥίζῃ. ποιεῖ δὲ ὁ χυλὸς πρὸς αἵματος ἀναγωγὰς πινόμενος καὶ κοιλιακοὺς καὶ ῥοῦν ἐρυθρόν, ψύχων καὶ στύφων· ἐπέχει δὲ καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας. τὰ δὲ θυλάκια λεῖα τοῖς νεο- τρώτοις ἐπιτιθέμενα μέχρι ἀπουλώσεως ἐνεργεῖ.

____________________

RV: κλύμενον· οἱ δὲ καλυκάνθεμον, οἱ δὲ περικλύμενον, οἱ δὲ ἡλιοφυές, οἱ δὲ ἡπατῖτις, οἱ δὲ μῖλαξ, οἱ δὲ ἀνατολικόν, οἱ δὲ δυτικόν, οἱ δὲ ἀμερσίνη, Ῥωμαῖοι οὐόλουκρουμ, οἱ δὲ οὐόλουκρουμ μάϊους, Αἰγύπτιοι ὀξιουί. καυλὸν ἀνίησιν καὶ φύλλα πρὸς τὰ τοῦ περικλυμένου, κισσοειδῆ, θυλάκια δὲ ἐπὶ τοῦ καυλοῦ, ἐν οἷς τὸ ἄνθος λευκόν, εἰς ἄλληλα νεύοντα καὶ περι- πλεκόμενα. ἄριστον δὲ τὸ ὀρεινόν· χυλίζεται δὲ ὅλον σὺν τῇ ῥίζῃ. <ποιεῖ δὲ ὁ χυλὸς πρὸς αἵματος ἀναγωγὰς> πινόμενος καὶ κοιλιακοὺς καὶ ῥοῦν ἐρυθρὸν στύφων καὶ ψύχων· ἐπέχει

4.13.10 δὲ καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας. τὰ δὲ φύλλα λεῖα τοῖς νεοτρώτοις ἐπιτιθέμενα μέχρι ἀπουλώσεως ἐνεργεῖ.

____________________

Identifications proposées :

  • Scorpiurus vermiculatus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


periklumenon

4.14.1 <περικλύμενον>· οἱ δὲ σπλήνιον, οἱ δὲ καὶ τοῦτο κλύ- μενον καλοῦσι. θαμνίσκος ἐστὶν ἁπλοῦς, ἔχων ἐκ διαστήματος φυλλάρια περιειληφότα αὐτόν, ὑπόλευκα, κισσοειδῆ καὶ παρὰ τὰ φύλλα ἐκβλαστήσεις, ἐφ' ὧν καρπὸς κισσῷ παραπλήσιος, οἱονεὶ ἐπικείμενος τῷ φύλλῳ, σκληρὸς καὶ δυσαπόσπαστος, ῥίζα παχεῖα· φύεται ἐν ἀρούραις καὶ φραγμοῖς, περιελίττεταί τε τοῖς πλησιάζουσι θάμνοις.

4.14.2 τούτου ὁ καρπὸς πέπειρος συλλεγεὶς καὶ ξηρανθεὶς ἐν σκιᾷ πίνεται μετ' οἴνου δραχμῆς μιᾶς ὁλκὴ ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ σπλῆνα ἐκτήκει καὶ κόπον λύει καὶ ὀρθόπνοιαν ὠφελεῖ καὶ λυγμόν, οὖρόν τε ἄγει ἀπὸ τῆς ἕκτης ἡμέρας αἱματῶδες· ἔστι δὲ καὶ ὠκυτόκιος. τὴν αὐτὴν δὲ καὶ τὰ φύλλα δύναμιν ἔχει· ἐπὶ ἡμέ- ρας δὲ τριάκοντα ἑπτὰ ποθέντα ἀγόνους ποιεῖν ἱστορεῖται, συνα- λειφόμενα δὲ μετ' ἐλαίου ἐπὶ τῶν περιόδων τὰ φρικία παραιτεῖται.

____________________

RV: περικλύμενον· οἱ δὲ αἰγίνη, οἱ δὲ κλύμενον, οἱ δὲ κάρπαθον, οἱ δὲ σπλήνιον, οἱ δὲ ἡπατῖτις, οἱ δὲ ἑλξίνη μεί- ζων, οἱ δὲ κληματῖτις, οἱ δὲ <ἀ>μερσίνη, οἱ δὲ καλυκάνθεμον, προφῆται πιλίον Ἀφροδίτης, Αἰγύπτιοι τουκού, Ἄφροι λαυάθ, Ῥωμαῖοι βούλουκρουμ μάϊους.

____________________

Identifications proposées :

  • Lonicera etrusca (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


tribolos

4.15.1 <τρίβολος>· ὁ μὲν χερσαῖος ἀνδράχνῃ τὰ φύλλα ἔοικε, λεπτότερα δέ, καὶ τὰ κλήματα μακρά, κατὰ γῆς ἐστρωμένα, καὶ πρὸς αὐτοῖς ἄκανθαι στρυφναί, σκληραί· φύεται παρὰ ποτα- μοῖς καὶ οἰκοπέδοις. ἔστι δέ τις καὶ ἔνυδρος ἐν ποταμοῖς φυό- μενος, ὑπερέχων τὴν κόμην, τὴν δὲ ἄκανθαν κρύπτων· φύλλα πλατέα, μόσχον ἔχοντα μακρόν, καυλὸς δὲ ἐξ ἄκρου παχύτερος, μᾶλλον τοῦ ἐν βάθει· πρόσεστι δὲ καὶ τριχώδη τινὰ ἀποπεφυ- κότα, σταχυοειδῆ· καρπὸς σκληρὸς ὡς καὶ θἀτέρου.

4.15.2 ἀμφότεροι δὲ ψύχουσι, στύφουσιν· εἰσὶ δὲ πάσης φλεγ- μονῆς καταπλάσματα, σὺν μέλιτι δὲ ἄφθας καὶ τὰς ἐν στό- ματι σηπεδόνας καὶ παρίσθμια καὶ οὖλα θεραπεύουσι. χυλί- ζονται δὲ καὶ εἰς ὀφθαλμικά· ὁ δὲ καρπὸς αὐτῶν χλωρὸς καὶ λιθιῶντας πινόμενος ὠφελεῖ. τοῦ δὲ χερσαίου ὅσον δραχμὴ μία πινομένη καὶ καταπλασσομένη τοὺς ἐχιοδήκτους ἀποκαθίστησιν, ἁρμόζει καὶ θανασίμοις μετ' οἴνου πινόμενος· κτείνει δὲ καὶ ψύλλους τὸ ἀπόζεμα αὐτοῦ ῥανθέν. οἱ δὲ περὶ τὸν Στρυμόνα ποταμὸν Θρᾷκες τῇ μὲν πόᾳ χλωρᾷ ἱπποτροφοῦσι, τὸν δὲ καρ- πόν, ὄντα γλυκὺν καὶ τρόφιμον, σιτοποιοῦσι χρώμενοι αὐτῷ ἀντὶ ἄρτου.

____________________

RV: τρίβολος· οἱ δὲ βουκέφαλος, οἱ δὲ ταυρόκερας, Ῥω- μαῖοι τρίβουλουμ ἀκουάτικουμ.

____________________

Identifications proposées :

  • Tribulus terrestris (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Tribolos : l'espèce terrestre ressemble au pourpier par ses feuilles, plus minces toutefois, et par ses sarments longs, étalés sur le sol ; ceux-ci portent des épines rigides et dures. Elle pousse au voisinage des cours d'eau et des terrains attenant aux habitations.

Il existe également une espèce aquatique qui pousse dans les cours d'eau, dont le feuillage est émergé et les épines sont cachées ; elle a des feuilles planes, à pédoncule long, une tige épaissie à l'extrémité, plus épaisse que la partie qui se trouve en profondeur ; il s'y attache des sortes d'appendices capilliformes, disposés en épi ; le fruit est dur comme celui de l'autre espèce. (trad. Suzanne Amigues)

  • 1ère espèce : la "croix de Malte", Tribulus terrestris L.
  • 2ème espèce : la "châtaigne d'eau", Trapa natans L. (note Suzanne Amigues)

leimônion

4.16.1 <λειμώνιον>· οἱ δὲ νευροειδές. τὰ μὲν φύλλα ἔχει ὅμοια τεύτλῳ, λεπτότερα δὲ καὶ μικρότερα, δέκα ἢ πλείω, καυ- λὸν δὲ λεπτόν, ὄρθιον ὥσπερ κρίνου, γέμοντα καρποῦ ἐρυθροῦ, στύφοντος <πρὸς> τὴν γεῦσιν. δύναται δὲ ὁ καρπὸς λεῖος σὺν οἴνῳ ποθεὶς ὀξυβάφου πλῆθος δυσεντερικοὺς καὶ κοιλιακοὺς ὠφελεῖν, ῥοῦν τε ἐρυθρὸν ἵστησι. φύεται δὲ ἐν λειμῶσι καὶ ἑλώδεσι τόποις.

____________________

RV: [<σαξίφραγον>· οἱ δὲ σαξίφραγγον, οἱ δὲ ἔμπετρον, οἱ δὲ καὶ τοῦτο σκολοπένδριον, οἱ δὲ βροῦχον καλοῦσιν, Ῥωμαῖοι σαξίφραγαμ, οἱ δὲ σα<τα>νάριαμ. θαμνίον ἐστὶ φρυγανῶδες, ἐν πέτραις καὶ τραχέσι τόποις φυόμενον. δύναμιν δὲ ἔχει ἡ πόα λεία ἀπυρέτοις μὲν σὺν οἴνῳ, πυρέσσουσι δὲ ἐν ὕδατι θερμῷ διδο- μένη ἐν ποτῷ, λίθους τε τοὺς ἐν κύστει θρύπτειν καὶ δι' οὔρων ἄγειν· εὐθετῶς ἁρμόζει.]

____________________

RV: λειμώνιον· οἱ δὲ νευροειδές, οἱ δὲ λογχῖτις, οἱ δὲ νάπειον ὄνου, Μάρσοι μενδρουτά, Σύροι μεούδα, οἱ δὲ λυκοσέμ- φαλον, οἱ δὲ ἐλλεβοροσήματα, οἱ δὲ σκύλλιον, προφῆται λύκου καρδία, Ῥωμαῖοι οὐηράτρου<μ> νίγρου<μ>, οἱ δὲ τιντιν<ν>άβου- λουμ τέρραι, Γάλλοι ἰουρβαρούμ, Δάκοι δάκινα.

____________________

Identifications proposées :

  • Beta maritima (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


lagôpous

4.17.1 <λαγώπουν>· δύναμιν ἔχει στατικὴν κοιλίας πινόμενον μετ' οἴνου, ἐπὶ δὲ πυρεσσόντων μεθ' ὕδατος· περιάπτεται δὲ καὶ πρὸς φλεγμονὴν βουβώνων. φύεται δὲ ἐν πρασιαῖς.

____________________

RV: λαγόπουν· οἱ δὲ λαγοῦ κύμινον καλοῦσιν.

____________________

Identifications proposées :

  • Trifolium arvense (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


mêdion

4.18.1 <μήδιον>· φύεται ἐν παλισκίοις τόποις καὶ πετρώδεσι. φύλλα <δὲ> σέριδι ὅμοια, καυλὸς τρίπηχυς, ἄνθη πορφυροειδῆ, μεγάλα καὶ περιφερῆ, καρπὸς μικρός, ἐοικὼς κνήκῳ, ῥίζα σπι- θαμιαία, βακτηρίας ἔχουσα πάχος, στρυφνὴ γευομένῳ, ἥτις ξηρὰ λεία ἐκλειχθεῖσα σὺν μέλιτι ἐφ' ἱκανὰς ἡμέρας ῥοῦν τὸν ἐρυθρὸν ἵστησι. τὸ δὲ σπέρμα σὺν οἴνῳ ποθὲν ἔμμηνα ἄγει.

____________________

Identifications proposées :

  • Campanula lingulata (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


epimêdion

4.19.1 <ἐπιμήδιον>· καυλός ἐστιν οὐ μέγας, κισσῷ παραπλήσια φύλλα ἔχων, ὅσον δέκα ἢ δώδεκα· οὔτε δὲ καρπὸν οὔτε ἄνθος φέρει· ῥίζαι λεπταί, μέλαιναι, βαρύοσμοι, γευσαμένῳ μωραί· φύεται ἐν τόποις ὑδρηλοῖς. ταύτης τὰ φύλλα λεῖα μετ' ἐλαίου κατάπλασμα μαστῶν εἰς τὸ μὴ αὔξεσθαι, ἀτόκιός τε ἡ ῥίζα, καὶ τὰ φύλλα λεῖα πο- θέντα ἐν οἴνῳ μετὰ τὴν κάθαρσιν δραχμῶν πέντε πλῆθος ἐπὶ ἡμέρας πέντε ἀσυλλήπτους τηρεῖ.

____________________

RV: ἐπιμήδιον· οἱ δὲ ἔρινος, οἱ δὲ θρυάς, οἱ δὲ πολύρ- ριζον, Ῥωμαῖοι οὐινδίκτα.

____________________

Identifications proposées :

  • Epimedion (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


xiphion

4.20.1.1 <ξιφίον>· οἱ δὲ φασγάνιον, οἱ δὲ μαχαιρίωνα καλοῦσι διὰ τὸ τοῦ φύλλου σχῆμα· ἔοικε γὰρ ἴριδι, ἔλαττον ὂν καὶ στενότερον, ἄποξυ ὡς μαχαίριον, ἰνῶδες· καυλὸν δὲ ἀνίησι πηχυαῖον, ἐφ' οὗ ἄνθη πορφυρᾶ, στοιχηδὸν ἀπ' ἀλλήλων διε- στῶτα, καρπὸν δὲ στρογγύλον, ῥίζας δύο, τὴν μίαν τῆς ἑτέρας ἐπικαθημένην, ὥσπερ βολβία μικρά· τούτων ἡ μὲν κάτω ἰσχνή ἐστιν, ἡ δὲ ἄνωθεν ἁδροτέρα· φύεται μάλιστα ἐν ἀρού- ραις.

4.20.2 δύναται δὲ ἡ ἄνωθεν ῥίζα καταπλαττομένη μετ' οἴνου καὶ λιβανωτοῦ ἀκίδας καὶ σκόλοπας ἐπισπᾶσθαι, σὺν ἀλεύρῳ δὲ αἰρίνῳ καὶ ὑδρομέλιτι διαφορεῖν φύγεθλα, ὅθεν καὶ ταῖς τοι- αύταις ἐμπλάστροις μείγνυται· ἄγει δὲ καὶ καταμήνια προστε- θεῖσα. φασὶ δὲ καὶ ἀφροδίσια παρορμᾶν τὴν ἀνωτέρω ῥίζαν σὺν οἴνῳ ποθεῖσαν, τὴν κατωτέραν δὲ ἀγόνους ποιεῖν, ἐντερο- κηλικοῖς τε παιδίοις ὠφελίμως δίδοσθαι τὴν ἐπάνω ῥίζαν ἐν ποτῷ σὺν ὕδατι.

____________________

RV: ξιφίον· οἱ δὲ ἀνακτόριον, οἱ δὲ φασγάνιον, οἱ δὲ μαχαιρώνιον, οἱ δὲ Ἄρειον, Ῥωμαῖοι γλαδιώλουμ, οἱ δὲ σεγε- τάλεμ.

____________________

Identifications proposées :

  • Gladiolus segetum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le glaïeul (litt. "herbe aux glaives", xiphion) est aussi appelé "herbe aux épées" (phasganion) ou encore "herbe aux coutelas" (makhairiôn), à cause de la forme de sa feuille, qui ressemble à celle d'un iris, tout en étant plus petite et plus étroite, pointue comme un couteau et nervurée. Il forme une tige d'une coudée - (= 0,44 m) - sur laquelle des fleurs pourpres s'alignent à distance les unes des autres, un fruit rond, deux racines, superposées l'une à l'autre, comme de petits bulbes ; celle de la base est desséchée, celle du sommet plus vigoureuse. La glaïeul pousse surtout dans les champs labourés. (trad. Suzanne Amigues)

= Gladiolus segetum Gawler et espèces voisines. (note Suzanne Amigues)

sparganion

4.21.1.1 <σπαργάνιον>· φύλλα ἔχει ἐοικότα ξιφίῳ, στενότερα δὲ καὶ ἐγκλινέστερα καὶ ἐπιμηκέστερα, ἔπ' ἄκρου δὲ τοῦ καυλοῦ ὡσεὶ σφαιρία, ἐν οἷς ὁ καρπός. δίδοται δὲ ἡ ῥίζα καὶ ὁ καρ- πὸς σὺν οἴνῳ θηριοδήκτοις.

____________________

RV: σπαργάνιον· οἱ δὲ ξιφίδιον καλοῦσιν.

____________________

Identifications proposées :

  • Sparganium ramosum, Sparganium simplex (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


xuris

4.22.1 <ξυρίς>· οἱ δὲ ξιρίδα, οἱ δὲ ἶριν ἀγρίαν, Ῥωμαῖοι δὲ γλαδίολον καλοῦσι. τὸ μὲν φύλλον ἔχει ἴριδι ὅμοιον, πλατύ- τερον δὲ καὶ ἐξ ἄκρου ὀξύ, καυλὸν δὲ ἐκ μέσων τῶν φύλλων πη- χυαῖον, ἱκανῶς παχύν, ἐφ' οὗ λοβοὶ τρίγωνοι, καὶ ἐπ' αὐτῶν ἄνθος πορφυροῦν, τὸ δ' ἐν μέσῳ φοινικοῦν· καρπὸς δὲ ἐν θυλακίοις σικύοις ὁμοίοις στρογγύλος, μέλας, δριμύς, ῥίζα δὲ πολυγόνα- τος, μακρά, πυρρά, ποιοῦσα πρὸς τὰ ἐν κεφαλῇ τραύματα καὶ

4.22.2 κατάγματα. ἀνάγει δὲ καὶ ὀστᾶ καὶ σκόλοπας καὶ πᾶν βέλος ἐπισπᾶται μετὰ ἀπονίας, μιγέντος αὐτῇ χαλκοῦ ἄνθους μέρους τρίτου καὶ κενταυρείου ῥίζης μέρους πέμπτου καὶ μέλιτος <τοῦ αὐτάρκους>· θεραπεύει δὲ καὶ οἰδήματα καὶ φλεγμονὰς κατα- πλασσομένη μετ' ὄξους. πίνεται δὲ καὶ πρὸς σπάσματα, ῥήγ- ματα, ἰσχιάδας, στραγγουρίας, διαρροίας ἡ ῥίζα μετὰ γλυκέος τεθαλασσωμένου. ὁ δὲ καρπὸς οὐρητικώτατος ὅσον τριώβολον ποθεὶς σὺν οἴνῳ, τήκει δὲ καὶ σπλῆνα σὺν ὄξει ποθείς.

____________________

RV: ξυρίς· οἱ δὲ ξάνθιον, οἱ δὲ φιλάνθρωπον, οἱ δὲ κακός, οἱ δὲ ἶριν ἀγρίαν, Ῥωμαῖοι γλαδιόλουμ, οἱ δὲ ἴριμ ἀγρέ- στεμ, Δάκοι ἄπρους.

____________________

Identifications proposées :

  • Iris sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


ankhousa

4.23.1 <ἄγχουσα>· ἣν ἔνιοι κάλυκα, οἱ δὲ ὀνοκλείαν καλοῦσι. φύλλα θρίδακι τῇ ὀξυφύλλῳ παραπλήσια, δασέα, τραχέα, μέ- λανα, πολλά, πανταχόθεν τῆς ῥίζης προσπεπλασμένα τῇ γῇ. ἀκανθώδη· ἡ δὲ ῥίζα δακτύλου πάχος, τὴν χρόαν ὕφαιμος ἐν τῷ θέρει γινομένη καὶ βάπτουσα τὰς χεῖρας· φύεται ἐν εὐγείοις τόποις.

4.23.2 ἔστι δὲ ἡ ῥίζα στυπτική, ποιοῦσα πρὸς κατακαύματα καὶ παλαιὰ ἕλκη ἐναφεψομένη κηρῷ καὶ ἐλαίῳ· ἐρυσιπέλατα δὲ σὺν ἀλφίτῳ καταπλασθεῖσα θεραπεύει, καὶ ἀλφοὺς καὶ λέπρας σὺν ὄξει καταπλασσομένη, προστιθεμένη δὲ καὶ ἔμβρυα κατασπᾷ· τὸ δὲ ἀφέψημα αὐτῆς δίδοται καὶ ἰκτερικοῖς, νεφριτικοῖς, σπλη- νικοῖς πυρέσσουσι μετὰ μελικράτου, <ἀπυρέτοις δὲ μετ' οἴνου>. τὰ δὲ φύλλα κοιλίαν ἵστησι μετ' οἴνου πινόμενα. χρῶνται δὲ καὶ οἱ μυρεψοὶ τῇ ῥίζῃ πρὸς τὰς στύψεις τῶν μύρων.

____________________

RV: ἄγχουσα· οἱ δὲ κατάγχουσα, οἱ δὲ Λιβυκή, οἱ δὲ ἀρχιβδέλλιον, οἱ δὲ Ἀλκιβιάδειον, οἱ δὲ ὀνοχειλές, οἱ δὲ πορ- φυρίς, οἱ δὲ Μέδουσα, οἱ δὲ κάλυξ, οἱ δὲ ὀνοκλείαν, Ἄφροι βουινεσάθ.

____________________

Identifications proposées :

  • Anchusa tinctoria (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

L'orcanette, appelée parfois "plante à grand calice" ou onokleia, a des feuilles assez proches de celles de la laitue à feuilles aiguës, velues, rudes, foncées, nombreuses, collées au sol tout autour de la racine, piquantes. La racine a la grosseur d'un doigt ; elle devient en été un peu de la couleur du sang et tache les mains. L'orcanette pousse dans des terres fertiles. (trad. Suzanne Amigues)

Il s'agit probablement de l'orcanette des teinturiers (Alkanna tinctoria (L.) Tausch.), mais Dioscoride décrit en outre à la suite (§ 24- 26) sous le même nom des espèces voisines qui semblent être des vipérines. L'ensemble (IV, 23-26) est assez confus. (note Suzanne Amigues)

ankhousa hetera

4.24.1 <ἄγχουσα ἑτέρα>, ἣν ἔνιοι Ἀλκιβιάδειονὀνοχειλὲς ἐκάλεσαν. αὕτη διαφέρει τῆς πρώτης τῷ μικρότερα ἔχειν τὰ φύλλα, τραχέα δὲ ὁμοίως, καὶ τὰ κλωνία λεπτά, ἐφ' ὧν ἄνθος πορφυροειδές, ὑποφοινικοῦν, ῥίζας δὲ ἐρυθράς, εὐμήκεις, περὶ τὸν πυραμητὸν ἐχούσας τι αἱματῶδες· φύεται ἐν ἀμμώδεσι τόποις. δύναμις δὲ αὐτῆς καὶ τῶν φύλλων θηριοδήκτοις βοηθεῖν, μάλιστα δὲ ἐχιοδήκτοις ἐσθιόμενα καὶ πινόμενα καὶ περιαπτό- μενα· κἂν μασησάμενός τις εἰς τὸ στόμα τοῦ θηρίου ἐναπο- πτύσῃ, ἀποκτείνει αὐτό.

____________________

RV: ἄγχουσα ἑτέρα, ἣν ἔνιοι Ἀλκιβιάδειον ἢ ὀνοχειλὲς καλοῦσιν

____________________

Identifications proposées :

  • Echium diffusum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


ankhousa allê

4.25.1 <ἔστι> δὲ καὶ ἄλλη, ἐμφερὴς ταύτῃ, ἐλάττων δέ, καρπὸν ἔχουσα φοινικοῦν· ὃν ἐάν τις μασησάμενος ἐμπτύσῃ εἰς στόμα ἑρπετοῦ, ἀποκτείνει. ἡ δὲ ῥίζα μετὰ ὑσσώπου καὶ καρδάμου ποθεῖσα ὀξυβάφου πλῆθος πλατεῖαν ἕλμιν ἐκτινάσσει.

____________________

Identifications proposées :

  • Lithospermum fruticosum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


lukapsos

4.26.1 <λυκαψός>· οἱ δὲ καὶ ταύτην ἄγχουσαν ἐκάλεσαν. τὰ μὲν φύλλα ἔχει ὅμοια θρίδακι, μακρότερα δὲ καὶ παχύτερα καὶ τραχέα [πλατύτερα], πεπτωκότα περὶ τὴν τῆς ῥίζης κεφαλήν· καυλὸν δὲ ἀνίησι μακρόν, τραχύν, ὀρθόν, παραφυάδας ἔχοντα πολλάς, πηχυαίας, τραχείας καὶ αὐτάς, ἄνθη μικρά, πορφυρᾶ· ῥίζα δὲ ἐρυθρά, στυπτική· φύεται ἐν πεδίοις. καταπλαττομένη δὲ ἡ ῥίζα μετὰ ἀλφίτου ἐρυσιπέλατα ἰᾶται, λεία δὲ συναλειφομένη μετ' ἐλαίου ἱδρῶτας κινεῖ.

____________________

RV: λύκοψις· οἱ δὲ καὶ ταύτην ἄγχουσαν καλοῦσιν.

____________________

Identifications proposées :

  • Echium italicum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


ekhion

4.27.1 <ἔχιον>· οἱ δὲ Δωρίδα, ἔνιοι καὶ ταύτην Ἀλκιβιάδειον καλοῦσι. τὰ μὲν φύλλα ἔχει προμήκη, τραχέα, ὑπόλεπτα, πρὸς τὰ τῆς ἀγχούσης, ἥττονα δὲ καὶ λιπαρά, ἀκάνθια λεπτὰ ἐπι- κείμενα, ἃ καὶ δασύνει τὰ φύλλα· καυλία δὲ λεπτά, πολλά, ἑκατέρωθεν φυλλάρια <ἔχοντα> λεπτά, τεταρσωμένα, ἐλάττονα δὲ πρὸς λόγον τὰ ἐπ' ἄκρου τοῦ καυλοῦ, τὰ δ' ἄνθη παρὰ τὰ φύλλα πορφυροειδῆ, ἐν οἷς ἐστιν ὁ καρπὸς ἔχεως κεφαλῇ ὅμοιος· ῥίζα δὲ λεπτοτέρα δακτύλου, ὑπομέλαινα, ἥτις οὐ μόνον τοῖς δηχθεῖσιν ὑπὸ ἑρπετῶν βοηθεῖ ποθεῖσα μετ' οἴνου ἀλλὰ καὶ τοὺς προπιόντας ἀδήκτους τηρεῖ, ὁμοίως δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπός· παύει δὲ καὶ ὀσφύος ἄλγημα καὶ γάλα κατασπᾷ μετ' οἴνου ἢ ῥοφήματος λημφθεῖσα.

____________________

RV: ἔχιον· οἱ δὲ Ἀλκιβιάδειον, οἱ δὲ Δωρίδα, Ῥωμαῖοι ἀλκουβίακουμ.

____________________

Identifications proposées :

  • Echium plantagineum, Echium rubrum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

La vipérine (ekhion) : on l'appelle également la "dorienne", parfois aussi l'"herbe d' Alcibiade". Elle a les feuilles allongées, rudes, un peu minces par rapport à celles de l'orcanette (ankhousê) mais de dimensions moindres, et grasses, couvertes de fines épines qui rendent les feuilles poilues ; de petites tiges grêles, nombreuses, garnies de part et d'autre de petites feuilles minces, disposées comme les éléments d'une claie, les caulinaires supérieures relativement plus réduites ; à côté des feuilles, les fleurs violacées, renfermant le fruit semblable à une tête de vipère. La racine est plus mince qu'un doigt, noirâtre ; non seulement elle constitue un remède pour les morsures de serpents, en boisson avec du vin, mais elle protège même des morsures ceux qui en ont bu préventivement, et de même les feuilles et le fruit ; elle fait disparaître le lumbago et tire le lait, prise avec du vin ou du bouillon. (trad. Suzanne Amigues)

ôkimoeides

4.28.1 <ὠκιμοειδές>· οἱ δὲ καὶ ταύτην ἔχιον καλοῦσιν ἢ Φιλε- ταίριον. φύλλα μὲν ἔχει ὠκίμῳ ὅμοια, κλῶνας δὲ σπιθαμιαίους, δασεῖς, λοβοὺς δὲ παραπλησίους ὑοσκυάμῳ, πλήρεις σπέρματος μέλανος, ἐοικότος μελανθίῳ. δύναμιν δὲ ἔχει τὸ σπέρμα πινόμενον ἐν οἴνῳ ἐχιοδήκτους καὶ τὰ ἄλλα τῶν ἑρπετῶν δήγματα θεραπεύειν· δίδοται δὲ καὶ ἰσχιαδικοῖς μετὰ σμύρνης καὶ πεπέρεως. ῥίζα δ' ὕπεστι λεπτή, ἄχρηστος.

____________________

RV: ὠκιμοειδές· οἱ δὲ καὶ ταύτην ἔχιον καλοῦσιν, οἱ δὲ σκορπίουρον, οἱ δὲ σπαργάνιον, οἱ δὲ ἀλθαία, οἱ δὲ ἀμα- ρανθίς, οἱ δὲ προβαταία, οἱ δὲ ἐλάφειον, οἱ δὲ ἀντίμιμον, οἱ δὲ πορφυρίδα, οἱ δὲ αὔγειον, οἱ δὲ νεμέσιον, οἱ δὲ Φιλεταίριον, οἱ δὲ ὑαινοψώνιον, οἱ δὲ θυρσῖτιν, οἱ δὲ θερμοῦθιν, οἱ δὲ μισο- παθές, Ῥωμαῖοι ὠκιμάστρουμ.

____________________

Identifications proposées :

  • Silene gallica (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


agrôstis

4.29.1 <ἄγρωστις>· γινώσκεται· κλημάτια γονατώδη, ἕρποντα ἐπὶ γῆς καὶ ἀπὸ τῶν κλάδων προϊέμενα ῥίζας γονατώδεις, γλυ- κείας, φύλλα ὀξέα, σκληρά, πλατέα ὡς καλάμου μικροῦ, τρέ- φοντα βόας καὶ κτήνη. ταύτης ἡ ῥίζα καταπλασσομένη λεία τραύματα κολλᾷ· τὸ δὲ ἀφέψημα αὐτῆς πινόμενον ποιεῖ πρὸς στρόφους καὶ δυσου- ρίας καὶ τὰ περὶ κύστιν ἕλκη καὶ λίθους θρύπτει.

RV: ἄγρωστις ἡ ἐπαμήλωτος· οἱ δὲ αἰγικόν, οἱ δὲ ἁμα- ξῖτις, Αἰγύπτιοι ἀνουφί, Ῥωμαῖοι γράμεν, οἱ δὲ ἀσιφόλιουμ, οἱ δὲ σαγγυινάλεμ, οἱ δὲ οὐινίολαμ, Σπάνοι ἀπαρία, Δάκοι κοτίατα, Ἄφροι ἰεβάλ.

____________________

Identifications proposées :

  • Cynodon dactylon (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le chiendent (agrôstis) : plante connue. Petits sarments noueux rampant sur le sol et se propageant en émettant à partir des rameaux des racines noueuses, sucrées ; feuilles aiguës, dures, planes, comme celles d'un petit roseau ; nourrit bœufs et bêtes de somme. Sa racine broyée et appliquée en cataplasme soude les fractures ; la décoction de racine, en boisson, est efficace pour les coliques, la rétention d'urine, les ulcères de la vessie, et brise les calculs. (in extenso. - trad. Suzanne Amigues)

kalamagrôstis

4.30.1 <καλαμάγρωστις>· μείζων ἐστὶ κατὰ πάντα τῆς ἀγρώ- στεως. ἔστι δὲ κτηνῶν βρωθεῖσα ἀναιρετική, καὶ μάλιστα ἡ ἐν Βαβυλῶνι παρὰ ταῖς ὁδοῖς φυομένη.

____________________

RV: καλαμάγρωστις, οἱ δὲ χοιροκαλαμίς, Ῥωμαῖοι γράμεν.

____________________

Identifications proposées :

  • Calamagrostis epigeios, Sorghum halepense, Dactyloctenium aegyptiacum ? (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le "chiendent-roseau" (kalamagrôstis) est plus grand à tous égards que le chiendent. Brouté par les bêtes de somme, il les fait périr, surtout celui qui pousse à Babylone le long des routes. (in extenso . - trad. Suzanne Amigues)

agrôstis hê en tô Parnassô

4.31.1 ἡ δὲ <ἐν τῷ Παρνασσῷ ἄγρωστις> γεννωμένη πολυ- κλαδωτέρα ἐστί· φύλλα δὲ κισσῷ ὅμοια φέρει, ἄνθος λευκὸν καὶ εὐῶδες, καρπὸν μικρόν, οὐκ ἄχρηστον, ῥίζας πέντε ἢ ἕξ, δακτύλου τὸ πάχος, λευκάς, μαλακάς, γλυκείας ἰσχυρῶς, ὧν ὁ χυλὸς ἑψηθεὶς σὺν οἴνῳ καὶ μέλιτι συμμέτρῳ καὶ σμύρνης ἡμίσει μέρει, πεπέρεως δὲ καὶ λιβανωτοῦ τῷ τρίτῳ φάρμακόν ἐστι πρὸς ὀφθαλμοὺς ἄριστον· ἀποτίθεται δὲ ἐν χαλκῇ πυξίδι. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ποιεῖ πρὸς ἃ καὶ αὐτή· τὸ δὲ σπέρμα ταύτης ἰσχυρῶς οὐρητικὸν καὶ ἐμέτων καὶ κοιλίας ῥεούσης στα- τικόν.

____________________

Identifications proposées :

  • Parnassia palustris (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le "chiendent du Parnasse" a des rameaux plus nombreux ; il porte des feuilles semblables à celles du lierre (kissos), une fleur blanche et parfumée, un fruit petit, qui n'est pas sans usages ; il a cinq ou six racines de la grosseur d'un doigt, blanches, molles, très sucrées, dont le suc, cuit avec du vin et du miel en quantités égales, moitié moins de myrrhe, et le tiers de poivre et d'encens, constitue un excellent remède pour les yeux ; on le conserve dans une boîte en bronze. La décoction des racines a les usages de la racine même. La graine est un puissant diurétique et calmant des vomissements et de la diarrhée. (in extenso. - trad. Suzanne Amigues)

agrôstis hê en Kilikia

4.32.1 ἡ δὲ <ἐν Κιλικίᾳ> γεννωμένη, ἣν κίνναν ἐπιχωρίως καλοῦσιν, ὑγρὰ βρωθεῖσα πολλάκις πίμπρησι τοὺς βόας.

____________________

Identifications proposées :

  • Hordeum murinum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Celui de Cilicie appelé localement kinna, s'il est brouté à l'état frais, provoque chez les bœufs de l'inflammation. (in extenso. - trad. Suzanne Amigues)

sidêritis

4.33.1 <σιδηρῖτις>, οἱ δὲ Ἡρακλείαν· πόα ἐστὶ φύλλα ἔχουσα ὅμοια πρασίῳ, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ ἐλελισφάκου ἢ δρυός, μικρότερα μέντοι καὶ τραχέα. καυλοὺς δὲ ἀνίησι τετρα- γώνους, σπιθαμιαίους ἢ καὶ μείζονας, οὐκ ἀηδεῖς ἐν τῇ γεύσει καὶ ποσῶς ὑποστύφοντας, ἐφ' οἷς ἐκ διαστημάτων σφόνδυλοι περιφερεῖς ὥσπερ πρασίου, καὶ ἐν αὐτοῖς σπέρμα μέλαν· φύεται ἐν ὑποπέτροις χωρίοις. δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα τραυμάτων κολλητικὴν καὶ ἀφλέγμαντον.

____________________

RV: σιδηρῖτις· οἱ δὲ Ἡράκλειον, προφῆται γόνος σκορ- πίου, οἱ δὲ αἷμα Τιτάνου, οἱ δὲ οὐρὰ σκορπίου, Πυθαγόρας πάρμορον, Ἀνδρέας ξανθοφαναία, Ὀσθάνης βούφθαλμον, Αἰ- γύπτιοι σενωδιονώρ, Ῥωμαῖοι οὐερτούμνουμ, οἱ δὲ μουλγή- θρουμ, οἱ δὲ σωλάστρουμ, οἱ δὲ ἴντουβουμ σιλβάτικουμ, Ἄφροι οὐδοδοννίν.

____________________

Identifications proposées :

  • Sideritis romana (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


sidêritis allê

4.34.1 <ἄλλη σιδηρῖτις>· κλῶνας ἔχει διπήχεις, λεπτούς, φύλλα δὲ ἐπὶ μόσχων μακρῶν, ὅμοια τοῖς τῆς πτερίδος, ἀκροσχιδῆ, πολλὰ ἑκατέρωθεν, ἐκ δὲ τῶν ἀνωτέρω μασχαλῶν ἀποφύσεις λεπτάς, μακράς, ἐπ' ἄκρου σφαιροειδῆ κεφαλὴν ἐχούσας τρα- χεῖαν, ἐν ᾗ σπέρμα ὅμοιον τεύτλῳ, στρογγυλώτερον δὲ καὶ σκλη- ρότερον. δύναμις δὲ καὶ ταύτης ἐστὶ [καὶ] τῶν φύλλων τραυματική.

____________________

Identifications proposées :

  • Sanguisorba minor (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


sidêritis hetera

4.35.1 ἔτι καὶ <ἑτέρα> λέγεται εἶναι <σιδηρῖτις>, ἣν καὶ αὐτὴν Ἡρακλείαν <Κρατεύας> καλεῖ, φυομένην ἐν τοίχοις καὶ ἀμπελῶ- σιν, ἔχουσαν φύλλα μικρά, πολλὰ ἀπὸ μιᾶς ῥίζης, ὅμοια κο- ριάνδρῳ περὶ καυλίοις σπιθαμιαίοις, λείοις, τρυφεροῖς, ὑπο- λεύκοις, ἐνερευθέσιν, ἄνθη δὲ φοινικᾶ, μικρά, γευομένῳ πικρά, γλίσχρα. καὶ ταύτης ἡ δύναμις ἐπιτιθεμένης κολλητικὴ ἐναίμων καὶ νεοτρώτων.

____________________

Identifications proposées :

  • Scrophularia lucida (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


Akhilleios

4.36.1 καλοῦσί τινες καὶ τὴν <Ἀχίλλειον> σιδηρῖτιν. φέρει δὲ ῥαβδία σπιθαμιαῖα ἢ καὶ μείζω, ἀτρακτοειδῆ, καὶ περὶ αὐτοῖς φυλλάρια λεπτά, ἐντομὰς πυκνὰς ἐκ πλαγίων ἔχοντα, προσεμφερῆ κορίῳ, ὑπόπικρα, γλίσχρα, πολύοσμα, οὐκ ἀηδῆ, φαρμακώδη δὲ τὴν ὀσμήν, σκιάδιον ἐπ' ἄκρου περιφερές, ἄνθη λευκά, εἶτα χρυσίζοντα· φύεται ἐν εὐγείοις τόποις. καὶ τούτου ἡ κόμη λεία ἐναίμων ἐστὶ κολλητικὴ καὶ ἀφλέγ- μαντος, αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προς- θέτῳ· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκάθισμα ῥοϊκαῖς· πίνεται δὲ καὶ πρὸς δυσεντερίαν.

____________________

RV: Ἀχίλλειος· οἱ δὲ μυριόμορφον, οἱ δὲ χιλιόφυλλον, οἱ δὲ στρατιωτικόν, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ Ἡράκλειον, Ῥωμαῖοι σουπερκίλιουμ βένερις, οἱ δὲ κο<ριάνδ>ρουμ σιλβάτικουμ, οἱ δὲ μιλιτάρεμ, οἱ δὲ μιλλεφόλλιουμ, Ἄφροι ἀστιρχιλλόθ.

____________________

Identifications proposées :

  • Achillea tomentosa (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


batos

4.37.1 <βάτος>, ἣν γινώσκομεν· στύφει, ξηραίνει, τρίχας βάπτει τὸ ἀφέψημα τῶν ἀκρεμόνων αὐτῆς, κοιλίαν τε ἵστησι πινόμενον καὶ ῥοῦν ἐπέχει γυναικεῖον καὶ πρηστῆρος δήγματι εὐθετεῖ· κρατύνει δὲ καὶ οὖλα καὶ ἄφθας ὑγιάζει διαμασωμένων τῶν φύλλων, καὶ ἕρπητας ἐπέχει καὶ ἀχῶρας τοὺς ἐν κεφαλῇ θερα- πεύει καὶ ὀφθαλμῶν προπτώσεις καὶ κονδυλώματα καὶ αἱμορ- ροΐδας καταπλασσόμενα τὰ φύλλα, καὶ ἐπὶ στομαχικῶν δὲ καὶ καρδιακῶν λεῖα ἐπιτιθέμενα ἁρμόζει. ὁ δὲ χυλὸς αὐτῆς ἐκθλι- βέντων τῶν καυλῶν καὶ τῶν φύλλων συστραφεὶς ἐν ἡλίῳ βέλ- τιον ποιήσει πάντα. τοῦ δὲ καρποῦ αὐτῆς πεπείρου μὲν τε- λείως ὁ χυλὸς εἰς τὰς στοματικὰς ἁρμόζει, ἵστησι δὲ καὶ κοιλίαν ἐσθιόμενος ὁ μέσως πέπειρος· καὶ τὸ ἄνθος δὲ αὐτῆς ποθὲν σὺν οἴνῳ κοιλίαν ἐφίστησιν.

____________________

RV: βάτος· οἱ δὲ κυνόσβατον, οἱ δὲ σεληνοτρόπιον, οἱ δὲ ἀσύντροφον, προφῆται αἷμα Τιτάνου, οἱ δὲ αἷμα ἴβεως, Ῥωμαῖοι σέντιξ, οἱ δὲ ῥούβουμ, οἱ δὲ μόρα <σιλ>βάτικα, Δάκοι μαντία, Αἰγύπτιοι αἰμοίως, οἱ δὲ ἄμετρος.

____________________

Identifications proposées :

  • Rubus ulmifolius (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


batos Idaia

4.38.1 <βάτος Ἰδαία>· ἐκλήθη μὲν διὰ τὸ πολλὴν ἐν τῇ Ἴδῃ γεννᾶσθαι. ἔστι δὲ ἁπαλωτέρα πολλῷ τῆς πρὸ αὐτῆς, ἀκάν- θας μικρὰς ἔχουσα· εὑρίσκεται δὲ καὶ χωρὶς ἀκάνθης. δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς, ἐκ περισσοῦ δὲ ταύτης τὸ ἄνθος σὺν μέλιτι λεανθὲν ὀφθαλμῶν φλεγμοναῖς περιχριό- μενον βοηθεῖ καὶ ἐρυσιπέλατα σβέννυσι, στομαχικοῖς δὲ μεθ' ὕδατος ἐν ποτῷ δίδοται.

____________________

Identifications proposées :

  • Rubus idaeus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


helxinê

4.39.1 <ἑλξίνη>· οἱ δὲ ἀμερσίνην, οἱ δὲ κισσάμπελον καλοῦσι. φύλλα ἔχει ὅμοια κισσῷ, ἐλάττονα δέ, καὶ κλωνία μακρά, περι- πλεκόμενα ὅπου ἂν τύχῃ. φύεται δὲ ἐν φραγμοῖς καὶ ἀμ- πελῶσι καὶ σίτῳ. δύναμιν δὲ ἔχει τῶν φύλλων ὁ χυλὸς πινόμενος λυτικὴν κοιλίας.

____________________

RV: ἑλξίνη· οἱ δὲ ἑλξῖτιν, οἱ δὲ καννοχερσαία, οἱ δὲ ἀμελξίνην, οἱ δὲ συκοτράγος, οἱ δὲ ψυχουλκός, οἱ δὲ κιττάμπε- λον, οἱ δὲ κισσάνθεμον, οἱ δὲ ἀνατεταμένον καλοῦσιν, Ῥωμαῖοι βούλουκρουμ μίνους, Αἰγύπτιοι ἀπάπ.

____________________

Identifications proposées :

  • Convolvulus arvensis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


elatinê

4.40.1 <ἐλατίνη>· τὰ μὲν φύλλα ἔχει ὅμοια τῇ ἑλξίνῃ, μικρό- τερα δὲ καὶ στρογγυλώτερα, δασέα, κλῶνας δὲ λεπτούς, σπιθα- μιαίους, πέντε ἢ ἓξ ἀπὸ τῆς αὐτῆς ῥίζης, φύλλων πλήρεις στρυφνῶν ἐν τῇ γεύσει· φύεται ἐν σίτοις καὶ ἐργασίμοις τόποις. δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα σὺν ἀλφίτοις φλεγμαίνοντας καὶ ῥευματιζομένους ὀφθαλμοὺς ὠφελεῖν· ἑψη- θεῖσα δὲ καὶ ῥοφουμένη δυσεντερίας ἵστησιν.

____________________

Identifications proposées :

  • Linaria spuria (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


Eupatorios

4.41.1 <Εὐπατόριος>· πόα ἐστὶ φρυγανώδης, ῥάβδον ἀναφέ- ρουσα μίαν, ὀρθήν, ξυλώδη, λεπτήν, μέλαιναν, ἔνδασυν, πήχεως ἢ καὶ μείζονα· φύλλα δὲ ἐκ διαστήματος, ἐσχισμένα μάλιστά που εἰς πέντε μοίρας ἢ καὶ πλείους, τοῖς τῆς πεντεφύλλου ἢ καννάβεως μᾶλλον ἐοικότα, καὶ αὐτὰ δὲ ὑπομέλανα, πριονοει-

4.41.2 δῶς ἐξ ἄκρων ἐντετμημένα· σπέρμα δὲ περιπέφυκεν ἀπὸ μέσου τοῦ καυλοῦ ὑπόδασυ, κάτω νενευκός, ὡς καὶ τοῖς ἱματίοις προς- έχεσθαι ξηρανθέν. ταύτης τὰ φύλλα μετὰ στέατος χοιρείου παλαιοῦ λεῖα ἐπι- τεθέντα τὰ δυσαπούλωτα τῶν ἑλκῶν ἰᾶται, τὸ δὲ σπέρμα καὶ ἡ πόα σὺν οἴνῳ πινομένη δυσεντερικοὺς καὶ ἡπατικοὺς καὶ ἑρπετοδήκτους ὠφελεῖ. ἔνιοι ταύτην ἀργεμώνιον ἐκάλεσαν πλα- νηθέντες· ἑτέρα γάρ ἐστιν, ὡς ὑπεδείξαμεν (II 207).

____________________

RV: ἡπατόριος· οἱ δὲ Εὐπατόριον, οἱ δὲ ἡπατῖτις, Ῥω- μαῖοι οὐολούκρουμ μάϊους, Αἰγύπτιοι ὀξιουίν.

