Les témoins (cookies) nous aident à fournir nos services. En utilisant nos services, vous acceptez notre utilisation des témoins.

Modifications

Aller à : navigation, rechercher

Dioscoride: livre 5

32 535 octets ajoutés, 13 février 2014 à 19:45
stibi
πλύνουσι σκωρίᾳ.
== molubdaina ==
5.85.1
<'''μολύβδαινα'''> δέ ἐστιν ἀρίστη ἡ λιθαργυροφανής, ξαν-
θή, ὑποστίλβουσα καὶ κιρρὰ ἐν τῷ λειοτριβεῖσθαι, ἑψηθεῖσά
τε <ἐν> ἐλαίῳ ἡπατοειδὴς τῷ χρώματι· ἡ δὲ ἀερίζουσα ἢ μολυβ-
δόχρους φαύλη. γεννᾶται δὲ ἐξ ἀργύρου καὶ χρυσοῦ. ἔστι δέ
τις καὶ ὀρυκτὴ κατὰ Σεβαστὴν καὶ Κώρυκον εὑρισκομένη, ἧς
καὶ αὐτῆς ἐστι βελτίων ἡ μὴ σκωριοειδὴς μηδὲ λιθώδης, ξανθὴ
δὲ καὶ στίλβουσα.
 
5.85.2
δύναμιν δὲ ἔχει ὁμοίαν λιθαργύρῳ καὶ σκωρίᾳ μολύβδου,
πλύσιν τε καὶ καῦσιν τὴν αὐτήν. μείγνυται δὲ ἐπιτηδειότερον
αὕτη καὶ ταῖς λιπαραῖς καὶ ἀνεπιδέτοις <ἐμπλάστροις> χρησί-
μως, οὖσα σαρκωτικὴ καὶ ἀπουλωτική, ταῖς μέντοι σμηκτικαῖς
οὐχ ἁρμόζει δυνάμεσιν.
 
== skôria argurou ==
5.86.1
ἡ δὲ <'''τοῦ ἀργύρου σκωρία'''> καλεῖται ἕλκυσμα.
τὴν δ' αὐτὴν ἔχει τῇ μολυβδαίνῃ δύναμιν, ὅθεν ἐμπλάστροις
<τε> φαιαῖς μείγνυται καὶ ἀπουλωτικαῖς, στυπτικὴ οὖσα καὶ ἐμ-
πλαστική.
 
== litharguros ==
5.87.1
<'''λιθάργυρος'''>· ἡ μέν τις ἐκ τῆς μολυβδίτιδος καλουμένης
ἄμμου γεννᾶται, χωνευομένης ἄχρι τῆς τελείας ἐκπυρώσεως, ἡ
δὲ ἐξ ἀργύρου ἡ δὲ ἐκ μολύβδου. διαφέρει δὲ ἡ Ἀττική, δευ-
τερεύει δὲ ἡ Σπάνη, μεθ' ἃς ἡ ἐν Δικαιαρχίᾳ καὶ Σικελίᾳ·
πλείστη γὰρ ἐν τοῖς τόποις <τούτοις> γεννᾶται μολυβῶν ἐλας-
 
 
5.87.2
μάτων ἐκφλογουμένων. καλεῖται δὲ ἡ μὲν ξανθὴ καὶ στίλβουσα
χρυσῖτις, ἥτις ἐστὶ κρείττων, ἡ δὲ πελιὰ ἀργυρῖτις, ἡ δὲ ἐκ
τοῦ ἀργύρου σκαλαυθρῖτις.
δύναμιν δὲ ἔχει στυπτικήν, μαλακτικήν, ψυκτικήν, παρεμ-
πλαστικήν, κοιλωμάτων πληρωτικήν, σταλτικὴν τῶν ἐκσαρκούν-
των καὶ ἀπουλωτικήν.
 
 
5.87.3
<καύσεις> δὲ αὐτὴν οὕτως· κατακόψας εἰς καρύων μεγέθη
<καὶ> ἐπιθεὶς ἐπ' ἄνθρακας, ἐκριπίσας τε ἄχρι πυρώσεως καὶ
περιμάξας τὴν περικειμένην ἀκαθαρσίαν ἀποτίθεσο. <ἔνιοι>
δὲ ὄξει ἢ οἴνῳ σβεννύντες αὐτὴν ἐπὶ τρὶς πάλιν καίουσι, καὶ
ταῦτα ποιοῦντες ἀποτίθενται. πλύνεται δὲ ὡς ἡ καδμεία.
 
