Les témoins (cookies) nous aident à fournir nos services. En utilisant nos services, vous acceptez notre utilisation des témoins.

Modifications

Aller à : navigation, rechercher

Lexique (Hésychios, VIe siècle)

3 323 octets ajoutés, 24 septembre 2013 à 12:28
aucun résumé de modification
== Χ ==
 
*<χάρακες>· τάφροι. καὶ ἀκανθώδη φυτά. καὶ οἱ κάλαμοι
*<χαρακίας>· τιθύμαλλος
*<χάραξ>· φραγμός, ὀξέσι ξύλοις, οἱ δὲ καλάμοις, οἱ δὲ σταυροῖς (ἐχόμενος)
*<χεδροπά>· ὄσπριον τι. οἱ δὲ πανσπερμίαν
*<χέδροψ>· πᾶν ὄσπριον. σπέρμα
*<χειδροπῶν>· ὀσπρίων
*<χελιδόνεως>· εἶδος ἰσχάδων
*<χέλυσμα>· τὸ προσηλούμενον τῇ τρόπει ξύλον, ἕνεκα τοῦ μὴ πονεῖν τὰ ξύλα ἐν τῷ καθέλκεσθαι τὰ πλοῖα
*<χερωίς>· εἶδος δρυός
*<χλαμυρίς>· πόα, ὁ κυρίως βρόμος
*<χλόα>· βοτάνη
*<χλοερόν>· χλωρόν. χεαρόν. ὠχρόν. νέον. ἁπαλόν
*<χλόη>· βοτάνη. φύλλα
*<χλωρός>· ὠχρός
*<χνοῦς>· τὰ λεπτὰ τῶν ἀχύρων
*<χοῖνιξ>· ... καὶ νάρθηξ
*<χονδρίλη>· ἄγριόν τι λάχανον
*<χρυσαλλίς>· ζῶόν τι. οἱ δὲ τὴν ἀπὸ τῆς κάμπης γινομένην χρυσαλλίδα λέγουσιν [(Ne vient pas d'Aristote, H.A. 557 b 23 ; 551 a 19-25 ; G.A. 733 b 14 ; 758 b 31.) pas dans Wikisource]
*<χρυσάνθεμον>· πόα. ἢ καὶ <χρυσάνθιμον>
== Ψ ==
 
*<ψευδ(αμ)άμαξυς>· εἶδος ἀμπέλου. ἤγουν εἰς ἀναδενδράδα εὔθετος ἄμπελος. …
*<ψήν>· εἶδος ζώου μικροῦ συκοφάγου
*<ψῆνες>· κωνώπια τὰ ἐν τοῖς ὀλύνθοις γινόμενα
*<ψῆνας>· τὰ σπέρματα τῶν ἀῤῥένων φοινίκων
*<ψηνίζων>· … ἔστι δὲ ὁ ψὴν εἶδος ζώου ὅμοιον κώνωπι, ὃ εἰσδύεται εἰς τοὺς ὀλύνθους τῶν σύκων καὶ πεπαίνει αὐτούς
*<ψίαθος>· ἡ χαμεύνη. καὶ τὸ φυτόν, ἐξ οὗ πλέκεται ψίαθος
*<ψιθία>· εἶδος ἀμπέλου, καὶ μήλων τινῶν
*<ψιλίον>· ... ἢ εἶδος ἄνθους
*<ψίλωθρον>· σποδή. ἔνιοι μάδον
*<ψινάδες>· αἱ ῥυάδες ἄμπελοι
*<ψινάζει>· ἀποῤῥεῖ τὰ ἀσθενῆ τοῦ καρποῦ, φυλλορ(ρ)οεῖ
*<ψύλλιον>· πόα, ἧς καὶ σπέρμα ὁμώνυμον
*<ψυχουλκός>· πόα τις
== Ω ==
 
*<ὤκιμον>· βοτάνη εὐώδης, τὸ λεγόμενον <βασιλικόν
*<ὠκύθοον>· πόα τις ἡ <τρίφυλλος> καλουμένη
*<ὠλεσίκαρποι>· αἱ ἰτέαι, διὰ τὸ ταχέως ἀποβάλλειν τὸν καρπόν. ἢ ὅτι πινόμενος ὁ καρπὸς ἀγόνους ποιεῖ
*<ὤσχη[ς]>· ὁ μετὰ κλήματος ἀμπέλου
*<ὦσχοι>· τὰ νέα κλήματα σὺν αὐτοῖς τοῖς βότρυσιν
*<ὠφύϊα>· ἡ δορά. καὶ βοτάνη τις [(Adn. Schmidt : Non liquet ; sed rectus accentus est ὤφυια. cf. ἴφυον) pas dans Wikisource]
[[Catégorie:Hésychios d'Alexandrie]]
146 870
modifications

Menu de navigation