____________________

Identifications proposées :

  • Agrimonia eupatoria (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


pentephullon

4.42.1 <πεντέφυλλον>· οἱ δὲ πενταπετές, οἱ δὲ πεντάτομον, οἱ δὲ πενταδάκτυλον, οἱ δὲ ψευδοσέλινον, οἱ δὲ καλλιπέταλον, οἱ δὲ ξυλόλωτον, οἱ δὲ ξυλοπέταλον καλοῦσι. κλῶνας φέρει καρφοειδεῖς, λεπτούς, σπιθαμιαίους, ἐφ' ὧν ὁ καρπός· φύλλα δὲ ἔχει ἐοικότα ἡδυόσμῳ, πέντε καθ' ἕκαστον μόσχον, σπανίως δέ που πλείονα, κύκλωθεν ἐσχισμένα πριονοειδῶς, ἄνθος δὲ ὠχρόλευκον. φύεται δὲ ἐν ἐφύδροις τόποις καὶ παρ' ὀχετοῖς. ῥίζαν δὲ ἔχει ὑπέρυθρον, ἐπιμήκη, παχυτέραν ἐλλεβόρου μέλα- νος· ἔστι δὲ πολύχρηστος.

4.42.2 δύναται δὲ τὸ τῆς ῥίζης ἀφέψημα ἄχρι τρίτου καταβιβα- σθὲν ὀδονταλγίας παύειν διακρατουμένου τοῦ ἀφεψήματος ἐν στόματι, καὶ σηπεδόνας τὰς ἐν στόματι διακλυζόμενον ἵστησι, καὶ τραχύτητας ἀρτηρίας ἀναγαργαριζόμενον παραιτεῖται, κοιλίᾳ τε ῥεούσῃ καὶ δυσεντερίᾳ βοηθεῖ, ἀρθριτικοῖς τε καὶ ἰσχιαδι- κοῖς πινόμενον· ἑφθὴ δὲ ἐν ὄξει λεία καταπλασσομένη ἕρπητας ἐπέχει, διαφορεῖ χοιράδας, σκληρίας, οἰδήματα, ἀνευρύσματα, ἀποστήματα, ἐρυσιπέλατα, πτερύγιά <τε> τὰ ἐν δακτύλοις καὶ κονδυλώματα καὶ ψώρας ἰᾶται· ὁ δὲ χυλὸς τῆς ῥίζης ἁπαλῆς ποιεῖ πρὸς τὰ ἐν ἥπατι καὶ πνεύμονι πάθη καὶ τὰ θανάσιμα.

4.42.3 τὰ δὲ φύλλα πίνεται μεθ' ὑδρομέλιτος ἢ οἴνου κεκραμένου καὶ πεπέρεως ὀλίγου πρὸς περιόδους, ἐπὶ μὲν τεταρταίων τεσσά- ρων κλωναρίων φύλλα, ἐπὶ δὲ τριταίων τριῶν, ἐπὶ δὲ ἀμφη- μερινῶν ἑνός· ἀρήγει δὲ καὶ ἐπιλημψίαις πινόμενα ἐπὶ ἡμέρας τριάκοντα, ἀνὰ φύλλα <λʹ>, ὑγιάζει δὲ καὶ ἴκτερον ταχέως ὁ χυλὸς τῶν φύλλων ποθεὶς ἐπί τινας ἡμέρας τριῶν κυάθων πλῆθος, τραύματά τε καὶ σύριγγας καὶ πτερύγια καταπλασθέντα μεθ' ἁλὸς καὶ μέλιτος ἰᾶται· βοηθεῖ δὲ καὶ ἐντεροκηλικοῖς καὶ αἱμορ- ραγίαν ἵστησι πινόμενον καὶ καταπλασσόμενον. τέμνεται δὲ καὶ πρὸς καθαρμοὺς καὶ ἱερουργίας καὶ ἁγνείας.

____________________

RV: πεντάφυλλον· οἱ δὲ πενταπετές, οἱ δὲ πεντάτομον, οἱ δὲ πενταδάκτυλον, οἱ δὲ ψευδοσέλινον, οἱ δὲ καλλιπέταλον, οἱ δὲ ξυλόλωτον, οἱ δὲ ἀσφάλτιον, οἱ δὲ πεντάκοινον, οἱ δὲ θυμιατῖτις [οἱ δὲ φυματῖτις], Αἰγύπτιοι ἀγωφιτεβεωκί, Αἰ- θίοπες αἴθωτρον, προφῆται ἴβεως ὄνυξ, οἱ δὲ πτερὸν ἴβεως, οἱ δὲ ἑρμοδάκτυλον, Ῥωμαῖοι κιγκουεφόλλιουμ, οἱ δὲ μάνους Μάρτις, Γάλλοι πομπέδουλα, Δάκοι προπόδιλα.

____________________

Identifications proposées :

  • Potentilla reptans (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


phoinix

4.43.1.1 <φοῖνιξ>· οἱ δὲ ῥοῦν, οἱ δὲ ἀγχύνωπα καλοῦσι. τὰ μὲν φύλλα ἔχει ὅμοια κριθῇ, βραχύτερα δὲ καὶ στενότερα, στάχυν δὲ ἐμφερῆ τῇ αἴρᾳ, κλῶνας δὲ ἑξαδακτύλους κύκλῳ τῆς ῥίζης καὶ στάχυς ἑπτὰ ἢ ὀκτώ. φύεται δὲ ἐν ταῖς ἀρούραις καὶ ἐπὶ τῶν στεγῶν τῶν νεοκαταχρίστων. δύναμιν δὲ ἔχει πινόμενος ἐν οἴνῳ αὐστηρῷ διάρροιαν καὶ αἱμορραγίαν τὴν ἐκ μήτρας καὶ οὔρων πλείονα φορὰν ἱστάνειν. ἱστοροῦσι δέ τινες καὶ ἴσχαιμον αὐτὸν εἶναι ἐνδεόμενον φοι- νικῷ ἐρίῳ καὶ περιαπτόμενον.

____________________

RV: φοῖνιξ· οἱ δὲ ῥοῦν, οἱ δὲ ἀγχύνωπα, οἱ δὲ φοινι- κόπτερος, οἱ δὲ ῥουσιόσταχυς, οἱ δὲ ὀσθάλη, Ῥωμαῖοι πάβου- λουμ μουρίνουμ, Αἰγύπτιοι ἀθνού.

____________________

Identifications proposées :

  • Lolium perenne (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

L'ivraie vivace (phoinix), appelée aussi rhous ou ankhunops, a les feuilles semblables à celles de l'orge (krithê), mais plus courtes et plus étroites, un épi qui fait penser à celui de l'ivraie enivrante (aira), des rameaux longs de six doigts disposés tout autour de la racine, et sept ou huit épis. Elle pousse dans les champs labourés et sur les toits récemment enduits. Prise en boisson dans du vin sec, elle a le pouvoir d'arrêter la diarrhée, les hémorragies de la matrice et la sécrétion urinaire trop abondante. Certains racontent qu'elle est également hémostatique, attachée à un flocon de laine pourpre et fixé autour <de la plaie>. (in extenso - trad. Suzanne Amigues)

Idaia rhiza

4.44.1 <Ἰδαία ῥίζα>· φύλλα ἔχει ὀξυμυρρίνῃ ἐοικότα, παρ' αὐτὰ δὲ ὡς ἕλικες μακραὶ πεφύκασιν, ἐξ ὧν τὸ ἄνθος. ταύτης ἡ ῥίζα στυπτικὴ σφόδρα, ἁρμόζουσα ἐφ' ὧν στύ- ψεώς ἐστι χρεία· πίνεται δὲ καὶ πρὸς κοιλίας ῥεύματα καὶ ῥοῦν γυναικεῖον αἱμορραγίαν τε πᾶσαν ἵστησιν.

____________________

Identifications proposées :

  • Ruscus hypoglossum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


Rhodia rhiza

4.45.1 <Ῥοδία ῥίζα>· γεννᾶται ἐν Μακεδονίᾳ ἐοικυῖα κόστῳ, κουφοτέρα δὲ καὶ ἀνώμαλος, ῥόδων ἐν τῇ διατρίψει ἀποφορὰν ποιοῦσα. χρησιμεύει δὲ ἐπὶ τῶν κεφαλαλγούντων σὺν νάρδῳ λιτῇ ἐμ- βρεχομένη καὶ ἐπιτιθεμένη μετώπῳ καὶ κροτάφοις.

____________________

RV: Ῥοδία ῥίζα· οἱ δὲ ῥοδιάδα καλοῦσιν.

____________________

Identifications proposées :

  • Sedum roseum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


hippouris

4.46.1 <ἵππουρις>· οἱ δὲ ἀναβάσιον, οἱ δὲ ἕφεδρον καλοῦσι. φύεται ἐν τόποις ἐφύδροις καὶ ἐν τάφροις. καυλία κενά, ὑπέ- ρυθρα, ὑποτραχέα, στερεά, γόνασι διειλημμένα ἐμπεφυκόσιν εἰς ἄλληλα, περὶ δὲ αὐτὰ φύλλα σχοινώδη, λεπτά, πυκνά· αὔξε- ται δὲ εἰς ὕψος ἀναβαίνουσα ἐπὶ τὰ παρακείμενα στελέχη καὶ κατακρέμαται περικεχυμένη κόμαις πολλαῖς μελαίναις καθάπερ ἵππου οὐρά· ῥίζα ξυλώδης, σκληρά.

4.46.2 στυπτικὴ δὲ ἡ πόα, ὅθεν ὁ χυλὸς αὐτῆς αἱμορραγίας ἵστησι τὰς ἐκ μυκτήρων καὶ δυσεντερίας ὠφελεῖ πινόμενος μετ' οἴνου· κινεῖ δὲ οὖρα. τὰ δὲ φύλλα τραύματα ἔναιμα κολλᾷ λεῖα ἐπιπλαττόμενα, ἡ δὲ ῥίζα καὶ ἡ πόα βήττουσί τε καὶ ὀρθοπνοϊ- κοῖς καὶ ῥηγματίαις ἀρήγει. ἱστορεῖται δὲ καὶ ἐντέρου διαίρε- σιν καὶ κύστεως διακοπὴν καὶ ἐντεροκήλην συνάγειν τὰ φύλλα πινόμενα σὺν ὕδατι.

____________________

RV: ἵππουρις· οἱ δὲ τριχομάχιον, οἱ δὲ ἀνάβασις, οἱ δὲ ἐφέδρανον, οἱ δὲ ἐφέδραν, οἱ δὲ ἰτέα δένδρος, οἱ δὲ γύννις, οἱ δὲ σχοινιόστροφον, Αἰγύπτιοι φερφρεί, προφῆται Κρόνου τρό- φις, Ῥωμαῖοι ἐκυινάλις, οἱ δὲ σάλιξ ἐκυινάλις.

____________________

Identifications proposées :

  • Equisetum silvaticum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


hippouris hetera

4.47.1 ἔστι δὲ καὶ <ἑτέρα ἵππουρις>, κόμας βραχυτέρας καὶ λευκοτέρας καὶ μαλακωτέρας ἔχουσα, ἥτις καὶ αὐτὴ λεία σὺν ὄξει τραύματα ἰᾶται.

____________________

RV: ἵππουρις ἑτέρα· οἱ δὲ σκυτίον, οἱ δὲ ἐφέδραν, οἱ δὲ γύννιν, Ῥωμαῖοι σάλιξ ἐκυίνους. ἡ δὲ ἑτέρα ἵππουρις καυ- λός ἐστιν ὀρθός, ἴσος, μείζων δὲ πήχεως, ὑπόκενος, κόμας ἐκ διαστημάτων ἔχουσα βραχυτέρας καὶ λευκοτέρας καὶ μαλακω- τέρας, ἥτις καὶ αὐτὴ τραύματα ἰᾶται τὴν αὐτὴν ἔχουσα δύναμιν.

____________________

Identifications proposées :

  • Equisetum maximum = Equisetum telmateia (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


kokkos baphikê

4.48.1 <κόκκος βαφική>· θάμνος ἐστὶ φρυγανώδης, ᾧ πρός- κεινται οἱονεὶ φακοί, οἵτινες ἐκλεγόμενοι συντίθενται. ἀρίστη δέ ἐστιν ἡ Γαλατικὴ καὶ Ἀρμενιακή, ἔπειτα ἡ Ἀσιανὴ καὶ Κιλίκιος, ἐσχάτη δὲ πασῶν ἡ Σπάνη. δύναμιν δὲ ἔχει στυπτικήν, ἁρμόζουσαν τραύμασι καὶ νεύ- ρων τρώσεσι λεία μετ' ὄξους καταπλασσομένη. γεννᾶται δὲ καὶ ἐν Κιλικίᾳ ἐν ταῖς δρυσὶν ὅμοιόν <τι> κοχλίᾳ μικρῷ, ὃ τῷ στομώματι αἱ τῇδε γυναῖκες ἀναλέγουσαι κόκκον καλοῦσιν.

____________________

Identifications proposées :

  • Quercus coccifera (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

tragion

4.49.1 <τράγιον>· φύεται μὲν ἐν Κρήτῃ μόνῃ. ἔχει δὲ τὰ μὲν φύλλα σχίνῳ ὅμοια καὶ τὰς ῥάβδους καὶ τὸν καρπόν, μικρότερα δὲ πάντα· φέρει δὲ καὶ ὀπὸν κόμμει παραπλήσιον. ταύτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον καταπλας- σόμενα σὺν οἴνῳ ἐπισπᾶται σκόλοπας καὶ πάντα τὰ ἐμπηγνύ- μενα, πινόμενα δὲ στραγγουρίας ἰᾶται καὶ λίθους τοὺς ἐν κύστει θρύπτει καὶ καταμήνια ἄγει· λαμβάνεται δὲ ὁλκὴ δραχμῆς μιᾶς. φασὶ δὲ καὶ τὰς ἀγρίας αἶγας τοξευθείσας καὶ νεμηθείσας τὴν πόαν ἐκβάλλειν τὰς ἀκίδας.

____________________

RV: τράγος· οἱ δὲ τράγιον, οἱ δὲ τραγόκερως, οἱ δὲ σκορπίον, οἱ δὲ τάργανον, Ῥωμαῖοι κορνούλακαμ, οἱ δὲ βιτου- <μ>ινέα, οἱ δὲ ἵρκουλου<μ, οἱ δὲ> δεντάρια, Δάκοι σαλία, Αἰ- γύπτιοι σοβέρ, Ἄφροι ἀχχιουίμ.

____________________

Identifications proposées :

  • Pistacia palestina (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


tragion allo

4.50.1 <τράγιον ἄλλο>· ἔχει μὲν φύλλα ὅμοια σκολοπενδρίῳ, ῥίζαν δὲ λευκήν, λεπτήν, παραπλήσιον ῥαφάνῳ ἀγρίᾳ, ἥτις βοηθεῖ δυσεντερικοῖς ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη. προσβάλ- λει δὲ κατὰ τὸ φθινόπωρον τὰ φύλλα τράγου ὀσμήν, ὅθεν καὶ ὠνόμασται τράγιον.

____________________

RV: τράγιον ἄλλο.

____________________

Identifications proposées :

  • Pimpinella tragion (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


tragos

4.51.1 <τράγος>· οἱ δὲ σκορπίον, οἱ δὲ τάργανον. φύεται παρὰ θαλάττῃ μάλιστα· θαμνίσκος ὑπὲρ γῆς οὐ μέγας, σπιθαμῆς ἢ <καὶ> μείζων, φύλλα δὲ οὐκ ἔχει· ἐπὶ δὲ τῶν κλάδων πρός- κεινται οἱονεὶ ῥᾶγες μικραί, πυρραί, κατὰ μέγεθος πυροῦ, ὀξεῖαι ἐπ' ἄκρου, πολλαὶ λίαν, γευσαμένῳ στυπτικαί. τούτου ὁ καρπός, ὡς ῥᾶγες δέκα, σὺν οἴνῳ ποθεῖσαι κοι- λιακοὺς καὶ ῥοϊκὰς ὠφελοῦσιν. ἔνιοι δὲ κόπτοντες αὐτὸν ἀνα- πλάττουσι τροχίσκους εἰς ἀπόθεσιν καὶ οὕτως χρῶνται.

____________________

RV: τράγος ἕτερος ἢ σκορπίος ἢ τάργανον.

____________________

Identifications proposées :

  • Ephedra distachya (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


skhoinos heleias

4.52.1 <σχοίνου ἑλείας> τὸ μέν τι καλεῖται ὀξύσχοινος, ἄπο- ξυς ἐπ' ἄκρῳ. δισσὸν δὲ καὶ ταύτης εἶδος· ἡ μὲν γὰρ ἄκαρ- πος, ἡ δὲ καρπὸν μέλανα ἔχει, περιφερῆ, παχύτεροι δὲ ταύτης οἱ κάλαμοι καὶ σαρκωδέστεροι. ἔστι δὲ καὶ τρίτη πολλῷ σαρ- κωδεστέρα καὶ παχυτέρα τοῖν δυεῖν ὁλόσχοινος λεγομένη· ἔχει δὲ καὶ αὕτη καρπὸν ἐπ' ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς.

4.52.2 ἀμφοτέρων δὲ ὁ καρπὸς φρυγεὶς καὶ πινόμενος μετὰ κρά- ματος κοιλίαν καὶ ῥοῦν ἐρυθρὸν ἵστησι καὶ οὖρα κινεῖ· ἔστι δὲ κεφαλαλγής. τὰ δὲ πρὸς τῇ ῥίζῃ ἁπαλὰ φύλλα καταπλασσό- μενα φαλαγγιοδήκτοις ἁρμόζει. ἡ δὲ Εὐριπικὴ σχοῖνος ὑπνω- τικὸν ἔχει τὸν καρπόν· φυλάττεσθαι δὲ δεῖ αὐτοῦ ἐν ταῖς πόσεσι τὸ πλῆθος· καροῖ γὰρ λίαν

____________________

RV: ὀξύσχοινος· οἱ δὲ ὀξύπτερος οἱ δὲ ὀφρὺς ἡλίου, Ῥωμαῖοι ἰούγκουμ μαρίνουμ, οἱ δὲ ἰούγκουμ μανουάλεμ, Ἄφροι χουδόδ.

____________________

Identifications proposées :

  • Scirpus sp., Juncus sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Du jonc des marais (skhoinos heleias), une espèce est appelée "jonc piquant" (oxyskhoinos), car ses extrémités sont piquantes. Elle comprend deux variétés : l'une est stérile, l'autre a un fruit noir, arrondi, et son chaume est plus gros et plus charnu. Il existe encore un troisième jonc beaucoup plus gros et plus charnu que les deux précédents, qui est dit " jonc véritable" (holoskhoinos) ; ce dernier aussi porte à l'extrémité <des tiges> un fruit semblable à celui du précédent. (trad. Suzanne Amigues)

  • Ce que Dioscoride appelle (après Théophraste) holoskhoinos est Scirpus holoschoenus L. (note Suzanne Amigues)

leikhên epi tôn petrôn

4.53.1 <λειχὴν ὁ ἐπὶ τῶν πετρῶν>· βρύον ἐστὶ προσεχό- μενον ταῖς ἐνδρόσοις πέτραις. τοῦτο καταπλασθὲν αἱμορραγίαν ἵστησι καὶ φλεγμονὰς παραιτεῖται καὶ λειχῆνας θεραπεύει· ὠφελεῖ καὶ ἰκτερικοὺς μετὰ μέλιτος διαχριομένου στόματος καὶ γλώσσης <καὶ> ῥευματισμοὺς παραιτεῖται.

____________________

RV: λειχὴν ὁ ἐπὶ τῶν πετρῶν· οἱ δὲ βρύον καλοῦσιν.

____________________

Identifications proposées :

  • lichens divers (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


parônukhia

4.54.1 <παρωνυχία>· φύεται ἐν πέτραις. θαμνίσκιον ὅμοιον πέπλῳ, τῷ μήκει ἔλαττον, τοῖς δὲ φύλλοις μεῖζον, ὅπερ κατα- πλασθὲν ὅλον παρωνυχίας καὶ κηρία θεραπεύει.

____________________

RV: παρωνυχία· οἱ δὲ ἀκιδωτός, οἱ δὲ νευράς, οἱ δὲ φρύνιον, Ῥωμαῖοι βού<κ>ιναμ.

____________________

Identifications proposées :

  • Paronychia (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


khrusokomê

4.55.1 <χρυσοκόμη>· οἱ δὲ χρυσῖτιν. ῥαβδίον σπιθαμιαῖον, ἔχον κόμην κορυμβοειδῆ, ὁμοίαν ὑσσώπῳ, ῥίζαν δασεῖαν, λεπτήν, ὡς ἐλλεβόρου μέλανος, γευσαμένῳ οὐκ ἀπηνῆ, κυπάρισσον ὑπο- κυοῦσαν, ἐν τῷ γλυκεῖ ὑπαυστηρόν· φύεται ἐν παλισκίοις <τό- ποις> καὶ πετρώδεσι. δύναμιν δὲ ἔχει θερμαντικὴν καὶ στυπτικὴν ἡ ῥίζα, ἡπατι- κοῖς καὶ περιπνευμονικοῖς ἁρμόζουσαν· λαμβάνεται δὲ καὶ σὺν ὑδρομέλιτι ἑφθὴ πρὸς κάθαρσιν ὑστέρας.

____________________

RV: χρυσοκόμη ἢ χρυσῖτις· οἱ δὲ χρυσάνθεμον, οἱ δὲ ἀμάραντον, οἱ δὲ Διὸς πώγων, Ῥωμαῖοι Ἰόβις βάρβα, Ἄφροι δουβάθ, οἱ δὲ βουρχουμάθ.

____________________

Identifications proposées :

  • Aster linosyris (Beck)
  • (Aufmesser)
  • Chrysocome linosyris (Berendes)
  • (García Valdés)

____________________

RV: khrusokomê ou khrusitis : pour certains khrusanthemon, ou amaranton, ou Dios pôgôn, chez les Romains Iovisbarba, ches les Africains doubath ou bourkhoumath.

khrusogonon

4.56.1 <χρυσόγονον>· οἱ δὲ ἴασπιν, οἱ δὲ λίνον καλοῦσι. φύλλα μὲν ἔχει ὅμοια δρυΐ – ὁ δὲ θάμνος ἐστὶ πυκνός – ἄνθος δὲ παραπλήσιον φλόμῳ τῷ στεφανωματικῷ, ῥίζαν δὲ ὁμοίαν γογ- γυλίδι, ἔνδοθεν ἰσχυρῶς ἐρυθράν, ἔξωθεν δὲ μέλαιναν, ἥτις βοηθεῖ σὺν ὄξει λεανθεῖσα καὶ ἐπιτεθεῖσα μυγαλῆς δήγμασιν.

____________________

RV: χρυσόγονον· οἱ δὲ χρυσόσπερμον, οἱ δὲ ἴασπιν, οἱ δὲ λίνον, οἱ δὲ ὀρίγανον, οἱ δὲ ἀρκόφθαλμον, Ῥωμαῖοι αὐριολάρια.

____________________

Identifications proposées :

  • Leontice chrysogonon (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


helikhruson

4.57.1 <ἑλίχρυσον> ἢ <χρυσάνθεμον>, οἱ δὲ ἀμάραντον, ᾧ καὶ τὰ εἴδωλα στεφανοῦσι. ῥαβδίον <ὀρθόν,> λευκόν, φύλλα στενὰ ἐκ διαστημάτων ἔχον πρὸς τὰ τοῦ ἁβροτόνου, κόμην κυκλοτερῆ, σκιάδια χρυσοφανῆ, περιφερῆ ὥσπερ κορύμβους ξηρούς, ῥίζαν λεπτήν. φύεται δὲ ἐν τραχέσι καὶ χαραδρώδεσι τόποις. βοηθεῖ δὲ ἡ κόμη σὺν οἴνῳ ποθεῖσα δυσουρίαις καὶ ἑρπε- τῶν δήγμασι καὶ ἰσχιάσι καὶ ῥήγμασι, καὶ ἔμμηνα ἄγει καὶ θρόμβους αἵματος τοὺς ἐν κύστει ἢ κοιλίᾳ τήκει σὺν <οἴνῳ ἢ> οἰνομέλιτι πινομένη· ἴσχει δὲ καὶ κατάρρους ὅσον τριώβολον νήστει δοθὲν πιεῖν ἐν κράματι οἴνου λευκοῦ· συντίθεται δὲ καὶ μετὰ ἱματίων ἄβρωτα τηροῦσα ταῦτα.

____________________

RV: χρυσάνθ<εμ>ον ἢ ἑλίχρυσον.

____________________

Identifications proposées :

  • Helichrysum orientale, Helichrysum stoechas, Helichrysum sicelum (Beck)
  • (Aufmesser)
  • Gnaphalium stoechas d'après Sibthorp et Fraas, ou Tanacetum annuum d'après Sprengel, mais moins convaincant (Berendes)
  • (García Valdés)

____________________

Helikhruson ou khrusanthemon ou amaranton, dont on fait des couronnes pour les idoles. La tige est droite, blanche...

____________________

4.58RV.1 [<χρυσάνθεμον ἢ χάλκας>· οἱ δὲ χρυσανθεμίδα, οἱ δὲ χαλκῖτιν, οἱ δὲ χάλκανθον, οἱ δὲ χαλκάνθεμον, οἱ δὲ βούφθαλμον, Ῥωμαῖοι κάλθα, Θοῦσκοι γαρουλέου, Ἄφροι χουρζητά. τρυφερά τις πόα, θαμνοειδὴς δέ, λείους ἀναφέρουσα καυλοὺς καὶ φύλλα πολυσχιδῆ, ἄνθη μήλινα, ἰσχυρῶς στίλβοντα καὶ ὀφθαλμοειδῶς κυκλοτερῆ, διὸ καὶ οὕτως ὠνόμασται. φύεται δὲ περὶ τὰς πόλεις· οἱ καυλοὶ δὲ αὐτῆς λαχανεύονται. τὰ δὲ ἄνθη λεῖα μετὰ κηρωτῆς στεατώματα λέγεται δια- φορεῖν, ἰκτερικοὺς δὲ καὶ προσκαίρως εὐχροεῖν ποιεῖ ποθεῖσα μετὰ τὴν ἐν τοῖς λουτροῖς ἀπὸ τῆς μάκτρας ἔξοδον.]

____________________

Identifications proposées :

  • (Beck)
  • (Aufmesser)
  • Chrysanthemum coronarium (Berendes). Berendes cote cette notice 58, et l'ageraton 59.
  • (García Valdés)

____________________

Le chrysanthème (khrusanthemon) ou fleur de cuivre (khalkas) : on l'appelle encore khrusanthemis, khalkitis, khalkanthon, khalkanthemon, œil-de-bœuf (bouphthalmon) ; les Romains le nomment caltha, les Etrusques garouleou, les Africains khourzêta. C'est une espèce d'herbe tendre, buissonnante, qui présente des tiges 1isses et des feuilles très découpées, des fleurs jaune vif, extrêmement brillantes, et rondes comme un œil, d'où le nom. Elle pousse aux abords des villes ; ses tiges sont consommées comme légume. (in extenso.- trad. Suzanne Amigues)

agêraton

4.58.1 <ἀγήρατον>· θάμνος φρυγανώδης, δισπίθαμος, ταπεινός, ἁπλοῦς, ἐμφερὴς μάλιστα ὀριγάνῳ, σκιάδιον ἔχων, ἐφ' οὗ ἄνθος πομφολυγῶδες, χρυσοειδές, ἔλαττον δ' ἑλιχρύσου. ὠνόμασται δὲ ἀγήρατον διὰ τὸ πρὸς τὸ πολὺ τὸ ἄνθος ὁμοειδὲς φυλάττεσθαι. δύναμιν δὲ ἔχει τὸ ἀφέψημα αὐτῆς πυριωμένην, καὶ αὐτὴ ἡ πόα ὑποθυμιωμένη οὖρα ἄγειν καὶ τὰ περὶ ὑστέραν μαλάττειν.

____________________

RV: ἀγήρατον.

____________________

Identifications proposées :

  • Achillea ageratum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


peristerion

4.59.1.1 <περιστέριον>· φύεται ἐν τοῖς ἐφύδροις τόποις, δοκεῖ δὲ ὠνομάσθαι ἐκ τοῦ τὰς περιστερὰς ἡδέως ἐνδιατρίβειν αὐτῇ. πόα δ' ἐστὶ σπιθαμῆς ἔχουσα τὸ ὕψος ἢ καὶ μεῖζον, πέταλα ἐντετμημένα, ὑπόλευκα, ἐκπεφυκότα ἐκ τοῦ καυλοῦ· μονόκλαδος δ' ὡς τὸ πολὺ καὶ μονόρριζος εὑρίσκεται. δοκεῖ δὲ τὰ φύλλα σὺν ῥοδίνῳ ἢ στέατι χοιρείῳ νεαρῷ προστιθέμενα ἀνωδυνίαν ὑστέρας ποιεῖν· στέλλει δὲ καὶ ἐρυσι- πέλατα σὺν ὄξει καταπλασθεῖσα καὶ σηπεδόνας ἐπέχει καὶ τραύ- ματα κολλᾷ καὶ ἀπουλοῖ τὰ παλαιὰ σὺν μέλιτι.

____________________

RV: περιστερεὼν ὀρθός· οἱ δὲ τρυγόνιον, οἱ δὲ βούνιον, οἱ δὲ ἱερὰ βοτάνη, οἱ δὲ φιλτροδότις, Αἰγύπτιοι πεμψεμπτέ, προφῆται Ἥρας δάκρυον, οἱ δὲ αἷμα γαλῆς, οἱ δὲ αἷμα Ἑρμοῦ, Ῥωμαῖοι κρίστα γαλλινάκια, οἱ δὲ φερράρια, οἱ δὲ ἡρκουλάνια, οἱ δὲ ἐξουπέρανς, οἱ δὲ <μα>τρικάλις, οἱ δὲ ἕρβα παλουμβάρις, οἱ δὲ ἕρβα σαγγυνάλις.

____________________

Identifications proposées :

  • Lycopus europaeus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

L'"herbe aux pigeons" pousse dans les lieux humides et passe pour devoir son nom au fait que les pigeons la fréquentent volontiers. C'est une plante haute d'un empan - (= 0,22 m) - ou même davantage, à feuilles incisées, blanchâtres, qui naissent de la tige ; on la trouve en général non ramifiée et avec une racine unique.

Les feuilles appliquées avec du <miel> rosat ou de la graisse de porc fraî che passent pour rendre la matrice indolore ; en compresses avec du vinaigre, elles font régresser les érysipèles, arrêtent la gangrène, referment les blessures et cicatrisent les plaies anciennes avec du miel. (in extenso.- trad. Suzanne Amigues)

On a proposé le chanvre d'eau, Lycopus europaeus L., astringent et détersif, dont on trouve en Méditerranée orientale et dans la péninsule balkanique la subsp. menthifolius (Mabille) Skalický, plus ou moins tomenteuse. (note Suzanne Amigues)

hiera botanê

4.60.1 <ἱερὰ βοτάνη>, οἱ δὲ περιστερεῶνα ἐκάλεσαν· ῥάβδους ἀνίησι πηχυαίας ἢ καὶ μείζονας, γωνιοειδεῖς, <γονατώδεις,> περὶ ἃς τὰ φύλλα ἐκ διαστημάτων ἐοικότα δρυΐ, πλὴν στενότερα καὶ ἧττον ἐντετμημένα [δὲ] τὰ κύκλῳ, ὑπόγλαυκα, ῥίζαν δὲ ὑπομήκη, λεπτήν. ταύτης τὰ φύλλα καὶ ἡ ῥίζα ποτιζόμενα μετ' οἴνου καὶ καταπλασσόμενα ποιεῖ πρὸς ἑρπετ<ῶν δήγματ>α, πρὸς δὲ ἴκτε- ρον τὰ φύλλα ὅσον δραχμὴ μία μετὰ λιβανωτοῦ τριωβόλου σὺν οἴνου παλαιοῦ θερμοῦ κοτύλῃ μιᾷ νήστει ἐφ' ἡμέρας τέσσαρας πινόμενα, οἰδήματά τε χρόνια καὶ φλεγμονὰς τὰ φύλλα ἐπιπλα-

4.60.2 σθέντα πραΰνει καὶ ῥυπαρὰ ἕλκη καθαίρει. ἀφεψηθεῖσα δὲ ὅλη ἐν οἴνῳ ἐσχάρας τὰς ἐν παρισθμίοις περιρρήττει, καὶ νομὰς τὰς ἐν στόματι ἀναγαργαριζομένη ἐφίστησι, ῥαινόμενόν τε ἐν συμποσίῳ τὸ ἀπόβρεγμα εὐδιαγωγοτέρους ἱστορεῖται ποιεῖν. δίδοται δὲ τριταΐζουσι πιεῖν τὸ τρίτον γόνυ ἀπὸ τῆς γῆς σὺν τοῖς περικειμένοις φύλλοις, τεταρταΐζουσι δὲ τὸ τέταρτον. καλεῖται δὲ ἱερὰ βοτάνη διὰ τὸ εὐχρηστεῖν ἐν τοῖς καθαρμοῖς εἰς περιάμματα.

____________________

RV: περιστερεὼν ὕπτιος· οἱ δὲ ἱερὰν βοτάνην, οἱ δὲ ἠριγένειον, οἱ δὲ χαμαίλυκος, οἱ δὲ σιδηρῖτις, οἱ δὲ κουρῖτις, οἱ δὲ Φερσεφόνιον, οἱ δὲ Διὸς ἠλακάτη, οἱ δὲ δίχρωμον, οἱ δὲ κόλλησις, οἱ δὲ κυπάρισσος, οἱ δὲ Δημητριάς, Αἰγύπτιοι πεμ- φεμφθάμ, Πυθαγόρας ἐρυσίσκηπτρον, Ῥωμαῖοι κιγκιννάλις, οἱ δὲ βερβήνακαμ, οἱ δὲ λουστράγω, οἱ δὲ κολουμβίνα, οἱ δὲ οὐερτι- πήδιουμ.

____________________

Identifications proposées :

  • Verbena officinalis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

L'"herbe sacrée", qu'on a appelée "pigeonnier", fait des pousses d'une coudée - (= 0,44 m) - <de haut> ou même davantage, anguleuses, autour desquelles partent des nœuds les feuilles qui ressemblent à celle du chêne, quoique plus étroites et moins découpées sur leur pourtour, un peu glauques ; sa racine est un peu longue et fine. (trad. Suzanne Amigues)

Verbena officinalis L. (note Suzanne Amigues)

astragalos

4.61.1 <ἀστράγαλος>· θάμνος μικρὸς ἐπὶ γῆς φυόμενος, φύλλοις καὶ κλωνίοις ὅμοιος ἐρεβίνθῳ, ἄνθη πορφυρᾶ, μικρά· ῥίζα δ' ὕπ- εστι στρογγύλη ὥσπερ ῥάφανος εὐμεγέθης, παραφυάδας ἔχουσα στερεάς, μελαίνας, σκληροτάτας ὡς κέρατα ἀντεμπεπλεγμένας ἀλλήλαις, γευσαμένῳ στυπτικάς· φύεται ἐν εὐηνέμοις καὶ συ- σκίοις καὶ χιονιζομένοις τόποις, πολλὴ δ' ἐν Φενεῷ τῆς Ἀρ- καδίας. ἵστησι δὲ κοιλίαν ῥευματιζομένην ἐν οἴνῳ ποθεῖσα ἡ ῥίζα, κινεῖ καὶ οὖρα· ποιεῖ καὶ πρὸς παλαιὰ ἕλκη ξηρὰ ἐπιπασσο- μένη καὶ αἷμα ἴσχει. κόπτεται δὲ δυσχερῶς διὰ τὸ στερεὸν αὐτῆς.

____________________

RV: ἀστράγαλος· οἱ δὲ ἰσχάς, οἱ δὲ ἄπιος, οἱ δὲ χα- μαισύκη, οἱ δὲ ὄνυξ, οἱ δὲ γαγάτης, Ῥωμαῖοι πίρουμ λιτούρ- βιουμ, οἱ δὲ φίκουμ τέρραι, οἱ δὲ γλάνδουλαμ, οἱ δὲ πίσουμ, οἱ δὲ Νωνάκριαμ.

____________________

Identifications proposées :

  • Astragalus sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


huakinthos

4.62.1 <ὑάκινθος>· φύλλα ἔχει ὅμοια βολβῷ, καυλὸν σπιθα- μιαῖον, λεῖον, λεπτότερον μικροῦ δακτύλου, χλωρόν, κόμην ἐπι- κειμένην κυρτήν, ἄνθους πλήρη πορφυροειδοῦς, ῥίζαν καὶ αὐτὴν ἐμφερῆ βολβῷ, ἥτις σὺν οἴνῳ καταπλασθεῖσα λευκῷ ἐπὶ παίδων ἀνήβους τηρεῖν πεπίστευται· ἵστησι δὲ καὶ κοιλίαν καὶ οὖρα ἄγει ποθεῖσα καὶ φαλαγγιοδήκτους ὠφελεῖ. ὁ δὲ καρπὸς στυπτικώτερος ὢν καὶ αὐτὸς κοιλιακοὺς ὠφελεῖ, ἴκτερόν τε ἀπο- καθαίρει σὺν οἴνῳ πινόμενος.

____________________

RV: ὑάκινθος· οἱ δὲ Ἑλικωνιάς, οἱ δὲ πορφυρανθές, Ῥωμαῖοι βάκκουμ, οἱ δὲ οὐακκίνιουμ.

____________________

Identifications proposées :

  • Scilla bifolia (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


mêkôn rhoias

4.63.1 <μήκων ῥοιάς>· ὠνόμασται διὰ τὸ ταχέως τὸ ἄνθος ἀποβάλλειν· φύεται δὲ ἐν ἀρούραις ἦρος, ὅτε καὶ συλλέγεται. ἔοικε δὲ τὰ φύλλα [ὀριγάνῳ ἢ εὐζώμῳ ἢ] κιχορίῳ ἢ θύμῳ, ὑπ- εσχισμένα, μακρότερα δὲ καὶ τραχύτερα· καυλὸν δὲ <ἔχει> σχοι- νώδη, ὄρθιον, τραχύν, ὡς πήχεως, ἄνθος φοινικοῦν, ἐνίοτε δὲ λευκόν, ὅμοιον τῷ τῆς ἀγρίας ἀνεμώνης· κεφαλὴ δὲ προμήκης, ἧττον μέντοι τῆς ἀνεμώνης, καρπὸς πυρρός, ῥίζα ἐπιμήκης, ὑπόλευκος, δακτύλου ἔχουσα μικροῦ πάχος, πικρά.

4.63.2 ταύτης κεφαλὰς πέντε ἢ ἓξ ἐν οἴνου κυάθοις τρισὶν ἑψή- σας, ὥστε εἰς δύο ἀγαγεῖν, πότιζε οὓς ἂν βούλῃ ὑπνῶσαι. τοῦ δὲ σπέρματος ὅσον ὀξύβαφον ποθὲν σὺν μελικράτῳ κοιλίαν ἠπίως μαλάσσει· μείγνυται δὲ καὶ μελιτώμασι καὶ ἰτρίοις πρὸς τὸ αὐτό. τὰ δὲ φύλλα σὺν ταῖς κωδύαις καταπλασθέντα φλεγ- μονὰς ἰᾶται· καὶ τὸ ἀπόζεμα δὲ αὐτῶν προσαντληθὲν ὑπνο- ποιόν ἐστιν.

____________________

RV: μήκων ῥοιάς· οἱ δὲ ὀξύγονον, Ῥωμαῖοι παπάβερ ἄλβου<μ>, Αἰγύπτιοι ναντί.

____________________

Identifications proposées :

  • Papaver rhoeas (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le coquelicot doit son nom de rhoias à la caducité de sa fleur. Il croît dans les champs cultivés au printemps, qui est l'époque où on le récolte. Ses feuilles sont semblables à celles de la roquette ou de la chicorée, un peu découpées comme elles, mais plus grandes et plus rêches. Il a une tige de jonc, dressée, rêche, haute d'environ une coudée, une fleur pourpre et parfois blanche, pareille à celle de l'anémone sauvage ; la capsule est allongée, moins cependant que le fruit de l'anémone, la graine est rousse, la racine assez longue, blanchâtre, de la grosseur du petit doigt, amère. (trad. Suzanne Amigues)

= Papaver rhoeas L. et espèces voisines, en particulier, Papaver albiflorum (Besser) Pacz. (note Suzanne Amigues)

mêkôn

4.64.1 <μήκων>· ἡ μέν τίς ἐστιν ἥμερος καὶ κηπευτή, ἧς τὸ σπέρμα ἀρτοποιεῖται εἰς τὴν ἐν ὑγιείᾳ χρῆσιν· καὶ σὺν μέλιτι δὲ ἀντὶ σησάμης αὐτῷ χρῶνται· καλεῖται δὲ θυλακῖτις, ἐπί- μηκες ἔχουσα τὸ κεφάλιον καὶ τὸ σπέρμα λευκόν. ἡ δέ τις ἀγρία, ἐγκαθημένην ἔχουσα τὴν κωδύαν, σπέρμα μέλαν, ἣ δὴ καὶ πιθῖτις ὀνομάζεται, ὑπ' ἐνίων δὲ ῥοιὰς καὶ αὐτὴ διὰ τὸ ῥεῖν ἐξ αὐτῆς τὸν ὀπόν. τρίτη δὲ ἀγριωτέρα καὶ μικροτέρα καὶ φαρμακωδεστέρα τούτων, ἔχουσα τὴν κωδύαν ἐπιμήκη.

4.64.2 κοινὴ δὲ αὐτῶν δύναμις ψυκτική, ὅθεν τὰ φύλλα καὶ αἱ κωδύαι καθεψηθεῖσαι ἐν ὕδατι καὶ προσαντλούμεναι ὑπνο- ποιοῦσι· καὶ πίνεται δὲ πρὸς ἀγρυπνίαν τὸ ἀφέψημα, καὶ εἰς καταπλάσματα δὲ λεῖαι αἱ κωδύαι μετὰ ἀλφίτου πρὸς φλεγ- μονὰς καὶ ἐρυσιπέλατα μειγνύμεναι ἁρμόζουσι. δεῖ δὲ κόπτον- τας αὐτὰς χλωρὰς ἀναπλάττειν εἰς τροχίσκους καὶ ξηραίνοντας ἀποτίθεσθαι καὶ οὕτως χρῆσθαι. καθ' ἑαυτὰς δὲ ἑψηθεῖσαι αἱ κωδύαι ἐν ὕδατι ἄχρι ἡμίσους, εἶτα σὺν μέλιτι πάλιν ἑψηθεῖσαι, μέχρι ἂν συστραφῇ τὸ ὑγρόν, ποιοῦσι φάρμακον ἐκλεικτὸν ἀνώδυνον πρὸς βῆχας καὶ ῥευματισμοὺς ἀρτηρίας

4.64.3 καὶ κοιλιακὰς διαθέσεις· ἐνεργέστερον δὲ γίνεται μιγέντων αὐτῷ ὑποκιστίδος χυλοῦ καὶ ἀκακίας. τὸ δὲ σπέρμα τῆς μελαίνης μήκωνος λεῖον ποτίζεται σὺν οἴνῳ πρὸς ῥεῦμα κοι- λίας καὶ γυναικεῖον ῥοῦν· καταπλάσσεται δὲ ἐπὶ τῶν ἀγρυ- πνούντων μετὰ ὕδατος ἐπὶ τοῦ μετώπου καὶ τῶν κροτάφων. ὁ δὲ ὀπὸς καὶ αὐτὸς ψύχων ἐπὶ πλέον καὶ παχύνων καὶ ξηραίνων λημφθεὶς βραχὺς ὅσον ὄροβος ἀνώδυνός ἐστι καὶ ὑπνοποιὸς καὶ πεπτικός, βοηθῶν βηξὶ καὶ κοιλιακαῖς διαθέσεσι· πλείων

4.64.4 δὲ ποθεὶς βαπτίζει <ὕπνῳ> ληθαργωδῶς καὶ ἀναιρεῖ. ποιεῖ δὲ καὶ κεφαλαλγίαις σὺν ῥοδίνῳ ἐμβρεχόμενος, ὠταλγοῦσι δὲ σὺν ἀμυγδαλίνῳ καὶ κρόκῳ καὶ σμύρνῃ ἐγχεόμενος, ἐπὶ δὲ φλεγ- μονῆς ὀφθαλμῶν σὺν λεκίθῳ ὠοῦ ὀπτῇ καὶ κρόκῳ, πρὸς ἐρυ- σιπέλατα δὲ καὶ τραύματα σὺν ὄξει, ποδάγραις τε σὺν γάλακτι γυναικείῳ καὶ κρόκῳ· προστεθεὶς δὲ δακτυλίῳ ἀντὶ βαλανίου ὕπνον ποιεῖ.

4.64.5 κράτιστος δέ ἐστιν ὀπὸς ὁ πυκνὸς καὶ βαρὺς ἔν τε τῇ ὀσμῇ καρωτικός, πικρὸς ἐν τῇ γεύσει, εὐχερῶς διειμένος ὕδατι, λεῖος, λευκός, οὐ τραχὺς οὐδὲ θρομβοειδὴς οὐδὲ συστρεφόμενος ἐν τῷ διΐεσθαι ὡς ὁ κηρός, ἔν τε τῷ ἡλίῳ τεθεὶς διαχεόμενος καὶ πρὸς λύχνον ἐξαπτόμενος οὐ ζοφώδει φλογί, φυλάσσων τε μετὰ τὸ σβεσθῆναι τὴν ἐν τῇ ὀσμῇ δύναμιν. δολοῦσι δὲ αὐτὸν γλαύ- κιον μειγνύντες ἢ κόμμι ἢ θρίδακος ἀγρίας χυλόν· ἔστι δὲ ὁ μὲν ἐκ τοῦ γλαυκίου κροκίζων ἐν τῇ ἀνέσει, ὁ δὲ ἐκ τῆς θρίδακος ἐξίτηλος τὴν ὀσμὴν καὶ τραχύτερος, ὁ δὲ ἐκ τοῦ κόμμεως ἄτονος

4.64.6 καὶ διαυγής. ἔνιοι δὲ εἰς τοσοῦτον ἀπονοίας παραγίνονται ὡς καὶ στέαρ μειγνύναι αὐτῷ. φώγνυται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐπ' ὀστράκου καινοῦ, ἕως ἂν μαλακὸς καὶ κιρρότερος φανῇ. <Ἐρα- σίστρατον> μέντοι <Διαγόρας> φησὶν ἀποδοκιμάζειν αὐτοῦ τὴν χρῆσιν ἐπί τε ὠταλγίας καὶ ὀφθαλμιώντων διὰ τὸ ἀμβλυωπῆ εἶναι καὶ καρωτικόν. <Ἀνδρέας> δέ φησιν ὅτι, εἰ μὴ ἐδολοῦτο, ἐτυφλοῦντο ἂν οἱ ἐγχριόμενοι ὑπ' αὐτοῦ, <Μνησίδημος> δὲ μόνην αὐτοῦ εἶναι χρῆσιν τὴν κατὰ ὄσφρησιν εἰς ὕπνον ἁρμόζουσαν, ἄλλως δὲ ἐπιβλαβῆ τυγχάνειν· ἅπερ ἐστὶ ψευδῆ, ὑπὸ τῆς πείρας ἐλεγχόμενα διὰ τὸ ἐπιμαρτυρεῖσθαι τοῖς ἔργοις τὴν ἐνέργειαν τοῦ φαρμάκου.