5.87.4
<λευκαίνεται> δὲ οὕτως· λαβὼν τῆς ἀργυρίτιδος λεγομένης,
εἰ δὲ μή γε, τῆς ἄλλης θραῦσον εἰς μεγέθη κυάμων ὅσον χοί-
νικα Ἀττικήν, βαλών τε εἰς καινὴν χύτραν ἐπίχει ὕδωρ, προς-
εμβάλλων πυρῶν λευκῶν χοίνικα. καὶ ἰδίᾳ ἐν ὀθονίῳ καθαρῷ
ἀραιῷ κριθῶν δράκα <δήσας> ἀπὸ τοῦ ὠτὸς τῆς κύθρας κρέμασον,
 
5.87.5
ἕψε τε, ἕως ἂν ῥαγῶσιν αἱ κριθαί. εἶτα κατεράσας πάντα εἰς
κρατῆρα πλατύστομον, τοὺς μὲν πυροὺς ῥῖψον χωρίσας, τὴν
δὲ λιθάργυρον ἐπιχέας ὕδωρ πλῦνε βιαίως ταῖς χερσὶ προστρί-
βων ἅμα, εἶτα ἀνελόμενός τε αὐτὴν καὶ ξηράνας τρῖβε ἐν θυίᾳ
Θηβαικῇ ἐπιχέων θερμὸν ὕδωρ, ἕως ἂν διαλυθῇ, καὶ ἀπηθήσας
τὸ ὕδωρ πάλιν τρῖβε δι' ὅλης τῆς ἡμέρας· εἰς ἑσπέραν δὲ ἐπιχέας
ὕδωρ θερμὸν ἔασον, καὶ πρωὶ ἀπηθήσας ἄλλο ἐπίχει καὶ ἀπή-
 
5.87.6
θει τῆς ἡμέρας τρίς· τοῦτο ποίει ἐπὶ ἡμέρας ἑπτά. εἶτα μεί-
ξας τῇ μνᾷ τῆς λιθαργύρου ἁλῶν ὀρυκτῶν 𐅻 εʹ, θερμόν τε
παραχέων λέαινε τρὶς τῆς ἡμέρας, ἀπηθῶν καὶ μειγνὺς ὕδωρ.
ὅταν δὲ λευκὴ γένηται, θερμὸν ἐπιχέων τὸ αὐτὸ ποίει, ἄχρι
ἂν μηδεμίαν ἔμφασιν ἁλυκότητος ἔχῃ, καὶ ξηράνας <ἐν> ὀξυ-
 
5.87.7
τάτῳ ἡλίῳ προεκβάλλων τὴν ἰκμάδα ἀποτίθεσο. ἢ λαβὼν
τῆς ἀργυρίτιδος μνᾶν μίαν λέανον ἐπιμελῶς, καὶ τρίψας μεῖξον
ἁλῶν τριπλάσιον λείων ὀρυκτῶν, καὶ βάλε εἰς καινὴν χύτραν, ἐπι-
χέας τε ὕδωρ ὥστε ὑπερέχειν κίνει ἑκάστης ἡμέρας πρωὶ καὶ δεί-
λης, προσεπιχέας ὕδωρ μηδὲν τοῦ πρώτου ἀποχέων, καὶ ποίει
τοῦτο ἐπὶ ἡμέρας τριάκοντα· μὴ κινουμένη γὰρ ἀποστρακοῦται.
 
5.87.8
μετὰ δὲ ταῦτα ἀποχέας πραέως τὴν ἅλμην, ἐν Θηβαικῇ θυίᾳ τὴν
λιθάργυρον λέαινε, καὶ βαλὼν αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον
ἐπιχέας τε ὕδωρ κίνει ταῖς χερσὶν ἐπιμελῶς, ἀποχέων τὸ
πρῶτον καὶ ἕτερον ἐπιχέων, ἄχρι οὗ ἂν μηδεμίαν ἔμφασιν τῆς
ἁλυκότητος ἔχῃ· εἶτα ἀποχέας τὸ λευκὸν τῆς λιθαργύρου εἰς
ἄλλο ἀγγεῖον ἀνάπλασσε τροχίσκους καὶ ἀπόθου εἰς μολυβῆν
 
5.87.9
πυξίδα. <οἱ δὲ> καταθραύσαντες εἰς μεγέθη κυάμων τὴν λιθάρ-
γυρον καὶ βαλόντες εἰς χοίρειον κοιλίαν ὠμὴν ἕψουσιν ἐν ὕδατι,
ἄχρι οὗ ἂν τακερωθῇ τὸ σπλάγχνον, εἶτα ἐξελόντες καὶ μετὰ
ἴσων ἁλῶν τρίψαντες πλύνουσιν, ὡς προείρηται. <ἔνιοι> δὲ
ἁλῶν λίτραν μίαν καὶ λιθαργύρου τοσοῦτο τρίβουσιν ἐν ἡλίῳ
 
5.87.10
μεθ' ὕδατος συνεχῶς ἀποχέοντες, ἄχρι ἂν λευκὴ γένηται. ἢ
καὶ οὕτως· λαβὼν τῆς λιθαργύρου ὅσον ἂν θέλῃς καὶ <ἐν>εἰλήσας
ἐρίοις λευκοῖς κάθες εἰς κεραμεᾶν καινὴν χύτραν, ἐπιδούς
τε ὕδωρ καὶ κυάμων καθαρῶν καὶ νέων δράκα μίαν ἕψε·
ὅταν δὲ οἱ κύαμοι διαρραγῶσι τό τε ἔριον μελανθῆ, ἐξε-
λὼν τὴν λιθάργυρον καὶ ἑτέρῳ ἐνειλήσας ἐρίῳ ἐκ δευτέρου ἕψε,
 
