5.74.1
<'''καδμεία'''> ἀρίστη μέν ἐστιν ἡ Κυπρία, ἐπικαλουμένη
δὲ <βοτρυῖτις>, πυκνή, βαρεῖα μέσως καὶ μᾶλλον ἐπὶ τὸ κου-
φότερον ῥέπουσα, ἔχουσα τὴν ἐπιφάνειαν βοτρυώδη, χρώματι
σποδοειδής, θλασθεῖσα δὲ ἔνδοθεν ἔντεφρος καὶ ἰώδης. ἐχομένη
δ' ἐστὶν ἡ ἔξωθεν μὲν κυανίζουσα, ἔνδοθεν δὲ λευκοτέρα, δια-
φύσεις ἔχουσα ἐμφερῶς <ὀνυχίτῃ> λίθῳ· τοιαῦται δέ εἰσιν αἱ
ἐκ τῶν παλαιῶν μετάλλων ὀρυσσόμεναι. ἔστι δέ τις καὶ <πλα-
κωτὴ> λεγομένη, ὡσπερεὶ ζώνας ἔχουσα τὰς διαφύσεις, ὅθεν
καὶ <ζωνῖτιν> αὐτὴν ἐκάλεσαν. καλεῖταί τις καὶ <ὀστρακῖ-
τις>, ἰσχνὴ καὶ ὡς ἐπὶ τὸ πολὺ μέλαινα, γεώδει δὲ ἢ ὀστρα-
κώδει κεχρημένη ἐπιφανείᾳ· φαύλη δὲ ἡ λευκή.
5.74.2
χρησιμεύει δὲ πρὸς μὲν τὰ ὀφθαλμικὰ φάρμακα ἡ βοτρυῖ-
τις καὶ ἡ ὀνυχῖτις καλουμένη, αἱ δὲ λοιπαὶ εἰς ἐμπλάστρους
καὶ ξηρὰ κατουλοῦν δυνάμενα φάρμακα, καὶ πρὸς ταὐτὰ χρη-
σιμεύει ἡ Κυπρία· ἡ γὰρ ἐκ Μακεδονίας καὶ Θρᾴκης καὶ Σπα-
νίας κομιζομένη ἄθετος. δύναμιν δὲ ἔχει στυπτικήν, κοιλωμάτων
πληρωτικήν, καθαρτικὴν ῥυπαριῶν. παρεμπλάσσει δὲ καὶ ξη-
ραίνει καὶ ἐξιποῖ, καὶ στέλλει τὰ ἐκσαρκώματα, καὶ τὰ κακοήθη
τῶν ἑλκῶν ἀπουλοῖ.
5.74.3
γεννᾶται δὲ ἡ καδμεία ἐκ τοῦ χαλκοῦ καμινευομένου, προσιζα-
νούσης τῆς λιγνύος τοῖς τοίχοις τῶν καμίνων καὶ τῇ κορυφῇ·
εἰσὶ δ' αὐτ<οῦ κεραῖ>αι σιδηραῖ, παμμεγέθεις, ἀκεστίδες ὑπὸ
τῶν μεταλλουργῶν καλούμεναι, κατὰ κορυφὴν συνηγμέναι πρὸς
τὸ κατέχεσθαι καὶ ἐφιζάνειν τὰ ἀναφερόμενα σώματα ἀπὸ τοῦ
χαλκοῦ, ἅπερ ἀεὶ καὶ μᾶλλον προσιζάνοντα ἐπισωματοῦται,
καί ποτε μὲν ἓν εἶδος αὐτῆς, ποτὲ δὲ δύο ἢ πάντα ἀποτελεῖ-
5.74.4
ται. μεταλλουργεῖται δὲ ἐκ τοῦ ὑπερκειμένου Σολέων ὄρους,
τοῦ λεγομένου λίθου πυρίτου καιομένου· ἐν δὲ τῷ αὐτῷ ὄρει
εὑρίσκεται οἱονεὶ διαζώματά τινα χαλκίτεως, μίσυος, σώρεως,