4.64.7 οὐκ ἄτοπον δὲ ὑπογράψαι καὶ τὸν τρόπον, ᾧ τὸν ὀπὸν συλλέγουσιν· ἔνιοι μὲν οὖν τὰς κωδύας μετὰ τῶν φύλλων κό- πτοντες ἐκθλίβουσι διὰ πιεστῆρος καὶ τρίβοντες ἐν θυΐᾳ ἀνα- πλάττουσι τροχίσκους· καλεῖται δὲ τὸ τοιοῦτο μηκώνιον, ἀδρα- νέστερον ὂν τοῦ ὀποῦ. ὀπίζοντας δὲ δεῖ μετὰ τὸ τὰς δρόσους ἀνικμασθῆναι περιγράφειν μαχαιρίῳ τὸν ἀστερίσκον, ὡς μὴ εἰς τὸ ἐντὸς διατρῆσαι, καὶ ἐκ πλαγίου δὲ τὰς κωδύας ἐπ' εὐθείας ἐντέμνειν ἐξ ἐπιπολῆς καὶ ἀναψᾶν τὸ δάκρυον ἐπερχόμενον δακτύλῳ εἰς μύακα καὶ πάλιν ἐπιπορεύεσθαι μετ' οὐ πολύ· εὑρίσκεται γὰρ ἐπισυνεστός, καὶ τῇ ἐπιούσῃ δὲ ἡμέρᾳ οὕτως εὑρίσκεται· δεῖ δὲ καὶ τοῦτο τρίβοντας ἐν θυΐᾳ ἀναπλάσσειν καὶ ἀποτίθεσθαι· ἐν μέντοι τῷ τέμνειν ὀπίσω ἀναχωρεῖν δεῖ πρὸς τὸ μὴ ἀναψᾶσθαι ὑπὸ τῶν ἱματίων τὸν ὀπόν.

____________________

RV: μήκων ἥμερος κηπαῖος· οἱ δὲ χαμαισύκη, οἱ δὲ μήκων ῥοιάς, οἱ δὲ ὀξύγονον, Ῥωμαῖοι παπάβερ, Αἰγύπτιοι ναντί.

μήκων ἄγριος· οἱ δὲ μήκων μέλας, Ῥωμαῖοι παπάβερ νί- γρουμ.

____________________

Identifications proposées :

  • Papaver somniferum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le pavot : il y a d'abord le pavot cultivé ou pavot des jardins, dont la graine sert à faire un pain consommé en état de santé et s'emploie aussi avec du miel pour remplacer le sésame. Cette variété, qu'on appelle le pavot "à fruits en forme de bourses" (thulakitis), a la capsule allongée et la graine blanche. Il y a ensuite une variété sauvage à tête déprimée et graine noire, qui précisément porte le nom de pavot "à fruits en forme de jarres" (pithitis) et qui est elle aussi parfois appelée rhoias à cause du suc qui en découle (rhei). Il existe une troisième variété, plus sauvage, plus petite et plus toxique que les précédentes, à tête allongée. (trad. Suzanne Amigues)

Il s'agit de Papaver somniferum L. dans le type à capsule renflée, déprimée et graines noires (pithitis) et dans sa variété album DC. à capsule allongée et graines blanches (thylakitis). On ne sait pas au juste à quoi correspond la 3ème variété de Dioscoride. (note Suzanne Amigues)

mêkôn keratitis

4.65.1 <μήκων κερατῖτις>, ἣν ἔνιοι παράλιον καλοῦσιν, οἱ δὲ ἀγρίαν μήκωνα· φύλλα ἔχει λευκά, δασέα, ὅμοια φλόμῳ, πεπρι- σμένα τὴν περιφέρειαν ὥσπερ τῆς ἀγρίας μήκωνος καὶ τὸν καυλὸν ὅμοιον, ἄνθος ὠχρόν· καρπὸν δὲ μικρόν, καμπύλον ὥσπερ κέρας, ὅμοιον τῷ τῆς τήλιδος, ὅθεν καὶ ἐπωνόμασται· σπέρμα δὲ μικρόν, μέλαν, ὅμοιον τῷ τῆς μήκωνος, ῥίζαν ἐξ ἐπιπολῆς φυομένην, μέλαιναν, παχεῖαν· φύεται ἐν παραθαλας- σίοις τόποις καὶ τραχέσι.

4.65.2 δύναμιν δὲ ἔχει ἡ μὲν ῥίζα ἑψηθεῖσα ἄχρι ἡμίσους ἐν ὕδατι καὶ ποθεῖσα ἰσχιάδας καὶ ἡπατικὰς διαθέσεις θεραπεύειν καὶ τοὺς παχέα ἢ ἀραχνιώδη οὐροῦντας ὠφελεῖν· τὸ δὲ σπέρμα πλῆθος ὀξυβάφου ποθὲν σὺν μελικράτῳ κοιλίαν ἐπιεικῶς κα- θαίρει. τὰ δὲ φύλλα καὶ τὰ ἄνθη ἐσχάρας περιρρήττει κατα- πλασθέντα σὺν ἐλαίῳ, ἐγχρισθέντα δὲ τὰ ἐπὶ κτηνῶν ἄργεμα καὶ νεφέλια ἀποκαθαίρει. ἔνιοι δὲ ἐπλανήθησαν νομίσαντες ἐκ ταύτης τὸ γλαύκιον γίνεσθαι διὰ τὴν τῶν φύλλων ἐμ- φέρειαν.

____________________

RV: μήκων κερατῖτις· οἱ δὲ παράλιον, οἱ δὲ ἀγρίαν μήκωνα, οἱ δὲ θαλάσσιον, Ῥωμαῖοι φαβίολουμ μαρίνουμ, Ἄφροι σισσιμα<ν>σεσσά.

____________________

Identifications proposées :

  • Glaucium flavum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le pavot cornu, appelé parfois pavot maritime ou pavot sauvage, a des feuilles blanches, poilues, semblables à celles du bouillon blanc, découpées en dents de scie sur tout leur pourtour comme celles du pavot sauvage, dont il a aussi la tige, une fleur jaune clair, et d'autre part un fruit petit, recourbé comme une corne, semblable à celui du fenugrec, auquel précisément il doit son nom. Il a une graine petite, noire, semblable à celle du pavot, une racine superficielle, noire, grosse. Il pousse sur le littoral et dans les lieux rocailleux. (trad. Suzanne Amigues)

= Glaucium flavum Crantz (note Suzanne Amigues)

mêkôn aphrôdês

4.66.1 <μήκων ἀφρώδης>, ὑπὸ δέ τινων Ἡρακλεία κληθεῖσα, καυλίον ἔχει σπιθαμιαῖον καὶ τὸ φύλλον σφόδρα μικρόν, στρου- θίῳ ἐοικὸς καὶ καρπὸν παρ' αὐτῷ λευκόν – καὶ τὸ ὅλον δὲ βοτάνιον λευκόν ἐστι καὶ ἀφρῶδες – ῥίζαν δὲ λεπτήν, ἐπιπό- λαιον. ταύτης ὁ καρπὸς συλλέγεται, ὅταν τελείως ἁδρυνθῇ θέρους, καὶ ξηρανθεὶς ἀποτίθεται. καθαίρει δὲ δι' ἐμέτων ὀξυβάφου πλῆθος σὺν μελικράτῳ λαμβανόμενος· ἰδίως δὲ ἡ τοιαύτη κάθαρσις ἐπιλημπτικοῖς ἁρμόζει.

____________________

RV: μήκων ἀφρώδης.

____________________

Identifications proposées :

  • Silene inflata, Silene muscipula (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le "pavot écumeux", que certains appellent "pavot d'Héraclès", a une tige d'un empan, une feuille toute petite, qui ressemble à celle de la saponaire, et à côté d'elle un fruit blanc - même dans son ensemble, c'est une petite plante blanche et comme couverte d'écume -, une racine fine, superficielle. Son fruit se récolte à maturité complète, l'été ; une fois sec, on le met en réserve.

Pris dans du vin miellé à la dose d'un oxybaphe, il purge en provoquant des vomissements. Ce genre de purge est le traitement spécifique de l'épilepsie. (trad. Suzanne Amigues)

= Silene vulgaris (Moench) Garcke (= Silene inflata Sm.).

Les papilles que présentent parfois ses feuilles ont fait penser à de l'écume, et l'écume à l'épilepsie (théorie des signatures) ; or depuis Hippocrate l'épilepsie est appelée "le mal d'Héraclès". (note Suzanne Amigues)

hupêkoon

4.67.1 <ὑπήκοον>· φύεται μὲν ἐν τῷ σίτῳ καὶ ταῖς ἀρούραις, φύλλον ἔχον πηγάνῳ ὅμοιον, κλῶνας μικρούς. δύναμιν δὲ ἔχει ἀναλογοῦσαν τῷ τῆς μήκωνος ὀπῷ.

____________________

RV: ὑπήκοον· οἱ δὲ ὑπόφεων καλοῦσιν.

____________________

Identifications proposées :

  • Hypecoum procumbens (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


huoskuamos

4.68.1 <ὑοσκύαμος>, οἱ δὲ ἀδάμαντα καλοῦσι· θάμνος ἐστὶ καυλοὺς ἀνιεὶς παχεῖς, φύλλα πλατέα, ἐπιμήκη, ἐσχισμένα, μέλανα, δασέα· παρὰ δὲ τὸν καυλὸν ἐφεξῆς πεφύκασιν ὥσπερ ῥοᾶς κύτινοι πεφραγμένοι ἀσπιδίσκῃ, μεστοὶ σπέρματος ὥσπερ μήκωνος. ἔστι δὲ αὐτοῦ διαφορὰ τρισσή· ὁ μὲν γὰρ ἄνθη ὑποπόρφυρα φέρει, φύλλα μίλακι ὅμοια, σπέρμα μέλαν καὶ τοὺς κυτίνους σκληροὺς καὶ ἀκανθώδεις, ὁ δέ τις ἄνθη μηλινο- ειδῆ, φύλλα καὶ λοβοὺς ἁπαλώτερα, σπέρμα δὲ ὑπόξανθον

4.68.2 ὥσπερ ἐρύσιμον. ἀμφότεροι δὲ οὗτοι μανιώδεις ὑπάρχουσι καὶ καρωτικοί, δύσχρηστοι. εὔχρηστος δὲ εἰς θεραπείαν ἠπιώτα- τος ὢν ὁ τρίτος, λιπαρὸς καὶ ἁπαλὸς καὶ χνοώδης, ἄνθη λευ- κὰ ἔχων καὶ τὸ σπέρμα λευκόν· φύεται παρὰ θαλάττῃ καὶ ἐν ἐρειπίοις. χρηστέον οὖν ἐστι τῷ λευκῷ· εἰ δὲ μὴ παρείη οὗτος, χρῆ- σθαι δεῖ τῷ ξανθῷ, τὸν δὲ μέλανα ἀποδοκιμάζειν ὡς χείρι- στον. χυλίζεται δὲ ὁ καρπὸς ἁπαλὸς καὶ τὰ φύλλα καὶ οἱ καυλοὶ κοπτόμενοι καὶ ἐκθλιβόμενοι, ἐν ἡλίῳ ξηραινομένου τοῦ ὑγροῦ·

4.68.3 χρῆσις δὲ αὐτοῦ πρὸς ἐνιαυτὸν διὰ τὸ εὔσηπτον. χυλίζεται δὲ αὐτοῦ καὶ τὸ σπέρμα κατ' ἰδίαν κοπτόμενον ξηρὸν ὕδατος θερμοῦ παραχεομένου καὶ ἐκθλιβόμενον· ἔστι δὲ βέλτιον τοῦ ὀπίου τὸ χύλισμα καὶ ἀνωδυνώτερον. ἡ δὲ χλόη κοπεῖσα καὶ μιγεῖσα σιτανίῳ ἀλεύρῳ ἀναπλάσσεται εἰς ἀρτίσκους καὶ ἀποτίθεται. ἁρμόζει δὲ τὸ πρῶτον χύλισμα καὶ τὸ ἀπὸ ξηροῦ τοῦ σπέρ- ματος εἰς κολλύρια ἀνώδυνα καὶ πρὸς ῥεῦμα δριμὺ καὶ θερμὸν καὶ ὠταλγίας καὶ τὰ περὶ ὑστέραν, σὺν ἀλεύροις δὲ ἢ ἀλφίτοις

4.68.4 πρός τε ὀφθαλμῶν φλεγμονὰς καὶ ποδῶν καὶ τὰς ἄλλας <φλεγ- μονάς>· καὶ τὸ σπέρμα δὲ τὸ αὐτὸ παρέχεται, ποιοῦν καὶ πρὸς βῆχας καὶ κατάρρουν καὶ ῥεῦμα ὀφθαλμῶν καὶ περιωδυνίαν, πρός τε ῥοῦν γυναικεῖον καὶ τὰς ἄλλας αἱμορραγίας ὅσον ὀβολὸς σὺν μήκωνος σπέρματι καὶ μελικράτῳ ποθέν· ἁρμόζει καὶ πρὸς ποδά- γρας, ὄρχεις πεφυσημένους, μαστοὺς ἐν τοκετῷ ἐπαιρομένους λεῖον μετ' οἴνου καταπλασσόμενον καὶ εἰς τὰ ἄλλα ἀνώδυνα κα- ταπλάσματα μείγνυται ὠφελίμως. καὶ τὰ ἀναπεπλασμένα φύλλα <δὲ> εἰς πάντα τὰ ἀνώδυνα καταπλάσματα εὔχρηστα, μειγνύμενα ἀλφίτοις καὶ καθ' ἑαυτὰ καταπλασσόμενα, τὰ δὲ πρόσφατα φύλλα

4.68.5 καταπλασθέντα ἀνωδυνώτατα πρὸς πάντα πόνον· τρία δὲ ἢ τέσσαρα ποθέντα σὺν οἴνῳ ἠπιάλους πυρετοὺς θεραπεύει, ἑψη- θέντα δὲ ὡς λάχανα καὶ βρωθέντα τρυβλίου πλῆθος παρακο- πὴν ἐργάζεται. φασὶ δὲ ὅτι, ἐὰν ἕλκος ἔχοντά τις ἐν κόλῳ ἐγκλύσῃ, τὸ αὐτὸ ἀπεργάζεται. ἡ δὲ ῥίζα μετ' ὄξους ἑψηθεῖσα ὀδονταλγίας ἐστὶ διάκλυσμα.

____________________

[RV] ὑοσκύαμος· οἱ δὲ Διὸς κύαμος, οἱ δὲ Πυθώνιον, οἱ δὲ ἀδάμας, οἱ δὲ ἀδαμ<άντ>ινον, οἱ δὲ ὑπνωτικόν, οἱ δὲ ἐμμανές, οἱ δὲ ἀταῖος, οἱ δὲ ..., Δημ<όκριτος> θριάμβιον, Πυθαγόρας προ- φήτης, Ὀσθάνης ζελέων, Ζωροάστρης Τυφώνιον, Ῥωμαῖοι ἰνσάνα, οἱ δὲ δεντάρια, οἱ δὲ Ἀπολλινάρις, προφῆται ῥᾶ Ποντική, οἱ δὲ λύπημα, Αἰγύπτιοι σαφθώ, Θοῦσκοι φαβουλώνιαμ, οἱ δὲ συμ- φωνίακαμ, Γάλλοι βελενούντιαμ, Δάκοι διέλλειναν.

____________________

Identifications proposées :

  • Hyoscyamus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

La jusquiame (huoskuamos, litt. "fève de porc"), appelée aussi "l'indomptable" (adamas) : c'est une plante touffue qui forme des tiges épaisses, des feuilles planes, allongées, découpées , foncées et poilues ; le long de la tige prennent naissance côte à côte des sortes de balaustes de grenadier bouchées par un petit opercule, pleines de graines comme celles du pavot. Il en existe trois espèces différentes : l'une porte des fleurs un peu mêlées de pourpre, des feuilles semblables à celles de la salsepareille, une graine noire, et elle a ses "balaustes" dures et piquantes ; il y en a une autre à fleurs jaune vif, à feuilles et capsules p1us molles, à graine jaunâtre comme celle du sisymbre à cornes. Ces deux espèces, hallucinogènes et narcotiques, sont d'un emploi difficile. Celle qui convient bien pour l'usage médical, parce qu'elle est plus douce, c'est la troisième, grasse, molle et duveteuse, à fleurs blanches et graine blanche ; elle pousse au bord de la mer et dans les ruines. (trad. Suzanne Amigues)

psullion

4.69.1 <ψύλλιον>· οἱ δὲ κυνοκέφαλον, Σικελοὶ δὲ κρυστάλλιον, οἱ δὲ κυνόμυιαν καλοῦσι· φύλλον ἔχει κορωνόποδι ὅμοιον, δασύ, κλῶνας δὲ σπιθαμιαίους· καὶ τὸ ὅλον δὲ βοτάνιον χορτῶδες. ἄρχεται δὲ αὐτοῦ ἡ κόμη ἀπὸ μέσου τοῦ καυλοῦ, κεφάλια δύο ἢ τρία ἐπ' ἄκρου συνεστραμμένα, ἐν οἷς σπέρμα ψύλλοις ἐοι- κός, μέλαν, σκληρόν· φύεται ἐν ἀρούραις.

4.69.2 δύναμιν δὲ ἔχει ψυκτικήν· ὠφελεῖ δὲ καταπλασσόμενον ἀρθρίτιδας, παρωτίδας, φύματα, οἰδήματα, στρέμματα, κεφαλ- αλγίας μετὰ ῥοδίνου καὶ ὄξους καὶ ὕδατος, ἐντεροκήλας τε τὰς ἐπὶ παίδων καὶ ἐξομφάλους ὑγιάζει καταπλασσόμενον· δεῖ δὲ ὀξυβάφου πλῆθος λεάναντας βρέχειν ἐν ὕδατος δυσὶ κοτύλαις καὶ ὅταν παγῇ τὸ ὕδωρ ἐπιπλάττειν· ψύχει δὲ ἱκανῶς.

____________________

RV: ψύλλιον· οἱ δὲ κατάφυσις, οἱ δὲ κυνοκεφάλιον, οἱ δὲ κρυστάλλιον, οἱ δὲ κυνόμυιαν, οἱ δὲ ψύλλερις, οἱ δὲ Σικε- λιωτικόν, Σικελοὶ δὲ κυνοειδὴς ἢ κρυστάλλιον, Ῥωμαῖοι σιλβά- κιουμ, οἱ δὲ ἕρβα πουλικάρις, Ἄφροι οὐαργουγούμ.

____________________

Identifications proposées :

  • Plantago psyllium et Plantago cynops (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


strukhnon kêpaion

4.70.1 <στρύχνον κηπαῖον>· ἐδώδιμόν ἐστι. θαμνίσκος οὐ μέγας, μασχάλας ἔχων πολλάς, φύλλα μέλανα, ὠκίμου μείζονα καὶ πλατύτερα, καρπὸς περιφερής, χλωρὸς ἢ μέλας· ἔγκιρρος δὲ γίνεται μετὰ τὸ πεπανθῆναι· ἀβλαβὴς δὲ ἡ βοτάνη πρὸς γεῦσιν. δύναμιν δὲ ἔχει ψυκτικήν, ὅθεν τὰ φύλλα καταπλασσόμενα ἁρμόζει πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας μετὰ πάλης ἀλφίτου, καθ' ἑαυτὰ δὲ ἐπιτιθέμενα λεῖα αἰγίλωπας θεραπεύει καὶ κεφαλαλγίας καὶ στομάχῳ καυσουμένῳ βοηθεῖ, παρωτίδας τε

4.70.2 διαφορεῖ σὺν ἁλσὶ λεῖα καταπλασσόμενα. καὶ ὁ χυλὸς δὲ αὐτοῦ ποιεῖ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας σὺν ψιμυθίῳ καὶ λιθαρ- γύρῳ καὶ ῥοδίνῳ, πρὸς αἰγιλώπια δὲ σὺν ἄρτῳ· ἁρμόζει καὶ σειριῶσι παιδίοις σὺν ῥοδίνῳ ἐμβρεχόμενος. μείγνυται δὲ καὶ κολλυρίοις ἀντὶ ὕδατος ἢ ᾠοῦ τοῖς πρὸς ῥεύματα δριμέα εἰς τὰς ἐγχρίσεις, ὠφελεῖ καὶ ὠταλγίας ἐνσταγείς· ἴσχει δὲ καὶ ῥοῦν γυναικεῖον ἐν ἐρίῳ προστεθείς.

____________________

RV: στρύχνος μέλας κηπαῖος· οἱ δὲ ἥμερον, Ῥωμαῖοι στρούμουμ, οἱ δὲ κουκούβαλουμ, Αἰγύπτιοι ἀληλώ, Γάλλοι σκού- βουλου<μ>, Ἄφροι ἀστιρσμουνίμ.

____________________

Identifications proposées :

  • Solanum nigrum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


strukhnon heteron

4.71.1 ἔστι δὲ καὶ ἕτερον <στρύχνον>, ὃ ἰδίως <ἁλικάκκαβον> καλοῦσι, φύλλοις ὅμοιον τῷ προειρημένῳ, πλατύτερον μέντοι· οἱ καυλοὶ δὲ αὐτοῦ μετὰ τὸ αὐξηθῆναι χαμαικλινεῖς γίνονται. καρ- πὸν δ' ἔχει ἐν θυλακίοις περιφερέσιν, ὁμοίοις φύσαις, πυρρόν, περιφερῆ, λεῖον, ὡς ῥᾶγα σταφυλῆς, ᾧ καὶ οἱ στεφανοπλόκοι χρῶνται καταπλέκοντες τοῖς στεφάνοις. δύναμιν δὲ ἔχει καὶ χρῆσιν τὴν αὐτὴν τῷ προειρημένῳ κηπευτῷ στρύχνῳ χωρὶς τοῦ βιβρώσκεσθαι. δύναται δὲ ὁ καρ- πὸς τούτου πινόμενος ἴκτερον ἀποκαθαίρειν οὐρητικὸς ὤν· καὶ χυλίζεται δὲ ἀμφοτέρων ἡ πόα καὶ ξηραίνεται ἐν σκιᾷ εἰς ἀπό- θεσιν· ποιεῖ δὲ πρὸς τὰ αὐτά.

____________________

RV: φυσαλλίς· οἱ δὲ στρύχνον, οἱ δὲ ἁλικάκκαβον, Ῥω- μαῖοι βησικάρια.

____________________

Identifications proposées :

  • Physalis alkekengi (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


strukhnon hupnôtikon

4.72.1 <στρύχνον ὑπνωτικόν>, οἱ δὲ ἁλικάκκαβον, οἱ δὲ κακ- καλίαν καλοῦσι· θάμνος ἐστὶ κλάδους ἔχων πολλούς, πυκνούς, στελεχώδεις, δυσθραύστους, φύλλων πλήρεις λιπαρῶν, ἐμφερῶν μηλέᾳ κυδωνίᾳ, ἄνθος ἐρυθρόν, εὐμέγεθες, καρπὸν ἐν λοβοῖς κροκίζοντα, ῥίζαν φλοιὸν ἔχουσαν ὑπέρυθρον, εὐμεγέθη· φύεται ἐν πετρώδεσι τόποις.

4.72.2 ταύτης ὁ φλοιὸς τῆς ῥίζης ἐν οἴνῳ ποθεὶς δραχμῆς μιᾶς ὁλκὴ ὑπνωτικὴν ἔχει δύναμιν τοῦ ὀποῦ τῆς μήκωνος ἐπιει- κεστέραν, ὁ δὲ καρπὸς οὐρητικός ἐστιν ἄγαν· δίδονται δὲ ὑδρω- πικοῖς κόρυμβοι ὡς δώδεκα, πλείονες δὲ ποθέντες ἔκστασιν ἐργάζονται· βοηθοῦνται δὲ μελικράτῳ πολλῷ πινομένῳ. μείγνυ- ται καὶ ἀνωδύνοις ὁ φλοιὸς αὐτῆς καὶ τροχίσκοις, ἐναφεψηθεὶς δὲ οἴνῳ καὶ διακρατούμενος ὀδονταλγίαις ἀρήγει. ὁ δὲ χυλὸς τῆς ῥίζης ἀμβλυωπίας μετὰ μέλιτος ἐγχρισθεὶς παραιτεῖται.

____________________

RV: ἁλικάκκαβος· οἱ δὲ Διρκαῖον, οἱ δὲ στρύχνον μα- νικόν, οἱ δὲ δορύκνιον, οἱ δὲ κακκαλίαν, Ῥωμαῖοι Ἀπολλινάρις μίνορ, οἱ δὲ ἕρβα οὐατίκινα, οἱ δὲ οὐάτεμ, Δάκοι κοικολίδα, Ἄφροι κακκαβούμ.

____________________

Identifications proposées :

  • Withania somnifera (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


strukhnon manikon

4.73.1 <στρύχνον μανικόν>, ὃ ἔνιοι πέρσειον, οἱ δὲ περισσόν, οἱ δὲ ἄνυδρον, οἱ δὲ πεντόδρυον, οἱ δὲ ἔνορυ, οἱ δὲ θρύον, οἱ δὲ ὀρθόγυιον ἐκάλεσαν· τούτου τὸ μὲν φύλλον ἐστὶν εὐζώμῳ παραπλήσιον, μεῖζον δὲ πρὸς τὸ τῆς ἀκάνθης μᾶλλον, ἥτις καὶ παιδέρως καλεῖται· καυλοὺς δὲ ἀνίησιν ἀπὸ τῆς <αὐτῆς> ῥίζης ὑπερφυεῖς, δέκα ἢ δώδεκα, ὕψος ὀργυιᾶς ἔχοντας, κεφαλὴν ἐπι- κειμένην ὥσπερ ἐλαίαν, δασυτέραν δὲ ὥσπερ πλατάνου σφαῖραν,

4.73.2 μείζω δὲ καὶ πλατυτέραν, ἄνθος δὲ μέλαν· μετὰ δὲ τοῦτο καρ- πὸν ἴσχει βοτρυοειδῆ, στρογγύλον, μέλανα, – ῥᾶγας <δὲ> δέκα ἢ δώδεκα ὁμοίας κισσοῦ κορύμβοις – μαλακὸν ὡσπερεὶ σταφυλήν· ῥίζα δ' ὕπεστι λευκή, παχεῖα, κοίλη, ὡς πήχεως· φύεται ἐν ὀρεινοῖς χωρίοις καὶ προσηνέμοις καὶ πλατανῶσι. δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη μετ' οἴνου δραχμῆς μιᾶς πλῆθος φαντασίας ἀποτελεῖν οὐκ ἀηδεῖς, δύο δὲ δραχμαὶ πο- θεῖσαι ἐξιστάνουσιν ἄχρι τριῶν ἡμερῶν, τέσσαρες δὲ ποθεῖσαι καὶ ἀναιροῦσιν· ἀντιφάρμακον δ' ἐστὶν αὐτοῦ μελίκρατον πολὺ πινόμενον καὶ ἐξεμούμενον.

____________________

Identifications proposées :

  • Datura stramonium (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


doruknion

4.74.1 <δορύκνιον>, ὃ <Κρατεύας> ἁλικάκκαβονκαλλέαν καλεῖ. θάμνος ὅμοιος ἐλαίᾳ ἀρτιφυεῖ, κλῶνας ἔχων ἐλάσσονας πήχεως, φύλλα δὲ τῷ χρώματι ἐλαίᾳ παραπλήσια, μικρότερα δὲ καὶ στενότερα καὶ τραχέα ἰσχυρῶς, ἄνθος λευκόν· ἐπ' ἄκρου δὲ ἔχει πυκνὰ θυλάκια ὥσπερ ἐρεβίνθου, ἐν οἷς σπερμάτια στρογ- γύλα, πέντε ἢ ἕξ, ὅσον ὄροβοι μικροί, λεῖα, ἰσχυρὰ καὶ ποικίλα, ῥίζαν πάχος δακτύλου, μῆκος δὲ πήχεως· φύεται ἐν πέτραις οὐ πόρρω θαλάσσης. δοκεῖ δὲ καὶ τοῦτο ὑπνωτικὸν εἶναι, πλεονασθὲν δὲ ἀναι- ρεῖν. φασὶ δέ τινες καὶ τὸ σπέρμα αὐτοῦ εἰς φίλτρα λαμβάνεσθαι.

____________________

Identifications proposées :

  • Convolvulus oleaefolius (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


mandragoras

4.75.1 <μανδραγόρας>· οἱ δὲ ἀντίμιμον, οἱ δὲ βομβόχυλον, οἱ δὲ Κιρκαίαν[, οἱ δὲ Διρκαίαν] καλοῦσιν, ἐπειδὴ δοκεῖ ἡ ῥίζα φίλτρων εἶναι ποιητική. ἔστι δ' αὐτοῦ ὁ μέν τις θῆλυς, ὁ μέλας, θριδακίας καλούμενος, φύλλα ἔχων στενότερα καὶ μι- κρότερα θρίδακος, βρωμώδη καὶ βαρέα κατὰ τὴν ὀσμήν, κεχυ- μένα δὲ ἐπὶ γῆς, καὶ παρ' αὐτὰ μῆλα οὔοις ἐμφερῆ, ὠχρά, εὐώδη, ἐν οἷς καρπὸς ὥσπερ ἀπίου· ῥίζαι εὐμεγέθεις, δύο ἢ τρεῖς, ἀντεμπεπλεγμέναι ἀλλήλαις, μέλαιναι κατὰ τὴν ἐπιφάνειαν,

4.75.2 ἔνδοθεν δὲ λευκαὶ καὶ παχύφλοιοι· καυλὸν δὲ οὐ φέρει. τοῦ δὲ ἄρρενος καὶ λευκοῦ, ὃν ἔνιοι μώριον ἐκάλεσαν, φύλλα ἐστὶ λευκά, μεγάλα, πλατέα, λεῖα, καθάπερ τεύτλου· τὰ δὲ μῆλα διπλάσια, κροκίζοντα τὴν χρόαν, εὐώδη μετὰ βάρους τινός, ἃ καὶ ἐσθίουσιν οἱ ποιμένες, ποσῶς δὲ ὑποκαροῦνται· ῥίζα δὲ ὁμοία τῇ πρὸ αὐτῆς, μείζων δὲ καὶ λευκοτέρα· ἄκαυλος δὲ καὶ οὗτος. χυλίζεται δὲ ὁ φλοιὸς τῆς ῥίζης χλωρὸς κοπεὶς καὶ ὑποτε- θεὶς πιεστηρίῳ· δεήσει δὲ ἡλιάσαντας μετὰ τὸ συστραφῆναι

4.75.3 ἀποτίθεσθαι ἐν ὀστρακίνῳ ἀγγείῳ. χυλίζεται δὲ καὶ τὰ μῆλα ὁμοίως, ἀνειμένον δὲ γίνεται τὸ ἐξ αὐτῶν χύλισμα· καὶ ὁ φλοιὸς δὲ τῆς ῥίζης περιαιρεθεὶς καὶ διαβληθεὶς λίνῳ κρέμαται εἰς ἀπόθεσιν. ἔνιοι δὲ καθέψουσιν οἴνῳ τὰς ῥίζας ἄχρι τρίτου καὶ διυλίσαντες ἀποτίθενται, χρώμενοι ἐπὶ τῶν ἀγρυπνούντων καὶ περιοδυνώντων κυάθῳ ἑνὶ καὶ ἐφ' ὧν βούλονται ἀναισθη- σίαν τεμνομένων ἢ καιομένων ποιῆσαι. ὁ δὲ ὀπὸς ποθεὶς ὀβολῶν δυεῖν ὁλκῆς πλῆθος σὺν μελι- κράτῳ ἄγει ἄνω φλέγμα καὶ χολὴν ὡς ἐλλέβορος, πλείων δὲ

4.75.4 ποθεὶς ἐξάγει τοῦ ζῆν. μείγνυται καὶ εἰς τὰς ὀφθαλμικὰς καὶ ἀνωδύνους δυνάμεις καὶ πεσσοῖς μαλακτικοῖς· καθ' ἑαυτὸν δὲ ὅσον ἡμιωβόλιον προστεθεὶς ἔμμηνα καὶ ἔμβρυα ἄγει, δακτυλίῳ τε ἀντὶ βαλανίου προστεθεὶς ὕπνον ποιεῖ. μαλάσσειν δὲ καὶ ἐλέφαντα λέγεται ἡ ῥίζα συνεψομένη αὐτῷ ἐπὶ ὥρας ἓξ καὶ εὔπλαστον αὐτὸν εἰς ὃ ἄν τις βουληθῇ σχῆμα παρασκευάζειν. τὰ δὲ φύλλα πρόσφατα ἁρμόζει πρός τε ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἐπὶ τῶν ἑλκῶν μετ' ἀλφίτου καταπλασσόμενα· διαφορεῖ δὲ καὶ πᾶσαν σκληρίαν καὶ ἀποστήματα, χοιράδας, φύματα, παρατριβόμενά τε ἡσυχῆ ἐπὶ ἡμέρας πέντε ἢ ἓξ στίγματα ἄνευ ἕλκους ἀφανίζει· καὶ ταριχευόμενα δὲ τὰ φύλλα ἀποτίθεται

4.75.5 πρὸς τὰς αὐτὰς χρείας. ἡ δὲ ῥίζα λεία σὺν ὄξει ἐρυσιπέλατα ἰᾶται, πρὸς δὲ ἑρπετῶν πληγὰς σὺν μέλιτι ἢ ἐλαίῳ <ποιεῖ>, σὺν ὕδατι δὲ χοιράδας καὶ φύματα διαχεῖ καὶ ἄρθρων πόνους παύει μετ' ἀλφίτων. σκευάζεται δὲ καὶ δίχα ἑψήσεως οἶνος ἐκ τοῦ φλοιοῦ τῆς ῥίζης· δεῖ δὲ ἐμβάλλειν μνᾶς τρεῖς εἰς μετρητὴν οἴνου γλυκέος διδόναι τε ἐξ αὐτοῦ κυάθους τρεῖς τοῖς μέλλουσι τέμνεσθαι ἢ καίεσθαι, ὡς προείρηται· οὐ γὰρ ἀντιλαμβάνονται

4.75.6 τοῦ ἀλγήματος διὰ τὸ καταφέρεσθαι. τὰ δὲ μῆλα ἐσθιόμενα καὶ ὀσφραινόμενα καρωτικὰ καὶ ὁ ἐξ αὐτῶν χυλός· πλεονασθέντα δὲ καὶ ἀφώνους ποιεῖ. τὸ δὲ σπέρμα τῶν μήλων ποθὲν ὑστέ- ραν καθαίρει, προστεθὲν δὲ μετὰ θείου ἀπύρου ῥοῦν ἵστησιν ἐρυθρόν. ὀπίζεται δὲ περιχαρασσομένης τῆς ῥίζης θολοειδῶς καὶ τοῦ συρρέοντος εἰς τὴν κοιλότητα συλλεγομένου· ἔστι δὲ ἐνεργέστερος τοῦ ὀποῦ ὁ χυλός. οὐκ ἐν παντὶ δὲ τόπῳ φέρουσιν ὀπὸν αἱ ῥίζαι· ὑποδείκνυσι δὲ τὸ τοιοῦτον ἡ πεῖρα.

4.75.7 ἱστοροῦσι δέ τινες καὶ ἑτέραν μώριον φυομένην ἐν παλι- σκίοις καὶ περὶ τὰ ἄντρα, φύλλα ἔχουσαν ὅμοια τῷ λευκῷ μαν- δραγόρᾳ, μικρότερα δὲ ὡς σπιθαμιαῖα, λευκά, κύκλῳ περὶ τὴν ῥίζαν, οὖσαν ἁπαλὴν καὶ λευκήν, μικρῷ μείζονα σπιθαμῆς, πά- χος δακτύλου μεγάλου, ἥν φασι πινομένην ὅσον δραχμὴν μίαν ἢ μετ' ἀλφίτου ἐσθιομένην ἐν μάζῃ ἢ ὄψῳ ἀπομωροῦν· κα- θεύδει γὰρ ὁ ἄνθρωπος ἐν ᾧπερ ἂν φάγῃ σχήματι αἰσθανό- μενος οὐδενὸς ἐπὶ ὥρας τρεῖς ἢ τέσσαρας, ἀφ' οὗ ἂν προσε- νέγκηται. χρῶνται δὲ καὶ ταύτῃ οἱ ἰατροί, ὅταν τέμνειν ἢ καίειν μέλλωσι· φασὶ δὲ καὶ ἀντίδοτον εἶναι τὴν ῥίζαν πινομένην μετὰ στρύχνου τοῦ καλουμένου μανικοῦ.

____________________

RV: μανδραγόρα ἄρρεν· οἱ δὲ Κιρκαῖον, οἱ δὲ ξηρὰ ἄνθη, [οἱ δὲ ἀντιμήνιον,] οἱ δὲ ἀντίμιμον, οἱ δὲ βομβόχυλον, οἱ δὲ μώριον, Αἰγύπτιοι ἀπεριούμ, Πυθαγόρας ἀνθρωπόμορφον, οἱ δὲ ἀλοῖτιν, οἱ δὲ θριδακίαν, οἱ δὲ κάμμαρον, οἱ δὲ ἀγχόνη, οἱ δὲ ῥιγαλέος, Ζωροάστρης διάμορφον [ἢ ἀρχήνη], προφῆται ἡμιονάς, οἱ δὲ γόνος Τυφῶνος, Ῥωμαῖοι μάλα κανίνα, οἱ δὲ μάλα τερρέστρια.

μανδραγόρα θῆλυ· οἱ δὲ Κιρκαῖον, οἱ δὲ ἀντίμιμον, Ῥω- μαῖοι μάλα σιλβέστρια, οἱ δὲ μάλα τερρέστρια, ἐπεὶ ἡ ῥίζα τούτου δοκεῖ φίλτρου εἶναι ποιητική.

____________________

Identifications proposées :

  • Mandragora sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


akoniton

4.76.1 <ἀκόνιτον>, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κάμμαρον, οἱ δὲ θηλυφόνον, οἱ δὲ κυνοκτόνον, οἱ δὲ μυοκτόνον· φύλλα ἔχει τρία ἢ τέσσαρα, ὅμοια κυκλαμίνῳ ἢ σικύῳ, μικρότερα δέ, ὑποτραχέα· καυλὸς δὲ σπιθαμῆς, ῥίζα ὁμοία σκορπίου οὐρᾷ, στίλβουσα ἀλαβαστροειδῶς. τούτου τὴν ῥίζαν φασὶ προσαχθεῖσαν σκορπίῳ παραλύειν αὐτόν, διεγείρεσθαι δὲ πάλιν ἐλλεβόρου <λευκοῦ> προστεθέντος· μείγνυται δὲ καὶ ὀφθαλμικαῖς ἀνωδύνοις δυνάμεσι, κτείνει δὲ καὶ παρδάλεις καὶ σῦς καὶ λύκους καὶ πᾶν θηρίον κρεαδίοις ἐντιθέμενον καὶ παραβαλλόμενον.

____________________

RV: ἀκόνιτον· οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κάμμαρον, οἱ δὲ θηλυφόνον, οἱ δὲ μυοκτόνον.

____________________

Identifications proposées :

  • Doronicum pardalianches (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

L'aconiton (litt. "l'irrésistible"), ou encore "étrangle-panthère", "crevette", "tue-femelles", "mort aux chiens", "mort aux rats", a trois ou quatre feuilles, semblables à celles du cyclamen ou du concombre, mais plus petites, un peu rudes, une tige d'un empan - (= 0,22 m) -, une racine qui ressemble à la queue d'un scorpion, luisante comme de l'albâtre.

On dit que la racine de cette plante, présentée à un scorpion, l'engourdit, mais qu'il se réveille quand on a placé à proximité de l'ellébore blanc. En outre, on la mélange aux simples utilisés comme calmants en ophtalmologie ; elle tue les panthères, les sangliers, les loups et n'importe quelle bête sauvage, si on la leur donne à manger dans de petits morceaux de viande. (in extenso. - trad. Suzanne Amigues)

= pour la Grèce, Doronicum columnae Ten., Doronicum orientale Hoffm., avec en outre pour l'Italie Doronicum pardalianches L. (note Suzanne Amigues)

akoniton heteron

4.77.1 <ἀκόνιτον ἕτερον>, ὃ ἔνιοι λυκοκτόνον καλοῦσι· γεννᾶ- ται μὲν πλεῖστον ἐν Ἰταλίᾳ ἐν τοῖς καλουμένοις Οὐηστίνοις ὄρεσι διαφέρον τοῦ πρὸ αὐτοῦ. φύλλα δὲ ἔχει ὅμοια πλατάνῳ, μᾶλλον δὲ ἐπεσχισμένα καὶ μικρότερα πολλῷ καὶ μελάντερα, καυλὸν δὲ καθάπερ πτέριδος μόσχον, ψιλόν, ὕψος πήχεως ἢ καὶ μείζω· καρπὸν δὲ ἐν λοβοῖς ἐπιμήκεσι ποσῶς, ῥίζας ὥσπερ πλεκτάνας καρίδων μελαίνας, αἷς χρῶνται πρὸς τὰς τῶν λύκων θήρας ἐντιθέντες κρέασιν ὠμοῖς· βρωθεῖσαι γὰρ ὑπὸ τῶν λύ- κων ἀναιροῦσιν αὐτούς.

____________________

RV: ἀκόνιτον ἕτερον, ὃ ἔνιοι λυκοκτόνον καλοῦσιν, Ῥω- μαῖοι ἀκονίτουμ νόστρουμ. τούτων γένη ἐστὶν τρία· τὸ ἕν, ᾧ οἱ κυνόθηρες χρῶνται, τὰ δὲ δύο οἱ ἰατροί, τὸ τρίτον λεγόμενον Ποντικόν. γεννᾶται μὲν πλεῖστον κτλ.

____________________

Identifications proposées :

  • Aconitum napellus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Il y a aussi un aconit qu'on appelle parfois "tue-loup", très commun en Italie dans les monts dits Vestiniens - (monts du Samnium, entre la Campanie et l'Apulie) - et différent du précédent. Il a des feuilles semblables à celles du platane, mais plus incisées, beaucoup plus petites et plus foncées, une tige comme une pousse de fougère, nue, haute d'une coudée - (= 0,44 m) - ou même davantage, un fruit en gousses assez allongées, des racines comme la partie annelée des crevettes, noires, utilisées pour la chasse aux loups : on les met dans de la viande crue et elles font périr les loups qui les ont dévorées. (in extenso.- trad. Suzanne Amigues)

= Aconitum vulparia Reichenb. (Aconitum lycoctonum auct.). - Aucune espèce d'aconit n'est actuellement connue en Grèce. (note Suzanne Amigues)

kôneion

4.78.1 <κώνειον>· καυλὸν ἀνίησι γονατώδη ὡς μάραθον, μέ- γαν, φύλλα δὲ νάρθηκι ἐμφερῆ, στενότερα δὲ καὶ βαρύοσμα· ἐπ' ἄκρῳ δὲ ἀποφύσεις καὶ σκιάδια ἀνθῶν ὑπολεύκων, σπέρμα ἐμφερὲς ἀνήσσῳ, λευκότερον δέ, ῥίζα κοίλη καὶ οὐ βαθεῖα. ἔστι δὲ καὶ αὐτὸ τῶν φθαρτικῶν κατὰ ψύξιν ἀναιροῦν· βοηθεῖται δὲ ἀκράτῳ. χυλίζεται δὲ ἄκρα ἡ κόμη πρὸ τοῦ ξη- ρανθῆναι τὸ σπέρμα καὶ ἐκθλίβεται κοπτομένη συστρέφεταί τε

4.78.2 ἐν ἡλίῳ. ἔστι δὲ πολύχρηστον εἰς τὴν ὑγιαστικὴν χρῆσιν ξη- ρανθέν, μειγνύμενον ἐπιτηδείως τοῖς ἀνωδύνοις κολλυρίοις, τὸ χύλισμα, ἕρπητάς τε καὶ ἐρυσιπέλατα καταπλασθὲν σβέννυσιν. ἡ δὲ πόα καὶ ἡ κόμη λεῖα καταπλασσόμενα <ἐπὶ> τῶν διδύμων ὀνειρώττουσι βοηθεῖ· παρίησι δὲ καὶ αἰδοῖα καταπλασθέντα καὶ γάλα σβέννυσι, μαστούς τε ἐν παρθενίᾳ κωλύει αὔξεσθαι καὶ διδύμους ἀτρόφους ποιεῖ ἐπὶ παίδων. ἐνεργέστατον δ' ἐστὶ τὸ Κρητικὸν καὶ Μεγαρικὸν καὶ Ἀττικὸν καὶ τὸ ἐν τῇ Χίῳ καὶ Κιλικίᾳ γεννώμενον.

____________________

RV: κώνειον· οἱ δὲ αἴγινος, οἱ δὲ αἴθουσα, οἱ δὲ ἀπο- λύουσα, οἱ δὲ δολία, οἱ δὲ ἀμαύρωσις, οἱ δὲ παράλυσις, οἱ δὲ ἄφρων, οἱ δὲ κρηίδιον, οἱ δὲ κονήν, οἱ δὲ κατεχομένιον, οἱ δὲ ἀβίωτον, οἱ δὲ ἀψευδής, οἱ δὲ αἰγόμορον, οἱ δὲ ἀμερσίνοον, οἱ δὲ ἐνζύμιον, οἱ δὲ τιμωρόν, οἱ δὲ οὐκανθές, οἱ δὲ οὐλόμενον, οἱ δὲ δηϊοῦσα, οἱ δὲ πολυανώδυνος, οἱ δὲ Δαρδανίς, οἱ δὲ κατάψυξις, Ὀσθάνης βαβαθύ, Αἰγύπτιοι ἀπεμφύ, Ῥωμαῖοι κικοῦταμ, οἱ δὲ ἀλτερνάλις, οἱ δὲ ἰνφέρνα, οἱ δὲ ..... Δά- κοι ζῆνα.

____________________

Identifications proposées :

  • Conium maculatum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

La ciguë émet une tige noueuse, comme le fenouil, de grande taille, des feuilles qui évoquent celles d'une férule, mais plus étroites et d'odeur forte ; <la tige porte> à son extrémité des ramifications et des ombelles de fleurs blanchâtres ; la graine fait penser à celle de l'aneth, en plus clair ; la racine est creuse et peu profonde. (trad. Suzanne Amigues)

Conium maculatum L. (note Suzanne Amigues)

smilax

4.79.1 <σμῖλαξ>· οἱ δὲ σμῖλον, [οἱ δὲ τιθύμαλλον,] Ῥωμαῖοι δὲ τάξον καλοῦσι· δένδρον ἐστὶν ἐλάτῃ παραπλήσιον φύλλοις καὶ μεγέθει, ἐν Ἰταλίᾳ καὶ ἐν Ναρβωνίᾳ τῇ κατὰ τὴν Σπανίαν φυόμενον. τοῦ δ' ἐν Ἰταλίᾳ γεννωμένου τὸν καρπὸν ὀρνύφια ἐσθίοντα πνίγεται, ἄνθρωποι δὲ προσενεγκάμενοι διαρροίαις περιπίπτουσι. τὸ δ' ἐν τῇ Ναρβωνίᾳ τοσαύτης μετέχει δυνά- μεως, ὡς καὶ ἐκ τῆς σκιᾶς τοὺς ὑποκαθίσαντας ἢ κοιμηθέντας βλάπτεσθαι, πολλάκις δὲ καὶ θνῄσκειν. ἱστορεῖται δὲ περὶ αὐτῆς χάριν τοῦ προφυλάσσεσθαι.