5.87.11
καθαρὸν ἐπιδοὺς ὕδωρ κυάμων τε τὸ ἴσον πλῆθος. καὶ τὰ
αὐτὰ ποίει τοῖς προειρημένοις τρίτον καὶ καθόλου, ἕως τὸ
ἔριον μηκέτι βάπτηται, λοιπὸν κατεράσας εἰς θυίαν πρὸς
δραχμὰς πʹ Ἀττικὰς τῆς λιθαργύρου μεῖξον ἁλὸς ὀρυκτοῦ
λίτραν μίαν καὶ λέαινε· διαλιπὼν δὲ ἐπίδος νίτρου ὡς λευ-
κοτάτου διειμένου μεθ' ὕδατος ὁλκὰς μζʹ καὶ πάλιν τρῖβε,
ἄχρι ἂν ἡ λιθάργυρος ἱκανῶς λευκὴ γένηται, οὕτως τε κατερά-
σας αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καὶ προσεπιχέας
δαψιλὲς ὕδωρ ἐάσας τε καταστῆναι, τὸ μὲν ἀπήθησον, ἕτερον
δὲ ἐπιδοὺς ὕδωρ καὶ ταῖς χερσὶν ἀναταράξας πάλιν ὑποστῆναι
 
5.87.12
ἄφες καὶ ἀπήθησον. ἐναλλὰξ δὲ τὰ προειρημένα ποίει, ἕως
καθαρὸν ἄγαν τὸ ἀπορρέον ὕδωρ καὶ γλυκὺ καὶ ἁλυκότητος
ἀμέτοχον γένηται. ἐπὶ πᾶσιν δὲ κατεράσας αὐτὴν εἰς λοπάδα
κεραμεᾶν καινήν, ἀπηθημένου παντὸς πράως τοῦ ὑγροῦ, θὲς
ἐν ἡλίῳ ἐπὶ ἡμέρας τεσσαράκοντα ὑπὸ κύνα καὶ ξηράνας χρῶ.
δοκεῖ δὲ ἡ πεπλυμένη ἁρμόζειν εἰς τὰ ὀφθαλμικὰ καὶ οὐ-
λὰς ἀπρεπεῖς καὶ ἐρρακωμένα πρόσωπα καὶ σπίλων ἔμπλεα.
 
== psithumion ==
5.88.1
<'''ψιμύθιον'''> δὲ γίνεται οὕτως· εἰς πιθάκνην πλατύστομον
ἢ κεραμεᾶν γάστραν ἐγχέας δριμύτατον ὄξος ἀπέρεισαι μολυ-
βδίνην πλίνθον ἐπὶ τὸ στόμα τοῦ κεραμίου, προυποκειμένου
καλαμίνου ῥίπου, ἄνωθέν τε αὐτῆς ἐπίρριψον σκεπάσματα
πρὸς τὸ μὴ διαπνεῖσθαι τὸ ὄξος· ὡς δ' ἂν καταρρυεῖσα δια-
πέσῃ, τὸ μὲν ἐπαιωρούμενον καὶ καθαρὸν ὑγρὸν ἀπηθητέον,
τὸ δὲ γλοιῶδες εἰς ἀγγεῖον ἐγχυτέον καὶ ξηραντέον ἐν ἡλίῳ.
 
5.88.2
εἶτα ἀλεστέον ἐν χειρομυλίῳ ἢ λεαντέον ἄλλως καὶ σηστέον,
καὶ μετὰ ταῦτα τὸ λοιπὸν τοῦ στερεμνίου λεπτοποιητέον καὶ
σηστέον, ἐναλλάξ τε τὰ αὐτὰ καὶ τρίτον καὶ τέταρτον ποιητέον.
ἄμεινον δέ ἐστι τὸ πρῶτον ἀποσησθέν, ὃ καὶ εἰς τὰς ὀφθαλ-
μικὰς παραλημπτέον δυνάμεις, δευτερεύει δὲ τὸ ἐχόμενον καὶ
 
5.88.3
κατὰ τάξιν τὰ λοιπά. <τινὲς> δὲ κατὰ μέσον τὸ ἀγγεῖον κατερεί-
σαντες <ξύλον>, τὸν ῥῖπον ἐπιτιθέασιν ὡς μὴ ψαύειν τοῦ ὄξους,
τὸ δὲ στόμα αὐτοῦ πωμάσαντες καὶ περιχρίσαντες ἐῶσι καὶ
δι<ὰ ιʹ> ἡμερῶν ἀφαιρούμενοι τὸ πῶμα ἐπισκοποῦνται· ὅταν
δὲ διαλυθῇ, τὰ ἄλλα ποιοῦσιν ὁμοίως τοῖς προειρημένοις. εἰ
δὲ ἀναπλάσαι θέλοι τις αὐτό, ὄξει δριμεῖ φυρατέον καὶ οὕτως
 