μελαντηρίας, κυάνου, χρυσοκόλλης, χαλκάνθου, διφρυγοῦς. <τι-
νὲς> δὲ καὶ ἐν μετάλλοις λιθίνοις φασὶν εὑρίσκεσθαι καδμείαν,
πλανώμενοι ὑπὸ λίθων πολλὴν ἐμφέρειαν ἐχόντων, ὡσπερεὶ
καὶ ὁ ἐν τῇ Κύμῃ λίθος εὑρισκόμενος, δύναμιν δὲ οὐδεμίαν ἐν-
δεικνύμενος, ἐπιγινωσκομένων αὐτῶν ἐκ τοῦ κουφοτέρους αὐτοὺς
εἶναι τῆς καδμείας καὶ διαμασηθέντας μὴ ἐπιεικεῖς εἶναι τῇ
5.74.5
γεύσει· ἀγανακτεῖν δὲ τοὺς ὀδόντας, εἰ λίθος εἴη, ἐν τῇ μα-
σήσει, εἰ δὲ καδμεία εἴη, ἀνέχεσθαι τῆς διαβρώσεως, συνεικού-
σης αὐτῆς. ἔτι διακρίνεται καὶ τῷ τὴν μὲν καδμείαν λειοτρι-
βηθεῖσαν σὺν ὄξει καὶ ξηρανθεῖσαν ἐν ἡλίῳ ἐπιζεῖν, τὸν δὲ
λίθον μὴ πάσχειν τοῦτο· καὶ ἐκ τοῦ ἐπιτεθέντα μὲν τὸν λίθον
τετριμμένον πυρὶ ἀποπηδᾶν καὶ τὸν ἐξ αὐτοῦ καπνὸν ὁμοειδῆ
τῷ πυρὶ ὑπάρχειν, τὴν δὲ καδμείαν μένειν τε καὶ ἀναδιδόναι
αἰθάλην μηλίζουσαν καὶ χαλκοφανῆ ὡσπερεὶ ζώνην τινὰ ποικί-
5.74.6
λην. ἔτι ὁ μὲν λίθος πυρωθεὶς καὶ ψυγεὶς ἀλλοιωθήσεται τῷ
χρώματι καὶ κουφότερος ἔσται, ἡ δὲ καδμεία κατ' οὐδὲν μετα-
βάλλει, εἰ μή τις αὐτὴν ἐφ' ἱκανὰς ἐγκαύσῃ ὥρας. γεννᾶται δὲ
καὶ ἐκ τῶν ἀργυρείων λευκοτέρα καὶ κουφοτέρα οὖσα καὶ κατὰ
δύναμιν ἥττων.
<καυστέον> δὲ τὴν προειρημένην καδμείαν ἐγκρύβοντας εἰς
ἄνθρακας, ἕως οὗ διαφανὴς γένηται καὶ πομφολυγίσῃ ὡς σιδή-
ρου σκωρία, εἶτα ἐν οἴνῳ σβεννύντας Ἀμινναίῳ, τὴν δὲ εἰς τὰ
5.74.7
ψωρικὰ ὄξει. <τινὲς> δὲ τὴν οὕτω καεῖσαν λεάναντες μετ' οἴνου
κατοπτῶσι πάλιν ἐν ὠμῇ κύθρᾳ, μέχρι κισσηρώδης τὴν θρύψιν
γένηται, πάλιν τε δι' οἴνου λειοτριβήσαντες τρίτον καίουσι,
μέχρι τελείως εἰς σποδὸν ἀναλυθῇ, μηδὲν ἔχουσα τραχύ, καὶ
ἀντὶ σποδίου χρῶνται αὐτῇ.
<πλύνεται> δὲ ἐν θυίᾳ τριβομένη σὺν ὕδατι ἀποχεομένου
τοῦ ὕδατος, ἄχρι μηδὲν ἐφίστηται λιπαρόν, καὶ ἀναπλασθεῖσα
ἀποτίθεται.