____________________

Identifications proposées :

  • Taxus baccata (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


apokunon

4.80.1 <ἀπόκυνον>, οἱ δὲ κύναγχον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κυνόμορον, οἱ δὲ κυνοκράμβην καλοῦσιν· ἔρνος ἐστὶ ῥάβδους ἔχον μακράς, λυγώδεις, δυσθραύστους, φύλλα κισσῷ ὅμοια, μαλακώτερα δὲ καὶ ὀξύτερα κατ' ἄκρον, βαρύοσμα, ὑπόγλισχρα, ὀποῦ μεστὰ μηλίνου· καρπὸς δὲ ὡς λοβὸς κυάμου, περὶ δακτύ- λου τὸ μῆκος, θυλακώδης, ἐν ᾧ σπερμάτια μικρά, σκληρά, μέλανα. ταύτης τὰ φύλλα σὺν στέατι ἀρτοποιηθέντα καὶ παρα- βληθέντα κτείνει κύνας, λύκους, ἀλώπεκας καὶ παρδάλεις· παρα- χρῆμα δὲ παραλύει αὐτῶν τὰ ἴσχια.

____________________

RV: ἀπόκυνον· οἱ δὲ κύναγχον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κυνόμορον, οἱ δὲ κυνοκτόνον καλοῦσιν, οἱ δὲ φλέως, οἱ δὲ κυνάγχη, οἱ δὲ ὀλίγωρος, οἱ δὲ ἱππομανές, οἱ δὲ ὄνησις, οἱ δὲ ὀφιόσκορδον, οἱ δὲ κυναγχική, οἱ δὲ ἐλαφόσκορδον, προφῆται παράλυσις, Ῥωμαῖοι βράσσικα ῥούστικα, οἱ δὲ κανίνα.

____________________

Identifications proposées :

  • Cynanchum acutum, en orient : Marsdenia erecta = Cynanchum erectum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

nêrion

4.81.1 <νήριον>· οἱ δὲ ῥοδόδενδρον, οἱ δὲ ῥοδοδάφνην καλοῦσι. γνώριμος θάμνος, ἀμυγδαλῆς μακρότερα καὶ παχύτερα [καὶ τρα- χύτερα] τὰ φύλλα ἔχων, τὸ δὲ ἄνθος ῥοδοειδές, καρπὸν ὡς κέρας, ἀνεῳγμένον πλήρη ἐριώδους φύσεως, ὁμοίας τοῖς ἀκανθίνοις πάπποις· ῥίζα δὲ ἄποξυς καὶ μακρά, γευσαμένῳ ἁλμυρά· φύεται ἐν παραδείσοις καὶ παραθαλασσίοις τόποις [καὶ παρα- ποταμίοις].

4.81.2 δύναμιν δὲ ἔχει τὸ ἄνθος καὶ τὰ φύλλα κυνῶν μὲν καὶ ὄνων καὶ ἡμιόνων καὶ τῶν πλείστων τετραπόδων φθαρτικήν, ἀνθρώπων δὲ σῳστικὴν πινόμενα σὺν οἴνῳ πρὸς θηρίων δήγ- ματα καὶ μᾶλλον εἰ πηγάνου <τι> παραμίξειας. τὰ δὲ ἀσθενέ- στερα τῶν ζῴων, ὡς αἶγες καὶ πρόβατα, κἂν τὸ ἀπόβρεγμα αὐτῶν πίῃ, ἀποθνῄσκει.

____________________

RV: ῥοδοδάφνη· οἱ δὲ σπόγγος, οἱ δὲ αἱμοσταφίς, οἱ δὲ νήριον, οἱ δὲ ῥοδόδενδρον, Ῥωμαῖοι ῥοράνδρουμ, οἱ δὲ λαυ- ρορόσα, Λουκανοὶ ἰκμανή, Αἰγύπτιοι σχινφί, Ἄφροι ......

____________________

Identifications proposées :

  • Nerium oleander (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Nêrion, également appelé "arbre aux roses" (rhododendron) ou encore laurier-rose (rhododaphnê) : arbuste bien connu, à feuilles plus longues, plus épaisses et plus rudes que celles de l'amandier, à fleur rose et fruit en forme de corne <qui>, ouvert, <se montre> plein d'une substance laineuse semblable aux pappus des chardons ; la racine se termine en pointe et elle est longue, de saveur salée. Il pousse dans les parcs, sur le littoral et le long des cours d'eau.

La fleur et les feuilles ont un effet délétère sur les chiens, les ânes, les mulets et la plupart des quadrupèdes, et un effet salutaire sur les hommes, prises en boisson avec du vin contre les morsures d'animaux sauvages, surtout si on y mélange de la rue. Elles sont mortelles pour les animaux faibles comme les chèvres et les moutons, même s'ils <n'> en boivent <que> l'infusion. (in extenso.- trad. Suzanne Amigues)

= Nerium oleander L. (note Suzanne Amigues)

RV. rhododaphnê; ou spongos, ou aimostaphis, ou nêrion, ou rhododendron, rorandrum ou laurorosa chez les Romains, chez les Lucaniens ikmanê, chez les Egyptiens skhinphi

mukês

4.82.1 <μυκήτων> διαφορὰ δισσή· ἢ γὰρ βρώσιμοί εἰσιν ἢ φθαρ- τικοί. παρὰ πολλὰς δὲ αἰτίας γίνονται τοιοῦτοι· ἢ γὰρ ἥλοις κατιωμένοις ἢ ῥάκεσι σεσηπόσιν ἢ ἑρπετῶν φωλεοῖς παρα- φύονται ἢ δένδρεσιν ἰδίως βλαπτικοῖς. ἔχουσι δὲ καὶ γλινώδη οἱ τοιοῦτοι ἐπίπαγον, κατατεθέντες δὲ μετὰ τὸ ἀφαιρεθῆναι ταχέως διαφθείρονται σηπόμενοι· οἱ δὲ μὴ τοιοῦτοι, ζωμο- ποιοὶ ἡδεῖς. πλεονασθέντες μέντοι καὶ οὗτοι βλάπτουσι δυς-

4.82.2 πεπτούμενοι, πνίγοντες ἢ χολέραν ἐπάγοντες. βοηθοῦνται δὲ πάντες ποτιζόμενοι νίτρῳ καὶ ἐλαίῳ ἢ κονίᾳ μετ' ὀξάλμης ἢ θύμβρας ἀποζέματι ἢ ὀριγάνῳ ἢ ὀρνιθείᾳ κόπρῳ μετ' ὄξους πινομένῃ ἢ μέλιτι πολλῷ ἐκλειχομένῳ. τρόφιμοι δέ εἰσι καὶ δυσδιάλυτοι· ὁλοσχερεῖς δὲ ὡς ἐπὶ τὸ πολὺ σὺν τοῖς περιττώ- μασιν ἀποδίδονται.

____________________

Identifications proposées :

  • mushroom (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


Kolkhikon

4.83.1 <Κολχικόν>· οἱ δὲ βολβὸν ἄγριον, οἱ δὲ ἐφήμερον καλοῦσι. λήγοντος τοῦ φθινοπώρου ἀνίησιν ἄνθος λευκόν, ὅμοιον κρόκου ἄνθει, ὕστερον δὲ τὰ φύλλα φέρει βολβῷ παραπλήσια, λιπα- ρώτερα <δέ>, καυλὸν σπιθαμιαῖον, καρπὸν ἔχοντα πυρρόν, ῥίζαν φλοιὸν ἔχουσαν ἔγκιρρον ἐν τῷ μέλανι, ἥτις λεπιζομένη λευκὴ καὶ ἁπαλὴ καὶ γλυκεῖα καὶ ὀποῦ μεστὴ εὑρίσκεται· ἔχει δὲ ὁ

4.83.2 βολβὸς διάφυσιν μέσην, καθ' ἣν τὸ ἄνθος ἀφίησι. γεννᾶται δὲ πλείστη ἐν Κόλχοις καὶ ἐν τῇ Μεσσηνίᾳ. βρωθεῖσα δὲ κτείνει κατὰ πνιγμὸν ὁμοίως <τοῖς> μύκησιν. ἀνεγράψαμεν δὲ αὐτήν, ἵνα μὴ λάθῃ βρωθεῖσα ἀντὶ βολβοῦ· παραδόξως γάρ ἐστιν ἐπακτικὴ διὰ τὴν ἡδονὴν τοῖς ἀπείροις. βοηθεῖ δὲ τοῖς φαγοῦσιν ὅσα καὶ τοῖς μύκησι, καὶ γάλα δὲ βόειον πινόμενον, ὥσθ' ὅταν παρῇ τοῦτο, μηδενὸς ἄλλου δεῖ- σθαι βοηθήματος.

____________________

RV: ἐφήμερον· οἱ δὲ Κολχικόν, οἱ δὲ βολβὸν ἄγριον καλοῦσιν, Ῥωμαῖοι βούλβους ἀγρέστις.

____________________

Identifications proposées :

  • Colchicum sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


ephêmeron

4.84.1 <ἐφήμερον>· ἄλλοι δὲ ἶριν ἀγρίαν. τὰ φύλλα καὶ <τὸν> καυλὸν ὅμοια ἔχει κρίνῳ, λεπτότερα δέ, ἄνθη λευκά, μικρά, καρ- πὸν δὲ μαλακόν. ῥίζα δὲ ὕπεστι δακτύλου τὸ πάχος μία, μακρά, στυπτική, εὐώδης· φύεται ἐν δρυμοῖς καὶ παλισκίοις <τόποις>. τούτου ἡ μὲν ῥίζα ὀδονταλγίας ἐστὶ φάρμακον διακλυζο- μένη, τὰ δὲ φύλλα ἐν οἴνῳ ἑψηθέντα καὶ καταπλασθέντα οἰδή- ματα καὶ φύματα διαφορεῖ μήπω πύον ἔχοντα.

____________________

Identifications proposées :

  • Polygonatum multiflorum, Polygonatum verticillatum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


helxinê

4.85.1 <ἑλξίνη>· οἱ δὲ παρθένιον, οἱ δὲ περδίκιον, οἱ δὲ σιδηρῖ- τιν, οἱ δὲ Ἡρακλείαν, οἱ δὲ ὑγιεινὴν ἀγρίαν, οἱ δὲ κλύβατιν, οἱ δὲ πολυώνυμον καλοῦσι· φύεται περὶ θριγκοῖς καὶ τοίχοις. καυλία δέ ἐστι λεπτά, ὑπέρυθρα, φύλλα ὅμοια λινοζώστει, δασέα· περὶ δὲ τοὺς καυλοὺς οἱονεὶ σπερμάτια τραχέα, ἀντι- λαμβανόμενα τῶν ἱματίων. δύναμιν δὲ ἔχει τὰ φύλλα ψυκτικήν, στυπτικήν, ὅθεν κατα- πλασσόμενα ἰᾶται ἐρυσιπέλατα, κονδυλώματα, κατακαύματα,

4.85.2 φύγεθλα ἀρχόμενα καὶ πᾶσαν φλεγμονὴν καὶ οἰδήματα. ὁ δὲ χυλὸς αὐτῆς μιγεὶς ψιμυθίῳ ἐρυσιπέλατα καὶ ἕρπητας ὠφελεῖ καταχριόμενος καὶ ποδάγρας σὺν κηρωτῇ κυπρίνῃ ἀναλημφθεὶς ἢ τραγείῳ στέατι· ὠφελεῖ καὶ βήττοντας χρονίως ὁ χυλὸς καταρ- ροφούμενος ὡς κύαθος, καὶ παρισθμίοις φλεγμαίνουσιν ἀνα- γαργάρισμα καὶ διάχρισμα ὠφέλιμον καὶ ὠταλγίαις σὺν ῥοδίνῳ ἐγχεόμενος.

____________________

RV: περδίκιον· οἱ δὲ Λυσιμάχειον, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ ἑλξίνην, οἱ δὲ χαλκίς, οἱ δὲ παρθένιον, οἱ δὲ κλύβατιν, οἱ δὲ οἰσύινος, οἱ δὲ Ἡράκλειον, οἱ δὲ ἑλκίνα, οἱ δὲ οἰσύαν ἀγρίαν, οἱ δὲ πολυώνυμον, Ῥωμαῖοι ἕρβα καλικλάρια, οἱ δὲ βιτράριαμ, οἱ δὲ παριητάριαμ, Ἄφροι ἀτιερβίτριε.

____________________

Identifications proposées :

  • Parietaria officinalis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

La pariétaire (helxinê), appelée aussi "herbe à la vierge " (parthenion), "herbe aux perdrix" (perdikion), "herbe au fer" (sidêritis), "herbe d'Héraclès", "herbe de santé sauvage", "herbe tapissante", "herbe à nombreux noms" : elle pousse sur les corniches et dans les murs. Ses petites tiges sont minces, rougeâtres, ses feuilles semblables à celles de la mercuriale, poilues ; autour des tiges se trouvent des sortes de petites graines rugueuses, qui adhèrent aux vêtements. (trad. Suzanne Amigues)

= Parietaria officinalis L. et autres espèces du genre. (Note Suzanne Amigues)

alsinê

4.86.1 <ἀλσίνη>· οἱ δὲ μυὸς ὦτα ἀπὸ τοῦ ὅμοια ἔχειν φύλλα μυὸς ὠτίοις, ἀλσίνη δὲ διὰ τὸ σκιεροὺς καὶ ἀλσώδεις φιλεῖν τόπους. πόα ὁμοία ἑλξίνῃ, ταπεινοτέρα δὲ καὶ μικροφυλλοτέρα καὶ οὐ δασεῖα, διατριφθεῖσά τε σικύων ὄζει. δύναμιν δὲ ἔχει ψυκτικήν, στυπτικήν, ἁρμόζουσαν πρὸς φλεγμονὰς ὀφθαλμῶν μετ' ἀλφίτου καταπλασσομένη, καὶ πρὸς ὤτων πόνον ὁ χυλὸς αὐτῆς ἐνσταζόμενος· καὶ καθόλου δύναται τὰ αὐτὰ τῇ ἑλξίνῃ. ____________________

RV: μυοσωτίς· οἱ δὲ μυ<ός>ωτον, οἱ δὲ ἀνθύλλιον, οἱ δὲ ἀλσίνη, οἱ δὲ μυότροχον, οἱ δὲ μυρτόσπληνον, Ῥωμαῖοι μοῦ- ρις αὐρίκουλα, Ἄφροι λαυαθθαλβάθ.

____________________

Identifications proposées :

  • Thelygonum cynocrambe (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


phakos epi tôn telmatôn

4.87.1 <φακὸς ὁ ἐπὶ τῶν τελμάτων>, εὑρισκόμενος ἐπὶ τῶν στασίμων ὑδάτων, βρύον ὂν ὅμοιον φακῷ, ψῦχον τῇ δυνάμει, πά- σαις φλεγμοναῖς καὶ ἐρυσιπέλασι καὶ ποδάγραις ἁρμόζει κατα- πλασσόμενος καθ' ἑαυτόν τε καὶ σὺν ἀλφίτῳ. παρακολλᾷ δὲ καὶ ἐντεροκήλας τὰς ἐπὶ παίδων.

____________________

RV: φακὸς ὁ ἐπὶ τῶν τελμάτων· οἱ δὲ φακὸς ἄγριος, οἱ δὲ ἐπίπτερον, Ῥωμαῖοι βιπεράλις, οἱ δὲ οὐίσκους μαρίνους.

____________________

Identifications proposées :

  • Lemna minor (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


aeizôon mega

4.88.1 <ἀείζῳον μέγα>· ὠνόμασται διὰ τὸ ἀειθαλὲς τῶν φύλ- λων, οἱ δὲ βούφθαλμον, οἱ δὲ ζῳόφθαλμον, οἱ δὲ στέργηθρον, οἱ δὲ ἀμβροσίαν καλοῦσιν. ἀνίησι καυλοὺς πηχυαίους ἢ καὶ μείζονας, πάχος δακτύλου μεγάλου, λιπαρούς, εὐθαλεῖς, ἐντομὰς ἔχοντας ὥσπερ τοῦ χαρακίου τιθυμάλλου· φύλλα δὲ λιπαρά, μέγεθος δακτύλου μεγάλου, γλωττοειδῆ κατὰ τὸ ἄκρον· καὶ τὰ μὲν κατω- τέρω τῶν φύλλων ὑπτιούμενα, τὰ δὲ κατὰ τὴν κεφαλὴν προς- εσταλμένα ἐπ' ἄλληλα, κύκλον ὀφθαλμοειδῆ περιγράφοντα. φύεται δὲ ἐν τόποις ὀρεινοῖς καὶ ἐν ὀστράκοις· ἔνιοι φυτεύ- ουσιν αὐτὸ ἐπὶ τῶν οἰκημάτων.

4.88.2 δύναμιν δὲ ἔχει ψυκτικήν, στύφουσαν, ποιοῦσαν πρὸς ἐρυσι- πέλατα, ἕρπητας, νομάς, ὀφθαλμῶν φλεγμονάς, πυρίκαυτα, ποδάγρας καταπλασσόμενα τὰ φύλλα καθ' ἑαυτά τε καὶ μετὰ ἀλφίτων. ὁ δὲ χυλὸς μετὰ ῥοδίνου πρὸς κεφαλαλγίας ἐμβρέχε- ται καὶ φαλαγγιοδήκτοις ἐν ποτῷ δίδοται καὶ διαρροιζομένοις καὶ δυσεντερικοῖς, στρογγύλας τε ἕλμεις ἐκτινάσσει σὺν οἴνῳ ποθείς· ἵστησι καὶ ῥοῦν γυναικεῖον ἐν προσθέτῳ. ἐγχρίεται δὲ ὁ χυλὸς καὶ ἐπὶ τῶν ὀφθαλμιώντων ὠφελίμως.

____________________

RV: ἀείζων τὸ μέγα· οἱ δὲ ἐριθαλές, οἱ δὲ ἀμβρόσιον, οἱ δὲ χρυσίσπερμον, οἱ δὲ ζῳόφθαλμον, οἱ δὲ βούφθαλμον, οἱ δὲ στέργηθρον, οἱ δὲ αἰώνιον, οἱ δὲ ζῳόφυτον, οἱ δὲ ἀείχρυσον, οἱ δὲ μελίχρυσον, οἱ δὲ ὁλόχρυσον, οἱ δὲ χρυσάνθεμον, οἱ δὲ πρωτόγονον, οἱ δὲ βόρειος, οἱ δὲ νότιος, οἱ δὲ βηρύλλιος, προ- φῆται [λέγουσιν] παρωνυχία, οἱ δὲ χρυσῖτις, Ῥωμαῖοι κερια- κούσια, οἱ δὲ Ἰόβις ὄκουλους, οἱ δὲ δίγιτους, οἱ δὲ σέδουμ μουρ<άλε>, Αἰγύπτιοι παμφανής.

____________________

Identifications proposées :

  • Sempervivum arboreum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


aeizôon mikron

4.89.1 <ἀείζῳον τὸ μικρόν>· φύεται ἐν τοίχοις καὶ πέτραις καὶ θριγκοῖς καὶ τάφοις ὑποσκίοις. καυλία ἀπὸ μιᾶς ῥίζης πολλά, περίπλεα φυλλαρίων περιφερῶν, λιπαρῶν, μικρῶν, ὀξέων ἐπ' ἄκρου· ἀνίησι δὲ καὶ καυλὸν ἐν μέσῳ περὶ σπιθαμὴν τὸ μέγε- θος, ἔχοντα σκιάδιον καὶ ἄνθη χλωρὰ καὶ λεπτά. τούτου τὰ φύλλα δύναμιν ἔχει τὴν αὐτὴν τῷ προειρημένῳ.

____________________

RV: ἀείζων τὸ μικρόν· οἱ δὲ πετροφυές, οἱ δὲ βρότιον, οἱ δὲ θεοβρότιον, οἱ δὲ <μα>κρόβι[ς]ον, οἱ δὲ χειμερινήν, οἱ δὲ κεραυνία, Ῥωμαῖοι βιτάλις, οἱ δὲ κάρδους σεμπερβίβους, Αἰ- γύπτιοι ἐτιεικελτά.

____________________

Identifications proposées :

  • Sempervivum tectorum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


aeizôon triton

4.90.1 δοκεῖ δὲ τρίτον εἶναι εἶδος <ἀειζῴου>, ὃ ἔνιοι ἀνδράχνην ἀγρίαν, οἱ δὲ Τηλέφιον ἐκάλεσαν, Ῥωμαῖοι δὲ ἰλλεκέβραν. ἔχει δὲ αὕτη πλατύτερα τὰ φυλλάρια πρὸς τὰ τῆς ἀνδράχνης καὶ δασέα· φύεται ἐν πέτραις. δύναμιν δὲ ἔχει θερμαντικήν, δριμεῖαν, ἑλκωτικήν, χοιρά- δων διαφορητικὴν σὺν ὀξυγγίῳ καταπλασθέν.

____________________

RV: ἀείζων τὸ λεπτόφυλλον· οἱ δὲ ἀείζων τὸ μικρόν, οἱ δὲ πετροφυές, οἱ δὲ ἀείζων ἄγριον, Ῥωμαῖοι σεμπερβίβου<μ> μίνους.

____________________

Identifications proposées :

  • Sedum sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


kotulêdôn

4.91.1 <κοτυληδών>· οἱ δὲ σκυτάλιον, ἄλλοι δὲ κυμβάλιον. φύλλον ἔχει ὥσπερ ὀξύβαφον περιφερές, λεληθότως κοῖ- λον, καυλίον δὲ βραχύ, ἐφ' οὗ σπέρμα, ῥίζαν ὡς ἐλαίαν στρογγύλην. ταύτης καὶ τῶν φύλλων ὁ χυλὸς μετ' οἴνου περιχριόμενος ἢ ἐγκλυζόμενος φιμοὺς τοὺς ἐν αἰδοίοις χαλᾷ, φλεγμονάς τε καὶ ἐρυσιπέλατα καὶ χιμέτλας καὶ χοιράδας καταπλασσομένη ὠφε- λεῖ καὶ στόμαχον καυσούμενον. ἐσθιόμενα δὲ τὰ φύλλα σὺν τῇ ῥίζῃ λίθους θρύπτει καὶ οὖρα κινεῖ καὶ ὑδρωπικοῖς σὺν οἰνο- μέλιτι δίδοται· χρῶνται δὲ αὐτῇ καὶ εἰς φίλτρα.

____________________

RV: κοτυληδών· οἱ δὲ σκυτάλιον, οἱ δὲ κυμβάλιον, οἱ δὲ κῆπος Ἀφροδίτης, οἱ δὲ γῆς ὀμφαλός, οἱ δὲ στοιχάς, οἱ δὲ στέργηθρον, Ῥωμαῖοι οὐμβιλίκουμ Βένερις.

____________________

Identifications proposées :

  • Umbilicus pendulinus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le nombril de Vénus (litt. la "coupe", cotyledon), appelé aussi "petite massue" (skutalion), ou encore "petite cymbale" (kumbalion), a une feuille de contour circulaire, comme une tasse, imperceptiblement creuse, une petite tige courte, surmontée de la graine, une racine ronde comme une olive. (trad. Suzanne Amigues)

Pseudo-Dioscoride : Cotyledon : ou encore "petite massue" (skutalion), "petite cymbale" (kumbalion), "jardin d'Aphrodite", "nombril de la terre", "plante à fleurs en rangées", "herbe d'amour" ; à Rome umbilicus Veneris. (trad. Suzanne Amigues)

kotulêdôn hetera

4.92.1 ἔστι δὲ καὶ ἕτερον εἶδος <κοτυληδόνος>, πλατύτερα ἔχον καὶ λιπαρὰ τὰ φύλλα, ὡς γλωττάρια, πυκνὰ περὶ τῇ ῥίζῃ, οἱονεὶ ὀφθαλμὸν ἐν μέσῳ περιγράφοντα ὥσπερ τὸ μεῖζον ἀεί- ζῳον, τῇ γεύσει στύφοντα, καυλίον λεπτὸν καὶ ἐπ' αὐτοῦ ἄνθη καὶ σπερμάτια ὅμοια ὑπερικῷ, ῥίζαν μείζονα. ποιεῖ δὲ πρὸς ἃ καὶ τὸ ἀείζῳον.

____________________

RV: κοτυληδὼν ἑτέρα· οἱ δὲ κυμβάλιον καλοῦσιν.

____________________

Identifications proposées :

  • Saxifraga sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

akalêphê

4.93.1 <ἀκαλήφη>· οἱ δὲ κνίδην. δισσὸν εἶδος ταύτης· ἡ μὲν γάρ ἐστιν ἀγριωτέρα, τραχυτέρα καὶ πλατυτέρα καὶ μελαντέρα τοῖς φύλλοις, καρπὸν δὲ ὅμοιον λινοσπέρμῳ ἔχει, πλὴν ἐλάττονα. ἡ δ' ἑτέρα λεπτόσπερμός τε καὶ οὐχ ὁμοίως τραχεῖα. ἀμφοτέρων δὲ τὰ φύλλα καταπλασσόμενα μεθ' ἁλῶν κυνό- δηκτα ἰᾶται καὶ γαγγραινικὰ καὶ κακοήθη καὶ καρκινώδη καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καὶ στρέμματα, φύματα, παρωτίδας, φύ- γεθλα, ἀποστήματα· σπληνικοῖς δὲ μετὰ κηρωτῆς ἐπιτίθεται· ποιεῖ καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορραγίας τὰ φύλλα σὺν τῷ χυλῷ λεῖα ἐντιθέμενα· κινεῖ δὲ καὶ ἔμμηνα λεῖα μετὰ σμύρνης προστεθέντα καὶ ὑστέρας προπτώσεις ἀποκαθίστησι προσαπτό-

4.93.2 μενα νεαρὰ τὰ φύλλα. τὸ δὲ σπέρμα ἐπὶ συνουσίαν παρορμᾷ πινόμενον μετὰ γλυκέος καὶ ὑστέραν ἀναστομοῖ· σὺν μέλιτι δὲ ἐκλειχόμενον ὀρθοπνοίας ὠφελεῖ καὶ πλευρίτιδας καὶ περιπνευ- μονίας· ἀνάγει δὲ καὶ τὰ ἐκ θώρακος· μείγνυται δὲ καὶ σηπταῖς. συνεψηθέντα δὲ τὰ φύλλα κογχαρίοις κοιλίαν μαλάττει, ἐμπνευ- ματώσεις λύει, οὖρα κινεῖ, σὺν πτισάνῃ δὲ ἑψηθέντα τὰ ἐκ θώρακος ἀνάγει. τὸ δὲ ἀφέψημα τῶν φύλλων σὺν ὀλίγῃ σμύρνῃ ποθὲν κινεῖ καταμήνια, ὁ δὲ χυλὸς ἀναγαργαριζόμενος στέλλει κιονίδα φλεγμαίνουσαν.

____________________

RV: κνήφηκνίδη· οἱ δὲ ἀκαλύφη, οἱ δὲ ἀδίκη, Ῥω- μαῖοι οὐρτίκα, Αἰγύπτιοι σελεψιού, Δάκοι δύν.

κνήφη ἑτέρα· οἱ δὲ ἀκαλύφην καλοῦσιν, Ῥωμαῖοι οὐρτίκα μόλλις.

____________________

Identifications proposées :

  • Urtica sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


galêopsis

4.94.1 <γαλήοψις>· οἱ δὲ γάληψις, οἱ δὲ γαλεόβδολον καλοῦσιν. ὅλον τὸ θαμνίον σὺν τῷ καυλῷ καὶ τοῖς φύλλοις ἐμφερές ἐστι κνίδῃ, λειότερα δὲ τὰ φύλλα καὶ ἱκανῶς δυσώδη ἐν τῇ διατρί- ψει, ἄνθη λεπτά, πορφυρᾶ· φύεται ἐν φραγμοῖς καὶ περὶ τὰς ὁδοὺς καὶ τὰ οἰκόπεδα πανταχοῦ. δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καυλὸς διαλυτικὴν σκληρω- μάτων, καρκινωμάτων, χοιράδων, φυγέθλων, παρωτίδων. δεῖ δὲ δὶς τῆς ἡμέρας μετ' ὄξους καταπλάσσειν χλιαρὸν ποιοῦντας τὸ κατάπλασμα· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς καταντλεῖται ὠφε- λίμως· ποιεῖ καὶ πρὸς νομὰς <καὶ> γαγγραίνας καὶ σηπεδόνας μεθ' ἁλὸς καταπλασσόμενα.

____________________

RV: γαλέοψις· οἱ δὲ γαλεόβδολον, οἱ δὲ γαληψός, Αἰ- γύπτιοι αἰθωπί, Ῥωμαῖοι οὐρτίκαμ λαβεώνεμ.

____________________

Identifications proposées :

  • Scrophularia peregrina (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

galion

4.95.1 <γάλιον>· οἱ δὲ γαλαίριον, οἱ δὲ γαλάτιον· ὠνόμασται ἀπὸ τοῦ γάλα πηγνύειν ἀντὶ πυτίας αὐτό. τὸ δὲ κλωνίον καὶ τὸ φύλλον ἔχει ἐμφερέστατον ἀπαρίνῃ, ὀρθὸν δέ, καὶ ἐπ' ἄκρου ἄνθος μήλινον, λεπτόν, πυκνόν, πολύοσμον· οὗ τὸ ἄνθος πρὸς τὰ πυρίκαυτα καταπλάττεται καὶ αἱμορραγίαις ἁρμόζει· μείγνυται καὶ κηρωτῇ ῥοδίνῃ ἡλιαζόμενον, ἄχρις ἂν λευκὸν γένηται, καὶ ἔστι τὸ τοιοῦτον ἄκοπον. ἡ δὲ ῥίζα πρὸς συνουσίαν παρορμᾷ. φύεται δὲ ἐν ἑλώδεσι τόποις.

____________________

RV: γάλαιον· οἱ δὲ γαλαίριον, οἱ δὲ γαλάτιον καλοῦσιν ἀπὸ τοῦ γάλα πηγνύειν.

____________________

Identifications proposées :

  • Galium verum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

êrigerôn

4.96.1 <ἠριγέρων>· καυλίον ἐστὶ πηχυαῖον, ὑπέρυθρον ἡσυχῆ, ἔχον φυλλάρια ἀκροσχιδῆ ὥσπερ εὔζωμον, παρὰ πολὺ δὲ ἐλάτ- τονα· ἄνθη μηλίζοντα, ταχέως σχιζόμενα καὶ ἐξανθοῦντα εἰς τοὺς λεγομένους πάππους· ὅθεν καὶ ἠριγέρων ὠνομάσθη διὰ τὸ τοῦ ἦρος τὰ ἄνθη τριχοειδῶς πολιοῦσθαι· ῥίζα ἄχρηστος. φύεται μάλιστα ἐπὶ θριγκῶν καὶ περὶ τὰς πόλεις.

4.96.2 δύναμιν δὲ ἔχει ψυκτικὴν τὰ φύλλα σὺν τοῖς ἄνθεσιν, ὅθεν καταπλασσόμενα σὺν οἴνῳ γλυκεῖ ὀλίγῳ καὶ καθ' ἑαυτὰ φλεγ- μονὰς ὄρχεων καὶ δακτυλίου θεραπεύει, σὺν δὲ μάννῃ τά τε ἄλλα τραύματα καὶ τὰ ἐν νεύροις ἰᾶται. καὶ οἱ πάπποι δὲ καθ' ἑαυτοὺς σὺν ὄξει καταπλασθέντες τὸ αὐτὸ δρῶσι· ποθέν- τες μέντοι οἱ νεαροὶ πάπποι πνιγμὸν ἐπιφέρουσιν.

____________________

RV: ἠριγέρων· οἱ δὲ ἐρεχθῖτις, Ῥωμαῖοι ἕρβουλουμ, οἱ δὲ σενεκίων.

____________________

Identifications proposées :

  • Senecio vulgaris (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le séneçon (êrigerôn) forme une petite tige d'une coudée, un peu rougeâtre, garnie de petites feuilles découpées à l 'extrémité comme les a la roquette , mais beaucoup plus petites ; les fleurs tirent sur le jaune vif, s'ouvrent vite et se fanent en donnant ce qu'on appelle des pappus ; d'où le nom de "vieillard au printemps" (êrigerôn), dû au fait que les fleurs deviennent au printemps (tou êros) chenues comme une chevelure ; la racine est sans usages. Le séneçon pousse surtout sur le faîte des murs et aux abords des villes. (trad. Suzanne Amigues)

  • Senecio vulgaris L. et peut-être d'autres espèces du genre. (note Suzanne Amigues)

thaliêtron

4.97.1 <θαλίητρον>· φύλλα παραπλήσια κορίῳ ἔχει, λιπαρώτερα δέ, καυλίον πηγανίου πάχος, ἐφ' οὗ τὰ φύλλα, ἅπερ καταπλασθέν- τα λεῖα τὰ χρόνια τῶν ἑλκῶν ἀπουλοῖ· φύεται μάλιστα ἐν πεδίοις.

____________________

Identifications proposées :

  • Thalictrum flavum, Thalictrum minus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


bruon thalassion

4.98.1 <βρύον θαλάσσιον>· φύεται ἐπὶ λίθων καὶ ὀστράκων παρὰ θαλάττῃ. θριδακῶδες, ἰσχνόν, ἄκαυλον, ἱκανῶς στυπτι- κόν, ποιοῦν πρὸς φλεγμονὰς καὶ ποδάγρας τὰς ψύξεως δεομένας.

___________________

RV: βρύον θαλάσσιον· οἱ δὲ βάλαρις, οἱ δὲ ἰρώνη, Ῥω- μαῖοι γνωμουσύλλου.

___________________

Identifications proposées :

  • Ulva lactuca, Ulva latissima, etc. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

phukos thalassion

4.99.1 <φῦκος θαλάσσιον>· γίνεται τὸ μέν τι αὐτοῦ πλατὺ τὸ δὲ ὑπόμηκες καὶ ὑποφοινικίζον, τὸ δὲ οὖλον, φυόμενον δὲ ἐν Κρήτῃ πρὸς τῇ γῇ, εὐανθὲς σφόδρα καὶ ἄσηπτον. στυπτικὴν δ' ἔχει πάντα τὴν δύναμιν, ποιοῦντα ἐν κατα- πλάσμασι ποδαγρικοῖς καὶ ταῖς <ἄλλαις> φλεγμοναῖς. δεῖ δὲ αὐτοῖς χρῆσθαι ἐνίκμοις πρὸ τοῦ ξηραίνεσθαι. <Νίκανδρος> (Th. 845) δέ φησι καὶ θηριακὸν εἶναι τὸ φοινικοῦν, ὅπερ ἔδο- ξαν ἔνιοι εἶναι, ᾧ αἱ γυναῖκες χρῶνται, ὄντος ἐκείνου ῥιζίου, ὁμωνύμως δὲ καλουμένου φύκους.

____________________

Identifications proposées :

  • Cystoseira foeniculosa (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


potamogeitôn

4.100.1 <ποταμογείτων>· φύλλον ἐστὶν ὅμοιον τεύτλῳ, δασύ, ὑπερκύπτον ὀλίγον τοῦ ὕδατος. ψύχει δὲ καὶ στύφει, ἁρμόζον κνησμοῖς καὶ νεμομένοις καὶ παλαιοῖς ἕλκεσιν· ὠνόμασται δὲ διὰ τὸ ἐν τέλμασι καὶ ἐνύδροις τόποις φύεσθαι.

____________________

RV: ποταμογείτων· οἱ δὲ σταχυῖτιν, Ῥωμαῖοι φον- τ<αν>άλις, οἱ δὲ φλουμινάλις, οἱ δὲ τερμινάλις, οἱ δὲ ἠμίνουλα, οἱ δὲ προσπεκτίβα, Αἰγύπτιοι ἐθεγχίς. ποταμογείτων ἕτερος· οἱ δὲ λειμώνιον, οἱ δὲ ἁλιμοκτόνον, οἱ δὲ νευροειδές, οἱ δὲ ἑπτάπλευρον, οἱ δὲ κυνόγλωσσον, οἱ δὲ πολύνευρον, οἱ δὲ θύρσιον, προφῆται οὐρὰ ἰχνεύμονος, Αἰγύ- πτιοι λοιχόρ, Ῥωμαῖοι βηταιφόλλιουμ, οἱ δὲ γλαδιατώριαμ, οἱ δὲ πλαντάγω, οἱ δὲ ἑρβάγω, οἱ δὲ ἀρουνδινάλις μίνορ, Ἄφροι ἀστιρκόκ, Δάκοι κοαδάμα, Γάλλοι ταυρούκ.

____________________

Identifications proposées :

  • Ottelia alismoides (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le potamogeitôn (litt. "voisin du fleuve") est une feuille semblable à celle de la bette (teutlon), poilue - (Sprengel et Lenz ont proposé de corriger dasu en pakhu, ce qui signifierait "épaisse") -, un peu penchée au-dessus de l'eau. Il est rafraîchissant et astringent, bon pour les démangeaisons, les plaies qui creusent et s'invétèrent. Il doit son nom au fait qu'il pousse dans les marécages et les lieux pleins d'eau. (in extenso. - trad. Suzanne Amigues)

Peut-être s'agit-il effectivement de Potamogeton nodosus Poir., mais on a proposé aussi Ottelia alismoides Pers., dont les feuilles sont submergées ou en partie émergées. Cf. P. Fournier, Le potamogiton de Dioscoride et de Pline est un Ottelia, in Bull. Soc. Bot. Fr. 1951, p. 98-100. (note Suzanne Amigues)

stratiôtês

4.101.1 <στρατιώτης> ὁ ἐπὶ τῶν ὑδάτων φυόμενος· ὠνόμασται καὶ οὗτος διὰ τὸ ἐπινήχεσθαι τοῖς ὕδασι χωρὶς ῥίζης καὶ ζῆν. φύλλον δὲ ἔχει ἀειζῴῳ ὅμοιον, μεῖζον μέντοι καὶ ψυκτικὴν ἔχον δύναμιν, ἐφιστάνον τὰς ἐκ νεφρῶν αἱμορραγίας πινόμενον· τραύ- ματά τε ἀφλέγμαντα τηρεῖ καὶ ἐρυσιπέλατα καὶ οἰδήματα σὺν ὄξει καταπλασσόμενον ἰᾶται.

____________________

RV: στρατιώτης ὁ ἐν τοῖς ὕδασιν· οἱ δὲ ποτάμιον στρατιώτην καλοῦσιν, Αἰγύπτιοι τιβούρ, προφῆται αἷμα αἰλούρου.

____________________

Identifications proposées :

  • Pistia stratiotes (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

stratiôtês khiliophullos

4.102.1 <στρατιώτης ὁ χιλιόφυλλος>· ἔστι θαμνίσκος μικρός, σπιθαμιαῖος ἢ καὶ μείζων, ἔχων τὰ φύλλα ὅμοια νεοττοῦ πτερῷ· εἰσὶ δὲ αἱ ἐκφύσεις τῶν φύλλων σφόδρα βραχεῖαι, ἐσχισμέναι, ἔοικε δὲ μάλιστα τὰ φύλλα τῇ βραχύτητι κυμίνῳ ἀγρίῳ, καὶ ἔτι βραχύτερα, καὶ τὸ σκιάδιον δέ· πυκνότερον δὲ τοῦτο καὶ ἁδρό- τερον· ἔχει γὰρ ἐπ' ἄκρου καρφία μικρά, ἐφ' ὧν τὰ σκιάδιά ἐστιν ἀνήθου τρόπον, ἄνθη μικρά, λευκά. φύεται δὲ [μάλιστα] ἐν τόποις ἀργοῖς, ὑποτραχέσι καὶ μάλιστα περὶ τὰς ὁδούς. ἔστι δὲ ἡ βοτάνη αὕτη σφόδρα ἀγαθὴ πρὸς αἱμορραγίαν καὶ ἕλκη παλαιὰ καὶ πρόσφατα καὶ σύριγγας.

____________________

Identifications proposées :

  • Achillea millefolium (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


phlomos

4.103.1 <φλόμος>· τὴν μὲν ἀνωτάτω διαφορὰν ἔχει διττήν· ἡ μὲν γάρ <τίς> ἐστιν αὐτῆς λευκὴ ἡ δὲ μέλαινα, καὶ τῆς λευκῆς ἡ μὲν θήλεια ἡ δὲ ἄρρην. τῆς μὲν οὖν θηλείας τὰ φύλλα παραπλήσιά ἐστι κράμβῃ, δασύτερα δὲ πολλῷ καὶ πλατύτερα καὶ λευκά, καυλὸς πήχεως ἢ καὶ μείζων, λευκός, ὑπόδασυς, ἄνθη λευκά, ὕπωχρα, σπέρμα μέλαν· ῥίζα δὲ μακρά, στρυφνή, πάχος ἔχουσα δακτύλου. φύεται δὲ ἐν πεδίοις. καὶ ἡ ἑτέρα, ἄρρην δὲ καλουμένη, λευκόφυλλος, ὑπομήκης δὲ καὶ στενοτέρα τοῖς

4.103.2 φύλλοις καὶ τῷ καυλῷ λεπτοτέρα. ἡ δὲ μέλαινα ὁμοία ταῖς λευκαῖς κατὰ πάντα, πλατυφυλλοτέρα μέντοι καὶ μελαντέρα τοῖς φύλλοις ὑπάρχει. γίνεται καὶ ἡ λεγομένη ἀγρία, ῥάβδους ὑψη- λὰς φέρουσα καὶ δενδρώδεις, φύλλα ἐλελισφάκῳ ὅμοια· ἔχει δὲ κύκλῳ περὶ ταῖς ῥάβδοις ὥσπερ τὸ πράσιον ἄνθος μήλινον, χρυσοειδές. εἰσὶ δὲ καὶ φλομίδες διπλαῖ, δασεῖαι, προσφυεῖς τῇ γῇ, στρογγύλα ἔχουσαι τὰ φύλλα, καὶ τρίτη φλομίς, ἡ καλου- μένη λυχνῖτις, ὑπὸ δέ τινων θρυαλλίς, φυλλάρια τρία ἢ τές- σαρα ἢ καὶ πλείονα ἔχουσα, παχέα, δασέα, λιπαρά, εἰς ἐλλύχνια χρήσιμα.

4.103.3 τῶν μὲν οὖν πρώτων δύο ἡ ῥίζα στυπτική· ὅθεν διαρροι- ζομένοις ὅσον ἀστράγαλος σὺν οἴνῳ ὠφελίμως ἐν ποτῷ δίδοται· τὸ δὲ ἀφέψημα αὐτῆς ῥήγμασι καὶ σπάσμασι καὶ θλάσμασι καὶ βηχὶ παλαιᾷ ἀρήγει, ὀδονταλγίαν τε πραΰνει διακλυζόμενον. ἡ δὲ χρυσοειδὴς τὰ ἄνθη τρίχας βάπτει καὶ ὅπου ἂν τεθῇ σίλφας συνάγει. τὰ δὲ φύλλα ἑφθὰ ἐν ὕδατι πρὸς οἰδή- ματα καὶ ὀφθαλμῶν φλεγμονὰς καταπλάσσεται, καὶ πρὸς σφα- κελίζοντα ἕλκη σὺν μέλιτι ἢ οἴνῳ, σὺν δὲ ὄξει τραύματα θερα- πεύει καὶ σκορπιοπλήκτοις βοηθεῖ. τὰ δὲ τῆς ἀγρίας φύλλα πυρικαύτων ἐστὶ κατάπλασμα, τὰ δὲ τῆς θηλείας φύλλα φασὶ μετὰ σύκων ξηρῶν συντιθέμενα ἄσηπτα αὐτὰ διαφυλάσσειν.

____________________

RV: φλόμος· οἱ δὲ φλόνον, Ῥωμαῖοι βερβάσκλουμ, οἱ δὲ φημινάλε. φλόμος ἕτερος· οἱ δὲ φλόνος, οἱ δὲ λυχνῖτις, οἱ δὲ θρυαλλίς, οἱ δὲ νεκυίαν, προφῆται κηρύκιον, οἱ δὲ Ἑρμοῦ ῥάβδον, Ῥωμαῖοι φουμούσκλουμ, οἱ δὲ λανάτα, Αἰγύπτιοι ἀθάλ, Δάκοι διέσεμα.

____________________

Identifications proposées :

  • Verbascum sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Phlomos : la principale différence qu'il présente est double : il en existe en effet un "blanc" et un "noir", et le "blanc" se subdivise en "femelle" et "mâle". Les feuilles de l'espèce "femelle" sont assez voisines de celles du chou (krambê), mais beaucoup plus poilues, plus planes et blanches ; la tige mesure une coudée ou même davantage, elle est blanche et un peu poilue ; les fleurs sont d'un blanc jaunâtre ; la graine est noire, la racine longue, de saveur âcre et de la grosseur d'un doigt. Elle pousse en plaine. L'autre espèce, que l'on dit "mâle", a des feuilles blanches, assez allongées et plus étroites, et la tige plus fine. L'espèce "noire" est semblable aux "blanches" sous tous les rapports, mais elle a des feuilles plus planes et plus foncées. Il y a aussi celle qu'on dit sauvage, pourvue de rameaux de haute taille et d'aspect arborescent, ainsi que des feuilles semblables à celles de la sauge (elelisphakos) ; elle porte disposées en verticilles autour des rameaux, comme le marrube (prasion), des fleurs d'un jaune d'or. Il existe encore une paire de phlomis poilus, collés à terre et pourvus de feuilles rondes, et un troisième phlomis appelé lukhnitis, parfois aussi thruallis, qui possède trois ou quatre -(petites)- feuilles, ou même davantage, épaisses, poilues, grasses, utilisées en guise de mèches de lampe. (trad. Suzanne Amigues)

Aithiopis

4.104.1 <Αἰθιοπίς>· καὶ αὕτη παραπλήσια φύλλα ἔχει φλόμῳ, δασέα δὲ λίαν καὶ πυκνά, κύκλῳ περὶ τὸν πυθμένα τῆς ῥίζης, καυλὸν τετράγωνον, τραχὺν καὶ παχύν, ἐοικότα μελιτταίνῃ ἢ ἀρκτίῳ, μασχάλας ἀνιέντα πολλάς· καρπὸν δὲ περὶ μέγεθος ὀρόβου, σύνδυο ἐν ἑνὶ ἀγγείῳ, ῥίζας ἀπὸ τοῦ αὐτοῦ πυθμένος πολλάς, μακράς, παχείας, γευομένῳ κολλώδεις· γίνονται δὲ ξηραινόμεναι μέλαιναι καὶ σκληραί, κέρασιν ἐοικυῖαι. πλείστη δὲ γεννᾶται κατὰ τὴν Μεσσηνίαν καὶ τὴν Ἴδην. ταύτης ἡ ῥίζα ἑψομένη καὶ πινομένη βοηθεῖ ἰσχιάδι, πλευ- ρίτιδι, αἵματος πτύσει καὶ ἀρτηρίας τραχύτητι· λαμβάνεται δὲ μετὰ μέλιτος ἀντὶ ἐκλεικτοῦ.