5.88.4
ἀναπλαστέον καὶ ξηραντέον ἐν ἡλίῳ. θέρους μέντοι ἐργαστέον τὰ
προειρημένα· οὕτως γὰρ λευκὸν καὶ ἐνεργὲς γίνεται. σκευάζεται
δὲ καὶ χειμῶνος, τῶν πιθακνῶν ὑπεράνω τῶν ἰπνῶν τῶν βαλα-
νείων τιθεμένων ἢ καμίνων· ἡ γὰρ ἀναφερομένη θερμασία τὸ
αὐτὸ δρᾷ τῷ ἡλίῳ. κάλλιστον δὲ ἡγητέον τὸ ἐν Ῥόδῳ σκευασθὲν
ἢ ἐν Κορίνθῳ ἢ ἐν Λακεδαίμονι, δευτερεύει δὲ τὸ ἐκ Δικαιαρχίας.
 
5.88.5
<ὀπτητέον> δὲ αὐτὸ τὸν τρόπον τοῦτον· ἐπ' ἀνθράκων
πεπυρωμένων θεὶς ὄστρακον καινόν, μάλιστα Ἀττικόν, ἔμπα-
σον λεῖον τὸ ψιμύθιον καὶ κίνει συνεχῶς· ὅταν δὲ τῇ χρόᾳ
ἔνσποδον ὑπάρχῃ, ἀνελόμενος ψῦχε καὶ χρῶ. <καῦσαι> δὲ θέλων
εἰς λοπάδα κοίλην λεῖον ἀπόδος, ἐπιθείς τε ἐπὶ τοὺς ἄνθρακας
νάρθηκι κίνει, ἕως ἂν τὴν χρόαν ἐοικὸς σανδαράκῃ γένηται
 
5.88.6
καὶ ἀνελόμενος χρῶ. τὸ δὲ οὕτως σκευασθὲν <σάνδυξ> ὑπό τινων
προσαγορεύεται. πλύνεται δὲ τὸ ψιμύθιον ὁμοίως <τῇ> καδμείᾳ.
δύναμιν δὲ ἔχει ψυκτικήν, ἐμπλαστικήν, μαλακτικήν, πλη-
ρωτικήν, λεπτυντικήν, ἔτι δὲ πράως κατασταλτικὴν ὑπεροχῶν
καὶ κατουλωτικήν, μειγνύμενον κηρωταῖς καὶ λιπαραῖς ἐμπλά-
στροις καὶ τροχίσκοις· ἔστι δὲ καὶ τῶν ἀναιρετικῶν.
 
== khrusokolla ==
5.89.1
<'''χρυσοκόλλα'''> δὲ διαφέρει ἡ Ἀρμενιακή, τῇ χρόᾳ κατα-
κόρως πρασίζουσα· δευτερεύει δὲ ἡ Μακεδονιακή, εἶτα ἡ Κυπρία,
καὶ ταύτης τὴν καθαρὰν προκριτέον, τὴν δὲ γῆς καὶ λίθων
ἔμπλεων ἀποδοκιμαστέον.
 
5.89.2
<πλυτέον> δὲ τὴν προειρημένην οὕτως· κόψας αὐτὴν ἔμ-
βαλε εἰς θυίαν καὶ ἐπιχέας ὕδωρ τρῖβε πλατείᾳ τῇ χειρὶ πρὸς
τὴν ἴγδιν εὐτόνως· εἶτα ἐάσας ἀποκαταστῆναι ἀπήθησον, καὶ
ἕτερον ἐπιδοὺς ὕδωρ πάλιν τρῖβε. ταῦτα δὲ ποίει ἐναλλάξ,
ἕως καθαρὰ καὶ εἰλικρινὴς γένηται, λοιπὸν ξηράνας ἐν ἡλίῳ
 
5.89.3
ἀποτίθεσο καὶ χρῶ. ἐὰν δὲ <καῦσαι> θέλῃς, καῖε τὸν τρόπον
τοῦτον· λεάνας αὐτῆς τὸ αὔταρκες δὸς εἰς τήγανον καὶ θεὶς
ἐπ' ἀνθράκων τὰ ἄλλα ποίει, ὡς εἴρηται ἐπὶ τῶν πρὸ αὐτοῦ.
δύναμιν δὲ ἔχει ἡ χρυσοκόλλα σμηκτικὴν οὐλῶν, κατασταλ-
τικὴν σαρκωμάτων καὶ ἀνακαθαρτικήν, στυπτικήν τε καὶ θερ-
μαντικήν, σηπτικὴν πράως μετὰ τοῦ ἐπὶ ποσὸν δάκνειν· ἔστι
δὲ καὶ τῶν ἔμετον κινούντων καὶ ἀναιρεῖν δυναμένων.
 