== pompholux ==
5.75.1
<'''πομφόλυξ'''> σποδίου εἰδικῶς διαφέρει· γενικὴν γὰρ οὐκ
ἔχει παραλλαγήν. τὸ μὲν γὰρ ὑπομελανίζει καὶ βαρύτερόν ἐστι,
κατὰ τὸ πλεῖστον δὲ ἔμπλεον καρφῶν καὶ τριχῶν καὶ γῆς,
ὡσὰν ἀπόψημά τι καὶ σύρμα τῶν ἐν τοῖς χαλκουργείοις ἐδά-
φων καὶ καμίνων, ἡ δὲ πομφόλυξ λιπαρὰ ὑπάρχει καὶ λευκή,
ἔτι δὲ κουφοτάτη, ὡς δύνασθαι ἐπιποτᾶσθαι τῷ ἀέρι. καὶ
ταύτης δὲ δύο ἐστὶν εἴδη· τὸ μὲν ἀερίζον καὶ ὑποπίμελον, τὸ
δὲ λίαν λευκὸν καὶ ἄκραν ἔχον κουφότητα.
5.75.2
γίνεται δὲ ἡ λευκὴ πομφόλυξ, ὅταν ἐν τῇ κατεργασίᾳ καὶ
τελειώσει τοῦ χαλκοῦ πυκνότερον οἱ ἀπὸ τῶν χαλκουργείων
συνεμπάσσωσι λελεασμένην καδμείαν, βελτιοῦν αὐτὴν βουλό-
μενοι· ἡ γὰρ ἀπὸ ταύτης ἀναφερομένη αἰθάλη, λευκοτάτη οὖσα,
πομφολυγοῦται. οὐ μόνον δὲ ἐκ τῆς τοῦ χαλκοῦ κατεργασίας
τε καὶ ὕλης γίνεται πομφόλυξ, ἀλλὰ καὶ ἐκ καδμείας προηγου-
5.75.3
μένως ἐκφυσωμένης εἰς γένεσιν αὐτῆς. ποιεῖται δὲ οὕτως·
ἐν οἴκῳ διστέγῳ κατασκευάζεται κάμινος, καὶ κατ' αὐτὴν πρὸς
τὸ ὑπερῷον ἐκτομὴ σύμμετρός τε καὶ ἐκ τῶν ἄνωθεν μερῶν
ἀνεῳγμένη, ὁ δὲ τοῖχος τοῦ οἰκήματος, ᾧ πλησιάζει ἡ κάμινος,
τιτρᾶται λεπτῷ τρήματι ἄχρι αὐτῆς τῆς χώνης εἰς παραδοχὴν
φυσήματος· ἔχει δὲ καὶ θύραν σύμμετρον πρὸς εἴσοδον καὶ
5.75.4
ἔξοδον κατεσκευασμένην ὑπὸ τοῦ τεχνίτου. συνῆπται δὲ τούτῳ
τῷ οἰκήματι ὁ ἕτερος οἶκος, ἐν ᾧ αἵ τε φῦσαι καὶ ὁ φυσητὴς
ἐργάζεται. λοιπὸν ἄνθρακες ἐντίθενται τῇ καμίνῳ καὶ πυροῦν-
ται, ἔπειτα παρεστὼς ὁ τεχνίτης ἐμπάσσει λελεπτοκοπημέ-
νην τὴν καδμείαν ἐκ τῶν ὑπὲρ τὴν κεφαλὴν τῆς χώνης τόπων,
ὑπὸ χεῖρά τε τὸ αὐτὸ ποιεῖ, ἅμα καὶ ἀνθρακιὰν προσεμβάλλει,
5.75.5
ἄχρι ἂν ὃ προστέθειται πλῆθος ἀναλωθῇ. ἐκθυμιωμένης δὲ
αὐτῆς τὸ μὲν λεπτομερὲς καὶ κοῦφον εἰς τὸν ἄνω φέρεται οἶκον
καὶ προσίζει τοῖς τοίχοις αὐτοῦ καὶ τῇ ὀροφῇ, ὃ δὴ σωματο-
ποιούμενον ὑπὸ τῶν ἐπιφερομένων κατ' ἀρχὰς μὲν ταῖς ἐπανι-
σταμέναις <ἐκ> τῶν ὑδάτων πομφόλυξιν ἐοικὸς γίνεται, ὕστερον
δὲ πλείονος τῆς παραυξήσεως συμβαινούσης ἐρίων τολύπαις
5.75.6
ἀφομοιοῦται. τὸ δὲ βαρύτερον εἰς τοὺς ὑπὸ πόδα χωρεῖ τό-
πους, καὶ περιχεῖται τοῦτο μὲν τῇ καμίνῳ τοῦτο δὲ τῷ ἐδάφει
τοῦ οἴκου, ὃ καὶ φαυλότερον τοῦ λεπτομεροῦς ἡγητέον διὰ τὸ
γεῶδες καὶ ἔμπλεον ἀκαθαρσίας ἐν τῇ συγκομιδῇ εἶναι. <τινὲς>
δὲ μόνως οὕτως οἴονται γίνεσθαι τὴν προειρημένην σποδόν.
