Kêkis (Dioscoride)
|
Sommaire
Texte grec de Wellmann
1.107.1 <κηκὶς> καρπός ἐστι δρυός, ἧς ἡ μέν τις ὀμφακῖτις κα- λουμένη μικρὰ καὶ κονδυλώδης, στιβαρά, ἀτρύπητος, ἡ δέ τις λεία καὶ κούφη καὶ τετρημένη. ἐκλέγεσθαι δὲ δεῖ τὴν ὀμφα- κῖτιν, ἐνεργεστέραν οὖσαν. ἀμφότεραι δὲ στύφουσιν ἱκανῶς καὶ στέλλουσι λεῖαι τὰς ὑπερσαρκώσεις ῥευματισμούς τε οὔλων καὶ κιονίδος καὶ τὰς ἐν στόματι ἄφθας. τὸ δὲ μέσον αὐτῶν βρώματι ὀδόντων ἐν- τεθὲν παύει τὰς ὀδύνας, γίνονταί τε καὶ ἴσχαιμοι καεῖσαι ἐπ' ἀνθράκων ἄχρι πυρώσεως καὶ κατασβεσθεῖσαι οἴνῳ ἢ ὄξει ἢ
1.107.2 ὀξάλμῃ. τὸ δὲ ἀπόζεμα αὐτῶν ποιεῖ εἰς ἐγκαθίσματα <πρὸς> προπτώσεις ὑστέρας καὶ ῥευματισμούς. μελαίνουσι δὲ καὶ τρί- χας ἀποβραχεῖσαι ἐν ὄξει ἢ ὕδατι· ἁρμόζουσι δὲ καὶ δυσεντερι- κοῖς καὶ κοιλιακοῖς ἐπιπαττόμεναι ὕδατι λεῖαι ἢ οἴνῳ καὶ πινό- μεναι τοῖς τε προσοψήμασι μειγνύμεναι ἢ προαφεψόμεναι ὅλαι ἐν τῷ ὕδατι, εἰς ὃ μέλλει τι ἕψεσθαι τῶν ἁρμοζόντων πρὸς αὐτούς. καὶ καθόλου ὅπου τι δεῖ στῦψαι ἢ στῆσαι ἢ ἀναξη- ρᾶναι, παραλαμβάνεσθαι ἁρμόζει τὴν χρῆσιν αὐτῶν.
Identifications proposées
- oak-gall (Beck)
- Gallapfel (Aufmesser)
- (Berendes)
- latin galla ; agalla (García Valdés)
- galle du chêne