== Armenion ==
5.90.1
<'''Ἀρμένιον'''>· προκριτέον τὸ λεῖον καὶ τὴν χροιὰν κυά-
νεον ὁμαλόν τε ἄγαν καὶ ἄλιθον, εὐθρυβές, ἰσοπαχὲς τῇ χρυσο-
κόλλῃ, <τὰ αὐτὰ ποιοῦν τῇ χρυσοκόλλῃ>, περὶ τὴν εὐτονίαν μόνον
λειπόμενον αὐτῆς.
ἔστι δὲ καὶ τριχῶν τῶν ἐν βλεφάροις αὐξητικόν.
 
== kuanos ==
5.91.1
<'''κύανος'''> γεννᾶται μὲν ἐν Κύπρῳ ἐκ τῶν χαλκουργικῶν
μετάλλων, ὁ δὲ πλείων ἐκ τῆς αἰγιαλίτιδος ἄμμου, εὑρισκο-
μένης κατά τινας σπηλαιώδεις ὑποσκαφὰς τῆς θαλάσσης,
ἥτις καὶ διαφέρει. παραλημπτέον δὲ τὴν σφόδρα κατακορῆ,
καυστέον δὲ ὡς χαλκῖτιν καὶ πλυτέον ὡς καδμείαν.
δύναμιν δὲ ἔχει κατασταλτικὴν καὶ μετρίως στυπτικὴν καὶ
ἐσχαρωτικὴν καὶ ἑλκωματικήν.
 
== Indikon ==
indigo !
 
5.92.1
τοῦ δὲ λεγομένου <'''Ἰνδικοῦ'''> τὸ μὲν αὐτομάτως γίνεται,
οἱονεὶ ἔκβρασμα ὂν τῶν Ἰνδικῶν καλάμων· τὸ δὲ βαφικόν ἐστιν
ἐπανθισμὸς πορφύρας, ἐπαιωρούμενος τοῖς χαλκείοις, ὃν ἀπο-
σύραντες ξηραίνουσιν οἱ τεχνῖται. ἄριστον δὲ ἡγητέον τὸ κυα-
νοειδές τε καὶ ἔγχυλον, λεῖον.
ἔστι δὲ τῶν ψυχόντων ἐλαφρῶς καὶ ῥυσούντων φλεγμονὰς
καὶ οἰδήματα· ἀνακαθαίρει δὲ καὶ καταστέλλει ἕλκη.
 
== ôkhra ==
5.93.1
<'''ὦχραν'''> δὲ λημπτέον τὴν κουφοτάτην καὶ μηλίνην δι'
ὅλου, κατακορῆ δὲ καὶ ἄλιθον καὶ εὔθρυπτον, Ἀττικὴν δὲ τῷ
γένει. καυστέον δὲ καὶ πλυτέον καὶ ταύτην ὡς τὴν καδμείαν.
δύναμιν δὲ ἔχει στυπτικήν, σηπτικήν, διασκεδαστικὴν φλεγ-
μονῶν καὶ φυμάτων, καταστέλλει τε τὰ ὑπερσαρκοῦντα, καὶ
τὰ κοῖλα πληροῖ σὺν κηρωτῇ καὶ πώρους θρύπτει.
 
== kinnabari ==
5.94.1
<'''κιννάβαρι'''> οἴονταί τινες τὸ αὐτὸ ὑπάρχειν τῷ καλου-
μένῳ μινίῳ πλανώμενοι· τὸ μὲν γὰρ <μίνιον> σκευάζεται ἐν
Σπανίᾳ ἐκ λίθου τινὸς μεμειγμένου τῇ ἀργυρίτιδι ψάμμῳ,
ὅστις ἄλλως μὲν οὐ γινώσκεται, ἐν δὲ τῇ χώνῃ μεταβάλλει εἰς
εὐανθέστατον καὶ φλογωδέστατον χρῶμα. ἔχει δὲ τὴν ἀπο-
φορὰν ἐν τοῖς μετάλλοις πνιγώδη· περιτίθενται γοῦν οἱ <ἐπι-
χώριοι> τοῖς προσώποις φύσας πρὸς τὸ βλέπειν μὲν μὴ σπᾶν
 
5.94.2
δὲ τὸν ἀέρα. χρῶνται δὲ αὐτῷ οἱ ζωγράφοι εἰς τὰς πολυτελεῖς
τῶν τοίχων κοσμήσεις. τὸ δὲ <κιννάβαρι> κομίζεται μὲν ἀπὸ τῆς
Λιβύης, πιπράσκεται δὲ πολλοῦ καὶ τοσοῦτον, ὡς μόλις ἐξαρκεῖν
τοῖς ζωγράφοις εἰς τὴν ἐν ταῖς γραμμαῖς ποικιλίαν. ἔστι δὲ καὶ
βαθύχρουν, ὅθεν ἐνόμισάν τινες αὐτὸ αἷμα εἶναι δρακόντιον.
 
5.94.3
δύναμιν δὲ ἔχει τὸ κιννάβαρι τὴν αὐτὴν τῷ αἱματίτῃ, ἁρ-
μόζον εἰς τὰ ὀφθαλμικά, πλὴν ἐπιτεταμένως· μᾶλλον γὰρ στύ-
φει, ὅθεν ἐστὶ καὶ ἴσχαιμον, καὶ πυρίκαυτα καὶ ἐξανθήματα
ἀναλημφθὲν κηρωτῇ θεραπεύει.
 
