== Μ ==
*<μαγύδαρις>· ὀπὸς σιλφίου. οἱ δὲ ἕτερον τοῦ σιλφίου εἶναι μανότερον
*<μαδόν>· πόα. καὶ λεῖον
*<μάδος>· τὸ ψίλωθρον
*<μακαρίνη>· ἀνδράχνη
* *<μαλάχη>· μολόχη Agnp
*<Μανδραγόρας>· ὁ Ζεύς. *καὶ εἶδος βοτάνης ASvgn, οἰνικὸν Svgn καὶ ὑπνωτικόν (Gen. 30,14 ..) Sn
*<μάνυζα>· μονοκέφαλον σκόροδον, ὅπερ ἔνιοι <μώλυζαν> (Hippocr. nat. mul. 85 mul. 1,78)
*<Μαρεῶτις>· εἶδος ἀμπέλου
*<μαρμάραι>· αἱ τῷ ἐρυθροδάνῳ βεβαμμέναι
*<μᾶρον>· ὀπός. καὶ πόα
*<μάσπετα>· τοῦ σιλφίου τὰ πρῶτα πέταλα, ἢ τὸ τοῦ καυλοῦ ὀπτόν [(Poll. 6, 67 Diosc. 3, 80, 1.3 Theophr. h. pl. 6, 3, 1) Ne correspond pas à la définition de Théophraste) pas dans Wikisource]
*<μασχάλη>· ... ἢ τοῦ τῆς ἐλαίας φύλλου τὸ μέρος
*<μασχάλιον>· κάνεον φοινίκιον. Μασχάλη γὰρ ἡ τοῦ φοίνικος ῥάβδος.
*<μεγάσυρνος>· εἶδος σταφυλῆς ἐν Κνίδῳ
*<μεθύσιον>· εἶδος ἀμπέλου
*<μελάγκρανις>· ὀξύσχοινος. ἢ τὰ ἄκρα μελανίζουσα
*<μελαναθήρ>· τῶν πυρῶν τις οὕτως καλεῖται
*<μέλαν δρυός>· ἡ ἐν τοῖς δένδροις δασύτης. καὶ ἡ τῶν ξύλων ἐντεριώνη (ξ 12)
*<μελαμψίθιος>· οἶνός τις οὕτω καλεῖται
*<μελία>· δένδρου εἶδος, ἀπὸ Μελίας Ὠκεανοῦ.
*<μελίη>· δόρυ (Τ 390 ..) <ἢ εἶδος δένδρου> S
*<μελικηρίς>· εἶδος ἀμπέλου. καὶ πόα τις.
*<μελίλωτος>· πόα τις. καὶ [λωτοῦ εἶδος r
*<μελίνεως>· εἶδος ἀμπέλου
*<μελίνη>· ὀσπρίου εἶδος q, ὅμοιον κέγχρῳ.
*<μελίτταινα>· πόα τις, ἣν ἔνιοι <μελίκταιναν>, ἄλλοι <μελιςσόφυλλον> [(Diosc. 3, 104 Schol. Nic. Ther. 554) pas dans Wikisource]
*<μελίφυλλον>· βοτάνη τις, ὃ καὶ <μελισσόφυλλον> καὶ <πράσιον> [(Ps. Diosc. 3, 104) pas dans Wikisource]
*<μέσπιλα>· φυτόν τι (r)
*<μετόπωρον>· μετὰ τὴν ὀπώραν r. p, τροπὴ μετὰ θέρος
*<Μηδικὴ πόα>· ἡ τρίφυλλος. οἱ δὲ λωτὸν κτήνεσιν ἁρμόζοντα
*<μήδιος>· μαλακός. καὶ βοτάνης εἶδος. …
*<μήκωνες>· πόα τις λήθην ἐμποιοῦσα ASn. ... καὶ ἡμεροπίτυς
*<μῆλα>· ... καὶ παντὸς δένδρου καρπός, ἐξαιρέτως δὲ τῆς μηλέας. πάντα τὰ δένδρα
*<μῆλον>· πᾶς καρπός
*<μηρός>· τόπος ἀμπέλου, καὶ ξύλον, καὶ τὸ τῆς καλάμης κῶλον. καὶ ὄρος
*<μήτρα>· ... καὶ τῶν ξύλων τὸ ἐντός, ὃ <καρδίαν> τινές, ἢ <ἐντεριώνην> καλοῦσι.
*<μίκαι>· λάχανα ὄμβρια
*†<μίλιον>· δένδρον ὅμοιον ἐλάτῃ, ᾧ τοὺς νέους στεφανοῦσιν ἐν ταῖς πομπαῖς. … [((ϐ)μιλον Poll. 6. 106. theophr. h. pl. 3, 4, 2 5, 7, 6) pas dans Wikisource]
*<μιμαίκυλον>· ὁ καρπὸς τοῦ κομάρου. ἔστι δὲ ὡς μέσπιλον μικρόν, πυῤῥόν
*<μινυανθές>· πόα, ἀσφάλτιον. καὶ τρίφυλλον
*<μινύον>· τὸ βλίτον λάχανον, ἢ κιννάβαρι
*<μινύον>· ἀρωματικόν τι
*<μινῶδες>· εἶδος ἀμπέλου
*<μίρεα>· λάχανα
*<μίσχον>· οὕτω λέγουσιν, ᾧ συνήρτηται πρὸς τὸ φυτὸν καὶ ὁ καρπὸς καὶ τὸ φύλλον [(= Theophr. h. pl. 1, 2, 1) pas dans Wikisource]
*<μίσχος>· ὁ παρὰ τῷ φύλλῳ κόκκος SN [(Poll. 6, 94 (?)) pas dans Wikisource]
*<μνία>· τὰ βρύα rn, καὶ τὸ φῦκος r
*<μολόθουρος>· ἀσφόδελος. ἢ ὄσπριόν τι. καὶ ἡ ὁλόσχοινος (Euphor. fr. 133 Pow.)