5.75.7
ἀρίστην δὲ ἡγητέον τὴν Κυπρίαν, ἔν τε ὄξει φυραθεῖσαν
ἀποφορὰν μὲν ἔχουσαν χαλκοῦ, χρόαν δὲ ἰίζουσαν ποσῶς, ἔτι
δὲ βορβορίζουσαν ἐν τῇ γεύσει· κἂν ἐπ' ἄνθρακος διαπύρου
ἐπιτεθῇ, ἡ ἄδολος ἐπιζεῖ ἀερόχρους γενομένη. ἐπιμελῶς δὲ
προσεκτέον τοῖς προειρημένοις κριτηρίοις· δολοῦται γὰρ ὑπό
τινων ταυροκόλλῃ ἢ πνεύμοσιν ἀρνείοις ἢ θαλασσίοις ἢ κεκαυ-
μένοις ὀλύνθοις καί τισιν ἄλλοις παραπλησίοις. εὐχερὲς δὲ τὸ
διαγνῶναι· οὐδὲν γὰρ τῶν προειρημένων ἐν τῇ δοκιμασίᾳ ἐπὶ
τοιούτων εὑρίσκεται.
5.75.8
<'''πλυτέον'''> δὲ κοινῶς πομφόλυγα τὸν τρόπον τοῦτον· ἐνδή-
σας αὐτὴν ἐν καθαρῷ ὀθονίῳ μέσως ἔχοντι ἀραιότητος ἢ ξη-
ρὰν ἢ ὕδατι πεφυραμένην, κάθες εἰς λεκάνην ὕδωρ ἔχουσαν
ὄμβριον, καὶ ἔγκλυζε ὧδε κἀκεῖσε διαφέρων τὸν ἔνδεσμον· οὕ-
τως γὰρ τὸ μὲν ἰλυῶδες καὶ νόστιμον αὐτῆς ἀπορρυήσεται,
τὸ δὲ σκύβαλον πᾶν ἐν τῷ ὀθονίῳ μενεῖ. εἶτα ἐάσας κατα-
στῆναι ἀπήθησον τὸ ὕδωρ σὺν τῇ σποδῷ, καὶ πάλιν ἄλλο
ἐπιχέας ἀνατάρασσε καὶ ἀπόχει, καὶ ταῦτα ποίει ἀπηθῶν τε
καὶ ἐπιχέων, μέχρι ἂν ἀμμῶδες μηδὲν ἐφιζάνῃ· λοιπὸν τὸ μὲν
5.75.9
ὕδωρ ἐξίπωσον, τὴν δὲ σποδὸν ξηράνας ἀποτίθεσο. <τινὲς> δὲ
ξηράναντες <αὐτήν>, ἐφ' ὅσον ἐνδέχεται, <καὶ> ταῖς χερσὶ
λεάναντες μεθ' ὕδατος καὶ μελιτώδη τὴν σύστασιν ποιήσαντες
διηθοῦσι δι' ὀθονίου, περιπετάσαντες αὐτὸ τῷ ὑποδέχεσθαι
μέλλοντι ἀγγείῳ καὶ ἀποδήσαντες οὐ λίαν ἀποτεταμένον· πρὸς
<δὲ> τὸ ῥᾳδίως διεξελθεῖν δαψιλὲς ὕδωρ ἐπιχέουσι τῷ ὀθονίῳ καὶ
5.75.10
ἀναταράσσουσι τὴν σποδόν. εἶτα τὸ διυλισθὲν καὶ ἐπινηχόμενον
αὐτῆς τῷ ἀγγείῳ ἀφρῶδες ὂν αὐτόθεν μύακι ἀναλαμβάνουσι
καὶ ἀποτίθενται εἰς ὀστράκινον καινὸν ἀγγεῖον, τὸ δ' ἐγκαθή-