== hudrarguros ==
5.95.1
καὶ <'''ὑδράργυρος'''> δὲ σκευάζεται ἀπὸ τοῦ μινίου λεγο-
μένου, καταχρηστικῶς δὲ καὶ τούτου κινναβάρεως λεγομένου·
θέντες γὰρ ἐπὶ λοπάδος κεραμεᾶς κόγχον σιδηροῦν ἔχοντα κιννά-
βαρι, περικαθάπτουσιν ἄμβικα περιαλείψαντες πηλῷ, εἶθ'
ὑποκαίουσιν ἄνθραξιν· ἡ γὰρ προσίζουσα τῷ ἄμβικι αἰθάλη
 
5.95.2
ἀποψηχθεῖσα ὑδράργυρος γίνεται. εὑρίσκεται δὲ καὶ ἐν τῷ
μεταλλεύεσθαι τὸν ἄργυρον πρὸς ταῖς στέγαις κατὰ σταλαγ-
μοὺς συνεστῶσα. <ἔνιοι> δὲ ἱστοροῦσι καὶ καθ' ἑαυτὴν ἐν τοῖς
μετάλλοις εὑρίσκεσθαι τὴν ὑδράργυρον. φυλάττεται δὲ ἐν
ὑελοῖς ἢ μολυβοῖς ἢ κασσιτερίνοις ἢ ἀργυροῖς ἀγγείοις· τὴν γὰρ
ἄλλην πᾶσαν ὕλην διεσθίει καὶ ἀπορρεῖ.
 
5.95.3
δύναμιν δὲ ἔχει φθαρτικὴν ποθεῖσα, τῷ βάρει διαβιβρώ-
σκουσα τὰ ἐντός. βοηθεῖται δὲ γάλακτι πολλῷ πινομένῳ καὶ
ἐξεμουμένῳ, ἢ οἴνῳ σὺν ἀψινθίῳ ἢ σελίνου ἢ ὁρμίνου σπέρ-
ματι, ἢ ὀριγάνῳ ἢ ὑσσώπῳ σὺν οἴνῳ.
 
== miltos Sinôpikê ==
5.96.1
<'''μίλτος Σινωπικὴ'''> κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα, ἡπατί-
ζουσα, ἄλιθος, ὁμόχρους, πολύχυλος ἐν τῇ ἀνέσει. συλλέγεται
δὲ ἐν τῇ Καππαδοκίᾳ ἐν σπηλαίοις τισί, διυλιζομένη τε φέ-
ρεται εἰς Σινώπην καὶ πιπράσκεται, ὅθεν καὶ τὴν προσωνυ-
μίαν ἔσχηκεν.
 
5.96.2
δύναμιν δὲ ἔχει <στυπτικήν>, ἀναξηραντικήν, ἐμπλαστικήν,
διὸ καὶ ἐμπλάστροις τραυματικαῖς μείγνυται καὶ τροχίσκοις
ξηραίνουσι καὶ στεγνωτικοῖς. ἵστησι δὲ καὶ κοιλίαν ἐν ᾠῷ
λαμβανομένη καὶ ἐγκλυζομένη· δίδοται καὶ ἡπατικοῖς.
ἡ δὲ <τεκτονικὴ <μίλτος>> ἥττων ἐστὶ κατὰ πάντα τῆς
Σινωπικῆς, ἀρίστη δὲ ἡ Αἰγυπτιακὴ καὶ Καρχηδονική, ἄλιθος,
εὐθρυβής· γεννᾶται καὶ ἐν τῇ πρὸς ἑσπέραν Ἰβηρίᾳ τῆς ὤχρας
καιομένης καὶ μεταβαλλούσης εἰς μίλτον.
 
== Lêmnia ==
5.97.1
ἡ δὲ <'''Λημνία'''> λεγομένη γῆ ἐστιν ἔκ τινος ὑπονόμου
ἀντρώδους ἀναφερομένη καὶ μειγνυμένη αἵματι αἰγείῳ, ἣν οἱ
ἐκεῖ ἄνθρωποι ἀναπλάσσοντες καὶ σφραγιζόμενοι εἰκόνι αἰγὸς
σφραγῖδα καλοῦσιν.
 
5.97.2
δύναμιν δὲ ἔχει ἀντίδοτον θανασίμων ἐξόχως πινομένη σὺν
οἴνῳ, καὶ προλημφθεῖσα <δὲ> ἐξεμεῖσθαι ἀναγκάζει τὰ δηλητή-
ρια. ἁρμόζει δὲ καὶ πρὸς τὰς τῶν θανασίμων ἰοβόλων πληγὰς
καὶ δήξεις· μείγνυται δὲ καὶ ἀντιδότοις. χρῶνται δέ <τινες>
καὶ εἰς τελετὰς αὐτῇ.
 
