Alsinê (Dioscoride)
De PlantUse Français
|
Sommaire
Texte grec de Wellmann
4.86.1 <ἀλσίνη>· οἱ δὲ μυὸς ὦτα ἀπὸ τοῦ ὅμοια ἔχειν φύλλα μυὸς ὠτίοις, ἀλσίνη δὲ διὰ τὸ σκιεροὺς καὶ ἀλσώδεις φιλεῖν τόπους. πόα ὁμοία ἑλξίνῃ, ταπεινοτέρα δὲ καὶ μικροφυλλοτέρα καὶ οὐ δασεῖα, διατριφθεῖσά τε σικύων ὄζει. δύναμιν δὲ ἔχει ψυκτικήν, στυπτικήν, ἁρμόζουσαν πρὸς φλεγμονὰς ὀφθαλμῶν μετ' ἀλφίτου καταπλασσομένη, καὶ πρὸς ὤτων πόνον ὁ χυλὸς αὐτῆς ἐνσταζόμενος· καὶ καθόλου δύναται τὰ αὐτὰ τῇ ἑλξίνῃ.
____________________
RV: μυοσωτίς· οἱ δὲ μυ<ός>ωτον, οἱ δὲ ἀνθύλλιον, οἱ δὲ ἀλσίνη, οἱ δὲ μυότροχον, οἱ δὲ μυρτόσπληνον, Ῥωμαῖοι μοῦ- ρις αὐρίκουλα, Ἄφροι λαυαθθαλβάθ.
Identifications proposées
- Thelygonum cynocrambe (Beck)
- (Aufmesser)
- (Berendes)
- (García Valdés)
Traduction française
Traduction allemande de Berendes
absent de Wellmann