*<μολεύειν>· ἐγκόπτειν τὰς παραφυάδας [(μολουειν H.: Poll. Atticum) pas dans Wikisource]
*<μόλσον>· σελίνου καυλός, καὶ ἄνθος. οἱ δὲ τὴν ὑποφυάδα
*<μολτύους>· τὰ κοκκύμηλα
* *<μονόλοπα>· μονόδερμα ASn. μονοχίτωνα n
*<μορίαι>· ἐλαῖαι ἱεραὶ τῆς Ἀθηνᾶς q
* *<μορφή>· ἰδέα, εἶδος r. Ag
*<μορέα>· ἡ συκάμινος
* *<μοσχεύματα>· τὰ νεόφυτα (Sap. 4,3?) (ASn)
*<μόσχια>· *ἁπαλὰ φυτά vgn. ... ἢ κρομμύου τὸ σπέρμα
*<μόσχοι>· οἱ νέοι βλαστοί
*<μόσχος>· νέος λύγος. κλάδος. … Λύγα δέ εἰσι τὰ ἱμαντώδη φυτά
*<μύκηρος>· ἀμυγδαλή. τινὲς δὲ μαλακὰ κάρυα
*<μύκης>· ἀμανίτης r
*<μῦμα>· θριδάκων τρῖμμα, καὶ ὑπόχυμά τι
*<μυόσωτον>· πόα, ἐμφερὴς μυὸς ὠσί
*<μυοφόνον>· πόα, ἣ καὶ ἀκόνιτον [(μυοκτονον Diosc. scd cf. Theophr. h. pl. 6, 1, 4) pas dans Wikisource]
*<μυρίκη>· εἶδος δένδρου, ὀνομασθὲν ἀπὸ τοῦ μύρεσθαι τὴν εἰς αὐτὸ μεταβαλοῦσαν κατὰ τοὺς μύθους, [τὴν] Κινύρου θυγατέρα
* *<μυρικίνῳ>· ἀπὸ μυρίκης. ἀγρίου δένδρου (Ζ 39) Ab
* *<μυρ(ρ)ίνη>· μυρσίνη· ὁ δὲ καρπὸς αὐτῆς <μύρτα> ASvg
*<μυῤῥίνης κλάδος, ἢ δάφνης>· παρὰ πότον μυῤῥίνης <κλάδον> ἦν σύνηθες διδόναι τοῖς κατακειμένοις ἐκ διαδοχῆς ὑπὲρ τοῦ ᾆσαι, ἀντὶ τοῦ βαρβίτου
* *<μύρτα>· καρπὸς μυρσίνης ASvgbs
*<μυρταλίς>· ἡ ὀξυμυῤῥίνη, ὡς Λάκωνες
*<μυρτίνη>· εἶδος ἐλαίας
*<μυρτία, μυρτίνη>, καὶ <μυρτίς>· <εἴδη ἀπίων>
*<μύρτος>· ἡ μυῤῥίνη. …
*<μυττωτόν>· ὑπότριμμά τι διὰ σκορόδων (Ar. Pac. 273)
*<μυώπη>· ῥάμνος
*<μῶλυ>· φυτοῦ εἶδος ἀλεξιφάρμακον, *ἢ βοτάνης g. ἀντιπάθιον ASghm. …
*<μώλυγερ>· τὰ ἄνοζα ξύλα
== Ν ==
* *<νᾶπυ> [<ἢ μάπυ>]· τὸ σίνηπι ASgnp
* *<νάρθηξ>· εἶδος φυτοῦ καλαμοειδοῦς ἐλαφροῦ (Eur. Bacch. 147 ..) AS
*<ναῦμα>· πόα τις παρὰ Πέρσαις, ἥν τινες πολύγονον
*<νηρέα>· μαράθου θάμνος
*<νηριτόφυλλον>· πολύφυλλον
*<Νικοστράτειος>· εἶδος ἀμπέλου
*<νόῤῥος>· ἄνθος μήλινον λωτοῦ. γίνεται δέ τι καὶ δένδρον ἐν παραλίᾳ, ὅπερ ἔνιοι νορειὰν καλοῦσιν
*<νορύην>· [ὀρύειν] ... ἔστι δὲ εἶδος ὀσπρίου [(A.C. Latte νορυγην H: Ph, ορυη Arcad. 103, 28 B hinc emendandum) pas dans Wikisource]
== Ξ ==
*<ξειρίς>· ἀρωματικόν τι φυτόν (Aristoph. fr. 831) [(A.C. Latte ξιρις Theophr. h. pl. 9, 8, 7, sed ξειρις BCH 33, 72 cf. Herm. 65, 1930, 226 cf. er gl. ζ 99) pas dans Wikisource]
*<ξίμβαι>· ῥοιαί. Αἰολεῖς
*<ξίφος>· μάχαιρα. ἢ παραζώνιον. ὁμώνυμον <φάσγανον>. ξιφίδιον. καὶ πόα δέ τις
== Ο ==