== khalkanthes ==
5.98.1
<'''χαλκανθὲς'''> τῷ μὲν γένει ἓν καὶ τὸ αὐτὸ ὑπάρχει·
ὑγρὸν γάρ ἐστι πεπηγός. εἰδικὰς δὲ ἔχει διαφορὰς τρεῖς· τὸ μὲν
γὰρ κατὰ σταλαγμὸν διηθουμένων ὑγρῶν εἴς τινας ὑπονόμους
συνίσταται, ὅθεν καὶ <σταλακτὸν> καλεῖται ὑπὸ τῶν τὰ Κυ-
πριακὰ μέταλλα ἐργαζομένων. τὸ δ' ἀφθόνως ὑετιζόμενον ἐν
σπηλαίοις, ἔπειτα μεταχεόμενον εἰς βόθρους τὴν πῆξιν λαμ-
 
5.98.2
βάνει, ὃ δὴ καὶ <πηκτὸν> ἰδίως ὀνομάζεται. τὸ δὲ τρίτον κα-
λεῖται μὲν <ἑφθόν>, σκευάζεται δὲ ἐν Σπανίᾳ. σκευὴν δὲ ἔχει
τοιαύτην, ἀχρούστατόν τε καὶ ἀσθενέστατον ὑπάρχον· ὕδατι
διέντες αὐτὸ ἕψουσιν, εἰς τὰς δεξαμενάς τε κατεράσαντες ἐῶσι·
τοῦτο δὲ πήγνυται τεταγμέναις ἡμέραις εἰς πολλὰ διαιρούμενον
 
5.98.3
κυβοειδῆ σχήματα βοτρυδὸν ἀλλήλοις προσεχόμενα. ἄριστον δ'
αὐτοῦ τὸ κυάνεον καὶ βαρύ, πυκνόν τε καὶ καθαρὸν καὶ διαυ-
γές, οἷόν ἐστι τὸ <σταλακτόν>, ὑπ' ἄλλων δέ τινων λογχωτὸν
καλούμενον· ἐχόμενον δὲ τὸ <πηκτόν>, τὸ δὲ <ἑφθὸν> πρὸς μὲν
βαφὰς καὶ μελάσματα εὐδοκιμεῖ, πρὸς δὲ ἰατρικὴν <χρῆσιν>
ἀσθενέστατον ἡ πεῖρα δεικνύει.
 
5.98.4
δύναται δὲ στύφειν, θερμαίνειν, ἐσχαροῦν, ἕλμεις πλα-
τείας ἀναιρεῖν δραχμῆς μιᾶς βάρος καταπινόμενον ἢ μετὰ μέ-
λιτος ἐκλειχόμενον, ἐμέτους τε κινεῖ, καὶ μύκητας λαβοῦσι βοη-
θεῖ ποθὲν ἐν ὕδατι, κεφαλήν τε καθαίρει ἀνεθὲν ὕδατι καὶ
δι' ἐρίου ῥινεγχυτούμενον. καίεται δὲ ὡς ὑποδείξομεν αὐτίκα
ἐπὶ τῆς χαλκίτεως.
 
== khalkitis ==
5.99.1
<'''χαλκῖτιν'''> προκριτέον τὴν χαλκοειδῆ καὶ εὔθρυπτον,
ἄλιθόν τε καὶ οὐ παλαιάν, ἔτι δὲ τὰς ἶνας ἐπιμήκεις τε καὶ
ἀποστιλβούσας ἔχουσαν.
δύναμιν δὲ ἔχει στυπτικήν, θερμαντικήν, ἐσχαρωτικήν, τῶν
περὶ κανθοὺς καὶ ὄμματα ἀποκαθαρτικήν· ἔστι δὲ τῶν μετρί-
 
5.99.2
ως στυφόντων. ποιεῖ δὲ καὶ πρὸς ἐρυσιπέλατα, ἕρπητας καὶ
αἱμορραγίας τὰς ἐξ ὑστέρας καὶ μυκτήρων σὺν πράσου χυλῷ.
ξηρὰ δὲ πρός τε ἐπουλίδας καὶ νομὰς καὶ παρίσθμια, κεκαυ-
μένη δὲ πρὸς τὰ ὀφθαλμικὰ μᾶλλον χρησιμεύει λεία σὺν μέ-
λιτι, τετυλωμένα βλέφαρα καὶ τραχέα ἀποτήκουσα, σύριγγάς
τε αἴρει ἐν κολλουρίου σχήματι ἐντιθεμένη.
 