____________________

Identifications proposées :

arktion

4.105.1 <ἄρκτιον>, οἱ δὲ ἀρκτοῦρον. φλόμῳ καὶ αὕτη ἔχει τὰ φύλλα ἐοικότα, δασύτερα δὲ καὶ στρογγυλώτερα, ῥίζαν ἁπαλήν, λευκήν, γλυκεῖαν· καυλὸν δὲ μακρόν, μαλακόν, καρπὸν κυμίνῳ μικρῷ ὅμοιον. ταύτης ἡ ῥίζα καὶ ὁ καρπὸς ἀφεψηθέντα ἐν οἴνῳ ὀδον- ταλγίας διακρατούμενα πραΰνει καὶ πυρικαύτων καὶ χιμέτλης ἐστὶ κατάντλημα· πίνεται δὲ καὶ πρὸς ἰσχιάδα καὶ δυσουρίαν ἐν οἴνῳ.

____________________

RV: ἄρκτιον· οἱ δὲ ἀρκτοῦρον καλοῦσιν.

____________________

Identifications proposées :

  • Inula candida, Celsia orientalis, Celsia acaulis, etc. ? (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

arkion

4.106.1.1 <ἄρκιον>, οἱ δὲ προσωπίδα, οἱ δὲ προσώπιον καλοῦ- σιν· ὅμοια τὰ φύλλα ἔχει τοῖς τῆς κολοκύνθης, μείζονα μέντοι καὶ σκληρότερα καὶ μελάντερα, δασέα· ἄκαυλος δὲ ἡ πόα, ῥίζα μεγάλη καὶ λευκή, ἥτις βοηθεῖ ποθεῖσα δραχμῆς μιᾶς πλῆθος μετὰ στροβίλων αἱμοπτυικοῖς καὶ ἐμπυικοῖς· παύει καὶ τὰ ἐκ τῶν λυγισμῶν περὶ τὰ ἄρθρα ἀλγήματα καταπλασσομένη λεία· καὶ τὰ φύλλα δὲ ὠφελίμως ἐπὶ τῶν παλαιῶν ἑλκῶν καταπλάττεται.

____________________

RV: ἄρκιον ἢ προσωπίδα· οἱ δὲ προσώπιον, οἱ δὲ ποταμογείτων, οἱ δὲ σίνηπι Περσικόν, οἱ δὲ πανάκεια, οἱ δὲ κρήν<α>ιον, οἱ δὲ θλάσπι, οἱ δὲ ἀπαρίνην, Ῥωμαῖοι περσωνά- κιαμ, οἱ δὲ λάππαμ.

____________________

Identifications proposées :

  • Arctium lappa (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

petasitis

4.107.1 <πετασῖτις>· μόσχος ἐστὶ πήχεως μείζων, δακτύλου μεγάλου πάχος, ἐφ' οὗ φύλλον πετασῶδες, μέγα, προσκείμενον ὥσπερ μύκης, ποιοῦν πρὸς τὰ κακοήθη καὶ φαγεδαινικὰ ἕλκη λεῖον καταπλασσόμενον.

____________________

RV: πετασῖτις.

____________________

Identifications proposées :

  • Petasites officinalis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

epipaktis

4.108.1 <ἐπιπακτίς>, οἱ δὲ ἐλλεβορίνην, θαμνίσκος μικρός, φυλλάρια ἐλάχιστα ἔχων. πίνεται δὲ πρὸς τὰ θανάσιμα καὶ πρὸς τὰ περὶ ἧπαρ νοσήματα.

____________________

RV: ἐλλεβορίνη· οἱ δὲ ἐπιπακτίς, οἱ δὲ βόρειον.

____________________

Identifications proposées :

  • Herniaria glabra (Beck)
  • Herniaria glabra (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

L'epipaktis, ou elleborinê, est une petite plante touffue, à feuilles minuscules. On la prend en boisson contre les poisons mortels et les maladies du foie. (trad. Suzanne Amigues)

RV: elleborinê ou epipaktis ou boreion.

kapnos

4.109.1 <καπνὸς> ὁ ἐν ταῖς κριθαῖς φυόμενος· βοτάνιόν ἐστι θαμνοειδές, κορίῳ ἐοικός, τρυφερὸν πάνυ, τὰ δὲ φύλλα λευκό- τερα καὶ τεφροειδῆ, πολλὰ πανταχόθεν, ἄνθος πορφυροῦν. ταύτης ὁ χυλὸς δριμύς, ὀξυδερκής, δακρύου ἀγωγός, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσε. δύναται δὲ καὶ τὰς ἐκ τῶν βλεφάρων ἑλκυσθείσας τρίχας σὺν κόμμει καταχρισθεῖσα μὴ ἐᾶν φύεσθαι. βρωθεῖσα δὲ ἡ πόα χολὴν δι' οὔρων ἄγει.

____________________

RV: καπνὸς ἢ κορυδάλλιον· οἱ δὲ κόριον, οἱ δὲ κόριον ἄγριον, οἱ δὲ καπνὸς ὁ ἐν ταῖς κριθαῖς, οἱ δὲ καπνῖτις, οἱ δὲ μαρμαρῖτις, οἱ δὲ καπνογόργιον, οἱ δὲ χελιδόνιον μικρόν, οἱ δὲ περιστέριον, οἱ δὲ κανθαρίς, οἱ δὲ χαλκόκροτ<ον>, Ῥωμαῖοι ἄπιουμ, οἱ δὲ φουμάρια, Αἰγύπτιοι κνύξ, οἱ δὲ τούκοιν.

____________________

Identifications proposées :

  • Fumaria officinalis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

La fumeterre qui pousse dans les orges est une petite plante buissonnante, qui ressemble à la coriandre, très délicate, mais ses feuilles sont plus blanches et comme cendrées, nombreuses sur toute la plante ; la fleur est violacée.

Son suc est âcre, rend la vue perçante et fait pleurer : c'est de là que la plante a tiré son nom. En onctions avec de la gomme, il a le pouvoir de ne pas laisser repousser les cils arrachés des paupières. La plante mangée <crue> évacue la bile par les urines. (in extenso. - trad. Suzanne Amigues)

= Fumaria officinalis L. (note Suzanne Amigues)

____________________

RV : Kapnos ou korudallion (corydale) : pour certains korion (coriandre), coriandre sauvage, kapnos des orges, kapnitis, marmaritis, kapnogorgion, petite chélidoine, peristerion, kantharis, khalkokroton, chez les Romains apium ou fumaria, chez les Egyptiens knux ou toukoin. (trad. Michel Chauvet)

lôtos

4.110.1 <λωτὸς> ὁ ἐν τοῖς παραδείσοις φυόμενος, ὃν ἔνιοι τρί- φυλλον καλοῦσι, χυλισθεὶς καὶ μιγεὶς μέλιτι ἄργεμα καὶ νεφέλια καὶ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποκαθαίρει.

____________________

RV: λωτός· οἱ δὲ τρίφυλλον καλοῦσιν, οἱ δὲ τριπό- διον, οἱ δὲ τρίβολον.

____________________

Identifications proposées :

  • Melilotus sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le mélilot (lôtos), qui pousse dans les parcs et que certains appellent "trèfle" (triphullos), sous forme de suc exprimé et mélangé à du miel, fait disparaître les taches blanches ou nébuleuses, l'albugo et ce qui obscurcit les pupilles. (in extenso. - trad. Suzanne Amigues)

= Melilotus officinalis (L.) Pallas, peut être aussi Trigonella caerulea (L.) Ser. (note Suzanne Amigues)

RV: lôtos : certains l'appellent triphullon, tripodion ou tribolon. (trad. Michel Chauvet).

lôtos agrios

4.111.1 <λωτὸς ἄγριος>· φύεται μὲν πλεῖστος ἐν Λιβύῃ, καυ- λὸν φέρων δίπηχυν ἢ καὶ μείζονα, μασχάλας ἔχοντα πολλάς, φύλλα ὅμοια λωτῷ τριφύλλῳ τῷ ἐν χορτοκοπίοις γεννω- μένῳ, σπέρμα ἐοικὸς τήλιδι, μικρότερον δὲ πολλῷ, φαρμακῶ- δες ἐν τῇ γεύσει. δύναμιν δὲ ἔχει θερμαντικήν, ἠπίως στυπτικήν, ἀποκαθαρτικὴν σπίλων τῶν ἐπὶ τοῦ προσώπου καὶ ἐφηλίδων σὺν μέλιτι καταχριόμενος, πινόμενος δὲ καθ' ἑαυτὸν λεῖος ἢ καὶ μετὰ μολόχης σπέρματος σὺν οἴνῳ ἢ γλυκεῖ τοῖς περὶ κύ- στιν ἀλγήμασι βοηθεῖ.

____________________

RV: λωτὸς ἄγριος· οἱ δὲ τρίφυλλον, οἱ δὲ Λιβυ<κ>ὸν καλοῦσι, Ῥωμαῖοι τριφόλιουμ μίνους.

____________________

Identifications proposées :

  • Trigonella elatior, Trigonella gladiata (Beck)
  • Trigonella elatior, Trigonella gladiata (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le lôtos sauvage est très commun en Libye ; il porte une tige de deux coudées - (= 0,88 m) - ou même davantage, avec des pousses axillaires nombreuses, des feuilles semblables à celles du trèfle (lôtos triphullos) des prairies de fauche, une graine pareille à celle du fenugrec, mais beaucoup plus petite, qui a un goût de drogue médicinale. (trad. Suzanne Amigues)

On a pensé à des trigonelles d'Orient et d'Afrique : Trigonella elatior Sibth. ; Trigonella gladiata L. (note Suzanne Amigues)

RV: lôtos sauvage : certains l'appellent triphullon, ou Libukon, et les Romains trifolium minus.

kutisos

4.112.1.1 <κύτισος>· θάμνος ἐστὶ λευκὸς ὅλος, ῥάβδους ἀνιεὶς πήχεως ἢ καὶ μείζονας, περὶ ἃς τὰ φύλλα ὅμοια τήλιδι ἢ λωτῷ τῷ τριφύλλῳ, μικρότερα δὲ καὶ ῥάχιν ἔχοντα μέσην, ἔν τε τῷ διατριβῆναι τοῖς δακτύλοις ὄζοντα ζωμοῦ, ἐν δὲ τῇ γεύσει ὅμοια ἐρεβίνθοις χλωροῖς. δύναμιν δὲ ἔχει τὰ φύλλα ψυκτικήν, διαφορητικὴν τῶν ἐν ἀρχῇ οἰδημάτων σὺν ἄρτῳ λεῖα καταπλασθέντα· κινεῖ δὲ καὶ οὔρησιν τὸ ἀφέψημα αὐτῶν πινόμενον. ἔνιοι δὲ φυτεύουσιν αὐτὸν παρὰ τοῖς σμήνεσιν ὡς ἐπαπτικὸν τῶν μελιττῶν.

____________________

RV: κύτισος· οἱ δὲ τηλίνην, οἱ δὲ λωτὸν μέγαν, οἱ δὲ τρίφυλλον, Ῥωμαῖοι τριφόλιουμ μάϊους.

____________________

Identifications proposées :

  • Medicago arborea (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


lôtos en Aiguptô

4.113.1 <λωτὸς> ὁ ἐν Αἰγύπτῳ γεννώμενος ἐν τῷ ὕδατι τῶν πεδίων ἐπικλυσθέντων· καυλός ἐστι τῷ τοῦ κυάμου ἐμφερής, ἔχων ἄνθος λευκόν, ἐοικὸς κρίνῳ, ὅ φασι κατὰ τὰς ἀνατολὰς τοῦ ἡλίου ἀναπλοῦσθαι, δύνοντος δὲ μύειν καὶ ὅλην τὴν κωδύαν ἐν τῷ ὕδατι κρύπτεσθαι πάλιν τε πρὸς τὴν ἀνατολὴν τοῦ ἡλίου ὑπερκύπτειν. ἔοικε δ' ἡ κωδύα μήκωνι μεγίστῃ, ἐν ᾗ καρπὸς ὡς κέγχρος, ὃν ξηράναντες οἱ ἐν Αἰγύπτῳ ἀλοῦσι πρὸς ἀρτο- ποιίαν· ῥίζα ὁμοία μήλῳ κυδωνίῳ, ἥτις καὶ αὐτὴ ἐσθίεται ἑφθή τε καὶ ὠμή· ἀναλογεῖ δὲ ἑψηθεῖσα τῇ ποιότητι λεκίθῳ ᾠοῦ.

____________________

Identifications proposées :

  • Nelumbo nucifera (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le lotus qui croît en Egypte dans l'eau des plaines recouvertes par l'inondation est une tige qui fait penser à celle de la fève - (la "fève d'Egypte" = Nelumbo nucifera Gaertn.) - et porte une fleur blanche, qui ressemble à un lis et qui, dit-on, s'épanouit au lever du soleil et se ferme à son coucher ; alors la "tête" entière disparaît dans l'eau, pour émerger de nouveau quand le soleil se lève. Cette "tête" ressemble à une très grosse capsule de pavot, renfermant un fruit pareil à du millet, que les populations d'Egypte font sécher avant de le moudre pour en faire du pain. Il y a une racine pareille à un coing, qui se mange elle aussi, tant cuite que crue ; une fois cuite, elle a des caractères analogues à ceux du jaune d'œuf. (in extenso. - trad. Suzanne Amigues)

= Nymphaea lotus L. (note Suzanne Amigues)

muriophullon

4.114.1 <μυριόφυλλον>· καυλίσκος ἐστὶ τρυφερός, μονοφυής, μονόρριζος, περὶ ὃν φύλλα πολλά, λεῖα, μαράθῳ ὅμοια, ὅθεν καὶ ὠνόμασται· ὁ δὲ καυλός ἐστιν ὑπόκιρρος, διάκοιλος, ὡς ἐπίτηδες διερρινημένος· φύεται ἐν ἑλώδεσι χωρίοις. τηρεῖ δὲ ἀφλέγμαντα τὰ πρόσφατα τῶν τραυμάτων σὺν ὄξει χλωρόν τε καὶ ξηρὸν καταπλασσόμενον· ποτίζεται δὲ καὶ πρὸς πτώματα σὺν ὕδατι καὶ ἁλσίν.

____________________

RV: μυριόφυλλον· οἱ δὲ μηλόφυλλον, οἱ δὲ στρατιω- τική, οἱ δὲ Ἀχίλλειος, Ῥωμαῖοι μιλλεφόλιουμ, οἱ δὲ σουπερ- κίλιουμ Βένερις, Γάλλοι βελιοκάνδο<ς>.

____________________

Identifications proposées :

  • Myriophyllum spicatum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


murris

4.115.1 <μυρρίς>, οἱ δὲ μύρραν καλοῦσι· τῷ καυλῷ καὶ τοῖς φύλλοις ἔοικε κωνείῳ, ῥίζαν δὲ ἔχει ὑπομήκη, ἁπαλήν, περι- φερῆ, εὐώδη, ἡδεῖαν βρωθῆναι, ἥτις πινομένη σὺν οἴνῳ φαλαγ- γιοδήκτοις βοηθεῖ. καθαίρει δὲ ἔμμηνα καὶ λοχεῖα, καθεψη- θεῖσα δὲ ἐν ῥοφήμασιν ὠφελίμως φθισικοῖς δίδοται. ἱστο- ροῦσι δὲ ἔνιοι πινομένην αὐτὴν καθ' ἡμέραν δὶς ἢ τρὶς σὺν οἴνῳ ἐν λοιμικαῖς καταστάσεσι βοηθεῖν πρὸς τὸ ἄνοσον διαμένειν.

____________________

RV: μυρρίς· οἱ δὲ μύρραν καλοῦσιν, οἱ δὲ κονίλην.

____________________

Identifications proposées :

  • Myrrhis odorata (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


muagron

4.116.1 <μύαγρον>, οἱ δὲ μελάμπυρον· πόα φρυγανώδης, δίπηχυς, φύλλα ἔχουσα ἐμφερῆ τοῖς τοῦ ἐρυθροδάνου, σπέρμα τήλιδι ἐοικός, λιπαρόν, ᾧ χρῶνται κόπτοντες ὑποπεφωγμένον καὶ περιπλάττοντες ῥάβδοις καὶ ἀντὶ λύχνου χρώμενοι. δοκεῖ δὲ τὸ ἐξ αὐτῶν λίπος ὁμαλίζειν καὶ λεαίνειν τὰς τοῦ σώματος τραχύτητας.

____________________

RV: μύαγρον ἢ ἀσπάραγον ἄγριον· οἱ δὲ πετραῖον, οἱ δὲ μελάμπυρον, οἱ δὲ μυόθηρον, οἱ δὲ μυάγραν, Ῥωμαῖοι σπά- ραγουμ.

____________________

Identifications proposées :

  • Camelina sativa var. microcarpa (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


onagra

4.117.1 <ὀνάγρα>, οἱ δὲ ὀνοθήραν, οἱ δὲ ὀνο<θο>ῦριν· θάμνος ἐστὶ δενδροειδής, εὐμεγέθης, φύλλα ἔχων ἀμυγδαλῇ παραπλήσια, πλατύτερα δὲ καὶ ἐμφερῆ τοῖς τοῦ κρίνου, ἄνθη ῥοδοειδῆ, με- γάλα, ῥίζαν δὲ μακράν, λευκήν, ἥτις ξηρανθεῖσα οἴνου ὀσμὴν ἀποδίδωσι· φύεται ἐν ὀρεινοῖς τόποις. δύναμιν δὲ ἔχει τὸ ἀπόβρεγμα τῆς ῥίζης ὑπὸ τῶν ἀγρίων ζῴων πινόμενον ἡμεροῦν αὐτά· καταπλασθεῖσα δὲ πραΰνει τὰ θηριώδη ἕλκη.

____________________

Identifications proposées :

  • Epilobium angustifolium (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • Nerium oleander (Amigues)

____________________

... L'infusion de la racine, bue par les animaux sauvages, a le pouvoir de les apprivoiser... (trad. Suzanne Amigues)

krission

4.118.1 <κρίσσιον>· ἁπαλὸν καυλίον ἐστίν, ὡς δίπηχυ, τρίγω- νον τὸ κάτωθεν ἀκάνθιά τε ἐκ διαστήματος ἐπ' αὐτῷ μαλακά· τὰ δὲ φύλλα βουγλώσσῳ ἐμφερῆ, δασέα μετρίως καὶ μικρότερα, ὑπόλευκα, ἀκανθώδη τοῖς πέρασι· τὸ δὲ ἀνωτάτω τοῦ καυλοῦ περιφερές, δασύ, καὶ ἐπ' αὐτοῦ κεφάλια ἀκροπόρφυρα, ἐκπαπ- πούμενα. ταύτης τὴν ῥίζαν <Ἀνδρέας> ἀναγράφει ὑπὲρ τὸν ἀλγοῦντα τόπον ἀναδεομένην παύειν κρισσῶν ἀλγήματα.

____________________

RV: κρίσσιον· οἱ δὲ τρίγωνον, οἱ δὲ βούγλωσσυν μέγα καλοῦσιν, Ῥωμαῖοι σπίνα μόλλις.

____________________

Identifications proposées :

  • Carduus tenuiflorus, Carduus pycnocephalus ? (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


astêr Attikos

4.119.1 <ἀστὴρ Ἀττικός>, οἱ δὲ βουβώνιον καλοῦσι· ῥαβδίον ξυλῶδες, ἐπ' ἄκρου ἔχον ἄνθος μήλινον ὥσπερ ἀνθεμίδος, κεφάλιον περισχιδές, ἔχει δὲ φυλλάρια ἀστέρι ὅμοια· τὰ δὲ περὶ τὸν καυλὸν φύλλα ὑπομήκη καὶ δασέα. [ὠφελεῖ δὲ στόμαχον πυρούμενον, ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἄλλας προπτώσεις ἕδρας· φασὶ δὲ καὶ τὸ πορφυρίζον τοῦ ἄνθους μεθ' ὕδατος ποθὲν συναγχικοῖς βοηθεῖν καὶ ἐπι- λημψίαις παίδων.] ἁρμόζει δὲ καταπλασσόμενον ὑγρὸν πρὸς βουβώνων φλεγμονήν, ξηρὸν δὲ ἀναιρεθὲν τῇ ἀριστερᾷ χειρὶ ὑπὸ τοῦ ἀλγοῦντος καὶ περιαφθὲν τῷ βουβῶνι ἀπαλλάσσει τῆς ὀδύνης.

____________________

RV: ἀστὴρ Ἀττικός· οἱ δὲ ἀστερίσκος, οἱ δὲ ἀστέριον, οἱ δὲ βουβώνιον, οἱ δὲ ὑόφθαλμον, Ῥωμαῖοι ἰγγυνάλις, Δάκοι ῥαθιβίδα.

____________________

Identifications proposées :

  • Aster amellus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


isopuron

4.120.1 <ἰσόπυρον>· οἱ δὲ φασήλιον καλοῦσιν ἀπὸ τοῦ ἐοικέναι φασήλῳ τῷ κατ' ἄκρον τὸ πέταλον ἕλικα φέρειν· ἔπεισι δὲ κεφαλαὶ ἐπὶ τοῦ καυλοῦ ἄκρου λεπταί, σπερματίων πλήρεις, παραπλησίων μελανθίῳ τὴν γεῦσιν, τὸ δὲ φύλλον ἀνήσσῳ. τούτου τὸ σπέρμα πινόμενον σὺν μελικράτῳ τοῖς περὶ θώ- ρακα καὶ βηχὶ καὶ ἡπατικοῖς καὶ αἱμοπτυικοῖς ἁρμόζει.

____________________

RV: ἰσόπυρον· οἱ δὲ φασήλιον καλοῦσιν.

____________________

Identifications proposées :

  • Corydalis claviculata (Beck)
  • Fumaria capreolata (Aufmesser)
  • Corydalis claviculata pour Sprengel, Fumaria capreolata pour Fraas (Berendes, 119)
  • (García Valdés)

____________________

Isopuron. Certains l'appellent phasêlion (= petit "haricot") parce qu'il ressemble au "haricot" (Vigna unguiculata) qui porte une vrille au sommet de la feuille. Au sommet de la tige, il y a de délicates têtes pleines de petites graines, dont le goût s'apparente au melanthion (nigelle), mais la feuille a le goût de l'anis (ou : ressemble à celle de l'anis).

Sa graine bue avec du melikraton (hydromel) soigne les problèmes thoraciques, le rhume, les maladies du foie et les crachements de sang.

RV: isopuron : certains l'appellent phasêlion. (traduction Michel Chauvet).

ion

4.121.1 <ἴον>· φύλλον ἔχει μικρότερον κισσοῦ καὶ λεπτότερον, μελάντερον δὲ καὶ οὐκ ἀφόμοιον, καυλίον μέσον ἀπὸ τῆς ῥίζης, ἐφ' οὗ ἀνθύλλιον σφόδρα εὐῶδες, πορφυροῦν· φύεται ἐν πα- λισκίοις καὶ τραχέσι τόποις. δύναμιν δὲ ἔχει ψυκτικὴν τὰ φύλλα καταπλασσόμενα καθ' ἑαυτὰ καὶ μετὰ ἀλφίτου· βοηθεῖ δὲ στομάχῳ πυρουμένῳ καὶ ὀφθαλμῶν φλεγμοναῖς καὶ ταῖς ἄλλαις ἕδρας προπτώσεσι. φασὶ δὲ τὸ πορφυρίζον τοῦ ἄνθους μετὰ ὕδατος ποθὲν συναγχικοῖς βοηθεῖν καὶ ἐπιλημψίαις ταῖς ἐπὶ [τῶν] παίδων.

____________________

RV: ἴον πορφυροῦν· οἱ δὲ δασυπόδιον, οἱ δὲ Πρι- απήϊον, οἱ δὲ ἴον ἄγριον, οἱ δὲ Κυβέλειον, Ῥωμαῖοι σεγετάλις, οἱ δὲ μουράρια, οἱ δὲ βίολα πουρπούρεα.

____________________

Identifications proposées :

  • Viola odorata (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


kakkalia

4.122.1 <κακκαλία>, οἱ δὲ λεαντικήν· φύλλα φέρει λευκά, εὐμε- γέθη· καυλὸς δὲ ἐξ αὐτῶν μέσος, ὀρθός, λευκός, ἄνθος ἔχων ἐοικὸς βρυωνίᾳ· ἐν ὄρεσι φύεται. ταύτης ἡ ῥίζα ἐν οἴνῳ βρεχομένη ὡς τραγάκανθα καὶ ἐκλει- χομένη ἢ διαμασωμένη καθ' ἑαυτὴν βῆχας καὶ τραχύτητας ἀρ- τηρίας θεραπεύει· οἱ δὲ μετὰ τὴν ἐξάνθησιν ἐπιφυόμενοι κόκ- κοι λεῖοι ἀναλημφθέντες σὺν κηρωτῇ καὶ ἐπιχρισθέντες τετανὸν καὶ ἀρρυτίδωτον τηροῦσι τὸ πρόσωπον.

____________________

Identifications proposées :

  • Senecio thapsoides, Mercurialis tomentosa ? (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


bounion

4.123.1 <βούνιον>, οἱ δὲ ἄκτιον καλοῦσι· καυλὸν ἀνίησι τετρά- γωνον, εὐμήκη, πάχος δακτυλιαῖον· φύλλα δὲ ὅμοια σελίνῳ, λεπτότερα δὲ πολλῷ πρὸς τὰ τοῦ κορίου, ἄνθος δὲ ὡς ἀνήθου, σπέρμα εὐῶδες, ὑοσκυάμου μικρότερον. ἔστι δὲ οὐρητικόν, θερμαντικὸν καὶ δευτέρων ἀγωγόν, σπληνί τε καὶ νεφροῖς καὶ κύστει ἐπιτήδειον. χρῆσις δ' αὐτοῦ ὑγροῦ τε καὶ ξηροῦ καὶ χυλισθέντος σὺν ταῖς ῥίζαις καὶ τοῖς καυλοῖς καὶ τοῖς φύλλοις μετὰ μελικράτου.

____________________

RV: βούνιον· οἱ δὲ ἄ<κ>τ<ι>ον, οἱ δὲ ἀκτίνην, οἱ δὲ ἀνθεμοφόρον, προφῆται παράδακρυ, Αἰγύπτιοι ἐρξώην, Ῥω- μαῖοι σκῶπα ῥήγια, Ἄφροι γιζάρ, οἱ δὲ θεμψώ.

____________________

Identifications proposées :

  • Bunium ferulaceum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


pseudobounion

4.124.1 <ψευδοβούνιον>· θάμνος ἐστὶ παλαιστιαῖος, φυό- μενος ἐν Κρήτῃ, ἔχων φύλλα βουνίῳ ὅμοια. δύναται δὲ ἐξ αὐτοῦ πινόμενα κλωνία ὅσον τέσσαρα σὺν ὕδατι στρόφους καὶ στραγγουρίας καὶ πλευρᾶς ἀλγήματα θεραπεύειν· διαφορεῖ καὶ χοιράδας μετὰ ἁλῶν καὶ οἴνου καταπλασσόμενον χλιαρόν.

____________________

RV: ψευδοβούνιον.

____________________

Identifications proposées :

  • Pimpinella cretica (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


khamaikissos

4.125.1 <χαμαίκισσος>· φύλλα ὅμοια ἔχει πυροῖς, μακρότερα δὲ καὶ λεπτότερα, πολλά, κλωνία σπιθαμιαῖα, περίπλεα φύλ- λων ἀπὸ τῆς γῆς, πέντε ἢ ἕξ, ἄνθη λευκοΐοις ὅμοια, μικρό- τερα δὲ καὶ πικρὰ πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ῥίζα [λευκή,] λεπτή, ἄχρηστος· φύεται ἐν ἐργασίμοις χωρίοις. ἁρμόζει δὲ τὰ φύλλα ἰσχιαδικοῖς ὅσον τριώβολον ἐν ὕδα- τος κυάθοις τρισὶ πινόμενα ἐπὶ ἡμέρας τεσσαράκοντα ἢ πεντή- κοντα· καὶ ἴκτερον δὲ ἀποκαθαίρει ὁμοίως πινόμενα πρὸς ἓξ ἢ ἑπτὰ ἡμέρας.

____________________

RV: χαμαίκισσος· οἱ δὲ χαμαιλεύκη, οἱ δὲ κισσὸς ἄκαρ- πος, οἱ δὲ γῆς στέφανος, οἱ δὲ σεληνῖτις, Ῥωμαῖοι ἕδερα πλου- βιάτικα.

____________________

Identifications proposées :

  • Glechoma hederacea (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

khamaipeukê

4.126.1 <χαμαιπεύκη>· ποιεῖ πρὸς ὀσφύος ἄλγημα λεία σὺν ὕδατι πινομένη.

____________________

Identifications proposées :

  • Chamaepeuce mutica (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


bouglôsson

4.127.1 <βούγλωσσον>· ἔοικε φλόμῳ· φύλλον χαμαιπετὲς τρα- χύ τε καὶ μελάντερον καὶ μικρότερον, ὅμοιον βοὸς γλώσσῃ, ὅπερ καθιέμενον εἰς τὸν οἶνον εὐφρόσυνον δοκεῖ εἶναι.

____________________

RV: βούγλωσσον· προφῆται γόνος αἰλούρου, Ὀσθάνης σαννουχί, Αἰγύπτιοι ἀντουεριμβέσωρ, Ῥωμαῖοι λίγγουα βόβουμ, οἱ δὲ Λευκανοὶ <κορράγω>, Ἄφροι λασουνάφ, Δάκοι βουδάθλα.

____________________

Identifications proposées :

  • Anchusa italica (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

La buglosse ressemble au bouillon-blanc ; feuille sur le sol, rude et en même temps plus foncée et plus petite, semblable à une langue de boeuf ; macérée dans le vin, elle passe pour euphorisante. (in extenso. - trad. Suzanne Amigues)

Probablement Anchusa azurea Miller (= Anchusa italica Retz.) chez Dioscoride. L'antiquité grécoromaine ne semble pas avoir connu la bourrache. (note Suzanne Amigues)

phuteuma

4.128.1 <φύτευμα>· φύλλα ὅμοια ἔχει στρουθίῳ, μικρότερα δέ, καρπὸν πολύν, τετρημένον, ῥίζαν μικράν, λεπτήν, ἐπιπόλαιον, ἣν ἀναγράφουσί τινες εὐθετεῖν πρὸς φίλτρον.

____________________

RV: φύτευμα· οἱ δὲ ἁδρώδης, Ῥωμαῖοι ἀπλουμερού.

____________________

Identifications proposées :

  • Reseda phyteuma (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


hupoglôsson

4.129.1 <ὑπόγλωσσον>· θαμνίσκος ἐστὶ μυρσίνῃ ἀγρίᾳ καὶ λεπτῇ ἔχων τὰ φύλλα ὅμοια, κόμην δὲ ἀκανθώδη καὶ ἐπ' ἄκρου, οἱ- ονεὶ γλωττίδας, παραφύσεις μικρὰς παρὰ τοῖς φύλλοις. δοκεῖ δὲ ἡ κόμη περίαμμα εἶναι χρήσιμον κεφαλαλγοῦσι· μείγνυται δὲ καὶ εἰς μαλάγματα.

____________________

RV: ὑπόγλωσσον· οἱ δὲ καὶ τοῦτο ἀντίρρινον καλοῦσιν, οἱ δὲ ἀνάρρινον, οἱ δὲ καὶ ταύτην λυχνίδα ἀγρίαν καλοῦσιν.

____________________

Identifications proposées :

  • Ruscus hypoglossum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


antirrhinon

4.130.1 <ἀντίρρινον>, οἱ δὲ ἀνάρρινον, οἱ δὲ καὶ ταύτην λυ- χνίδα ἀγρίαν ἐκάλεσαν· πόα ἐστὶν ἐμφερὴς ἀναγαλλίδι φύλλοις καὶ καυλίῳ· τὰ δὲ ἄνθη λευκοΐῳ ὅμοια, μικρότερα δὲ καὶ πορ- φυρᾶ, διὸ καὶ ἀγρία λυχνὶς ἐκλήθη· καρπὸν δὲ φέρει ὅμοιον μόσχου ῥισίν. ἱστορεῖται τοῦτο ἀντιπαθὲς εἶναι φαρμάκοις περιαπτόμενον, ἐπίχαρίν τε ποιεῖν ἀλειφόμενον σὺν ἐλαίῳ κρινίνῳ.

____________________

RV: κυνοκεφάλιον· οἱ δὲ ἀντίρρινον, οἱ δὲ ἀνάρρινον, οἱ δὲ βουκράνιον, οἱ δὲ κούριον, οἱ δὲ πιθήκιον, οἱ δὲ κυνόρο- δον, οἱ δὲ λυχνὶς ἀγρία, προφῆται ἄλκιμα, οἱ δὲ κυριόμορφον, οἱ δὲ νεόθεος, Αἰγύπτιοι αἰσού, οἱ δὲ ὀρμενισφί, οἱ δὲ κατα- κιρσαί, Ῥωμαῖοι τιγίλλους ἄλβα, οἱ δὲ τραγατιγίλλους, οἱ δὲ ἕρβα ἀσινίνα, οἱ δὲ βενέριαμ.

____________________

Identifications proposées :

  • Antirrhinum orontium (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


katanankê

4.131.1 <κατανάγκη>· ἡ μέν τις ἔχει φύλλα μικρὰ ὡς κορωνό- ποδος, ῥίζαν λεπτὴν ὡς σχοίνου, κεφαλὰς δὲ ὡς ὀρόβου ἓξ ἢ ἑπτά, ἐν αἷς καρπὸς ὅμοιος ὀρόβῳ· κάμπτεται δὲ ξηραινόμενον εἰς τὴν γῆν καὶ ἰκτίνου ὄνυξιν ὁμοιοῦται νεκροῦ· τὸ δὲ ἕτερον .... μήλου δὲ μέγεθος μικροῦ, ῥίζαν δὲ μικρὰν ὅσον ἐλαίαν, φύλ- λα σχήματι καὶ χρόᾳ ἐοικότα ἐλαίᾳ, μαλακώτερα δέ, καρπὸν μικρόν, τετρημένον κατὰ πολλὰ μέρη, ὡς ἐρέβινθον, φοινικοῦν. ἀμφοτέρας ἱστοροῦσί τινες εἰς φίλτρα ἁρμόζειν, χρῆσθαι δὲ αὐταῖς τὰς Θεσσαλὰς γυναῖκας.

____________________

RV: κατανάγκη· οἱ δὲ δαμναμένη, οἱ δὲ Διονυσιάς, οἱ δὲ θύρσιον, οἱ δὲ δῆμος, οἱ δὲ κῆμος, οἱ δὲ κρότιον, προφῆται ἀχαράς, οἱ δὲ ἀρκοπόδιον, Ῥωμαῖοι ἕρβα φιλίκλα, οἱ δὲ δατίοκα, οἱ δὲ Ἰόβις μάνους, Δάκοι καρωπίθλα. κατανάγκη ἑτέρα· οἱ δὲ δῆμον, οἱ δὲ κῆμον καλοῦσιν· δισσή.

____________________

Identifications proposées :

  • Ornithopus compressus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


tripolion

4.132.1 <τριπόλιον>· φύεται ἐν παραθαλασσίοις τόποις, οὓς ἐπικλύζει ἡ θάλασσα καὶ ὑποχωρεῖ· οὔτε δὲ ἐν ξηρῷ οὔτε ἐν θαλάσσῃ. φύλλα δὲ ἔχει ἰσάτει παραπλήσια, παχύτερα δέ, καυλὸν σπιθαμιαῖον, ἄνωθεν ἐσχισμένον. ταύτης ἱστορεῖται τὸ ἄνθος τρὶς τῆς ἡμέρας μεταβάλλειν τὸ χρῶμα, πρωῒ μὲν λευκόν, κατὰ δὲ μεσημβρίαν πορφυρίζον, ὀψὲ δὲ φοινικοῦν· ῥίζα λευκή, εὐώδης, θερμαντικὴ γευομένῳ, ἥτις πινομένη ἐν οἴνῳ δραχμῶν δυεῖν πλῆθος κατὰ κοιλίαν ὕδωρ ἄγει καὶ οὖρα· τέμνεται δὲ καὶ εἰς ἀλεξιφάρμακα.

____________________

RV: τριπόλιον· οἱ δὲ ψυχήν, οἱ δὲ μηρίς, οἱ δὲ ποτα- μογείτων, οἱ δὲ σταχυῖτις, Ῥωμαῖοι τριφόλλιουμ μάϊους.

____________________

Identifications proposées :

  • Aster tripolium, Limonium sp. ? (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le "tripolion" pousse au bord de la mer, en des lieux que la mer baigne et découvre, mais ni en terrain sec ni dans l'eau. Il a des feuilles qui ressemblent un peu à celles du pastel (isatis), en plus épais, une tige d'un empan, ramifiée à sa partie supérieure. On raconte que sa fleur change de couleur trois fois par jour, qu'elle est blanche le matin, purpurine à midi et violette le soir. La racine est blanche, d'odeur agréable, de saveur brûlante ; absorbée dans du vin à la dose de deux drachmes, elle chasse l'eau dans le ventre et pousse aux urines ; on la coupe aussi pour préparer des antidotes. (trad. Suzanne Amigues)

On s'accorde à reconnaître dans le tripolion de Dioscorides notre saladelle, Limonium vulgare Miller. (note Suzanne Amigues)

kêmos

4.133.1 <κῆμος>· διδάκτυλόν ἐστι βοτάνιον, ἔχον φυλλάρια στενά, ἰσχυρά, ὡς τεττάρων δακτύλων <ἢ> καὶ τριῶν τὸ μῆκος, δασέα, ἐριωδέστερα τὰ πρὸς τῇ ῥίζῃ καὶ ὑπόλευκα· ἐπ' ἄκρων δὲ τῶν καυλίων κεφάλια ὡς τετρημένα, ἐν οἷς ὁ καρπὸς δυσθεώρητος διὰ τὸν περικεχυμένον χνοῦν, ῥίζα μικρά. φασὶ δ' αὐτὴν εὐ- χρηστεῖν εἰς φίλτρα.

____________________

RV: ζῳόνυχον· οἱ δὲ ἀετώνυχον, οἱ δὲ λεοντοπόδιον, οἱ δὲ κῆμος, οἱ δὲ ἴφυον, οἱ δὲ κατανάγκην, οἱ δὲ δαμναμένη, οἱ δὲ ἰδιόφυτον, οἱ δὲ φυτοβασίλειον, οἱ δὲ κροσσίον, οἱ δὲ κρος- σόφθοον, προφῆται αἷμα κροκοδείλου, οἱ δὲ κροκομέριον, Αἰ- γύπτιοι δαφνοινές, Ῥωμαῖοι Μινέρβιουμ, οἱ δὲ Ἰόουις μάνους, οἱ δὲ Παλλάδιουμ, οἱ δὲ φλάμμουλα.

____________________

Identifications proposées :

  • Evax pygmaea, Evax asterifolia, Plantago cretica, Gnaphalium leontopodium ? (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


adianton

4.134.1 <ἀδίαντον>· οἱ δὲ πολύτριχον· φυλλάρια ἔχει ὅμοια κο- ριάνδρῳ, ἐπεσχισμένα ἐπ' ἄκρου, τὰ δὲ ῥαβδία, ἐφ' ὧν ἐκπέ- φυκε, μέλανα ἰσχυρῶς, λεπτά, σπιθαμιαῖα· οὔτε δὲ καυλίον οὔτε ἄνθος οὔτε καρπὸν φέρει· ῥίζα ἄχρηστος. δύναται δὲ τὸ ἀφέψημα τῆς πόας βοηθεῖν πινόμενον ἀσθματικοῖς, ἰκτερικοῖς, σπληνικοῖς, δυσουροῦσι· θρύπτει δὲ καὶ λίθους καὶ κοιλίαν ἵστησι καὶ θηριοδήκτοις βοηθεῖ καὶ στομάχου ῥεύματι σὺν οἴνῳ ποθέν· κινεῖ δὲ καὶ ἔμμηνα καὶ

4.134.2 λοχεῖα, ἵστησι καὶ αἵματος ἀναγωγήν. καταπλάττεται δὲ καὶ πρὸς θηριώδη <ἕλκη> καὶ ἀλωπεκίας δασύνει, χοιράδας σκορπίζει, ἀποσμᾷ πίτυρα καὶ ἀχῶρας σὺν κονίᾳ. σὺν λαδάνῳ δὲ καὶ μυρ- σινίνῳ καὶ σουσίνῳ ἢ καὶ ὑσσώπῳ καὶ οἴνῳ τρίχας ῥεούσας παρακρατεῖ, καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ σὺν οἴνῳ καὶ κονίᾳ σμηχόμενον. ποιεῖ δὲ καὶ τοὺς ἀλεκτρυόνας καὶ τοὺς ὄρτυγας μαχίμους εἶναι μειγνύμενον τῇ τροφῇ· φυτεύεται δὲ ἐπ' ὠφε- λείᾳ προβάτων ἐν ταῖς μάνδραις. φύεται δὲ ἐν παλισκίοις τόποις καὶ τοίχοις ἐνίκμοις καὶ περὶ τὰς κρήνας.

____________________

RV: ἀδίαντον· οἱ δὲ πολύτριχον, οἱ δὲ τριχομανές, οἱ δὲ ἐβενότριχον, οἱ δὲ ἄργιον, οἱ δὲ κόριον ἔνυδρον, Αἰγύπτιοι ἐπυέρ, Ῥωμαῖοι κιγκιννάλις, οἱ δὲ τέρραι καπίλλους, οἱ δὲ σου- περκίλιουμ τέρραι, Δάκοι φιθοφθέθελα· φύονται (sc. ἀδί- αντον et ἀδίαντον ἕτερον) ἐν παλισκίοις καὶ περὶ τὰ ἔνυγρα· ῥαβδία δέ ἐστιν μέλανα, λεῖα, στίλβοντα, φύλλα ὅμοια πτέριδι, μικρά, λεῖα· τὸ δὲ ἕτερον τὰ φύλλα φακοειδῆ, ἐναντία ἀλλή- λοις ἐπὶ τῶν ῥαβδίων· οὔτε δὲ καυλὸν οὔτε ἄνθος φέρει· ῥίζαι ἄχρηστοι. 4.134.10 καλλίτριχον· οἱ δὲ πολύτριχον, οἱ δὲ τριχομανές, οἱ δὲ ἀδίαντον, οἱ δὲ ἐβενότριχον, οἱ δὲ πτέριον, οἱ δὲ εὔπτερον, οἱ δὲ ἄργιον, οἱ δὲ κόριον τὸ ἐν ὕδασιν, Αἰγύπτιοι ἐπυέρ, Ῥω- μαῖοι κιγκιννάλις, οἱ δὲ πίννουλα, οἱ δὲ τέρραι καπίλλους, οἱ δὲ σουπερκίλιουμ τέρραι, Δάκοι φιθοφθέθελα.

____________________

Identifications proposées :

  • Adiantum capillus-veneris (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


trikhomanes

4.135.1 <τριχομανές>, οἱ δὲ καὶ τοῦτο ἀδίαντον καλοῦσι· κατὰ τοὺς αὐτοὺς φύεται τόπους. ὅμοιον πτέριδι, μικρὸν λίαν, στοι- χηδὸν ἐξ ἑκατέρου τὰ φύλλα ἔχον λεπτά, φακοειδῆ, ἐναντία ἀλλήλοις ἐπὶ ῥαβδίων λεπτῶν καὶ στρυφνῶν, παραστιλβ<όντ>ων, ὑπομελάνων. δοκεῖ δὲ τὰ αὐτὰ δύνασθαι τῷ προειρημένῳ.

____________________

RV: ἀδίαντον ἕτερον· οἱ δὲ τριχομανές, οἱ δὲ πτέριον, οἱ δὲ εὔπτερον, Ῥωμαῖοι καπιλλάρεμ, οἱ δὲ πίννουλαμ, οἱ δὲ φιλίκλαμ.

____________________

Identifications proposées :

  • Asplenium trichomanes (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


xanthion

4.136.1 <ξάνθιον>· οἱ δὲ φάσγανον, οἱ δὲ ἀντιθέσιον, οἱ δὲ χάσκανον, οἱ δὲ χοιραδόλεθρον, οἱ δὲ καὶ ταύτην ἀπαρίνην ἐκάλεσαν· φύεται ἐν εὐγείοις τόποις καὶ λίμναις ἀνεξηραμμέ- ναις. καυλὸν δὲ ἔχει πηχυαῖον, λιπαρόν, γωνιοειδῆ καὶ ἀπ' αὐτοῦ μασχάλας πλείονας, ἀνδραφάξει δὲ τὰ φύλλα ἐμφερῆ, ἐντομὰς ἔχοντα, καρδάμῳ δὲ τὴν ὀσμὴν παραπλήσιον· καρπὸν δὲ στρογγύλον, ὡς ἐλαίαν μεγάλην, ἀκανθώδη ὡς πλατάνου σφαῖραν, ἀντιλαμβανόμενον ἱματίων κατὰ τὴν ψαῦσιν.

4.136.2 δύναται δὲ ὁ καρπός, πρὶν τελείως ξηρανθῆναι, συλλεγεὶς καὶ κοπεὶς ἀποτεθείς τε εἰς κεραμεοῦν ἀγγεῖον τρίχας ξανθὰς ποιεῖν, ἐάν τις ἐπὶ τῆς χρήσεως λαβὼν τρυβλίου πλῆθος ἐξ αὐ- τοῦ διείς τε ὕδατι χλιαρῷ καὶ προεκνιτρώσας τὴν κεφαλὴν κατα- πλάσῃ· τινὲς δὲ καὶ μετ' οἴνου κόψαντες αὐτὸ ἀποτίθενται. καταπλάσσεται δὲ καὶ πρὸς οἰδήματα ὁ καρπὸς ἐπιτηδείως.

____________________

RV: ξάνθιον· οἱ δὲ φάσγανον, οἱ δὲ χοιραδόλεθρον, οἱ δὲ καὶ ταύτην ἀπαρίνην καλοῦσιν, Ῥωμαῖοι λάππαμ.

____________________

Identifications proposées :

  • Xanthium strumarium (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


aigilôps

4.137.1 <αἰγίλωψ>· βοτάνιόν ἐστι φύλλα ὅμοια ἔχον πυρῷ, μαλακώτερα δέ· ἐπ' ἄκρας δὲ τῆς κεφαλῆς ὁ καρπός, ἔχων δύο ἢ τρία ἔλυτρα, ἐφ' ὧν ἀθέρες οἱονεὶ τρίχες ἐκπεφύκασι. θεραπεύει δὲ ἡ πόα μετὰ ἀλεύρου καταπλασθεῖσα αἰγιλώ- πια καὶ σκληρίας διαφορεῖ· ἀποτίθεται δὲ ὁ χυλὸς αὐτῆς πρὸς τὰ αὐτά, μιγεὶς ἀλεύρῳ καὶ ξηρανθείς.

____________________

Identifications proposées :

  • Aegilops ovata (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


____________________

L'aegilôps est une petite herbe qui a des feuilles semblables à celles du blé mais plus molles ; à l'extrémité de la "tête" se trouve le fruit, pourvu de deux ou trois gaines scarieuses surmontées de barbes comme des cheveux.

