== Φ ==
*<φαίκανον>· πήγανον
*<φακός>· βρύον τὸ ἐν τῇ λίμνῃ. …
*<Φαλάκραι>· τόπος τῆς Ἴδης, …
*<Φαληρικαί>· αἱ ῥάφανοι ἀπὸ τῆς Ἀττικῆς
* *<φαλίς>· κάνναβις
*<φαραιδάκη>· μυρίκη
*<φαρκίς>· ... ἢ ῥίζα, πρὸς ῥυτίδας ποιοῦσα.
*<φάρμακα>· βοτάναι. χρώματα. καὶ πᾶσα πόα
*<φάσκος>· τὸ ἐπὶ τῶν δρυῶν γενόμενον
*<φατός>· στοίβη. …
*<φαυλία>· εἶδος ἐλαίας. οἱ δὲ τὰς λεύκας [(p. ê. dans C. pl.) pas dans Wikisource]
*<φαύλια>· μῆλα τὰ μεγάλα
*<φαυόν>· ἀκανθῶδες φυτόν
*<φελλός>· … φλοιὸς δένδρου, καὶ ξύλον ἐλαφρόν.
*<φήγινος>· δρύϊνος
*<φηγός>· ἡ δρῦς
*<φηληκόθρεπτον>· ὑπὸ ὄλυνθον τῆς συκῆς τεθραμμένον
*<φήληξ>· ὄλυνθος, τὸ μὴ πεπεμμένον σῦκον
*<φθείρ>· ὁ τῆς πίτυος καρπός. …
*<φθειρῶν ὄρος>· πιτυῶδες ὄρος, διὰ τὸ πληθύνειν ἐν αὐτῷ πίτυς[ι]. τῶν γὰρ στροβίλων τὰ ἐντὸς <φθεῖρας> καλεῖσθαι
*<φθίνα>· ἡ ἐρυσίβη. καὶ εἶδος ἐλαίας
*<φθινόπωρον>· ὁ ἀπὸ τῆς πεντεκαιδεκάτης αὐγούστου μηνὸς ἕως τῆς πεντεκαιδεκάτης δεκεμβρίου. οἱ δὲ ἀπὸ τῆς εἰκοστῆς δευτέρας αὐγούστου ἕως πάλιν εἰκοστῆς δευτέρας δεκεμβρίου
*<φθίρ>· ὁ τῆς πίτυος καρπός
*<φιβάλεως>· εἶδος σύκων, καὶ ἡ συκῆ ὁμωνύμως. τινὲς δὲ ἰσχάδας
*<φίδνα>· ῥίζα ἡ Ἀχίλλειος καλουμένη
*<φίλαξ>· δρῦς, νέος. Ἠλεῖοι
*<φίλυδρα>· (ἃ) φιλεῖ τὸ ὕδωρ
*<φιλωτερίς>· κασταναία
*<φῖτυ>· φυτόν, φύτευμα
*<φλοινόν>· φλοιόν
*<φλοιόν>· τὸ λέπος τοῦ ξύλου
*<φλόμος>· πόα τις, ᾗ καὶ ἀντὶ ἐλλυχνίου χρῶνται. ἡ αὐτὴ δὲ καὶ <θρυαλλίς>
*<φλονίδες>· λεπίδες
*<φλόξ>· ἡ τοῦ πυρός. καὶ ἄνθος τι
*<φλοῦς>· φλοιός, λεπύχανον, λεπυρόν
*<φλυσός>· στυβή. οἱ δὲ φλοιός
*<φοινιά(ς)>· ἐρυσίβη
*<φοινικάδες>· αἱ ῥάφανοι ὑπὸ Εὐβοέων
*<φοινικ[η]ίδες>· αἱ ἀνεμῶναι, ἢ πόα. οἱ δὲ τὰ φοινικᾶ ἐνδύματα·
*<φοινικοβάλανα>· τὸ τράγημα. [καὶ εἶδος ἀμπέλου
*<φοινικοῦν>· πυῤῥόν, κόκκινον, αἱματῶδες
*<φοῖνιξ>· τὸ δένδρον
*<φοίνισσα>· εἶδος ἀμπέλου
*<φορβή>· βορά, τροφή, βοτάνη, βρῶσις
*<φόριγγες>· τὰ ὕδνα
*<φορμός>· ἀγγεῖόν τι πλεκτὸν ψιάθοις ὡς κόφινος
*<φορύκαια>· δένδρον ποιόν
*<φορυτόν>· ἄχυρα, φρύγανα
*<φορυτός>· φρύγανα, ἄχυρα, καὶ ἀπὸ γῆς αἰρόμενος ὑπὸ ἀνέμου χόρτος, φρυγανῶδες, …
*<φοῦἱξ>· φῦσιγξ
*<φρύγανα>· ὕλη λεπτὴ καὶ ξηρά
*<φυκία>· θαλάττια βρύα
*<φῦκος>· τὸ προσβρασσόμενον ἀπὸ τῆς θαλάσσης τῇ γῇ, ὅπερ ἔνιοι καὶ πράσον καλοῦσι.
* *<φυλίη>· ἀγριελαία
*<φύλλα>· τὰ τῶν δένδρων
*<φυλ[ε]ίης>· Φυλία ἐστὶν εἶδος ἀγριελαίας, ἄλλοι συκῆς, οἱ δὲ εἶδος δένδρου ὅμοιον πρίνῳ
*<φυλλάδες>· οἱ ξηροὶ κλάδοι καὶ φύλλα ἔχοντες
*<φυλλάς>· ξηρὰ δάφνη ἔχουσα φύλλα
*<φυλλεῖα>· τὰ τῶν λαχάνων ἃ προστιθέασι τοῖς ὠνουμένοις ἕωλα καὶ φαῦλα
*<φυλλίδες>· τὰ τῶν ἀνθῶν, ἅ τινα <φύλλα> ἐκάλουν
*<φυξίμηλα>· δένδρα τὰ διὰ ὕψος ἐκπεφευγότα ἐσθίεσθαι ὑπὸ τῶν βοσκημάτων
*<φύσιγγος>· εἶδος σκορόδου. ἄλλοι δὲ σκορόδων κεφαλίδας. [(Theophr. h. pl. VII, 4, 12 ; après Hipp., Ar., etc.) pas dans Wikisource]
*<φυταλιῆς>· κήπου, δενδροφόρου γῆς
== Χ ==