5.99.3
σκευάζεται δὲ ἐξ αὐτῆς τὸ καλούμενον <ψωρικόν>, διπλα-
σίονος χαλκίτεως πρὸς ἁπλοῦν καδμείας μειγνυμένου καὶ σὺν
ὄξει λεαινομένου· δεῖ δὲ ἐν κεραμεῷ ἀγγείῳ κατορύσσειν ἐν κο-
πρίᾳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἡμέρας τεσσαράκοντα. γίνεται
δὲ δριμύτερον, δυνάμενον ὅσα καὶ ἡ χαλκῖτις. <ἔνιοι> δὲ ἴσα
μείξαντες οἴνῳ λεαίνουσι καὶ τὰ αὐτὰ ποιοῦσι. <καυστέον> δὲ
αὐτὴν ἐν ὀστράκῳ καινῷ ἐπιθέντας καὶ διαπύροις ἄνθραξιν
 
5.99.4
ἀπερεισαμένους. μέτρον δ' ἔστω τῆς καύσεως ἐπὶ μὲν τῶν
πολυύγρων τὸ ἀπομφολύγωτον καὶ καλῶς ξηρὰν γενέσθαι, ἐπὶ
δὲ τῶν λοιπῶν ἡ ἐπὶ τὸ εὐανθέστερον μεταβολή· ὅταν γὰρ μιλ-
τώδης γένηται τὴν χρόαν κατὰ βάθος, ἀναιρετέον αὐτήν, τήν
τε προσκαθημένην ἀκαθαρσίαν ἀποφυσητέον καὶ ἀποθετέον.
<ὀπτᾶται> δὲ ἐπ' ἀνθράκων ἐκφυσωμένων μέχρι τοῦ ὕπωχρον
αὐτὴν γενέσθαι, ἢ ἐπ' ὀστράκου καὶ διαπύρων ἀνθράκων στρε-
φομένη πυκνῶς, ἕως ἂν πυρωθῇ καὶ μεταβάλῃ τὴν χρόαν.
 
== misu ==
5.100.1
<'''μίσυ'''> παραλημπτέον τὸ Κύπριον, χρυσοφανές, σκληρὸν
καὶ ἐν τῷ θλασθῆναι χρυσίζον καὶ ἀποστίλβον ἀστεροειδῶς.
δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῇ χαλκίτιδι, δίχα
τῆς τοῦ ψωρικοῦ κατασκευῆς, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον δια-
φέρον. τὸ δὲ Αἰγύπτιον πρὸς μὲν τὰ ἄλλα διαφέρει ἐμπρα-
κτότερον ὄν, πρὸς δὲ τὰς ὀφθαλμικὰς δυνάμεις πολλῷ λείπε-
ται τοῦ προειρημένου.
 
== melantêria ==
5.101.1
<'''μελαντηρία'''> ἡ μέν τις τῶν ὀρυγμάτων τοῖς στομίοις,
ἀφ' ὧν ἂν μεταλλευθῇ χαλκός, ἐπιπήσσεται ἁλμυρίδος τρόπον,
ἡ δὲ ἐκ τῆς ἄνωθεν ἐπιφανείας τῶν προειρημένων τόπων, ἥ-
τις καὶ γεώδης ἐστίν· εὑρίσκεται δέ τις καὶ ὀρυκτὴ ἐν Κιλικίᾳ
καὶ ἐν ἄλλοις πολλοῖς τόποις. διαφέρει δὲ αὐτῶν ἡ θειόχρους,
λεία, ὁμαλή, καθαρά, ἐν τῷ θιγεῖν ὕδατος μελαινομένη ταχέως.
δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῷ μίσυι.
 
== sôri ==
5.102.1
τὸ δὲ <'''σῶρι'''> ἔνιοι ὑπέλαβον εἶναι μελαντηρίαν πλα-
νώμενοι· ἴδιον γάρ ἐστι γένος, οὐκ ἀφόμοιον, βρωμωδέστερον
δὲ τὸ σῶρι καὶ ναυτίας ποιητικόν. εὑρίσκεται δὲ ἐν Αἰγύπ-
τῳ καὶ ἐν ἄλλοις τόποις, ὡς ἐν Λιβύῃ καὶ Σπανίᾳ καὶ Κύπρῳ.
προκριτέον δὲ τὸ Αἰγύπτιον καὶ ἐν τῷ θραυσθῆναι μελάντερον
φαινόμενον, κατατρήσεις τε πολλὰς ἔχον καὶ ὑπολίπαρον, ἔτι
δὲ στῦφον καὶ πρὸς τὴν κατάποσιν ἢ ὄσφρησιν βρωμῶδες καὶ
 
5.102.2
ἀνατρεπτικὸν στομάχου. τὸ δὲ λαμπυρίζον ἐν τῷ θραυσθῆναι
ἐμφερῶς τῷ μίσυι ἑτερογενές τε καὶ ἀσθενὲς οἰητέον εἶναι.
δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τοῖς προειρημένοις.
ἰᾶται δὲ καὶ ὀδονταλγίας ἐντιθέμενον εἰς τὰ βρώματα καὶ τοὺς
ὑποσάλους <δὲ> ὀδόντας κρατύνει, καὶ ἰσχιαδικοῖς βοηθεῖ μετ'
οἴνου ἐγκλυζόμενον, ἰόνθους τε σβέννυσι μεθ' ὕδατος καταχρι-
 
5.102.3
σθέν· μείγνυται καὶ εἰς τριχῶν μελάσματα. κοινῷ δὲ τρόπῳ ἐπί
146 870
modifications

Menu de navigation