En cataplasme avec de la farine de froment, cette plante sert à soigner les fistules lacrymales (aigilôpia) et dissout les indurations ; son suc est mis en réserve pour les mêmes usages, mélangé à de la farine et séché. (in extenso. - (trad. Suzanne Amigues)

= Aegilops ovata L. (note Suzanne Amigues)

____________________

4.137b.1 RV: [βρόμος· οἱ δὲ σιφώνιον, οἱ δὲ ἀκρόσπελλος, Ῥω- μαῖοι ἀβήναμ, Ἄφροι γυμμάθ· πόα ἐστὶν αἰγίλωπι ἐμφερής, δύναμιν ἔχουσα ἐπιξηραντικήν· ἀφεψηθεῖσα δὲ σὺν ταῖς ῥίζαις μεθ' ὕδατος, ἕως ἂν εἰς τρίτον ἔλθῃ τὸ ἀπόζεμα, καὶ διυλίσας αὐτὸ ἐπίμισγε μέλι τοσοῦτον καὶ ἕψε, ἕως γένηται πάχος ἔχον ὑγροῦ μέλιτος, καὶ ποιεῖ ἐπὶ τῶν ὀζαινικῶν, εἰ βρέχων ὀθόνιον προστίθης τῷ μυκτῆρι, καὶ καθ' ἑαυτὸ δὲ ποιεῖ οὕτως· τινὲς δὲ καὶ ἀλόην λειώσαντες παρεμμίσγουσι καὶ οὕτως χρῶνται. ποιεῖ δὲ καὶ μετὰ ῥόδων ξηρῶν ἀφεψηθεὶς σὺν οἴνῳ πρὸς τὰς τοῦ στόματος δυσωδίας.]


glaux

4.138.1 <γλαύξ>· κυτίσῳ ἢ φακῷ τὰ φυλλάρια ἔοικεν, ὧν τὰ κάτωθεν λευκότερα, <τὰ> ἄνωθεν δὲ χλωρά· κλωνία δὲ ἐπὶ γῆς ἀφίησι πέντε ἢ ἓξ λεπτά, σπιθαμιαῖα ἀπὸ τῆς ῥίζης· ἄνθη λευ- κοΐοις ὅμοια, μικρότερα δέ, πορφυρᾶ· φύεται παρὰ θάλατταν. αὕτη ἑψομένη μετὰ ἀλεύρου κριθίνου καὶ ἁλὸς καὶ ἐλαίου καὶ ῥοφηθεῖσα γάλα σβεννύμενον ἀνακαλεῖται.

____________________

Identifications proposées :

  • Coronopus procumbens (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


polugalon

4.139.1 <πολύγαλον>· καυλίον σπιθαμιαῖον, ἔχον φύλλα φακο- ειδῆ, <τῇ> γεύσει ὑπόστρυφνον. ποθὲν δὲ καὶ τοῦτο γάλα δοκεῖ πλεῖον ποιεῖν.

____________________

RV: πολύγαλον

____________________

Identifications proposées :

  • Polygala venulosa (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


osiris

4.140.1 <ὄσιρις>· φρυγάνιον μέλαν, λεπτόν, ῥαβδίον δύσθραυ- στον, καὶ περὶ αὐτὸ φυλλάρια ὥσπερ λίνου, μέλανα· <σπερμάτια δὲ μέλανα> κατ' ἀρχάς, μεταβάλλοντα δὲ ὑπέρυθρα γίνεται. ταύτης τὸ ἀφέψημα πινόμενον ἰκτέρῳ βοηθεῖ· ποιεῖται δὲ καὶ σάρα ἐξ αὐτῆς.

____________________

Identifications proposées :

  • Osiris alba (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Osiris : petit sous-arbrisseau sombre et grêle ; pousses difficiles à casser, entourées de petites feuilles comme celles du lin, foncées ; petites graines d'abord foncées, devenant ensuite rougeâtres.

Sa décoction, prise en boisson, est un remède à la jaunisse ; on fait aussi de cette plante des balais. (in extenso. - trad. Suzanne Amigues)

= Osiris alba L. (note Suzanne Amigues)

ekhinos

4.141.1 <ἐχῖνος>· φύεται παρὰ ποταμοῖς καὶ κρήναις. φύλλα δὲ ἔχει ὠκίμῳ ὅμοια, μικρότερα δὲ καὶ ἐπεσχισμένα ἐκ τῶν ἄνω- θεν μερῶν, κλωνία δὲ πέντε ἢ ἕξ, σπιθαμιαῖα, ἄνθη λευκά, καρ- πὸν δὲ μέλανα, μικρόν, στρυφνόν· ὀποῦ δὲ μεστός ἐστιν ὁ καυ- λός τε καὶ τὰ πέταλα. τούτου ὁ καρπὸς δραχμῶν δυεῖν πλῆθος μιγεὶς πρὸς μέλι- τος <πλῆθος> δραχμῶν τεσσάρων ἐγχριόμενος ῥεύματα ὀφθαλ- μῶν ἵστησιν. ὁ δὲ χυλὸς ὠτὸς πόνον παύει μετὰ θείου ἀπύ- ρου καὶ νίτρου ἐνσταζόμενος.

____________________

RV: ἔρινος· οἱ δὲ ὠκιμοειδές, οἱ δὲ ὑδρηρόν, Ῥωμαῖοι ὤκιμουμ ἀκουάτικουμ, οἱ δὲ μινῶρεμ.

____________________

Identifications proposées :

  • - (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


milax trakheia

4.142.1 <μῖλαξ τραχεῖα>· τὰ μὲν φύλλα ἔχει περικλυμένῳ ὅμοια καὶ κλήματα πολλά, λεπτά, ἀκανθώδη ὡς παλίουρος ἢ βάτος, ἑλίσσεταί τε περὶ τὰ δένδρα ἄνω καὶ κάτω νεμομένη· καρπὸν δὲ ἔχει βοτρυοειδῆ, πεπανθέντα ἐρυθρόν, ὑποδάκνοντα ἠρέμα τῇ γεύσει, ῥίζαν σκληράν, παχεῖαν· φύεται ἐν τόποις ἑλώδεσι καὶ τραχέσι. ταύτης τὰ φύλλα καὶ ὁ καρπὸς θανασίμων ἐστὶν ἀντίδοτα προπινόμενα καὶ ἐπιπινόμενα. παραδέδοται δ' ὅτι, ἄν τις ἀρ- τιγενεῖ παιδίῳ τρίψας τι τούτων δῷ καταπιεῖν, ὑπ' οὐδενὸς δηλητηρίου φαρμάκου βλαβήσεται· τέμνεται δὲ καὶ εἰς ἀλεξι- φάρμακα.

____________________

RV: σμῖλαξ τραχεῖα· οἱ δὲ ἡπατῖτις, οἱ δὲ καλυκάν- θεμον, οἱ δὲ κυνόσβατον, οἱ δὲ ἀνίκητον, οἱ δὲ ἡλιόφυτον, οἱ δὲ ἀνατολικόν, οἱ δὲ δυτικόν, οἱ δὲ ἑλξίνη, οἱ δὲ κλύμενον, Αἰ- γύπτιοι λυιαθή, οἱ δὲ κόνυσσον, Ῥωμαῖοι μεργίνα, οἱ δὲ βού- λουκρουμ λέντουμ, Θοῦσκοι ῥαδία.

____________________

Identifications proposées :

  • Smilax aspera (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


milax leia

4.143.1 <μῖλαξ λεία>· ὅμοια κιττῷ τὰ φύλλα ἔχει, μαλακώτερα δὲ καὶ λεπτότερα, τὰ δὲ κλήματα ὥσπερ ἡ πρὸ αὐτῆς, ἀκάνθας οὐκ ἔχοντα, λεῖα, ἑλίσσεταί τε περὶ τὰ δένδρα ὥσπερ καὶ ἡ ἑτέρα· καρπὸν δὲ ἔχει ὥσπερ θέρμον, μέλανα, μικρόν, ἐπάνω ἔχοντα ἄνθη πολλά, λευκὰ κατὰ πᾶσαν τὴν κάλυκα, περιφερῆ· καὶ σκηναὶ θέρους δι' αὐτῆς γίνονται· φυλλορροεῖ δὲ τῷ φθινοπώρῳ. τούτου ὁ καρπὸς μετὰ δορυκνίου πινόμενος τριώβολον Ἀττι- κὸν ἑκατέρου ποιεῖν ἐνύπνια πολλὰ καὶ ταραχώδη ὁρᾶν ἱστορεῖται.

____________________

RV: σμῖλαξ λεία.

____________________

Identifications proposées :

  • Convolvulus sepium (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


mursinê agria

4.144.1 <μυρσίνη ἀγρία>· οἱ δὲ ὀξυμυρσίνην, οἱ δὲ μυρτά- κανθον, οἱ δὲ ἄκαιρον, οἱ δὲ κίνην, οἱ δὲ λειχήνην, οἱ δὲ χαμαι- μυρσίνην, Βοιωτοὶ δὲ γοργυνθίαν καλοῦσι· τὸ μὲν φύλλον μυρ- ρίνῃ ὅμοιον ἔχει, πλατύτερον δέ, λογχοειδές, ὀξὺ ἐπ' ἄκρου, τὸν δὲ καρπὸν στρογγύλον, [ἐν] μέσῳ τῷ πετάλῳ προσφυῆ, ἐρυθρὸν ἐν τῷ πεπαίνεσθαι, ἔχοντα τὸ ἐντὸς ὀστῶδες· κλωνία λυγοειδῆ, πολλὰ ἐκ τῆς αὐτῆς ῥίζης, δύσθραυστα, ὅσον πήχεως, φύλλων μεστά, ῥίζαν παραπλησίαν ἀγρώστει, γευομένῳ στρυφνήν, ὑπό- πικρον· φύεται ἐν τραχέσι καὶ κρημνώδεσι τόποις.

4.144.2 δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καρπὸς ἐν οἴνῳ πινόμενα οὖρα κινεῖν, καταμήνια ἄγειν, λίθους τοὺς ἐν κύστει θρύπτειν· θεραπεύει δὲ καὶ ἴκτερον καὶ στραγγουρίαν καὶ κεφαλαλγίαν. καὶ τὸ ἀφέψημα δὲ τῆς ῥίζης σὺν οἴνῳ ποθὲν τὰ αὐτὰ ποιεῖ. καὶ ἀντὶ ἀσπαράγου δὲ οἱ καυλοὶ νεοθαλεῖς λαχανευόμενοι ἐσθίονται· εἰσὶ δὲ ἔμπικροι καὶ διουρητικοί.

____________________

RV: μυρτάκανθον· οἱ δὲ μυρσίνη ἀγρία, οἱ δὲ ἱερό- μυρτον, οἱ δὲ ὀξυμυρσίνη, οἱ δὲ μυάκανθος, οἱ δὲ ἄγονον, οἱ δὲ σκίγκος, οἱ δὲ μίνθη, οἱ δὲ κατάγγελος, οἱ δὲ ἀνάγγελος, οἱ δὲ ἄκαιρον, οἱ δὲ ὀκνηρόν, οἱ δὲ λειχήνην, οἱ δὲ χαμαίπιτυν, Βοιωτοὶ δὲ γοργυνθίας, προφῆται γόνος Ἡρακλέους, Ῥωμαῖοι ῥούσκουμ.

____________________

Identifications proposées :

  • Ruscus aculeatus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

daphnê Alexandreia

4.145.1 <δάφνη Ἀλεξάνδρεια>· οἱ δὲ Ἰδαίαν, οἱ δὲ Δανάην, οἱ δὲ ὑπόγλωττον, οἱ δὲ ζαλείαν, οἱ δὲ στέφανον καλοῦσι. φύλλα ἔχει ὀξυμυρσίνῃ ὅμοια, μείζονα δὲ καὶ μαλακώτερα καὶ λευκότερα, καρπὸν δὲ ἐν μέσοις τοῖς φύλλοις ἐρυθρόν, ἐρεβίνθων τὸ μέγεθος, κλῶνας ἀπὸ γῆς σπιθαμιαίους ἢ καὶ μείζονας, ῥίζαν παραπλησίαν τῇ ὀξυμυρσίνῃ, μείζονα δὲ καὶ εὐώδη καὶ μαλακωτέραν· φύεται ἐν τόποις ὀρεινοῖς. δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη δραχμῶν ἓξ πλῆθος μετὰ οἴνου γλυκέος βοηθεῖν ταῖς δυστοκούσαις καὶ στραγγουριῶσιν· ἄγει δὲ καὶ αἷμα.

____________________

RV: δάφνη· οἱ δὲ Ἀλεξάνδρειαν, οἱ δὲ Ἰδαίαν, οἱ δὲ Δανάην, οἱ δὲ ζαλείαν, οἱ δὲ στέφανον, οἱ δὲ δάφνος Σαμοθρᾳ- κική, οἱ δὲ Μίθριος, οἱ δὲ ὑπογλώσσιον.

____________________

Identifications proposées :

  • Ruscus hypophyllum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


daphnoeides

4.146.1 <δαφνοειδές>· οἱ δὲ εὐπέταλον, οἱ δὲ χαμαιδάφνην, οἱ δὲ <εὔ>πεπλον καλοῦσι. θαμνίσκος ἐστὶ πήχεως τὸ ὕψος, ἔχων κλάδους πολλοὺς καὶ ἱμαντώδεις, πρὸς τῷ ἄνωθεν ἡμίσει φυλλοφόρους – φλοιὸς δὲ περὶ τὰς ῥάβδους γλίσχρος ἰσχυρῶς – φύλλα δάφνῃ ἐοικότα, μαλακώτερα δὲ καὶ ἰσχνότερα, οὐκ εὔκλαστα, δάκνοντα καὶ πυροῦντα τὸ στόμα καὶ <τὴν> φάρυγγα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, ὅταν πεπανθῇ· ῥίζα ἀχρεῖος. φύεται ἐν ὀρεινοῖς τόποις. ἄγει δὲ τὸ φύλλον αὐτοῦ ξηρὸν ἢ νεαρὸν ποθὲν κατὰ κοι- λίαν φλεγματώδη· κινεῖ καὶ ἐμέτους καὶ ἔμμηνα, καὶ διαμασηθὲν ἀποφλεγματίζει· ἔστι δὲ καὶ πταρμικόν. καθαίρει δὲ καὶ ὁ καρπὸς αὐτοῦ ὅσον κόκκοι δέκα πέντε πινόμενοι.

____________________

RV: δαφνοειδές· οἱ δὲ εὐπέταλον, οἱ δὲ δαφνῖτις, οἱ δὲ χαμαιδάφνην, οἱ δὲ εὔπεπλον καλοῦσιν.

____________________

Identifications proposées :

  • Daphne laureola (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


khamaidaphnê

4.147.1 <χαμαιδάφνη>· οἱ δὲ καὶ ταύτην Ἀλεξάνδρειαν κα- λοῦσι. ῥάβδους ἀνίησι πηχυαίας, μονοκλώνους, λεπτὰς καὶ λείας· καὶ ταύτης δὲ τὰ φύλλα ὅμοια δάφνῃ, λεπτότερα δὲ πολλῷ καὶ χλω- ρότερα· καρπὸν δὲ περιφερῆ, ἐρυθρόν, τοῖς φύλλοις ἐπιπεφυκότα. ταύτης τὰ φύλλα λεῖα καταπλασθέντα κεφαλαλγίαν καὶ καῦσον στομάχου παραιτεῖται, ποθέντα δὲ μετ' οἴνου στρόφους παύει· ὁ δὲ χυλὸς σὺν οἴνῳ ποτιζόμενος ἄγει καταμήνια καὶ οὖρα, καὶ ἐν πεσσῷ <δὲ> προστεθεὶς τὸ αὐτὸ ποιεῖ.

____________________

RV: χαμαιδάφνη· οἱ δὲ καὶ ταύτην Ἀλεξάνδρειαν ἐκά- λεσαν, οἱ δὲ δαφνῖτις, οἱ δὲ ὑδραγωγός, Ῥωμαῖοι λαυρίωλαμ, οἱ δὲ λακτιλάγω, Γάλλοι οὐσουβέμ.

____________________

Identifications proposées :

  • Ruscus ramosus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


elleboros leukos

4.148.1 <ἐλλέβορος λευκός>· φύλλα μὲν ὅμοια ἔχει τοῖς τοῦ ἀρνογλώσσου ἢ τεύτλου ἀγρίου, βραχύτερα δὲ καὶ μελάντερα καὶ ἐρυθρὰ τὴν χρόαν· καυλὸν δὲ ἔχει παλαιστιαῖον, κοῖλον, περιφλοιζόμενον, ὅταν ἄρξηται ξηραίνεσθαι· ῥίζαι δὲ ὕπεισι πολλαί, λεπταί, ἀπὸ κεφαλίου μικροῦ καὶ ἐπιμήκους ὡσπερεὶ κρομύου, συμπεφυκυῖαι· φύεται ἐν ὀρεινοῖς τόποις. ὀρύττειν δὲ δεῖ τὰς ῥίζας περὶ τὸν πυραμητόν· ἄριστος δὲ αὐτοῦ ἐστιν ὁ μετρίως τεταμένος καὶ λευκός, εὔθραυστος, σαρκώδης, οὐκ ἄποξυς δὲ καὶ σχοινώδης, χνοῦν ἀνιεὶς ἐν τῷ θραύεσθαι, ἔχων δὲ καὶ τὴν ἐντεριώνην λεπτήν, πυρῶν τε τὴν γεῦσιν οὐ λίαν οὐδὲ ἀθρόως σίελον ἐπισπώμενος· πνιγώδης γὰρ

4.148.2 ὁ τοιοῦτος. πρωτεύει δὲ ὁ Ἀντικυρικός· ὁ δὲ Γαλατικὸς [καὶ Γαλλικὸς] καὶ Καππαδοκικὸς λευκότερος καὶ ἰσχνώδης καὶ πνιγω- δέστερος. καθαίρει δὲ δι' ἐμέτων ἄγων ποικίλα· μείγνυται δὲ καὶ κολλυρίοις τοῖς δυναμένοις τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀπο- καθαίρειν, καὶ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει προστιθέμενος, πταρμικούς τε ἐρεθίζει καὶ μύας κτείνει σὺν μέλιτι καὶ ἀλφίτῳ φυραθείς, συγκαθεψόμενός τε κρέασι συντήκει ταῦτα. δίδοται δὲ νήστεσι καθ' ἑαυτὸν καὶ μετὰ σησαμοειδοῦς καὶ θαψίας χυλοῦ καὶ ἄλικος καὶ μελικράτου ἢ πόλτου ἢ φακοῦ ἢ ῥοφήμα- τος· συσσιτοποιεῖται δὲ καὶ ἄρτῳ καὶ ὀπτᾶται.

4.148.3 ἡ δὲ προσαγωγὴ καὶ ἡ ἐπιδιαίτησις ἐξείργασται παρὰ τοῖς προηγουμένως περὶ τῆς δόσεως αὐτοῦ γράψασι· μάλιστα δὲ συγκατατιθέμεθα <Φιλωνίδῃ τῷ Σικελῷ> τῷ ἀπὸ Ἔννης· μα- κρὸν γάρ ἐστιν ἐν ὕλης παραδόσει προηγουμένως θεραπευτικὴν ἐκτίθεσθαι ἀγωγήν. διδόασι δ' ἔνιοι σὺν πολλῷ ῥοφήματι ἢ χυ- λοῦ πλήθει ἢ καὶ τροφὴν ὀλίγην προδόντες ἐπιδιδόασι τὸν ἐλλέ- βορον, ἐφ' ὧν μάλιστα ἢ πνιγμὸς ὑποπτεύεται ἢ ἀσθένεια σώματος ὑπόκειται· ἀκίνδυνος γὰρ ἐπὶ τῶν οὕτως λαμβανόντων ἡ κάθαρσις διὰ τὸ μὴ ἀκεραίως τὸ φάρμακον τοῖς σώμασι παρατίθεσθαι· καὶ βάλανοι δὲ ἐξ αὐτοῦ προστεθεῖσαι τῇ ἕδρᾳ μετ' ὄξους ἐμέτους κινοῦσιν.

____________________

RV: ἐλλέβορος λευκός· οἱ δὲ Ἀσκληπιάδα, οἱ δὲ ἔκτο- μον, οἱ δὲ πίνακα Τοξάρι<ο>ς, προφῆται γόνος Ἡρακλέους, οἱ δὲ πολύειδος, οἱ δὲ ἀνάφυστος, Αἰγύπτιοι σομφία, οἱ δὲ οὖνρε, Ῥωμαῖοι βερέτρουμ ἄλβουμ, Γάλλοι λάγονον, οἱ δὲ ἀνεψά.

____________________

Identifications proposées :

  • Veratrum album (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

L'ellébore blanc a des feuilles semblables à celles du plantain ou de la bette sauvage, mais plus courtes, plus foncées et de couleur rouge ; il a une tige d'un palme, creuse, qui s'écorce sur son pourtour quand elle commence à sécher ; à la base se trouvent des racines nombreuses, fines, qui naissent en touffe d'un petit renflement allongé, comme qui dirait un oignon ; il pousse dans les régions montagneuses. (trad. Suzanne Amigues)

____________________

Texte et traduction corrigés par Suzanne Amigues (1999. Note sur l'ellébore blanc de Dioscoride, IV, 148. Revue de philologie, 73 (1) :7-13.)

ἐλλέβορος λευκός· φύλλα μὲν ὅμοια ἔχει τοῖς τοῦ ἀρνογλώσσου, βραχύτερα δὲ καὶ τῇ ῥάχει ἐρυθρὰ, ὅταν ἄρξηται ξηραίνεσθαι · καυλὸν δὲ δεκαπαλαιστιαῖον, κοῖλον, περιφλοιζόμενον. Ῥίζαι δὲ ὕπεισι πολλαί, λεπταί, ἀπὸ κεφαλίου μικροῦ καὶ ἐπιμήκους ὡσπερεὶ κρομύου συμπεφυκυῖαι. Φύεται ἐν ὀρεινοῖς τόποις.

L'ellébore blanc a des feuilles semblables à celles du grand plantain, mais plus courtes et rousses à la nervure médiane quand elle commencent à sécher ; et d'autre part une tige de dix palmes, creuse, dont l'écorce s'enlève sur son pourtour. A la base se trouvent des racines nombreuses, fines, qui naissent en touffe d'un petit renflement allongé, comme qui dirait un oignon. Il pousse dans les régions montagneuses. (trad. Suzanne Amigues)

sêsamoeides mega

4.149.1 <σησαμοειδὲς τὸ μέγα>, ὃ <οἱ> ἐν Ἀντικύρᾳ ἐλλέ- βορον καλοῦσι διὰ τὸ μείγνυσθαι ἐν ταῖς καθάρσεσι τῷ λευκῷ ἐλλεβόρῳ. ἔοικεν ἡ πόα ἠριγέροντι ἢ πηγάνῳ· φύλλα μακρά, ἄνθος λευκόν, ῥίζα ἰσχνή, ἄπρακτος, σπέρμα ὅμοιον σησάμῳ, πικρὸν ἐν τῇ γεύσει, ὃ καθαίρει ἄνω φλέγμα καὶ χολὴν ὅσον τοῖς τρισὶ δακτύλοις λημφθὲν λεῖον μετὰ ἐλλεβόρου λευκοῦ τριῶν ἡμιωβολίων σὺν μελικράτῳ.

____________________

RV: σησαμοειδὲς τὸ μέγα· οἱ δὲ σησαμῖτιν, οἱ δὲ ση- σαμίς, οἱ δὲ λυκοσκυτάλιον, οἱ δὲ ἐλλέβορος λευκός, οἱ δὲ Ἀντι- κυρικὸν ἐλλέβορον καλοῦσιν.

____________________

Identifications proposées :

  • Reseda alba (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


sikus agrios

4.150.1 <σίκυς ἄγριος>, ὃν φέρομβρόν τινες καλοῦσι, τῷ καρ- πῷ μόνον διαφέρει τοῦ ἡμέρου, ἐλάσσονα πολλῷ καὶ βαλάνοις ἐπιμήκεσιν ἐοικότα ἔχων, τὰ δὲ φύλλα καὶ τὰ κλήματα τῷ ἡμέρῳ ὅμοια, ῥίζαν λευκήν, μεγάλην. φύεται ἐν οἰκοπέδοις καὶ ἀμμώδεσι τόποις· ὅλος δὲ ὁ θάμνος πικρός. ἁρμόζει δὲ ὁ τῶν φύλλων χυλὸς ἐνσταζόμενος ὠταλγίαις. ἡ δὲ ῥίζα καταπλασθεῖσα μετὰ ἀλφίτου πᾶν οἴδημα παλαιὸν διαφορεῖ, μετὰ ῥητίνης δὲ τερεβινθίνης ἐπιτεθεῖσα φύματα ῥήσσει, μετ' ὄξους δὲ ἑψηθεῖσα καὶ καταπλασθεῖσα ποδάγρας ὠφελεῖ· καὶ ἰσχιάδων δέ ἐστιν ἔγκλυσμα καὶ ὀδονταλγίας διά-

4.150.2 κλυσμα τὸ ἀφέψημα· ξηρὰ δὲ λεία ἀλφούς, λέπρας, λειχῆνας σμήχει καὶ οὐλὰς μελαίνας καὶ σπίλους τοὺς ἐν προσώπῳ ἀπο- καθαίρει. καὶ ὁ χυλὸς δὲ τῆς ῥίζης πλῆθος τριῶν ἡμιωβολίων τὸ ἐλάχιστον καὶ ὁ φλοιὸς δὲ ὅσον τέταρτον ὀξυβάφου καθαίρει φλέγμα καὶ χολήν, καὶ μάλιστα ἐπὶ ὑδρωπικῶν δίχα τοῦ τὸν στό- μαχον ἀδικεῖν· δεῖ δὲ τῆς ῥίζης λαβόντα ἡμίλιτρον μετὰ δυεῖν ξεστῶν οἴνου, μάλιστα <δὲ> ῥητινίτου, λεαίνειν καὶ διδόναι ἐκ τούτου κυάθους τρεῖς <νήστεσιν ἐπὶ ἡμέρας τρεῖς>, ἕως ἂν ὁ ὄγκος ἱκανῶς συσταλῇ.

4.150.3 τὸ δὲ λεγόμενον <ἐλατήριον> ἐκ τοῦ καρποῦ τῶν σικύων σκευ- άζεται τὸν τρόπον τοῦτον· τοὺς ἅμα τῷ ἅψασθαι ἀποπηδῶν- τας σικύους ἐκλεγόμενος ἀποτίθεσο, ἐῶν μίαν νύκτα· τῇ δὲ ὑστεραίᾳ ἐπὶ κρατηρίας κόσκινον μὴ πυκνὸν ἐπίθες καὶ μαχαί- ριον ὕπτιον ἁρμόσας, τὴν ἀκμὴν ἄνω ἔχον, λαμβάνων ἀμφοτέραις ταῖς χερσὶ καθ' ἕνα τῶν σικύων διαίρει καὶ ἔκθλιβε τὸ ὑγρὸν εἰς τὴν ὑποκειμένην κρατηρίαν, προσεπεκθλίβων τὸ ἐν αὐτῷ σαρκῶδες, ὃ δὴ καὶ τῷ κοσκίνῳ προσπίπτει, ἵνα καὶ αὐτὸ διεκ- πίπτῃ, καὶ εἰς παρακειμένην λεκάνην τὰ ἐκθλιβόμενα τῶν

4.150.4 σικύων βάλλε· σωρεύσας δὲ ἐπὶ τοῦ κοσκίνου τὰ τεθλιμμένα ὕδατί τε γλυκεῖ περιχέας καὶ ἀποπιέσας, ταῦτα μὲν ῥῖπτε, ταρά- ξας δὲ τὸ ἐν τῇ κρατηρίᾳ ὑγρὸν καὶ περικαλύψας ὀθονίῳ τίθει ἐν ἡλίῳ καὶ ὅταν ὑποστῇ, πᾶν τὸ ἐπινηχόμενον ὕδωρ μετὰ τοῦ ἐπιπάγου ἀπόχει, τὸ αὐτό τε ποίει πολλάκις, ἄχρι οὗ ἂν καταστῇ τὸ ἐφιστάμενον ὕδωρ, ὅπερ ἐκστραγγίσας ἐπιμελῶς, τὴν ὑποστάθμην βαλὼν εἰς θυΐαν, λέαινε καὶ ἀνάπλασσε τρο- χίσκους. ἔνιοι δὲ πρὸς τὸ ταχέως ἀνικμασθῆναι τὸ ὑγρὸν τέφραν σεσησμένην ἐπὶ γῆς καταστρώσαντες καὶ κοιλάναντες τὸ μέσον, ὀθόνιον τριπλοῦν ἐπιτείναντες, κατ' αὐτοῦ τὸ ἐλατή- ριον σὺν τῇ ἰκμάδι ἐπιχέουσιν, ἀναξηρανθὲν δὲ ἐν θυΐᾳ λεαί-

4.150.5 νουσιν, ὡς προείρηται. ἔνιοι δὲ ἀντὶ τοῦ ὕδατος θάλατταν παραχέοντες πλύνουσιν, οἱ δὲ τῇ τελευταίᾳ πλύσει μελίκρατον παραχέουσι. δοκεῖ δὲ κάλλιστον εἶναι τὸ μετὰ τοῦ λευκοῦ ἡσυχῆ ἔνικμον, λεῖον, κοῦφον, πικρότατον τῇ γεύσει καὶ προσαχθὲν λύχνῳ εὐ- καές· τὸ μέντοι πρασίζον καὶ τραχὺ καὶ θολερὸν τῇ ὄψει, γέμον βορβόρου καὶ τέφρας, βαρύ τέ ἐστι καὶ φαῦλον· ἔνιοι δὲ καὶ τὸν χυλὸν τοῦ σικύου μειγνύουσιν, οἱ δὲ καὶ ἄμυλον πρὸς τὸ μιμήσασθαι αὐτοῦ τὸ λευκὸν καὶ κοῦφον. εἰς μέντοι τὰ καθαρ- τικὰ τὸ διετὲς ἁρμόδιον ἄχρι δέκα ἐτῶν· ἡ δὲ τελεία δόσις ὀβολὸς εἷς, ἐλαχίστη δὲ ἡμιωβόλιον, παιδίοις δὲ δίχαλκον· πλεῖον

4.150.6 γὰρ δοθὲν κινδύνους ἐπιφέρει. κινεῖ δὲ τὴν ἄνω καὶ τὴν κάτω κάθαρσιν, ἄγον φλέγμα καὶ χολήν· ἀρίστη δὲ τοῖς δυσπνοοῦσιν ἡ δι' αὐτοῦ κάθαρσις. εἰ μὲν οὖν θέλοις κατὰ κοιλίαν καθαί- ρειν, διπλάσιον ἁλῶν παραμείξας καὶ στίβεως, ὅσον χρῶσαι, δι' ὕδατος ὀροβιαῖα καταπότια δίδου, ἐπιρροφείτω δὲ χλιαροῦ ὕδατος κύαθον ἕνα. εἰς δ' ἔμετον δι' ὕδατος ἀνεὶς πτερῷ τοὺς ὑπὸ τὴν γλῶτταν διάχριε τόπους ὡς ὅτι ἐσωτάτω· εἰ δὲ δυ- σεμὴς εἴη, ἐλαίῳ ἢ ἰρίνῳ μύρῳ διείς, κώλυε δὲ κοιμᾶσθαι.

4.150.7 τοῖς δὲ ὑπερκαθαιρομένοις συνεχῶς προσφέρειν δεῖ οἰνέλαιον· ἐμοῦντες γὰρ ἀποκαθίστανται. μὴ παυομένων δὲ τῶν ἐμέτων, ὕδωρ ψυχρὸν καὶ ἄλφιτον καὶ ὀξύκρατον καὶ ὀπώραν καὶ ὅσα δύναται τὸν στόμαχον πυκνῶσαι προσενεκτέον. κινεῖ δὲ τὸ ἐλατήριον καὶ ἔμμηνα, καὶ ἔμβρυα κτείνει ἐν προσθέτῳ, ἐγχυθέν τε μετὰ γάλακτος εἰς τοὺς ῥώθωνας ἴκτερον καθαίρει καὶ κε- φαλαλγίας τὰς χρονίους ἀπαλλάττει, συναγχικοῖς τε διάχρισμα πρακτικὸν μετ' ἐλαίου παλαιοῦ ἢ μέλιτος ἢ χολῆς ταύρου.

____________________

RV: σίκυς ἄγριος· οἱ δὲ ἐλατήριον, οἱ δὲ γρυνόν, οἱ δὲ βαλ<αν>ίς, οἱ δὲ σύγκρισις, οἱ δὲ βουβάλιον, οἱ δὲ σκορπίον, οἱ δὲ φέρομβρον, οἱ δὲ πευκέδανον, οἱ δὲ νότιον, Ῥωμαῖοι ἀγγουίνουμ, οἱ δὲ κουκούμερε<μ> ῥούστικουμ, οἱ δὲ ἀγρέστεμ, Ἄφροι κουσσι- μεζάρ.

____________________

Identifications proposées :

  • Ecballium elaterium (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


sikus hêmeros

4.151.1 [τοῦ δὲ <ἡμέρου σικύου> ἡ ῥίζα λεία ποθεῖσα σὺν ὑδρομέλιτι, ὁλκὴ δραχμῆς μιᾶς, ἐμέτους κινεῖ· εἰ δέ τις μετὰ τὸ δεῖπνον πραέως ἐμέσαι θέλοι, ἀρκοῦσιν ὀβολοὶ δύο.]

____________________

Identifications proposées :

  • Cucumis sativus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


staphis agria

4.152.1 <σταφὶς ἀγρία>· φύλλα μὲν ἔχει ὥσπερ ἀμπέλου ἀγρίας ἐπεσχισμένα, καυλία ὀρθά, μέλανα· τὸ δὲ ἄνθος φέρει ἰσάτει ὅμοιον, τὸν δὲ καρπὸν ἐν θυλακίοις χλωροῖς ὥσπερ ἐρε- βίνθου, τρίγωνον, τραχύν, ὑπόκιρρον ἐν τῷ μέλανι, τὰ δὲ ἔνδον λευκόν, γευσαμένῳ δριμύν. τούτου κόκκους δέκα πέντε, ἐάν τις δῷ λεάνας ἐν μελικράτῳ, καθαίρει δι' ἐμέτων πάχη· περιπατείτωσαν δὲ οἱ πεπωκότες. δεῖ μέντοι προσέχειν συνεχῶς μελίκρατον διδόντας διὰ τὸ ἐπι- φέρειν τοὺς κατὰ πνιγμὸν κινδύνους καὶ καίειν τὴν φάρυγγα.

4.152.2 ἁρμόζει δὲ τριφθεὶς καθ' ἑαυτὸν καὶ μετὰ σανδαράκης καὶ ἐλαίῳ συγχρισθεὶς πρὸς φθειριάσεις καὶ κνησμοὺς καὶ ψώρας, διαμασηθεὶς δὲ φλέγμα ἄγει πλεῖστον καὶ ὀδονταλγίας ὠφελεῖ ἐν ὄξει ἑψηθεὶς καὶ διακλυζόμενος, καὶ οὖλα ῥευματιζόμενα ἵστησι καὶ ἄφθας τὰς ἐν στόματι θεραπεύει μετὰ μέλιτος· μείγνυται καὶ τοῖς πυρωτικοῖς μαλάγμασιν.

____________________

RV: σταφὶς ἀγρία· οἱ δὲ τρίφυλλον, οἱ δὲ στήσιον, οἱ δὲ ἀσταφίς, οἱ δὲ φθειροκτόνον, οἱ δὲ φθείριον, οἱ δὲ ἀπάν- θρωπον, οἱ δὲ πολύειδος, οἱ δὲ ψευδοπαθές, οἱ δὲ ἀρσενωπή, οἱ δὲ ἀρνοπολέμιον, Αἰγύπτιοι ἴβι<ο>ς ἀοιδή, Ῥωμαῖοι ἕρβα πηδουκουλάρια, οἱ δὲ μιουτεσσούδια.

____________________

Identifications proposées :

  • Delphinium staphisagria (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


thapsia

4.153.1 <θαψία>· ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν πρῶτον εὑ- ρῆσθαι ἐν Θάψῳ τῇ ὁμωνύμῳ νήσῳ, τὴν δὲ ὅλην φύσιν ἔοικε νάρθηκι, ἰσχνότερος δὲ ὁ καυλός, καὶ τὰ φύλλα μαράθῳ ἐμφερῆ· ἐπ' ἄκρου δὲ σκιάδια καθ' ἑκάστην ἀπόφυσιν ἀνήθῳ ὅμοια, ἐφ' ὧν ἄνθος μήλινον, σπέρμα ὑπόπλατυ, τῷ τοῦ νάρθηκος ἐμφερές, ἔλαττον μέντοι, ῥίζα λευκή, μεγάλη, παχύφλοιος, δρι- μεῖα, ἥτις ὀπίζεται περιορυχθεῖσα καὶ ἐγκοπτομένη τὸν φλοιὸν ἢ κοιλανθεῖσα θολοειδῶς καὶ πωμαζομένη πρὸς τὸ καθαρὸν μένειν τὸν ὀπόν· τῇ δ' ὑστεραίᾳ δεῖ ἐπιόντας ἀναιρεῖσθαι τὸν

4.153.2 ἐπισυρρέοντα. χυλίζεται δὲ κοπεῖσα ἡ ῥίζα καὶ διὰ κυρτίδος [καὶ ὀργάνου] ἐκθλιβεῖσα καὶ ξηρανθεῖσα ἐν ἡλίῳ δι' ὀστρα- κίνου παχέος ἀγγείου· ἔνιοι δὲ καὶ τὰ φύλλα συναποθλίβουσιν· ἀσθενὴς δὲ ὁ τοιοῦτος. διακρίνεις δὲ τῷ βρωμωδέστερον εἶναι τὸν ἀπὸ τῆς ῥίζης καὶ μένειν ἔνικμον, ξηραίνεσθαι δὲ τὸν ἀπὸ τῶν φύλλων καὶ τερηδονίζεσθαι. ὀπίζοντας δὲ δεῖ μὴ κατ' ἄνεμον ἵστασθαι, μᾶλλον δ' ἀνηνεμίας οὔσης· ἐποιδεῖ γὰρ ἰσχυ- ρῶς τὸ πρόσωπον καὶ φλυκταινοῦται τὰ γυμνὰ μέρη διὰ τὴν δριμύτητα τῆς ἀποφορᾶς. δεῖ οὖν κηρωταῖς ὑγραῖς στυφούσαις προχρίειν τὰ γυμνὰ τῶν μερῶν.

4.153.3 δύναμιν δ' ἔχει καθαρτικὴν ὅ τε φλοιὸς τῆς ῥίζης καὶ ὁ χυλὸς καὶ ὁ ὀπὸς σὺν μελικράτῳ πινόμενος ἄνω τε καὶ κάτω. δίδοται δὲ τῆς μὲν ῥίζης τετρώβολον μετὰ ἀνήθου σπέρματος δραχμῶν τριῶν, τοῦ δὲ χυλίσματος τριώβολον, τοῦ δὲ ὀποῦ ὀβολὸς εἷς· πλείων γὰρ δοθεὶς κινδυνώδης ὑπάρχει. ἁρμόζει δὲ ἡ δι' αὐτοῦ κάθαρσις ἀσθματικοῖς, πλευρῶν ἀλγήμασι χρονίοις καὶ ἀναγωγαῖς, τοῖς δὲ δυσεμέσιν ἐν σιτίοις ἢ ἑψήμασι δίδοται. κέκτηται δὲ καὶ μετασυγκριτικὴν δύναμιν ὅ τε ὀπὸς καὶ ἡ ῥίζα πάντων μᾶλλον τῶν ἰσοδυναμούντων, ὅπου τι δεῖ ἐκ βάθους ἑλ-

4.153.4 κύσαι ἢ μεταποροποιῆσαι· ὅθεν ἀλωπεκίας καταχριόμενος ὁ χυλὸς ἢ ἡ ῥίζα χλωρὰ προστριβομένη ποιεῖ δασυτέρας, ὑπώπιά τε αἴρει καὶ πελιώματα λεία ἡ ῥίζα ἢ ὁ χυλὸς σὺν λιβανωτῷ καὶ κηρῷ ἴσοις· δεῖ δὲ μὴ πλεῖον δυεῖν ὡρῶν ἐᾶν, μετὰ ταῦτα δὲ πυριᾶν θερμῇ θαλάττῃ. αἴρει δὲ καὶ ἔφηλιν, σὺν μέλιτι δὲ καταχρισθεὶς καὶ λέπρας ἀφίστησι, φύματά τε ῥήττει μετὰ θείου καταχριόμενος ὁ χυλός. χρησίμως δὲ καταχρίεται καὶ ἐπὶ τῶν χρονίας ἐχόντων διαθέσεις περὶ πλευρὸν ἢ πνεύμονα ἢ πόδας ἢ ἄρθρα. χρησιμεύει δὲ καὶ πρὸς ἐπαγώγια ἐπὶ τῶν μὴ ἐκ περιτομῆς λειποδέρμων οἴδημα ἐγείρων, ὅπερ καταντλούμενον καὶ τοῖς λιπαίνουσι μαλαττόμενον τὸ ἐλλιπὲς τῆς πόσθης ἐκ- πληροῖ.

____________________


RV: θαψία· οἱ δὲ ὑπώπιον, οἱ δὲ παγκράτιον, οἱ δὲ σκαμμώνιον, οἱ δὲ θηλυπτερίς, Ῥωμαῖοι φερουλάγω, οἱ δὲ φέ- ρουλα σιλβέστρις, Ἄφροι βοιδίν.

____________________

Identifications proposées :

  • Thapsia garganica (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

La thapsie est ainsi nommée parce qu'elle passe pour avoir été trouvée d'abord dans l'île homonyme de Thapsos. Par l'ensemble de ses caractères elle ressemble à une férule, mais la tige est plus grêle et les feuilles font penser à celles du fenouil ; au sommet <de la tige > correspondent à chacune de ses divisions de petites ombelles pareilles à celles de l'aneth, surmontées d'une fleur jaune vif et d'une graine un peu aplatie, qui évoque celle de la férule, en plus petit ; la racine est blanche, grande, avec une écorce épaisse, âcre ; on en extrait le suc laiteux après l'avoir déchaussée, en incisant l'écorce ou en y ménageant une cavité en forme de coupole, que l'on bouche avec un couvercle pour que le suc reste pur ; il faut aller le lendemain enlever ce qui s'y est amassé. On exprime d'autre part le jus de la racine coupée, passée au tamis fin et séchée au soleil dans un récipient de terre cuite épaisse ; certains pressurent en même temps les feuilles, mais le produit ainsi obtenu est peu actif. Ce qui vous permet de faire la différence, c'est que le produit tiré de la racine sent plus mauvais et reste humide, celui qui est tiré des feuilles devient sec et vermoulu. Ouand on extrait le suc, il faut éviter de se placer contre le vent et choisir de préférence un temps calme, car le visage enfle fortement et les parties à nu se couvrent de vésicules à cause de l'âcreté de la poussière qui s'en dégage. Aussi faut-il enduire préalablement les parties à nu de cérat liquide astringent. (trad. Suzanne Amigues)

= Thapsia garganica L. (note Suzanne Amigues)

spartion

4.154.1 <σπαρτίον>· θάμνος ἐστὶ φέρων ῥάβδους μακράς, ἀφύλλους, στερεάς, δυσθραύστους, αἷς τὰς ἀμπέλους δεσμεύουσι· φέρει δὲ λοβοὺς ὥσπερ φασήλου, ἐν οἷς σπερμάτια φακοειδῆ, ἄνθος μήλινον ὥσπερ λευκοΐου. τούτου ὁ καρπὸς καὶ τὰ ἄνθη ποθέντα σὺν μελικράτῳ ὁλκὴ ὀβολῶν πέντε καθαίρει ἄνω μετ' ἐντάσεως πολλῆς ὥσπερ ὁ ἐλλέβορος ἀκινδύνως, ὁ δὲ καρπὸς κινεῖ <καὶ> τὴν κάτω κάθαρ- σιν· καὶ αὐτῶν δὲ τῶν ῥάβδων ἐν ὕδατι βραχεισῶν, εἶτα κοπει- σῶν καὶ χυλισθεισῶν, ἰσχιαδικῶν ἐστι βοήθημα ὁ χυλὸς ὅσον κύαθος εἷς πινόμενος νήστεσιν· ἔνιοι δὲ ἐναποβρέξαντες ἅλμῃ ἢ θαλάττῃ ἐγκλύζουσι τοὺς ἰσχιαδικούς· ἄγει δὲ αἱματῶδες καὶ ξυσματῶδες.

____________________

RV: σπάρτος· οἱ δὲ λοβόν, οἱ δὲ λύγον καλοῦσιν.

____________________

Identifications proposées :

  • Spartium junceum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le spartier est un arbuste qui porte des rameaux longs, sans feuilles, solides, difficiles à casser, utilisés comme liens pour les vignes ; il porte d'autre part des gousses comme celles du dolique (phasêlos), qui renferment de petites graines lenticulaires, et une fleur jaune vif comme celle de la giroflée (leukoion). (trad. Suzanne Amigues)

La plante de Dioscoride est le genêt d'Espagne, Spartium junceum L. (note Suzanne Amigues)

sillubon

4.155.1 <σίλλυβον>· ἄκανθά ἐστι πλατεῖα, φύλλα ἔχουσα χα- μαιλέοντι τῷ λευκῷ παραπλήσια, ἥτις ἀρτιφυὴς ἐσθίεται ἑφθὴ σὺν ἐλαίῳ καὶ ἁλσί. τῆς δὲ ῥίζης ὁ ὀπὸς ὅσον ὁλκὴ δραχμῆς μιᾶς ποθεὶς σὺν μελικράτῳ ἐμέτους κινεῖ.

____________________

RV: σίλλυβον.

____________________

Identifications proposées :

  • Silybum marianum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Le silybe est une plante épineuse largement étalée, dont les feuilles sont assez proches de celles du chardon à glu - (litt. du chamaeléon blanc ~ Atractylis gummifera L. ) -, et qui se mange dès qu'elle commence à pousser, cuite, à l'huile et au sel. Le suc de la racine, à la dose d'une drachme, pris en boisson avec de l'eau miellée, provoque des vomissements. (in extenso.- (trad. Suzanne Amigues)

Silybum marianum (L.) Gaertner. (note Suzanne Amigues)

bolbos emetikos

4.156.1 <βολβὸς> ὁ καλούμενος <ἐμετικὸς> ἔχει τὰ φύλλα ἱμαν- τωδέστερα καὶ πολλῷ μακρότερα τοῦ ἐδωδίμου, ῥίζαν ἐοικυῖαν βολβῷ, περὶ ἣν φλοιὸς μέλας. αὕτη ἐσθιομένη καθ' ἑαυτὴν καὶ τὸ ἀφέψημα αὐτῆς πινό- μενον ἐμέτους κινεῖ.

____________________

Identifications proposées :

  • narcissus tazzetta (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


balanos murepsikê

4.157.1 <βάλανος μυρεψική>· καρπός ἐστι δένδρου μυρίκῃ ἐοι- κότος, ὅμοιος τῷ λεγομένῳ Ποντικῷ καρύῳ, οὗ τὸ ἐντὸς θλιβό- μενον ὥσπερ τὰ πικρὰ ἀμύγδαλα ἐξίησιν ὑγρόν, ᾧ εἰς τὰ πολυ- τελῆ μύρα ἀντὶ ἐλαίου χρῶνται. γεννᾶται δὲ ἐν Αἰθιοπίᾳ καὶ Αἰγύπτῳ καὶ Ἀραβίᾳ καὶ ἐν τῇ κατὰ Ἰουδαίαν Πέτρᾳ. δια- φέρει δὲ αὐτῆς ἡ νέα καὶ πλήρης καὶ λευκὴ καὶ εὐλέπιστος, ἥτις μετ' ὀξυκράτου ποθεῖσα λεία ὅσον ὁλκὴ δραχμῆς μιᾶς

4.157.2 σπλῆνα τήκει· καὶ καταπλάσσεται δὲ ἐπ' αὐτῶν μετὰ αἰρίνου ἀλεύρου καὶ μελικράτου καὶ ἐπὶ ποδαγρικῶν, σὺν ὄξει δὲ ἀποσμᾷ ψώραν, λέπραν, ἀλφούς, οὐλὰς μελαίνας, σὺν οὔρῳ δὲ αἴρει φακούς, ἰόνθους, ἐφήλεις, ἐξανθήματα τὰ ἐν προσώπῳ, ἐμέτους τε κινεῖ καὶ κοιλίαν λύει μετὰ ὑδρομέλιτος. κακοστόμαχος δέ ἐστιν ἱκανῶς, καὶ τὸ ἐξ αὐτῆς δὲ ἔλαιον ποθὲν τὴν κοιλίαν ὑπά- γει. στυπτικώτερος δ' ἐστὶν ὁ φλοιὸς αὐτῆς· τὸ δὲ ἐκθλιβείσης αὐτῆς πίεσμα μείγνυται σμήγμασι τοῖς πρὸς τραχύτητας καὶ κνησμοὺς ἁρμόζουσιν.

____________________

Identifications proposées :

  • Moringasp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


narkissos

4.158.1 <νάρκισσος>· ἔνιοι καὶ τοῦτον ὥσπερ τὸ κρίνον λείριον ἐκάλεσαν. τὰ μὲν φύλλα πράσῳ ἔοικε, λεπτὰ δὲ καὶ μικρότερα παρὰ πολύ, καυλὸν κενόν, ἄφυλλον, μείζονα σπιθαμῆς, ἐφ' οὗ ἄνθος λευκόν, ἔσωθεν δὲ κροκῶδες, ἐπ' ἐνίων δὲ πορφυροειδές· ῥίζα δὲ λευκή, στρογγύλη, βολβοειδής, καρπὸς ὡς ἐν ὑμένι, μέλας, προμήκης. φύεται κάλλιστος ἐν ὀρεινοῖς <τόποις>, εὐ- ώδης· ὁ δὲ λοιπὸς πρασίζει καὶ βοτανώδη τὴν ἀποφορὰν ἔχει.

4.158.2 τούτου ἡ ῥίζα βρωθεῖσα ἑφθὴ καὶ ποθεῖσα ἐμέτους κινεῖ· ἁρμόζει δὲ καὶ πυρικαύτοις σὺν μέλιτι λεία καὶ τὰς περὶ νεῦρα διακοπὰς παρακολλᾷ καταπλασσομένη, στρέμματά τε σφυρῶν καὶ τὰ περὶ ἄρθρα χρόνια ἀλγήματα λεία σὺν μέλιτι κατα- πλασθεῖσα ὀνίνησι· καθαίρει καὶ ἔφηλιν καὶ ἀλφὸν σὺν κνίδης σπέρματι καὶ ὄξει, σὺν ὀρόβῳ δὲ καὶ μέλιτι τὰς ἀκαθαρσίας τῶν ἑλκῶν ἀποκαθαίρει, καὶ τὰ δύσπεπτα δὲ τῶν ἀποστημάτων ῥήττει· ἀνάγει καὶ σκόλοπας σὺν αἰρίνῳ ἀλεύρῳ καὶ μέλιτι καταπλασσομένη.

____________________

RV: νάρκισσος· οἱ δὲ νάρκισσος ἄνυγρος, οἱ δὲ αὐτο- γενές, οἱ δὲ βολβὸς ὁ ἐμετικός, οἱ δὲ λείριον, Ῥωμαῖοι βούλ- βους βομιτώριους.

____________________

Identifications proposées :

  • Narcissus poeticus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


hippophaes

4.159.1 <ἱπποφαές>, οἱ δὲ ἱππόφαος, ἐν ᾧ γνάπτουσι τὰ ἱμάτια. φύεται μὲν ἐν παραθαλασσίοις καὶ ἀμμώδεσι τόποις, θάμνος δέ ἐστι φρυγανώδης, πυκνός, ἀμφιλαφής, φύλλα ἔχων μακρὰ πρὸς τὰ τῆς ἐλαίας, στενότερα δὲ καὶ μαλακώτερα, καὶ μεταξὺ ἀκάνθας ξηράς, ὑπολεύκους, γωνιοειδεῖς, ἀπ' ἀλλήλων διεστώ- σας· ἄνθη κορύμβοις ἐοικότα κιττοῦ, ὡς βοτρύδια προσκεί- μενα ἀλλήλοις, πλὴν μικρότερα καὶ μαλακά, μετὰ τοῦ λευκοῦ φοινίσσοντα ἐκ μέρους· ῥίζα παχεῖα καὶ μαλακή, ὀποῦ μεστή, γευσαμένῳ πικρά, ὀπιζομένη ὥσπερ ἡ θαψία.

4.159.2 ἀποτίθεται δὲ καθ' ἑαυτὸν ὁ ὀπὸς καὶ σὺν ὀροβίνῳ ἀλεύρῳ ἀναλαμβανόμενος καὶ ξηραινόμενος. καθαίρει δὲ χολῶδες καὶ φλεγματῶδες καὶ ὑδατῶδες κάτω ὀβολός, τοῦ δὲ μετὰ τοῦ ὀρόβου τετρώβολον σὺν μελικράτῳ. καὶ ὁ θάμνος δὲ σὺν ταῖς ῥίζαις ξηραινόμενος κόπτεται καὶ δίδοται λεῖος μετὰ μελικράτου κο- τύλης μιᾶς ἡμισείας· γίνεται δὲ καὶ χύλισμα ἐκ τῆς ῥίζης καὶ τῆς πόας ὥσπερ καὶ ἐπὶ τῆς θαψίας· δραχμὴ δὲ μία δίδοται τούτου πρὸς τὰς καθάρσεις.

____________________

RV: ἱπποφαές· οἱ δὲ ἱππόφαος, οἱ δὲ ἱπποφανής, οἱ δὲ ἵππιον, οἱ δὲ ἐχίνιον, οἱ δὲ πελεκῖνος, Ῥωμαῖοι λαππάγω, οἱ δὲ λάππο<υ>λα μέρα.

____________________

Identifications proposées :

  • Euphorbia acanthothamnos (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

L'hippophaes ou hippophaos, sur lequel on carde les vêtements, pousse au bord de la mer et dans des terrains sablonneux. C'est un sous-arbrisseau en grosses touffes compactes, à feuilles longues comme celles de l'olivier, mais plus étroites et plus molles, entremêlées d'épines sèches, blanchâtres, anguleuses, distantes les unes des autres. Les fleurs ressemblent à des corymbes de lierre, disposées côte à côte en petites grappes, seulement elles sont plus petites et molles, et prennent en partie, avec leur teinte claire, une couleur rouge sang. La racine est grosse et tendre, pleine de lait, amère au goût ; elle fournit un suc laiteux, comme la thapsia. Le lait est mis en réserve pur ou avec de la farine d'ers qui en est imprégnée et desséchée. Il évacue par le bas la bile, le phlegme et l'eau à la dose d'une obole ou, pour le mélange à la farine d'ers, de quatre oboles prises avec l'hydromel. La touffe séchée avec ses racines est brisée, réduite en poudre et administrée avec une demi-cotyle d'hydromel. Le suc est extrait de la racine et des parties herbacées, comme pour la thapsia ; on en administre une seule drachme pour les purgations. (trad. Suzanne Amigues)

RV: hippophaes : ou bien hippophaos, hippophanês, hippion, exinion, pelekinos, chez les Romains lappago ou lappula mera. (trad. MC)

hippophaiston

4.160.1 <ἱππόφαιστον>· φύεται μὲν ἐν τοῖς αὐτοῖς τόποις, ἐν οἷς καὶ τὸ ἱπποφαές, καὶ αὐτὸ γναφικῆς ἀκάνθης εἶδος ὑπάρχον. ἔστι δὲ χαμαιπετές, κεφάλια μόνον ἔχον χαῦνα καὶ φυλλάρια μικρά, – οὔτε δὲ ἄνθος οὔτε καυλὸν φέρει – ῥίζαν παχεῖαν, μαλακήν. ταύτης τὰ φύλλα καὶ τὴν κεφαλὴν καὶ τὴν ῥίζαν χυλίσας ξήραινε καὶ δίδου ὁλκὴν τριωβόλου μετὰ μελικράτου, ἐφ' ὧν βούλει ὕδωρ καὶ φλέγμα ἄγειν· ἰδίως δὲ ἡ δι' αὐτοῦ κάθαρσις ὀρθοπνοίαις καὶ ἐπιλημψίαις καὶ τοῖς περὶ νεῦρα πάθεσιν ἁρμόζει.

____________________

RV: ὑπόφαιστον· οἱ δὲ καὶ τοῦτο ἱπποφαὲς καλοῦσιν.

____________________

Identifications proposées :

  • Centaurea spinosa (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

L'hippophaiston croît dans les mêmes lieux que l'hippophaes et constitue également une sorte d'épine à foulon. C'est une plante naine qui a seulement des glomérules spongieux et de petites folioles - elle ne produit ni fleur ni tige - et une grosse racine tendre. Quand vous aurez exprimé le suc de ses feuilles, de ses glomérules et de sa racine, faites-le sécher et donnez-en trois oboles avec de l'hydromel dans les cas où vous voulez faire évacuer l'eau et le phlegme ; la purgation par cette plante est la médication spécifique de l'asthme, de l'épilepsie et des affections nerveuses.

Pseudo-Dioscoride : hippophaiston : on donne à cette espèce également le nom d'hippophaes. (trad. Suzanne Amigues)

kiki

4.161.1 <κίκι>· οἱ δὲ σήσαμον ἄγριον, οἱ δὲ σέσελι Κύπριον, οἱ δὲ κρότωνα διὰ τὴν ὡς πρὸς τὸ ζῷον τοῦ σπέρματος ἐμ- φέρειαν· δένδρον ἐστὶ συκῆς μικρᾶς μέγεθος ἔχον, φύλλα δὲ ὅμοια πλατάνῳ, μείζονα δὲ καὶ λειότερα καὶ μελάντερα, τὰ δὲ στελέχη καὶ τὰς κράδας κοῖλα καλάμου τρόπον, καρπὸν δὲ ἐν βότρυσι τραχέσι, λεπισθέντα ὅμοιον κρότωνι τῷ ζῴῳ, ἐξ οὗ καὶ ἀποθλίβεται τὸ λεγόμενον κίκινον ἔλαιον, ἄβρωτον μέν, ἄλλως δὲ χρήσιμον εἰς λύχνους καὶ ἐμπλάστρους.

4.161.2 καθαρθέντες δὲ ὅσον τριάκοντα κόκκοι τὸν ἀριθμὸν καὶ ποθέντες λεῖοι ἄγουσι κατὰ κοιλίαν φλέγμα καὶ χολὴν καὶ ὕδωρ· κινοῦσι δὲ καὶ ἔμετον. ἔστι δὲ λίαν ἀηδὴς καὶ ἐργώδης ἡ τοιαύτη κάθαρσις, ἀνατρέπουσα τὸν στόμαχον ἰσχυρῶς. κοπεὶς δὲ καὶ καταπλασθεὶς ἰόνθους καὶ ἐφηλίδας καθαίρει, τὰ δὲ φύλλα τριφθέντα μετὰ πάλης ἀλφίτου ὀφθαλμῶν οἰδήματα καὶ φλεγ- μονὰς παύει καὶ σπαργῶντας μαστούς, ἐρυσιπέλατά τε σβέννυσι καθ' ἑαυτὰ καὶ μετὰ ὄξους καταπλασσόμενα.

____________________

RV: κρότων ἢ κίκι· οἱ δὲ σήσαμον ἄγριον, οἱ δὲ σέ- σελι Κύπριον, οἱ δὲ κρότωνα, Αἰγύπτιοι σησθάμνα, οἱ δὲ τρί- ξιν, προφῆται αἷμα πυρετοῦ, Ῥωμαῖοι ῥίκινουμ, οἱ δὲ λούπα.

____________________

Identifications proposées :

  • Ricinus communis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


elleboros melas

4.162.1 <ἐλλέβορος μέλας>, οἱ δὲ Μελαμπόδιον, οἱ δὲ ἔκτο- μον, οἱ δὲ πολύρριζον καλοῦσι· Μελαμπόδιον δέ, ἐπειδὴ δοκεῖ Μελάμπους τις αἰπόλος τὰς Προίτου θυγατέρας μανείσας αὐτῷ καθῆραι καὶ θεραπεῦσαι. ἔχει δὲ τὰ φύλλα χλωρά, πλατάνῳ προσεμφερῆ, ἐλάττονα δὲ πρὸς τὰ τοῦ σφονδυλίου καὶ πολυσχι- δέστερα καὶ μελάντερα καὶ ὑποτραχέα· καυλὸς βραχύς, ἄνθη δὲ λευκά, ἐμπόρφυρα, τῷ δὲ σχήματι βοτρυοειδῆ, καὶ ἐν αὐτῷ καρπὸς κνήκῳ παραπλήσιος, ὃν καὶ αὐτὸν καλοῦσιν οἱ ἐν Ἀντι- κύρᾳ σησαμοειδές, χρώμενοι πρὸς τὰς καθάρσεις αὐτῷ· ῥίζαι δὲ μέλαιναι, λεπταί, οἱονεὶ ἀπό τινος κεφαλίου κρομυώδους ἠρτημέναι, ὧν καὶ ἡ χρῆσις· φύεται ἐν τραχέσι καὶ γεωλόφοις

4.162.2 καὶ καταξήροις τόποις. καὶ ἔστιν ἄριστος ὁ ἐκ τῶν τοιούτων λαμ- βανόμενος χωρίων, οἷός ἐστιν ὁ ἐξ Ἀντικύρας· καὶ γὰρ ὁ μέλας κάλλιστος ἐν αὐτῇ γεννᾶται. ἐκλέγου δὲ τὸν εὔτροφον καὶ εὔ- σαρκον, λεπτὴν ἔχοντα τὴν ἐντεριώνην, δριμὺν ἐν τῇ γεύσει καὶ πυρώδη· τοιοῦτος δ' ἐστὶν ὁ ἐν τῷ Ἑλικῶνι καὶ Παρνασσῷ καὶ <ἐν> Αἰτωλίᾳ φυόμενος, διαφέρει μέντοι ὁ Ἑλικώνιος. καθαίρει δὲ τὴν κάτω κοιλίαν ἄγων φλέγμα καὶ χολὴν καθ' ἑαυτὸν ἢ μετὰ σκαμμωνίας καὶ ἁλῶν διδόμενος δραχμῆς μιᾶς ἢ τριωβόλου ὁλκή· συνέψεται δὲ καὶ φακοῖς καὶ ζωμοῖς τοῖς

4.162.3 εἰς κάθαρσιν λαμβανομένοις. ὠφελεῖ δὲ ἐπιλημπτικούς, μελαγ- χολικούς, μαινομένους, ἀρθριτικούς, παραλελυμένους· προστε- θεὶς δὲ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει, σύριγγάς τε καθαίρει καθεθεὶς καὶ μετὰ τρίτην ἐξαιρεθείς· ὁμοίως καὶ ἐπὶ δυσκω- φούντων καθίεται εἰς τὸ οὖς, ἐώμενος ἐπὶ δύο ἢ τρεῖς ἡμέρας. θεραπεύει δὲ καὶ ψώρας μετὰ λιβανωτοῦ καὶ κηροῦ καὶ ὀροῦ πίττης ἢ κεδρίνου ἐλαίου καταχριόμενος, μετ' ὄξους δὲ ἢ καθ' ἑαυτὸν καταπλασσόμενος ἀλφοὺς καὶ λειχῆνας καὶ λέπρας θερα- πεύει. ἑψηθεὶς δὲ ἐν ὄξει ὀδονταλγίας πραΰνει διακλυζόμενος σηπταῖς τε μείγνυται, μετὰ κριθίνου δὲ ἀλεύρου καὶ οἴνου

4.162.4 κατάπλασμα γίνεται ὑδρωπικῶν ὠφέλιμον. συμφυτευθεὶς δὲ ἀμπέλοις πρὸς τῇ ῥίζῃ τὸν ἐξ αὐτῶν οἶνον καθαρτικὸν ἐργάζεται· περιρραίνουσι δὲ καὶ οἰκίας αὐτῷ καθάρσιον εἶναι νομίζοντες, ὅθεν καὶ ὀρύσσοντες ἵστανται πρὸς ἕω, εὐχόμενοι Ἀπόλλωνι καὶ Ἀσκληπιῷ, φυλαττόμενοι <δὲ> ἀετόν· ἐφίπτασθαι γάρ φα- σιν οὐκ ἀκινδύνως· δίδωσι γὰρ τὸν θάνατον ὁ ὄρνις, ἄνπερ ἴδῃ τὴν ὀρυγὴν τοῦ ἐλλεβόρου. συντόνως δὲ δεῖ ὀρύττειν διὰ τὸ καρηβαρίαν ἐκ τῆς ἀποφορᾶς γίνεσθαι, ὅθεν εἰς προφυλακὴν οἱ ὀρύττοντες προεσθίουσι σκόρδα καὶ οἶνον πίνουσιν, ἀβλα- βέστερον διατιθέμενοι. ἐξεντερίζεται δὲ ὥσπερ ὁ λευκὸς ἐλλέ- βορος.

____________________

RV: ἐλλέβορος μέλας· οἱ δὲ Μελαμπόδιον, οἱ δὲ Ὀρέ- στιον, οἱ δὲ πολύρριζον, οἱ δὲ Προίτιον, οἱ δὲ μελανόρριζον, οἱ δὲ κοιράνειον, προφῆται ζωμαρῖτις, Αἰγύπτιοι ἰγαΐα, οἱ δὲ ἐλαφυής, οἱ δὲ κεμελέγ, οἱ δὲ ἑρμιελύ, Ῥωμαῖοι βερέτρουμ νί- γρουμ, οἱ δὲ κονσιλίγω, οἱ δὲ σαρράκα, Δάκοι προδιάρνα.

____________________

Identifications proposées :

  • Helleborus cyclophyllus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


sêsamoeides mikron

4.163.1 <σησαμοειδὲς τὸ μικρόν>· καυλία ἐστὶ σπιθαμιαῖα, ἔχοντα φύλλα κορωνόποδι ὅμοια, δασύτερα μέντοι καὶ μικρό- τερα· ἐπ' ἄκρου δὲ τῶν καυλίων κεφάλια ἀνθέων ὑποπορφύρων, ὧν τὸ μέσον λευκόν, ἐν οἷς σπέρμα σησάμῳ ἐοικός, πικρόν, κιρρόν· ῥίζα λεπτή. καθαίρει δὲ φλέγμα καὶ χολὴν κάτω ποθὲν λεῖον τὸ σπέρμα ὅσον ὀξυβάφου ἥμισυ σὺν μελικράτῳ· καταπλασθὲν δὲ μεθ' ὕδατος φύματα καὶ οἰδήματα διαφορεῖ. φύεται δὲ ἐν τραχέσι χωρίοις.

____________________

RV: σησαμοειδὲς τὸ λευκόν· οἱ δὲ κορώνιον, οἱ δὲ σή- σαμον ἄγριον καλοῦσιν.

____________________

Identifications proposées :

  • Aubrieta deltoides (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


tithumallos

4.164.1 <τιθυμάλλου> εἴδη ἑπτά, ὧν ὁ μὲν ἄρρην χαρακίας καλεῖται, ὑπὸ δέ τινων κομήτηςἀμυγδαλίτηςκωβιὸς ὀνο- μάζεται· ὁ δέ τις θῆλυςμυρσινίτης, ὃν καὶ καρυΐτην καλοῦσιν· ὁ δὲ παράλιος, ὃν ἔνιοι τιθυμαλλίδα ἐκάλεσαν· ὁ δέ τις ἡλιο- σκόπιος, ὁ δὲ κυπαρισσίας, ὁ δὲ δενδρώδης, ὁ δὲ πλατύφυλλος. τοῦ δὴ <χαρακίου> καλουμένου εἰσὶ καυλοὶ μὲν ὑπὲρ πῆχυν, ἐνερευθεῖς, ὀποῦ δριμέος καὶ λευκοῦ μεστοί, φύλλα δὲ περὶ ταῖς ῥάβδοις ὅμοια ἐλαίᾳ, μακρότερα δὲ καὶ στενότερα, ῥίζα ἁδρὰ καὶ ξυλώδης· ἐπ' ἄκρων δὲ τῶν καυλῶν κόμη σχοινοειδῶν ῥαβδίων, καὶ ἐπ' αὐτῶν ὑπόκοιλα, ὅμοια πυελίσιν, ἐν οἷς ὁ καρ- πός. φύεται δὲ ἐν τραχέσι καὶ ὀρεινοῖς τόποις.

4.164.2 δύναμιν δὲ ἔχει ὁ ὀπὸς καθαρτικὴν τῆς κάτω κοιλίας, ἄγων φλέγμα καὶ χολήν, ὀβολῶν δυεῖν πλῆθος λαμβανόμενος μετ' ὀξυκράτου, σὺν μελικράτῳ δὲ καὶ ἔμετον κινεῖ. ὀπίζεται δὲ περὶ τὸν τρυγητὸν συναχθεισῶν τῶν ῥάβδων καὶ ἀποτμηθεισῶν· ἐγκεκλίσθαι δὲ αὐτὰς δεῖ εἰς ἀγγεῖον. ἔνιοι δὲ ὀρόβινον ἄλευ- ρον μειγνύντες συναναπλάσσουσιν ὀροβιαῖα μεγέθη, τινὲς δὲ εἰς τὰ ξηραινόμενα σῦκα ἀποστάζουσι σταλαγμοὺς τρεῖς ἢ τές- σαρας καὶ ξηράναντες ἀποτίθενται· καθ' ἑαυτὸν δὲ τριβόμενος

4.164.3 ἐν θυΐᾳ ἀναπλάσσεται καὶ ἀποτίθεται. ἐν δὲ τῷ ὀπίζειν οὐ δεῖ κατ' ἄνεμον ἵστασθαι οὐδὲ τὰς χεῖρας προσάγειν τοῖς ὀφθαλμοῖς, ἀλλὰ καὶ πρὸ τοῦ ὀπίζειν τὸ σῶμα δεῖ χρίειν στέατι ἢ ἐλαίῳ μετ' οἴνου, μάλιστα δὲ πρόσωπον καὶ ὄσχεον καὶ τρά- χηλον. τραχύνει δὲ καὶ τὴν φάρυγγα, ὅθεν δεῖ τὰ καταπότια περιπλάττειν κηρῷ ἢ μέλιτι ἑφθῷ καὶ οὕτως διδόναι· ἰσχάδες μέντοι δύο ἢ τρεῖς λαμβανόμεναι αὐτάρκεις εἰσὶ πρὸς κάθαρσιν. ψιλοῖ δὲ καὶ τρίχας ὁ ὀπὸς πρόσφατος ἐπιχρισθεὶς μετ' ἐλαίου ἐν ἡλίῳ, καὶ τὰς ἐπιγινομένας δὲ ξανθὰς καὶ λεπτὰς ποιεῖ·

4.164.4 καὶ τέλος ἐκφέρει πάσας. ἐντίθεται δὲ καὶ τοῖς βρώμασι τῶν ὀδόντων κουφίζων τὰ ἀλγήματα· κηρῷ δὲ δεῖ τοὺς ὀδόντας περι- φράττειν, ἵνα μὴ παραρρυεὶς κακώσῃ τὴν <φάρυγγα ἢ τὴν> γλῶσσαν. αἴρει δὲ καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ θύμους καὶ λειχῆνας ἐπιχριόμενος· ἁρμόζει καὶ πρὸς πτερύγια καὶ ἄν- θρακας, φαγεδαίνας, γαγγραίνας, σύριγγας. καὶ ὁ καρπὸς δὲ φθινοπώρῳ συλλεγεὶς καὶ ξηρανθεὶς ἐν ἡλίῳ κοπείς τε κούφως καὶ ἀποβρασθεὶς καθαρὸς ἀποτίθεται· καὶ τὰ φύλλα ὁμοίως ξηρά. ποιεῖ δὲ ὁ καρπὸς καὶ τὰ φύλλα τὰ αὐτὰ τῷ ὀπῷ πλῆθος ἡμί- σους ὀξυβάφου ποτιζόμενα· ἔνιοι δὲ καὶ ταριχεύουσιν αὐτά,

4.164.5 μειγνύντες τῷ διὰ τοῦ γάλακτος λεπιδίῳ καὶ τυρῷ κοπτῷ. καὶ ἡ ῥίζα δὲ ἐπιπασθεῖσα δραχμὴ μία ὑδρομέλιτι καὶ ποθεῖσα ἄγει κατὰ κοιλίαν· ἑψηθεῖσα δὲ σὺν ὄξει καὶ διακλυζομένη γομφαλγίαις βοηθεῖ. ὁ δὲ <θῆλυς>, ὃν ἔνιοι μυρσινίτην ἢ καρυΐτην ἐκάλεσαν, προσεμφερὴς δαφνοειδεῖ, λευκὸς τὴν φύσιν, καὶ τὰ φύλλα ὅμοια ἔχει μυρσίνῃ, μείζω δὲ καὶ στερεά, ἐπ' ἄκρου ὀξέα καὶ ἀκαν- θώδη· κλήματα δὲ ἀπὸ τῆς ῥίζης ὡς σπιθαμιαῖα ἀφίησι, τὸν δὲ καρπὸν φέρει παρ' ἐνιαυτὸν καρύῳ ὅμοιον, ἡσυχῆ δάκνοντα τὴν γλῶτταν· ἐν τραχέσι χωρίοις καὶ οὗτος φύεται.

4.164.6 δύναμιν δὲ ἔχει ὁ ὀπὸς καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα ὁμοίαν τῷ πρὸ αὐτοῦ· ἐμετικώτερος μέντοι ἐκεῖνος τού- του ἐστίν. ὁ δὲ <παράλιος> λεγόμενος <τιθύμαλλος>, ὃν ἔνιοι τιθυ- μαλλίδα ἢ μήκωνα ἐκάλεσαν· φύεται μὲν ἐν παραθαλαττίοις τόποις· κλῶνας δὲ ἔχει σπιθαμιαίους, ὀρθούς, ὑπερύθρους, πέντε ἢ ἓξ ἀπὸ τῆς <αὐτῆς> ῥίζης, περὶ οὓς τὰ φύλλα στοιχηδὸν μικρά, ὑπόστενα, προμήκη, ἐοικότα λίνῳ· κεφαλὴν δὲ ἐπ' ἄκρῳ πυκνήν, περιφερῆ, ἐν ᾗ ὁ καρπὸς ὡς ὄροβος, ποικίλος, ἄνθη

4.164.7 λευκά. ὅλος δὲ ὁ θάμνος καὶ ἡ ῥίζα ὀποῦ λευκοῦ πολλοῦ μεστή· καὶ τούτου δὲ χρῆσις καὶ ἀπόθεσις ὁμοία ἐστὶ τοῖς προειρημένοις. ὁ δὲ <ἡλιοσκόπιος> λεγόμενος ἀνδράχνῃ ὅμοια φύλλα ἔχει, λεπτότερα δὲ καὶ περιφερέστερα, κλῶνας δὲ ἀφίησιν ἀπὸ τῆς ῥίζης σπιθαμιαίους, τέσσαρας ἢ πέντε, λεπτούς, ἐρυθρούς, ὀποῦ λευκοῦ πολλοῦ μεστούς· κεφαλὴ δὲ ἀνηθοειδὴς καὶ ὁ καρπὸς δὲ ὥσπερ ἐν φύλλοις· συμπεριφέρεται δὲ τούτου ἡ κόμη τῇ τοῦ ἡλίου κλίσει, ὅθεν καὶ ὠνόμασται ἡλιοσκόπιος· ἐν ἐρει-

4.164.8 πίοις μάλιστα καὶ περὶ τὰς πόλεις φύεται. συλλέγεται δὲ ὁ ὀπὸς καὶ ὁ καρπὸς ὥσπερ καὶ τῶν ἄλλων, δύναμιν ἔχων τὴν αὐτήν, ἀλλ' οὐχ οὕτως ἐπιτεταμένην. ὁ δὲ <κυπαρισσίας> καυλὸν μὲν ἀνίησι σπιθαμιαῖον ἢ καὶ μείζονα, ὑπέρυθρον, ἐξ οὗ βεβλάστηκε τὰ φύλλα τοῖς τῆς πί- τυος ὅμοια, τρυφερώτερα μέντοι καὶ λεπτότερα, καὶ καθόλου ἔοικε πίτυϊ ἀρτιφυεῖ, ὅθεν καὶ ὠνόμασται. πεπλήρωται δὲ καὶ οὗτος ὀποῦ λευκοῦ. δύναμιν δὲ ἔχει ὁμοίαν τοῖς πρὸ αὐτοῦ.

4.164.9 ὁ δὲ <ἐν ταῖς πέτραις φυόμενος, δενδροειδὴς> δὲ καλούμενος, ἀμφιλαφὴς ἄνωθεν καὶ πολύκομος, ὀποῦ μεστός, ὑπέρυθρος τοὺς κλάδους, περὶ οὓς τὰ φύλλα μυρσίνῃ λεπτῇ προσεοικότα· καρπὸς δὲ ὅμοιος τῷ τοῦ χαρακίου. παραπλησίως δὲ καὶ οὗτος ἀποτίθεται καὶ ἐνεργεῖ ὁμοίως τοῖς προειρημένοις. <ὁ δὲ πλατύφυλλος> φλόμῳ ἔοικεν, οὗ καὶ αὐτοῦ ἡ ῥίζα καὶ ὁ ὀπὸς καὶ τὰ φύλλα ἄγει ὑδατώδη κατὰ κοιλίαν· ἀποκτείνει δὲ καὶ τοὺς ἰχθύας κοπεὶς καὶ διεθεὶς τῷ ὕδατι· καὶ οἱ προ- γεγραμμένοι δὲ τὸ αὐτὸ δρῶσιν.

____________________

RV: τιθύμαλλος χαρακίας.

(ad 164) RV: τιθύμαλλος μυρτίτης, ὃν ἔνιοι καρυΐτην καλοῦσιν.

(ad 164) RV: τιθύμαλλος παράλιος· οἱ δὲ τιθυμαλλίδα, οἱ δὲ μη- κώνιον.

(ad 164) RV: τιθύμαλλος ἡλιοσκόπιος· οἱ δὲ τιθυμαλλίς, Ῥω- μαῖοι ἕρβα λάκτια, οἱ δὲ λακτοῦκα καπρίνα, Ἄφροι νουκουβάτ.

bis (ad 164) RV: τιθύμαλλος κυπαρισσίας· οἱ δὲ χαμαίπιτυν, οἱ δὲ τιθυμάλλιον, Ῥωμαῖοι μουλτιλάγω καπρίνα, οἱ δὲ καπράγινε<μ>, οἱ δὲ κυπαρισσίας.

(ad 164) RV: τιθύμαλλος δενδρίτης.

(ad 164) RV: τιθύμαλλος πλατύφυλλος.

____________________

Identifications proposées :

  • Euphorbia sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


pituousa

4.165.1 <πιτύουσα>· οἱ δὲ κλῆμα, οἱ δὲ κραμβίον, οἱ δὲ παρά- λιον, οἱ δὲ Κανωπικὸν καλοῦσιν. εἴδει <οὐ> δοκεῖ διαφέρειν τοῦ κυπαρισσίου τιθυμάλλου, ὅθεν καὶ εἶδος αὐτοῦ καταριθμεῖται· ἀνίησι δὲ καυλὸν πήχεως μείζονα, πολυγόνατον, φυλλαρίοις ὀξέσι καὶ λεπτοῖς κατειλημμένον, ἐμφερέσι τοῖς τῆς πίτυος, ἄνθη μικρά, ὡσεὶ πορφυρᾶ· καρπὸν δὲ πλατὺν ὡς φακόν, ῥίζαν λευ- κήν, παχεῖαν, ὀποῦ μεστήν· εὑρίσκεται δὲ κατὰ τόπους σφόδρα εὐμεγέθης ὁ θάμνος. καθαίρει δὲ κάτω ἡ μὲν ῥίζα, δυεῖν δραχμῶν ὁλκή, σὺν μελικράτῳ, τοῦ δὲ καρποῦ δραχμὴ μία, τοῦ δὲ ὀποῦ ὅσον κο- χλιάριον ἓν ἐν καταποτίῳ, ὡς εἴρηται, ἀλεύρῳ ἀναλημφθέν, τῶν δὲ φύλλων ὁλκαὶ τρεῖς.

____________________

RV: πιτύουσα· οἱ δὲ κλῆμα, οἱ δὲ κραμβίον, οἱ δὲ παράλιον, οἱ δὲ Κανωπικὸν καλοῦσιν.

____________________

Identifications proposées :

  • Euphorbia pityusa (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


lathuris

4.166.1 <λαθυρίς>· καταριθμοῦνταί τινες καὶ ταύτην ἐν τοῖς τιθυμάλλοις. καυλὸν δὲ ἀνίησι πήχεως τὸ ὕψος, κενόν, πάχος δακτύλου, ἐπ' ἄκρου δὲ αὐτοῦ μασχάλαι· φύλλα δὲ τὰ μὲν ἐπὶ τοῦ καυλοῦ ἐπιμήκη, ὅμοια τοῖς τῆς ἀμυγδαλῆς, πλατύτερα δὲ καὶ λειότερα, τὰ δὲ ἐπ' ἄκρων τῶν κλωνίων μικρότερα ὥσπερ

4.166.2 τῆς ἐπιμήκους ἀριστολοχείας ἢ κισσοῦ. καρπὸν δὲ ἔχει ἐπ' ἄκρων τῶν κλάδων τρίχωρον, περιφερῆ, ὥσπερ κάππαριν, ἐν ᾧ τρία σπερμάτια διειργόμενα ἐλύτροις ἀπ' ἀλλήλων, περιφερῆ, μεί- ζονα ὀρόβων, λεπισθέντα δὲ λευκὰ καὶ γλυκέα ἐν τῇ γεύσει· ῥίζα λεπτή, ἄχρηστος. ὅλος δὲ ὁ θάμνος ὀποῦ μεστὸς ὥσπερ τιθύμαλλος. δύναμιν δὲ ἔχει καθαρτικὴν κοιλίας τὰ σπέρματα ὅσον ἑπτὰ ἢ ὀκτὼ τὸν ἀριθμὸν λαμβανόμενα ἐν καταποτίῳ ἢ ἐσθιόμενα καὶ πινόμενα ὕδατος ἐπιρροφουμένου ψυχροῦ· ἄγει δὲ φλέγμα, χολήν, ὕδωρ. καὶ ὁ ὀπὸς δὲ ἀναλημφθεὶς ὥσπερ ὁ τοῦ τιθυμάλ- λου τὸ αὐτὸ ποιεῖ· συνέψεται δὲ καὶ ὄρνιθι ἢ λαχάνοις τὰ φύλλα πρὸς τὴν αὐτὴν ἐνέργειαν.

____________________

RV: λαθυρίς· οἱ δὲ καὶ ταύτην τιθύμαλλον καλοῦσιν.

____________________

Identifications proposées :

  • Euphorbia lathyris (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


peplos

4.167.1 <πέπλος>· οἱ δὲ συκῆν, οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσι. θαμνίσκος ἐστὶν ὀποῦ λευκοῦ μεστός, ἔχων φύλλον μικρόν, ὅμοιον πηγάνῳ, πλατύτερον δέ· ἡ δὲ σύμπασα κόμη ὡς σπι- θαμῆς, περιφερής, ἐκκεχυμένη ἐπὶ γῆς, καὶ ὑπὸ τοῖς φύλ- λοις καρπὸς μικρός, στρογγύλος, ἥττων τῆς λευκῆς μήκωνος. πολύκαρπος δὲ ἡ πόα, ῥίζαν ἔχουσα μίαν ἄχρηστον, ἀφ' ἧς ὅλος ὁ θάμνος πέφυκε. γεννᾶται δὲ ἐν κήποις καὶ ἀμπελῶσι. συνά- γεται δὲ ἐν πυραμητῷ ξηραινόμενος ἐν σκιᾷ καὶ συνεχῶς στρε- φόμενος· κοπεὶς δὲ ὁ καρπὸς καὶ ἀποβραχεὶς ἀποτίθεται. ἄγει δὲ φλέγμα καὶ χολὴν ὀξυβάφου πλῆθος μετὰ ὑδρομέ- λιτος κοτύλης πινόμενος· καὶ προσοψήμασι δὲ μειγνύμενος τα- ράσσει κοιλίαν. ταριχεύεται δὲ εἰς ἁλμαίας.

____________________

Identifications proposées :

  • Euphorbia peplus (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


peplis

4.168.1 <πεπλίς>· οἱ δὲ ἀνδράχνην ἀγρίαν, <Ἱπποκράτης> (VII 184 L.) δὲ πέπλιον καλεῖ· φύεται μάλιστα ἐν παραθαλασσίοις τόποις θάμνος ἀμφιλαφής, ὀποῦ μεστὸς λευκοῦ, φύλλα ἔχων ὅμοια τῇ κηπαίᾳ ἀνδράχνῃ, περιφερῆ δὲ καὶ ἐκ τῶν κάτωθεν ἐνερευθῆ· καὶ ὁ καρπὸς δὲ στρογγύλος, ὑποκάτω τῶν φύλλων ὥσπερ τοῦ πέπλου, πυρώδης τῇ γεύσει, ῥίζα λεπτή, μία, ἄχρη- στος. συλλέγεται δὲ καὶ ἀποτίθεται καὶ δίδοται ὥσπερ ὁ πέπλος καὶ ταριχεύεται. δύναμιν δὲ ἔχει τὴν αὐτήν.

____________________

RV: πέπλιον· οἱ δὲ πεπλίδα, οἱ δὲ ἴαχος, οἱ δὲ πο- λύγαλον, οἱ δὲ φέρομβρον, οἱ δὲ ἀνδράχνην θαλασσίαν ἢ ἀγρίαν, οἱ δὲ γαλοῦμβρον, οἱ δὲ πέπων, οἱ δὲ συκῆν, οἱ δὲ μηκώνιον, οἱ δὲ Ἡράκλειον, οἱ δὲ μήκων ἀφρώδης, Ῥωμαῖοι πορτούλακα μίνορ, οἱ δὲ λάκτια.

____________________

Identifications proposées :

  • Euphorbia peplis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

L'euphorbe peplis, appelée aussi "pourpier sauvage" et chez Hippocrate - (VII, 184 LITTRE) - peplion, pousse surtout dans les régions littorales, en touffes épaisses, pleines d'un lait blanc, avec des feuilles semblables à celles du pourpier des jardins, mais arrondies, teintées de rouge à la base ; en outre, le fruit est rond, disposé au-dessous des feuilles comme celui de l'euphorbe peplus, de saveur brûlante, la racine fine, unique, sans usages. Elle est récoltée, placée en réserve, administrée comme l'euphorbe peplus, et aussi mise en conserve. Ses propriétés sont les mêmes. (in extenso. - trad. Suzanne Amigues)

= Euphorbia peplis L. (note Suzanne Amigues)

khamaisukê

4.169.1 <χαμαισύκη>, οἱ δὲ συκῆν· κλῶνας ἀνίησι τετραδακτύ- λους, ἐπὶ γῆς ἐρριμμένους περιφερῶς, ὀποῦ μεστούς, φύλλα φακοειδῆ, τῷ πέπλῳ ὅμοια, μικρά, λεπτά, πρὸς τῇ γῇ· καρπὸς δὲ ὑπὸ τοῖς φύλλοις στρογγύλος, ὡς πέπλου· οὔτε δὲ ἄνθος οὔτε καυλὸν ἔχει, ῥίζαν δὲ λεπτήν, ἄχρηστον. δύναμιν δὲ ἔχουσιν οἱ κλῶνες, λεανθέντες σὺν οἴνῳ, τὰς περὶ μήτραν ὀδύνας παύειν ἀντὶ πεσσοῦ προστεθέντες, κατα- πλασσόμενοι δὲ οἰδήματα καὶ ἀκροχορδόνας καὶ μυρμηκίας αἴρουσιν, ἑφθοὶ δὲ ἐσθιόμενοι κοιλίαν ἐκλύουσι. καὶ ὁ ἐξ αὐτῶν δὲ ὀπὸς τὰ αὐτὰ δρᾷ, καὶ καταχριόμενος σκορπιοπλήκτοις βοηθεῖ. ἁρμόζει δὲ καὶ πρὸς ἀμβλυωπίας καὶ ἀχλῦς καὶ ἀρχομένας ὑπο- χύσεις, οὐλάς, νεφέλια σὺν μέλιτι ἐγχριόμενος. φύεται ἐν πε- τρώδεσι καὶ αὐχμηροῖς τόποις.

____________________

RV: χαμαισύκη· οἱ δὲ συκῆν, οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσιν.

____________________

Identifications proposées :

  • Euphorbia chamaesyce (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


skammônia

4.170.1 <σκαμμωνία>· κλῶνας ἀνίησι πολλοὺς ἀπὸ μιᾶς ῥίζης, τριπήχεις, λιπαρούς, ἐμφαίνοντάς τι δασύτητος, καὶ τὰ φύλλα δὲ δασέα, ὅμοια ἑλξίνῃ ἢ κισσῷ, μαλακώτερα μέντοι καὶ τρι- γωνοειδῆ, ἄνθη λευκά, περιφερῆ, κοῖλα ὡς κάλαθοι, βαρύοσμα· ῥίζα δὲ εὐμήκης, παχεῖα ὅσον βραχίων, λευκή, βαρύοσμος, ὀποῦ μεστή. συλλέγεται δὲ ὁ ὀπὸς τῆς κεφαλῆς ἀπὸ τῆς ῥίζης ἀφαιρουμένης καὶ θολοειδῶς ἐκρομβιζομένης εἰς κοιλότητα· συρρεῖ γὰρ εἰς αὐτὴν ὁ ὀπὸς καὶ οὕτως ἀναλαμβάνεται εἰς

4.170.2 μύακας. ἔνιοι δὲ τὴν γῆν ὀρύξαντες ὁλμοειδῶς <καὶ> καρύας φύλλα ὑποθέντες καταχέουσι τὸν ὀπὸν καὶ οὕτως ξηρανθέντα ἀναιροῦνται. ἔστι δὲ καλὸς ὁ διαυγὴς καὶ κοῦφος, ἀραιός, ταυροκολλώδης τὴν χρόαν, σήραγγας ἔχων λεπτάς, σπογγώδης· τοιοῦτος δ' ἐστὶν ὁ ἐκ Μυσίας τῆς κατὰ τὴν Ἀσίαν κομιζό- μενος. μὴ προσέχειν δὲ <δεῖ> μόνῳ τῷ λευκαίνεσθαι αὐτὸν κατὰ τὴν τῆς γλώσσης θίξιν – τοῦτο γὰρ γίνεται καὶ παραμιγέν- τος αὐτῷ ὀποῦ τιθυμάλλου – μᾶλλον δὲ τοῖς προειρημένοις καὶ τῷ μὴ λίαν πυροῦν τὴν γλῶσσαν, ὅπερ γίνεται τιθυμάλλου μιγέν-

4.170.3 τος. ὁ δὲ Συριακὸς καὶ ὁ ἐν Ἰουδαίᾳ γεννώμενος χείριστοι, βαρεῖς, πυκνοί, δολούμενοι τιθυμάλλῳ καὶ ἀλεύρῳ μεμειγμένοις αὐτοῖς. δύναμιν δὲ ἔχει ὁ ὀπὸς λημφθεὶς σὺν μελικράτῳ ἢ ὕδατι δραχμῆς μιᾶς πλῆθος ἢ τριώβολον καθαίρειν κάτω φλέγμα καὶ χολήν. εἰς δὲ τὸ λῦσαι τὴν κοιλίαν ἀρκέσουσιν ὀβολοὶ δύο μετὰ σησάμου ἤ τινος ἄλλου σπέρματος λαμβανόμενοι· δίδοται καὶ πρὸς ἐνεργεστέραν κάθαρσιν τοῦ μὲν ὀποῦ τετρώβολον, ἐλλεβό- ρου δὲ μέλανος ὀβολοὶ δύο, <ἀλόης δὲ> καὶ ἁλὸς δραχμῆς μιᾶς

4.170.4 <πλῆθος>. σκευάζονται δὲ καὶ ἅλες καθαρτικοὶ πρὸς κυάθους ἓξ τῶν ἁλῶν ὁλκῶν εἴκοσι τῆς σκαμμωνίας τοῦ ὀποῦ μειγνυμέ- νων· λαμβάνεται δὲ πρὸς δύναμιν τὸ μὲν τέλειον τρία κο- χλιάρια, μέσον δὲ δύο, τὸ δὲ ἐλάχιστον ἕν. καθαίρει δὲ καὶ τῆς ῥίζης δραχμὴ μία ἢ δραχμαὶ δύο σὺν οἷς εἴρηται, ἔνιοι δὲ ἀφέψοντες αὐτὴν πίνουσι. συνεψηθεῖσα δὲ ὄξει καὶ λεανθεῖσα μετ' ἀλεύρου κριθίνου ἰσχιαδικῶν ἐστι κατάπλασμα. ὁ δὲ ὀπὸς προστιθέμενος ἐν ἐρίῳ τῇ μήτρᾳ ἔμβρυα φθείρει, διαφορεῖ δὲ καὶ φύματα σὺν μέλιτι ἢ ἐλαίῳ ἐπιχριόμενος· ἑψηθεὶς δὲ σὺν ὄξει καὶ καταχρισθεὶς λέπρας ἐξάγει, κεφαλαλγίας τε χρο- νίας ἐστὶν ἐπίβρεγμα σὺν ὄξει καὶ ῥοδίνῳ.

____________________

RV: σκαμμωνία· οἱ δὲ σκαμμωνίας ῥίζα, οἱ δὲ Κολο- φωνία, οἱ δὲ δακρύδιον, Ῥωμαῖοι κολοφώνιουμ, προφῆται ἀπὸ πλεύμονος, Αἰγύπτιοι σανελούμ.

____________________

Identifications proposées :

  • Convolvulus scammonia (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


khamelaia

4.171.1 <χαμελαία>· οἱ δὲ πυρὸς ἄχνηνἄκνηστονκόκκον Κνί- διον· κλῶνας μὲν ἔχει σπιθαμιαίους, ὁ δὲ θάμνος φρυγανώδης, φύλλα ἐλαίᾳ παραπλήσια, λεπτότερα δὲ καὶ [πικρά,] πυκνά, δάκνοντα τὴν γεῦσιν καὶ τὴν ἀρτηρίαν χαράττοντα. ταύτης τὰ φύλλα <κάτω> καθαίρει φλέγμα καὶ χολήν, μάλιστα δὲ ἐν καταποτίῳ λαμβανόμενα, μειγνυμένου διπλασίονος ἀψινθίου πρὸς ἓν μέρος τῆς χαμελαίας· ἀναλαμβανέσθω δὲ ὕδατι ἢ μέ- λιτι εἰς καταπότια. ἔστι δὲ ἄτηκτα· διαχωρεῖται γὰρ ὅσα λαμ- βάνεται. ἀναλαμβανόμενα δὲ λεῖα τὰ φύλλα μετὰ μέλιτος ἀνα- καθαίρει τὰ ῥυπαρὰ ἕλκη καὶ ἠσχαρωμένα.

____________________

RV: χαμελαία· οἱ δὲ χαμελαία μέλαινα, οἱ δὲ Ἡρά- κλειον, οἱ δὲ βδελυρά, οἱ δὲ κόκκος Κνίδιος, Ῥωμαῖοι κιτο- κάκιου<μ>, οἱ δὲ ὀλεάγω, οἱ δὲ ὀλεαστέλλουμ.

____________________

Identifications proposées :

  • Daphne oleoides et Daphne oleifolia (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


thumelaia

4.172.1 <θυμελαία> ἢ <χαμελαία>· οἱ δὲ πυρὸς ἄχνην ἢ κνῆστρον ἢ κνέωρον καλοῦσιν· ἐκ ταύτης ὁ Κνίδιος κόκκος, καρπὸς ὢν αὐτῆς, συλλέγεται, ὃν Εὐβοεῖς μὲν ἀπόλινον καλοῦσιν, οἱ δὲ λίνον διὰ τὸ εἶναι τῷ σπαρτῷ λίνῳ τὸν θάμνον τῇ φύσει παρ- όμοιον. ῥάβδους δὲ ἀνίησι πολλὰς καὶ καλάς, ὅσον διπήχεις· τὰ δὲ φύλλα χαμελαίᾳ ὅμοια, πλὴν στενότερα καὶ λιπαρώτερα, ὑπόγλισχρα ἐν τῷ διαμασᾶσθαι καὶ κολλώδη, ἄνθη λευκά, καὶ μεταξὺ αὐτῶν ὁ καρπός, ὡς μύρτων, μικρός, στρογγυλώτερος, ἐν

4.172.2 ἀρχῇ μὲν χλωρός, αὖθις δὲ ἐρυθρός. τὸ δὲ περικάρπιον σκλη- ρὸν καὶ μέλαν, τὸ δ' ἐντὸς λευκόν, ὅπερ καθαίρει κάτω ὕδωρ καὶ χολὴν καὶ φλέγμα ὅσον εἴκοσι κόκκων τὸ ἐντὸς ποθέν· καί- ει δὲ τὴν φάρυγγα, διὸ μετὰ ἀλεύρου ἢ μετὰ ἀλφίτου δοτέον ἢ ἐν ῥαγὶ σταφυλῆς ἢ μέλιτι ἑφθῷ περιειλημμένον καταπιεῖν, συγχρίειν δὲ καὶ τοὺς δυσίδρους ἐλαίῳ μετὰ νίτρου καὶ ὄξους. τὰ δὲ φύλλα, ἅπερ ἰδίως κνέωρον καλεῖται, συλλέγειν δεῖ περὶ τὸν πυραμητὸν καὶ ἀποτίθεσθαι ξηράναντας ἐν σκιᾷ· διδόντας δὲ δεῖ κόπτειν καὶ ἀφαιρεῖν τὰς ἐν αὐτοῖς ἶνας.

4.172.3 καθαίρει δὲ ἐπιπαττόμενον ὅσον ὀξυβάφου πλῆθος μετὰ κράματος, ἄγον ὑδατῶδες· μετριωτέραν δὲ ποιεῖται τὴν κάθαρσιν μειχθὲν ἑφθῇ φακῇ ἢ λαχάνοις τριπτοῖς. ἀποτίθεται δὲ λεῖα ἀναλημφθέντα ὄμφακος χυλῷ εἰς ἀρτίσκους. ἔστι δὲ κακοστόμα- χος· προστεθεὶς δὲ ἔμβρυα κτείνει. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. πλανῶνται δὲ οἱ νομίζοντες τὸν Κνίδιον κόκκον τῆς χαμε- λαίας εἶναι τὸν καρπόν, ἀπατώμενοι διὰ τὸ τῶν φύλλων ὁμοειδές.

____________________

RV: θυμελαία· οἱ δὲ πυρὸς ἄχνην καλοῦσιν.

____________________

Identifications proposées :

  • Daphne gnidium (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

Thumelaia ou khamelaia, que certains appellent puros akhnên ou knêstron ou kneôron. De cette plante on récolte le Knidios kokkos qui en est le fruit, que l'on appelle en Eubée apolinon ou linon, parce que l'arbuste ressemble au lin cultivé. (MC).

aktê

4.173.1 <ἀκτῆ>· δισσή· ἡ μὲν γάρ τίς ἐστι δενδρώδης, κλάδους καλαμοειδεῖς ἔχουσα, στρογγύλους, ὑπολεύκους, εὐμήκεις· τὰ δὲ φύλλα τρία ἢ τέσσαρα ἐκ διαστημάτων περὶ τὴν ῥάβδον, καρύᾳ βασιλικῇ ὅμοια, βαρύοσμα δὲ καὶ μικρότερα, ἐπ' ἄκρων δὲ τῶν κλάδων σκιάδια περιφερῆ, ἔχοντα ἄνθη λευκά, καρπὸν δὲ ἐοι- κότα τερεβίνθῳ, ἐν τῷ μέλανι ὑποπόρφυρον, βοτρυώδη, πολύ- χυλον, οἰνώδη.

4.173.2 τὸ δ' ἕτερον αὐτῆς χαμαιάκτη καλεῖται, ὑφ' ὧν δὲ ἕλειος ἀκτῆ· ἐλάττων δὲ καὶ βοτανωδεστέρα, καυλὸν ἔχουσα τετράγω- νον, πολυγόνατον· τὰ δὲ φύλλα ἐκ διαστημάτων περὶ ἕκαστον γόνυ τεταρσωμένα, ὅμοια ἀμυγδαλῇ, κεχαραγμένα δὲ κύκλῳ καὶ μακρότερα, βαρύοσμα· σκιάδιον δὲ ἐπ' ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς καὶ ἄνθος καὶ καρπός· ῥίζα δ' ὕπεστι μακρά, δακτύ- λου τὸ πάχος. δύναμις δὲ ἡ αὐτὴ ἀμφοτέρων καὶ χρῆσις, ψυκτική, ὑδρα- γωγός, κακοστόμαχος μέντοι. ἑψόμενα δὲ τὰ φύλλα ὡς λάχανα καθαίρει φλέγμα καὶ χολήν, καὶ οἱ καυλοὶ δὲ ἁπαλοὶ ἐν λο-

4.173.3 πάδι λημφθέντες τὰ αὐτὰ ποιοῦσι. καὶ ἡ ῥίζα δὲ αὐτῆς ἑψη- θεῖσα σὺν οἴνῳ καὶ διδομένη παρὰ τὴν δίαιταν ὑδρωπικοὺς ὠφελεῖ, βοηθεῖ δὲ καὶ ἐχιδνοδήκτοις ὁμοίως πινομένη· ἀφε- ψηθεῖσα δὲ μεθ' ὕδατος εἰς ἐγκάθισμα ὑστέραν μαλάσσει καὶ ἀναστομοῖ καὶ διορθοῦται τὰς περὶ αὐτὴν διαθέσεις. καὶ ὁ καρ- πὸς δὲ σὺν οἴνῳ ποθεὶς τὰ αὐτὰ ποιεῖ, μελαίνει δὲ καὶ τρίχας ἐγχριόμενος. τὰ δὲ φύλλα πρόσφατα καὶ ἁπαλὰ φλεγμονὰς πραΰνει σὺν ἀλφίτῳ καὶ κατακαύμασιν ἁρμόζει καὶ κυνοδήκτοις καταπλασσόμενα· κολλᾷ δὲ <καὶ> ὑποφοράς, καὶ ποδαγρικοῖς βοηθεῖ μετὰ στέατος ταυρείου ἢ τραγείου καταπλασσόμενα.

____________________

RV: ἀκτῆ· οἱ δὲ δένδρον ἄρκτου, οἱ δὲ ἥμερον, Ῥω- μαῖοι σαμβούκουμ, Γάλλοι σκοβιήμ, Δάκοι σέβα.

χαμαιάκτη· οἱ δὲ ἕλειος ἀκτῆ, οἱ δὲ ἀγρία ἀκτῆ, οἱ δὲ Εὐβοϊκή, Ῥωμαῖοι ἔβουλουμ, Γάλλοι δουκωνέ, Δάκοι ὄλμα.

____________________

Identifications proposées :

  • Sambucus nigra (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


puknokomon

4.174.1 <πυκνόκομον>· φύλλα ἔχει ὅμοια εὐζώμῳ, τραχέα δὲ καὶ δριμέα καὶ παχύτερα, καυλὸν τετράγωνον, ἄνθος δὲ τῷ τοῦ ὠκίμου ἐμφερές, καρπὸν δὲ ὡς πράσου, ῥίζαν μέλαιναν, στρογ- γύλην, ὠχράν, ὡς μικρὸν μῆλον, γεῶδες ὄζουσαν· φύεται ἐν πε- τρώδεσι τόποις. δύναμιν δ' ἔχει ὁ μὲν καρπὸς ποθεὶς ὅσον δραχμὴ μία ταραχώδη καὶ πολλὰ ἐνύπνια ποιεῖν, οἰδήματά τε διαφορεῖ ἐπι- πλαττόμενος σὺν ἀλφίτῳ καὶ ἀκίδας καὶ σκόλοπας ἐξάγει· καὶ τὰ φύλλα δὲ καταπλαττόμενα φύματα καὶ δοθιῆνας διαφορεῖ. ἡ δὲ ῥίζα αὐτῆς λυτικὴ κοιλίας καὶ κινητικὴ χολῆς· δίδου δὲ δραχμὰς δύο ἐν μελικράτῳ.

____________________

RV: πυκνόκομον.

____________________

Identifications proposées :

  • Leonurus cardiaca, Leonurus marrubiastrum, Valeriana tuberosa (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


apios

4.175.1 <ἄπιος>· οἱ δὲ ἰσχάδα, οἱ δὲ χαμαιβάλανον, οἱ δὲ ῥά- φανον ἀγρίαν, οἱ δὲ λινόζωστιν καλοῦσι. κλωνία δύο ἢ τρία ἀπὸ γῆς σχοινώδη, λεπτά, ἐρυθρά, μικρὸν ὑπὲρ τῆς γῆς αἴροντα· φύλλα πηγάνῳ ἐοικότα, ἐπιμηκέστερα <δέ>, χλωρά· καρ- πὸς μικρός, ῥίζα ἀσφοδέλῳ παραπλησία, στρογγυλωτέρα δὲ καὶ πρὸς τὸ τοῦ ἀπίου σχῆμα, μεστὴ ὀποῦ, φλοιὸν ἔχουσα ἔξωθεν μέλανα, ἔνδοθεν δὲ λευκή. ταύτης τὸ μὲν ἄνωθεν μέρος τῆς ῥίζης λημφθὲν δι' ἐμέτων ἄγει χολὴν καὶ φλέγμα, τὸ δὲ πρὸς τῇ ῥίζῃ κάτω καθαίρει, ὅλη δὲ λημφθεῖσα ἀμφοτέρας τὰς καθάρσεις κινεῖ. ὀπίσαι δὲ βου- ληθεὶς κόπτε τὰς ῥίζας καὶ βαλὼν εἰς κρατηρίαν ὕδατος συν- τάραττε καὶ τὸν ἐφιστάμενον ὀπὸν πτερῷ ἀναλέγων ξήραινε· τούτου τρία ἡμιωβόλια ποθέντα ἄνω καὶ κάτω καθαίρει.

____________________

RV: ῥάφανος ἀγρία· οἱ δὲ ῥάφανος ὀρεινή, οἱ δὲ ἄπιος, οἱ δὲ ἰσχάδα, οἱ δὲ χαμαιβάλανον, οἱ δὲ λινόζωστιν, Ῥωμαῖοι ῥάδιξ σιλβέστρις, Ἄφροι θορφαθσαδοί.

____________________

Identifications proposées :

  • Euphorbia apios (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


kolokuntha agria

4.176.1 <κολόκυνθα ἀγρία>· οἱ δὲ σικύαν πικράν, οἱ δὲ κολο- κυνθίδα καλοῦσι. κλημάτια ἀνίησι καὶ φύλλα ἐστρωμένα ἐπὶ γῆς, ὅμοια τοῖς τοῦ ἡμέρου σικύου, ἐπεσχισμένα· καρπὸν δὲ περι- φερῆ, ὅμοιον σφαίρᾳ μέσῃ, πικρὸν ἰσχυρῶς, ὃν δεῖ συλλέγειν ἀρχόμενον μεταβάλλειν ἐπὶ τὸ ὠχρότερον. δύναμιν δὲ ἔχει ἡ μὲν ἐντεριώνη τοῦ καρποῦ καθαρτικὴν τετρωβόλου πλῆθος μετὰ ὑδρομέλιτος <ἀνα>λαμβανομένη νίτρῳ

4.176.2 καὶ σμύρνῃ καὶ μέλιτι ἑφθῷ εἰς καταπότια. αὗται δὲ αἱ σφαῖ- ραι ξηραὶ λεῖαι ὠφελίμως μείγνυνται κλυσμοῖς ἐπὶ ἰσχιαδικῶν καὶ παραλυτικῶν καὶ κωλικῶν, ἄγουσαι φλέγμα καὶ χολὴν καὶ ξύσμα, ἔσθ' ὅτε δὲ καὶ αἱματῶδες, ἔμβρυά τε φθείρουσι προς- τιθέμεναι, ὀδονταλγίας τε διάκλυσμα, ἐάν τις ἐκκαθάρας αὐτὴν καὶ περιπλάσας πηλῷ ἐναποζέσας τε ὄξος δῷ διακλύζεσθαι· εἰ δέ τις ἐναφεψήσας μελίκρατον ἢ καὶ γλυκὺ καὶ ἐξαιθριάσας δώσει πιεῖν, καθαίρει πάχος καὶ ξύσμα· ἔστι δὲ κακοστόμαχος λίαν. προστίθεται δὲ καὶ βαλάνια ἐξ αὐτῆς πρὸς ἐκκομιδὴν τῶν περιττωμάτων· καὶ χλωρᾶς δὲ αὐτῆς ὁ χυλὸς ἐπὶ ἰσχια- δικῶν ἀνατριβόμενος ἁρμόζει.

____________________

RV: κολοκυνθίς· οἱ δὲ σικύαν πικράν, οἱ δὲ κολόκυν- θος ἄγριος, οἱ δὲ κολόκυνθος Ἀλεξανδρῖνος, Ζωροάστρης θύμ- βρη ἢ ὀστοῦν αὐτογενές, Ῥωμαῖοι κουκούρβιτα σιλβάτικα, Δάκοι τρουτράστρα.

____________________

Identifications proposées :

  • Citrullus colocynthis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

La "citrouille sauvage", appelée aussi "courge amère" et coloquinte : elle produit de petits sarments et des feuilles étalées sur le sol, semblables à celles du concombre cultivé, un peu découpées, un fruit globuleux, semblable à une balle moyenne, extrêmement amer, qu'il faut récolter quand il commence à jaunir. (trad. Suzanne Amigues)

= Citrullus colocynthis Schrad. (note Suzanne Amigues)

epithumon

4.177.1 <ἐπίθυμον>· ἄνθος ἐστὶ θύμου τοῦ σκληροτέρου καὶ θύμβρᾳ ἐοικότος· ἔστι δὲ κεφάλια λεπτά, κοῦφα, οὐραχοὺς ἔχοντα ὡς τρίχας. καθαίρει δὲ πινόμενον κάτω φλέγμα καὶ χολὴν μέλαιναν, ἰδίως ἁρμόζον ἐπὶ μελαγχολικῶν καὶ ἐμπνευματουμένων ὀξυβά- φου πλῆθος πρὸς ὁλκὴν δραχμῶν τεσσάρων σὺν μέλιτι καὶ ἁλσὶ καὶ ὀλίγῳ ὄξει. γεννᾶται δὲ πλεῖστον ἐν Παμφυλίᾳ καὶ Καπ- παδοκίᾳ.

____________________

RV: ἐπίθυμον· οἱ δὲ κέδρωστις, Ῥωμαῖοι ἰνουολού- κρουμ.

____________________

Identifications proposées :

  • Cuscuta epithymum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


alupon

4.178.1.1 <ἄλυπον>· φρυγανώδης ἐστὶ πόα, ὑπέρυθρος, λεπτό- καρφος καὶ λεπτόφυλλος, ἄνθος μαλακόν, κοῦφον· ῥίζα ὡς τεύτλου, μεστὴ ὀποῦ δριμέος, σπέρμα ὡς ἐπιθύμου. γεννᾶται δὲ ἐν τόποις παραθαλασσίοις, μάλιστα τοῖς τῆς Λιβύης τόποις καὶ ἐν ἄλλοις δὲ χωρίοις πλεῖστον. καθαίρει δὲ τὸ σπέρμα μέλαιναν χολὴν κάτω λαμβανόμενον τὸ ἴσον πλῆθος τῷ ἐπιθύμῳ μεθ' ἁλῶν καὶ ὄξους· τὰ δὲ ἔν- τερα ἐλαφρῶς ἑλκοῖ.

____________________

Identifications proposées :

  • Globularia alypum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

La globulaire alype est une plante suffrutescente, rougeâtre, à fines brindilles et feuilles fines, et à fleur souple, légère ; elle a une racine comme celle de la bette, pleine d'un suc âcre, une graine conme celle de la cuscute. Elle croît dans les régions littorales, surtout dans les parages de la Libye, et elle est également très commune en d'autres endroits. La graine évacue par le bas la bile noire, prise en quantité égale à celle de la cuscute, avec du sel et du vinaigre elle ulcère légèrement les intestins. (trad. Suzanne Amigues)

= Globularia alypum L. (note Suzanne Amigues)

empetron

4.179.1 <ἔμπετρον>· οἱ δὲ φακοειδές. ἐν ὀρεινοῖς καὶ παρ- αλίοις πέτραις φύεται, ἁλυκὸν <ὂν> ἐν τῇ γεύσει, τὸ δὲ προσγειό- τερον πικρότερον. διδόμενον δὲ ἐν ζωμῷ ἢ ὑδρομέλιτι καθαίρει φλέγμα καὶ χολὴν καὶ ὑδατώδη.

____________________

Identifications proposées :

  • Frankenia hirsuta et Frankenia pulverulenta (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


klêmatis

4.180.1 <κληματίς>· κλῆμα ἀνίησιν ὑπέρυθρον, λυγῶδες, φύλ- λον δριμὺ λίαν γευομένῳ καὶ ἑλκωτικόν. περιελίττεται δὲ τοῖς δένδρεσιν ὡς μῖλαξ. ταύτης ὁ καρπὸς λεῖος μεθ' ὕδατος ἢ ὑδρομέλιτος ποθεὶς ἄγει κάτω φλέγμα καὶ χολήν. τὰ δὲ φύλλα καταπλασθέντα λέπρας ἀφίστησι· καὶ ταριχεύεται δὲ μετὰ λεπιδίου εἰς βρῶσιν.

____________________

RV: κληματῖτις· οἱ δὲ ἡπατῖτις, Αἰγύπτιοι φιλάκουον, Ῥωμαῖοι ἀμβούξου<μ>, οἱ δὲ <οὐ>ολούκρουμ λακτούκις.

____________________

Identifications proposées :

  • Clematis vitalba, Clematis cirrosa, Clematis flammula (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

____________________

La clématite forme un sarment (klêma) rougeâtre, qui rappelle les rameaux du gattilier, une feuille extrêmement âcre au goût et susceptible de causer des ulcérations. Elle s'enroule autour des arbres comme la salsepareille.

Son fruit broyé pris en boisson avec de l'eau ou de l'hydromel évacue par le bas le phlegme et la bile. Ses feuilles en compresses font disparaître les affections squameuses ; on les met même en conserve avec de la passerage pour les manger. (in extenso.- trad. Suzanne Amigues)

Clematis vitalba L. (note Suzanne Amigues)

RV: klêmatitis : ou hêpatitis, pour les Egyptiens philakouon, pour les Romains ambuxum ou volucrum lactucis.

ampelos agria

4.181.1 <ἄμπελος ἀγρία>· κλήματα ἀνίησι μακρὰ ὡς ἀμπέλου οἰνοφόρου, ξυλώδη, τραχέα, φλοιορραγοῦντα, φύλλα δὲ ὅμοια στρύχνῳ κηπαίῳ, πλατύτερα δὲ καὶ μικρότερα, ἄνθος ὡς τρίχας, βρυῶδες, καρπὸν δὲ βοτρυδίοις μικροῖς ὅμοιον, πεπαινόμενον ἐρυθρόν· περιφερὲς δέ ἐστι τὸ σχῆμα τῶν κόκκων. ταύτης ἡ ῥίζα ἀποζεσθεῖσα ἐν ὕδατι καὶ μετ' οἴνου πι- νομένη τεθαλασσωμένου κυάθων δύο ὑδατῶδες καθαίρει· δί- δοται δὲ ὑδρωπικοῖς. οἱ δὲ βότρυες ἐφήλεις ἀποκαθαίρουσι καὶ πάντα σπίλον· ταριχεύονται δὲ καὶ ταύτης οἱ ἀκρεμόνες ἀρ- τιφυεῖς εἰς βρῶσιν.

____________________

RV: ἄμπελος ἀγρία.

____________________

Identifications proposées :

  • Vitis silvestris (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


ampelos leukê

4.182.1 <ἄμπελος λευκή>· οἱ δὲ βρυωνίαν, οἱ δὲ ὀφιοστάφυ- λον, οἱ δὲ χελιδόνιον, οἱ δὲ <μάδον ἢ> μήλωθρονψίλωθρονἀρχέζωστινἄγρωστινκέδρωστιν καλοῦσι. ταύτης τὰ κλή- ματα καὶ τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοια τῇ ἡμέρῳ ἀμπέλῳ, δασύτερα δὲ πάντα· καὶ ἐμπλέκεται τοῖς παρακειμένοις θάμνοις ἐλλαμβανομένη ταῖς ἕλιξι· καρπὸν δὲ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦται τὰ δέρματα. ταύτης οἱ ἀσπάραγοι κατὰ τὴν πρώτην ἐκβλάστησιν ἑφθοὶ ἐσθίονται, οὔρησιν καὶ κοιλίαν κινοῦντες.

4.182.2 δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καρπὸς <καὶ ὁ καυλὸς> καὶ ἡ ῥίζα δριμεῖαν, ὅθεν ἐπὶ τῶν Χειρωνείων καὶ γαγγραινικῶν καὶ φαγεδαινικῶν καὶ σαπροκνήμων ἑλκῶν μεθ' ἁλὸς καταπλας- σόμενα ποιεῖ. ἡ δὲ ῥίζα ῥύπτει χρῶτα καὶ τετανοῖ καὶ ἔφηλιν ἀποκαθαίρει, ἰόνθους, φακούς, οὐλὰς μελαίνας σὺν ὀρόβῳ καὶ τήλει· καθεψηθεῖσα δὲ μετ' ἐλαίου, μέχρι τακερωθῇ, πρὸς τὰ αὐτὰ ἁρμόζει. αἴρει δὲ καὶ ὑπώπια καὶ πτερύγια τὰ ἐν δα- κτύλοις στέλλει σὺν οἴνῳ καταπλασσομένη, διαφορεῖ καὶ φλεγ- μονὰς καὶ ῥήττει ἀποστήματα, ἀνάγει καὶ ὀστᾶ λεία κατα-

4.182.3 πλασσομένη σηπταῖς τε μείγνυται ἐπιτηδείως. πίνεται δὲ καὶ πρὸς ἐπιλημψίας ὁλκὴ μία καθ' ἡμέραν πρὸς ἐνιαυτόν, ὠφελεῖ καὶ ἀποπλήκτους καὶ σκοτωματικοὺς ὁμοίως λαμβανομένη. δυεῖν δὲ δραχμῶν ὁλκὴ ποθεῖσα ἐχιοδήκτοις βοηθεῖ καὶ ἔμβρυα φθείρει· ὑποταράττει δὲ ἐνίοτε τὴν διάνοιαν· καὶ προστεθεῖσα δὲ ὑστέρᾳ ἔμβρυα καὶ δεύτερα ἐπισπᾶται. κινεῖ καὶ οὖρα πι- νομένη, καὶ ἔκλειγμα δὲ δι' αὐτῆς μετὰ μέλιτος τοῖς πνιγο- μένοις καὶ δυσπνοοῦσι καὶ βήσσουσι πλευράν τε ἀλγοῦσι καὶ ῥήγμασι, σπάσμασι δίδοται, καὶ σπλῆνας τήκει τριωβόλου

4.182.4 ὁλκὴ ποθεῖσα σὺν ὄξει ἐπὶ ἡμέρας τριάκοντα· καὶ καταπλάς- σεται δὲ μετὰ σύκου πρὸς τὰ αὐτὰ χρησίμως. ἀφέψεται δὲ καὶ εἰς ἐγκάθισμα, καθαρτικὸν ὑστέρας ὂν καὶ ἐκβόλιον. χυλί- ζεται δὲ ἡ ῥίζα αὐτῆς ἔαρος· πίνεται δὲ ὁ χυλὸς σὺν μελικράτῳ πρὸς τὰ αὐτά, ἄγων φλέγμα. ὁ δὲ καρπὸς ποιεῖ πρὸς ψώρας καὶ λέπρας συγχριόμενος καὶ καταπλασσόμενος· κατασπᾷ δὲ καὶ γάλα ὁ καρπὸς αὐτῆς χυλισθεὶς καὶ μετὰ πυρῶν ἡψημένων ῥοφηθείς.

____________________

RV: βρυωνία λευκή· οἱ δὲ μάδον, οἱ δὲ ἄμπελος λευκή, οἱ δὲ ψίλωθρον, οἱ δὲ μήλωθρον, οἱ δὲ ὄφιος σταφυλή, οἱ δὲ ἀρχέζωστιν, οἱ δὲ κέδρωστιν, Αἰγύπτιοι χαλαλαμόν, Ῥωμαῖοι νότιαμ, οἱ δὲ ἕρβα κοριάρια, οἱ δὲ κουκούρβιτα ἠρράτικα, Δάκοι κινούβοιλα, Σύροι λαλλαβιάρια.

____________________

Identifications proposées :

  • Bryonia dioica (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

ampelos melaina

4.183.1 <ἄμπελος μέλαινα>, ἣν ἰδίως βρυωνίαν ὀνομάζουσί τινες, οἱ δὲ Χειρώνιον ἄμπελον· φύλλα ἐστὶ κισσῷ ὅμοια, μᾶλ- λον δὲ πρὸς τὰ τῆς μίλακος, καὶ οἱ καυλοὶ <δέ>· μείζονα δὲ ταῦτα. ἐλλαμβάνεται δὲ καὶ αὕτη τῶν δένδρων ταῖς ἕλιξι· καρπὸς δὲ βοτρυώδης, χλωρὸς κατ' ἀρχήν, πεπανθεὶς δὲ μέλας γίνεται· ῥίζα μέλαινα ἔξωθεν, ἔνδοδεν δὲ πυξοειδής.

4.183.2 καὶ ταύτης οἱ καυλοὶ κατὰ τὴν πρώτην ἐκβλάστησιν λαχα- νεύονται· εἰσὶ δὲ διουρητικοί, καταμηνίων κινητικοί, τηκτικοὶ σπλημνός, ἐπιλημπτικοῖς τε καὶ παραλυτικοῖς καὶ σκοτωματικοῖς ἁρμόζουσιν. ἡ δὲ ῥίζα δύναμιν ὁμοίαν τῇ λευκῇ κέκτηται, πρὸς τὰ αὐτὰ ἁρμόζουσαν, ἧττον μέντοι ἐνεργεῖ. ποιεῖ δὲ καὶ πρὸς τοὺς τῶν ὑποζυγίων λόφους, ἐπειδὰν ἑλκωθῶσι, τὰ φύλλα σὺν οἴνῳ καταπλασσόμενα καὶ πρὸς στρέμματα ὁμοίως ἐπιτίθεται.

____________________

RV: βρυωνία μέλαινα· οἱ δὲ ἄμπελος μέλαινα, οἱ δὲ Χειρωνία, οἱ δὲ βουκράνιον, Ῥωμαῖοι ὄβα ταμίνια, οἱ δὲ ὄβα ταμνούτα, οἱ δὲ βίτις ἄλβα, Δάκοι πριάδιλα, οἱ δὲ πατρίνα, Ἄφροι λαουωθέν.

____________________

Identifications proposées :

  • Tamus communis (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • Bryonia alba. Renner S.S., Scarborough J., Schaefer H., Paris H.S., Janick J., 2008. Dioscorides's bruonia melaina is Bryonia alba, not Tamus communis, and an illustration labeled brunonia melaina in the Codex Vindobonensis is Humulus lupulus not Bryonia dioica. in Cucurbitaceae 2008. Proceedings of the IXth EUCARPIA meeting on genetics and breeding of Cucurbitaceae, Pitrat M. ed.. Avignon, INRA.

pteris

4.184.1 <πτέρις>, ἣν ἔνιοι βλῆχρον, οἱ δὲ πολύρριζον καλοῦσι φύλλα ἐστὶν ἄκαυλα καὶ ἀνανθῆ καὶ ἄκαρπα ἐξ ἑνὸς μόσχου, περὶ πῆχυν τὸ μέγεθος, ἐντετμημένα καὶ ἀνηπλωμένα ὡς πτέ- ρυξ, ὑποδυσώδη· ῥίζαν δὲ ἔχει ἐπιπόλαιον, μέλαιναν, ὑπομήκη, ἐκφύσεις ἔχουσαν πολλάς, ὑποστύφουσαν ἐν τῇ γεύσει. φύεται δὲ ἐν ὀρεινοῖς καὶ ἐν πετρώδεσι τόποις. ταύτης ἡ ῥίζα ἕλμιν πλατεῖαν ἐκτινάσσει δραχμῶν τεσσά- ρων ὁλκὴ μετὰ μελικράτου λαμβανομένη· βέλτιον δέ, εἰ μετὰ σκαμμωνίας ἢ ἐλλεβόρου μέλανος ὀβολῶν δυεῖν δοίη τις· δεῖ δὲ προσκορδοφαγεῖν τοὺς λαμβάνοντας.

____________________

RV: πτέρις· οἱ δὲ πτέριον, οἱ δὲ πτέρινον, οἱ δὲ δα- σύκλωνον, οἱ δὲ ἀνάσφορον, οἱ δὲ βλῆχρον, οἱ δὲ πολύρριζον, προφῆται Ἑρμοῦ βάσιν, Ῥωμαῖοι φίλις ῥανάρια, οἱ δὲ λακου- λάτα, οἱ δὲ φίλικεμ, Αἰγύπτιοι αἷμα ὄνου.

____________________

Identifications proposées :

  • Polystichum filix-mas (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


thêlupteris

4.185.1 <θηλυπτερίς>· οἱ δὲ νυμφαίαν πτέριν ὀνομάζουσι. τὰ μὲν φύλλα πτέριδι ὅμοια, οὐ μονόμοσχα δὲ ὡς τὰ ἐκείνης, ἀλλὰ πολλὰς ἔχοντα ἀποφύσεις καὶ ὑψηλοτέρας· ῥίζαι δ' ὕπεισι πλάγιαι, μακραί, πλείους ὑπόξανθοι ἐν τῷ μέλανι, τινὲς δ' ἐρυθραί. καὶ αὗται δὲ σὺν μέλιτι ἐν ἐκλεικτῷ πλατεῖαν ἕλμιν ἐξ- άγουσι, σὺν οἴνῳ δὲ πινόμεναι δραχμῶν τριῶν πλῆθος στρογ- γύλην ἐκτινάσσουσιν ἕλμιν· γυναιξὶ δὲ δοθεῖσαι ἀσυλλημψίαν ποιοῦσι, κἂν ἔγκυος δὲ λάβῃ, ἐκτιτρώσκει. ξηραὶ δὲ καὶ ἐπὶ τῶν δυσαλθῶν καὶ καθύγρων ἑλκῶν ἐπιπάσσονται, λόφους τε ὑποζυγίων ἰῶνται. τὰ δὲ φύλλα αὐτῆς ἀρτίβλαστα λαχανευ- θέντα ἑφθὰ καὶ βρωθέντα κοιλίαν μαλάσσει.

____________________

RV: θηλυπτερίς· οἱ δὲ νυμφαίαν πτέριν ὀνομάζουσιν, Ῥωμαῖοι λίγγουα κερβίνα.

πτέρις ἑτέρα· οἱ δὲ νυμφαίαν πτέριν, οἱ δὲ καὶ ταύτην θηλυπτερίδα ὀνομάζουσιν.

____________________

Identifications proposées :

  • Pteris aquilina (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


polupodion

4.186.1 <πολυπόδιον>· φύεται ἐν πέτραις βρύα ἐχούσαις καὶ ἐν τοῖς γερανδρύοις πρέμνοις ἐπὶ τῶν βρύων, σπιθαμῆς ἔχον ὕψος, ὅμοιον πτέριδι, ὑπόδασυ, ἐντετμημένον, οὐ μὴν οὕτως γε λεπτοσχιδῶς. ῥίζα δ' ὕπεστι δασεῖα, πλεκτάνας ὥσπερ πολύπους ἔχουσα, πάχος μικροῦ δακτύλου, ξυσθεῖσα δὲ ἔνδοθεν χλωρά, στρυφνὴ κατὰ τὴν γεῦσιν καὶ ὑπόγλυκυς, δύναμιν ἔχουσα καθαρτικήν. δίδοται δὲ συγκαθεψομένη ὄρνιθι ἢ ἰχθύ- σιν ἢ τεύτλῳ ἢ μολόχῃ. ξηρὰ δὲ ἐπιπασσομένη μελικράτῳ ἄγει φλέγμα καὶ χολήν. ποιεῖ καὶ πρὸς στρέμματα ἡ ῥίζα λεία καταπλασθεῖσα καὶ πρὸς ῥαγάδας τὰς ἐν μεσοδακτύλοις.

____________________

RV: πολυπόδιον· οἱ δὲ σκολοπένδριον, οἱ δὲ πτέρις, οἱ δὲ πολύρριζον, Ῥωμαῖοι φιλίκουλα λουκιτάλις.

____________________

Identifications proposées :

  • Polypodium vulgare (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


druopteris

4.187.1 <δρυοπτερίς>· φύεται κατὰ τὰ βρυώδη μέρη τῶν πα- λαιῶν δρυῶν, ὁμοία πτέριδι, ἐλάττων δὲ πολλῷ καὶ τῇ σχί- σει <λεπτή>· ῥίζας δ' ἔχει κατ' ἐπιπλοκὴν δασείας, στρυφνὰς κατὰ τὴν γεῦσιν ἐν τῷ γλυκεῖ. τοῦτο ἐπιπασθὲν λεῖον σὺν ταῖς ῥίζαις τρίχας ψιλοῖ· δεῖ δὲ ἀποψᾶν τὸ πρῶτον μετὰ τὸ ἰκμάσαι τὸν χρῶτα καὶ νεαρὸν ἐπιπάττειν.

____________________

RV: δρυοπτερίς· οἱ δὲ πτέριον, οἱ δὲ νυμφαία πτέρις, Ῥωμαῖοι φιλίκλαμ.

____________________

Identifications proposées :

  • Asplenium onopteris, Dryopteris sp. ? (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


knêkos

4.188.1 <κνῆκος>· φύλλα ἔχει ἐπιμήκη, ἐντετμημένα, τραχέα, ἀκανθώδη, καυλοὺς διπήχεις, ἐφ' ὧν κεφάλια κατὰ μέγεθος ἐλαίας, ἄνθος κρόκῳ ὅμοιον, σπέρμα λευκὸν καὶ πυρρόν, ἐπίμηκες, γεγωνιωμένον. τούτου τῷ ἄνθει χρῶνται εἰς τὰ προσοψήματα. τὸ δὲ σπέρμα κοπτόμενον καὶ χυλιζόμενον σὺν ὑδρομέλιτι

4.188.2 ἢ ζωμῷ ὄρνιθος κοιλίαν καθαίρει· κακοστόμαχον δέ ἐστι. γί- νεται δὲ καὶ κοπτάρια κοιλίας μαλακτικὰ δι' αὐτοῦ πτισθέντος καὶ μιγέντος ἀμυγδάλοις καὶ νίτρῳ καὶ ἀνήσσῳ καὶ μέλιτι ἑφθῷ· δεῖ δὲ πρὸ δείπνου λαμβάνειν εἰς τέσσαρα διελόντας ὡς βασιλικοῦ καρύου μέγεθος δύο ἢ τρία. σκευάζειν δὲ δεῖ τὸν τρόπον τοῦτον· κνήκου λευκοῦ ξέστην ἕνα, Θασίων πεφωγμένων καὶ λελεπισμένων κυάθους τρεῖς, ἀνήσσου δραχμὴν μίαν, ἀφρο- νίτρου δραχμὴν μίαν, <μέλιτος τὸ ἀρκοῦν,> ἰσχάδων τῆς σαρκὸς ἀριθμῷ τριάκοντα. πήττει δὲ καὶ γάλα ὁ χυλὸς τοῦ σπέρματος καὶ λυτικώτερον ποιεῖ.

____________________

RV: κνῆκος.

____________________

Identifications proposées :

  • Carthamus tinctorius (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)


linozôstis

4.189.1 <λινόζωστις>· οἱ δὲ παρθένιον, οἱ δὲ Ἑρμοῦ βοτάνιον καλοῦσιν. ἔχει τὸ φύλλον ὅμοιον ὠκίμῳ πρὸς τὸ τῆς ἑλξίνης, ἔλαττον δέ, κλωνία διγόνατα, μασχάλας πολλάς, πυκνὰς ἔχοντα· τὸν δὲ καρπὸν ἡ μὲν θήλεια βοτρυοειδῆ καὶ πολὺν ἡ δὲ ἄρρην πρὸς τοῖς πετάλοις μικρόν, στρογγύλον, ὥσπερ ὀρχίδια κατὰ δύο προσκείμενα· ὅλος δὲ ὁ θαμνίσκος σπιθαμιαῖος ἢ καὶ μείζων.

4.189.2 κινοῦσι δ' ἀμφότεραι κοιλίαν λαχανευόμεναι καὶ ἐσθιό- μεναι· καθεψόμεναι δὲ ἐν ὕδατι πινομένου τοῦ ὕδατος ἄγουσι χολὴν καὶ ὑδατῶδες. δοκεῖ δὲ τὰ μὲν τῆς θηλείας φύλλα λεῖα πινόμενα καὶ προστιθέμενα μετὰ τὴν κάθαρσιν τοῖς αἰδοίοις σύλλημψιν θήλεως ποιεῖσθαι, τὰ δὲ τῆς ἄρρενος ὁμοίως ἐπι- τηδευθέντα ἀρρενογόνα γίνεσθαι.

____________________

RV: λινόζωστις ἄρρην· οἱ δὲ ἄργυρος, οἱ δὲ ἀργυρῖτις, οἱ δὲ παρθένιον, οἱ δὲ χρυσῖτις, Αἰγύπτιοι ἀφλοφώ, οἱ δὲ Ἑρμοῦ βασίλειον, Ῥωμαῖοι ἕρβα μερκουριάλις μάσκλα, οἱ δὲ τεστικουλάτα, Ἄφροι ἀσουμές.

λινόζωστις θήλεια· οἱ δὲ θηλύγονον, οἱ δὲ παρθένιον, οἱ δὲ Ἑρμοῦ βοτάνιον, οἱ δὲ ἄργυρον, οἱ δὲ χρυσῖτις, Αἰγύπτιοι ἀφλοφώ, Ῥωμαῖοι ἕρβα μερκουριάλις, οἱ δὲ μερκουριάλις φή- μινα, Ἄφροι ἀσουμές.

____________________

Identifications proposées :

  • Mercurialis annua (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

hêliotropion mega

4.190.1 <ἡλιοτρόπιον τὸ μέγα>, ὃ ἔνιοι σκορπίουρον ἀπὸ τοῦ περὶ τὸ ἄνθος σχήματος ἐκάλεσαν, ἡλιοτρόπιον δὲ ἐκ τοῦ συμπεριτρέπεσθαι τὰ φύλλα τῇ τοῦ ἡλίου κλίσει· ἔχει τὰ φύλλα ὠκίμῳ παραπλήσια, δασύτερα δὲ καὶ μελάντερα, κλωνία ἀπὸ τῆς ῥίζης τρία ἢ τέσσαρα καὶ ἐκ τούτων μασχάλας πλείους· ἐπ' ἄκρων δὲ ἄνθος λευκόν, ὑποπόρφυρον, ἐπικαμπὲς καθάπερ σκορπίου οὐρά· ῥίζα δὲ λεπτή, ἄχρηστος. φύεται δὲ ἐν τρα- χέσι τόποις.

4.190.2 τούτου ὅσον δέσμη ἀφεψηθεῖσα μεθ' ὕδατος καὶ ποθεῖσα ἄγει φλέγμα καὶ χολὴν κατὰ κοιλίαν. ἁρμόζει δὲ καὶ σκορπιο- πλήκτοις μετ' οἴνου πινομένη καὶ καταπλασσομένη· ἔνιοι δὲ τὴν ῥίζαν τοῖς σκορπιοπλήκτοις περιάπτουσι πρὸς ἀπονίαν. φασὶ δὲ πρὸ μιᾶς ὥρας τῆς λήμψεως τοῦ καρποῦ τέσσαρας κόκ- κους μετ' οἴνου ποθέντας τεταρταίους ἀπαλλάσσειν, τριταίους δὲ τρεῖς. καταπλασσόμενος δὲ ὁ καρπὸς μυρμηκίας καὶ ἀκρο- χορδόνας καὶ θύμια καὶ ἐπινυκτίδας ξηραίνει, τὰ δὲ φύλλα πο- δάγραις καὶ στρέμμασι καὶ σειριῶσι παιδίοις ἐπιπλάττεται ὠφε- λίμως· κινεῖ δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα λεῖα προστεθέντα.

____________________

RV: σκορπίουρον· οἱ δὲ ἡλιοτρόπιον, οἱ δὲ ἡλιότροπος, οἱ δὲ ἀδιάλυτον, οἱ δὲ ἡλιόπουν, οἱ δὲ σκορπιοκτόνον, οἱ δὲ σή- σαμον ἄγριον, οἱ δὲ σκορπίου οὐρὰν καλοῦσιν.

4.190RV.1 [<κυνέακυνοκράμβη>· οἱ δὲ λινόζωστις ἀγρία ἄρρην Ἄφροι ἁρμάς, οἱ δὲ ἀσουμέσλαβον. καυλὸν ἀνίησι δισπιθα- μιαῖον, τρυφερόν, ὑπόλευκον, φύλλα ἐμφερῆ λινοζώστει ἢ κισσῷ, ὑπόλευκα ἐκ διαστημάτων, τὸν δὲ καρπὸν πρὸς τοῖς πετάλοις μικρόν, στρογγύλον προσκείμενον. δύναμιν δὲ ἔχει ὅ τε καυλὸς καὶ τὰ φύλλα πινόμενα κοιλίας κινητικὴν λαχανευόμενα, καθεψο- μένων τε τὸ ὕδωρ ἄγει χολὴν καὶ ὑδατώδη.]

____________________

Identifications proposées :

  • Heliotropium europaeum, Heliotropium villosum, Heliotropium supinum (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)
  • plutôt Heliotropium europaeum du fait des fleurs violacées (Amigues)

____________________

Le grand héliotrope, que certains appellent queue de scorpion d'après la forme de l'inflorescence, et d'autre part héliotrope du fait que ses feuilles se retournent en même temps que le soleil décline, a des feuilles assez voisines de celles du basilic, mais plus poilues et plus foncées, trois ou quatre petits rameaux partant de la racine qui donnent naissance à un plus grand nombre de pousses axillaires ; à leur extrémité, une inflorescence blanche, tirant sur le violacé, recourbée comme une queue de scorpion ; la racine est fine et sans usage. La plante pousse dans les lieux rocailleux... Prise avec du vin et en topique, elle est indiquée pour les piqûres de scorpion ; certains en attachent la racine aux gens piqués par un scorpion pour éviter qu'ils ne souffrent... Le fruit en topique dessèche les verrues pédiculées. (trad. Suzanne Amigues).

  • Amigues, Suzanne, 1996. Les "fiancées du soleil". in B. Bakhouche et al., Actes du colloque international de Montpellier, 23-25 mars 1995. Repris dans Etudes de botanique antique. Paris, De Boccard, 2002. pp. 379-393.
  • Voir le Traité des simples d'Ibn al-Bayṭār

hêliotropion mikron

4.191.1.1 <ἡλιοτρόπιον τὸ μικρόν>· φύεται ἐν <τόποις> τελ- ματώδεσι καὶ παρὰ λίμναις, ἔχον φύλλα παραπλήσια τῷ προ- ειρημένῳ, στρογγυλώτερα δέ, καρπὸν στρογγύλον, ἀποκρεμά- μενον ὡς ἀκροχορδόνας. δύναται δὲ ἡ πόα μετὰ τοῦ καρποῦ πινομένη σὺν νίτρῳ καὶ ὑσσώπῳ καὶ καρδάμῳ καὶ ὕδατι ἕλμινθα πλατεῖαν καὶ στρογ- γύλην ἐκτινάσσειν· αἴρει δὲ καὶ ἀκροχορδόνας σὺν ἁλσὶ κατα- πλασσομένη.

____________________

RV: ἡλιοτρόπιον τὸ μικρόν· οἱ δὲ καὶ τοῦτο σκορπί- ουρον ἐκάλεσαν· ἑτέρα δὲ σκορπίουρος.

____________________

Identifications proposées :

____________________

Le petit héliotrope pousse sur les sols détrempés et au bord des nappes d'eau ; il a des feuilles assez voisines de celles de l'espèce précédente, en plus arrondies, un fruit rond comme les verrues pédiculées. L'herbe a le pouvoir d'expulser le ténia et les oxyures, prise en boisson avec du nitre, de l'hysope, du cresson et de l'eau ; elle fait diparaître également les verrues pédiculées, en topique avec du sel. (trad. Suzanne Amigues).

skorpioeides

4.192.1 <σκορπιοειδές>· βοτάνιον φύλλα ἔχον ὀλίγα καὶ σπέρ- ματα οὐραῖς σκορπίου ἐμφερῆ. βοηθεῖ δὲ καταπλασσόμενα σκορ- πιοπλήκτοις.

____________________

RV: σκορπιοειδές.

____________________

Identifications proposées :

  • Coronilla scorpioides (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)



_____________________________


Fin du livre 4