μενον πράως διασήσαντες καταχέουσιν εἰς ἕτερον ἀγγεῖον ὑπο-
λειπομένου τοῦ ἐν τῷ πυθμένι ἀμμώδους· πάλιν δὲ ἐάσαν-
τες ὑποστῆναι τὰ λιθώδη εἰς ἄλλο ἀγγεῖον καθαρὸν ἀπηθοῦσι,
καὶ τοῦτο πολλάκις δρῶσιν, ἕως ἂν καθαρὰ καὶ ἀμέτοχος ἄμμου
5.75.11
γένηται ἡ σποδός. <ἄλλοι> δὲ ὡς ἔστιν ὁλομερὴς εἰς ὕδωρ κατ'
ὀλίγον ἐμπάσσουσι τὴν προειρημένην, οἰόμενοι ἄμμον μὲν
καὶ τὰ λιθώδη τῷ ἰδίῳ βάρει εἰς τὸν πυθμένα τοῦ ἀγγείου
καταρρυήσεσθαι, τρίχας δὲ καὶ κάρφη καὶ τὰ ὅμοια ἐπαιωρη-
θήσεσθαι διὰ τὴν κουφότητα· λοιπὸν χωρίσαντες τὴν σποδὸν ἐν
μέσῳ οὖσαν καὶ εἰς θυίαν βαλόντες πλύνουσιν ὡς <τὴν> καδμείαν.
πλύνεται δὲ καὶ οἴνῳ Χίῳ ἀθαλάσσῳ κατὰ τοὺς προειρημένους
τρόπους, καὶ γίνεται στυπτικωτέρα τῆς ὕδατι πλυνομένης.
5.75.12
δύναμιν δὲ ἔχει ἡ πομφόλυξ στυπτικὴν καὶ ψυκτικὴν καὶ
ἀναπληρωτικήν, καθαρτικήν <τε> καὶ προσπλαστικὴν καὶ ποσῶς
ξηραντικήν· ἔστι δὲ καὶ τῶν πράως ἐσχαρούντων. ἐὰν δὲ
<ὀπτῆσαι> δέῃ τὴν σποδόν, λεάνας ἐπιμελῶς αὐτὴν καὶ ἀνα-
δεύσας ὕδατι <καὶ> ποιήσας τροχίσκους θὲς ἐπ' ὄστρακον και-
νόν – ἐπιτίθει δὲ τοῦτο ἐπὶ λεπτὴν καὶ κούφην ἀνθρακιάν –
καὶ στρέφε τοὺς κυκλίσκους συνεχῶς, ἄχρι ἂν ξηροὶ καὶ πυρροὶ
5.75.13
γένωνται. γνωστέον δὲ ὅτι καὶ ἐκ τοῦ χρυσοῦ καὶ ἀργύρου,
ἔτι δὲ μολύβδου γίνεται σποδός· καὶ ἔστι μετὰ τὴν Κυπρίαν
ἡ ἐκ τοῦ μολύβδου ἀρίστη.
ἐπειδὴ δὲ καὶ τὰ <ἀντίσποδα> ἱκανῶς εὐχρηστεῖ ὑστερού-
σης πολλάκις σποδοῦ, τὰ ἰσοδυναμοῦντα ἀναγκαῖόν ἐστιν ὑπο-
5.75.14
δεῖξαι, τίνα τε ὑπάρχει καὶ ὃν τρόπον παραλημφθείη. λαβὼν
τοίνυν μυρσίνης τὰ φύλλα σὺν τοῖς ἄνθεσι καὶ τοῖς μύρτοις
ἀώροις ἔτι οὖσιν ἔμβαλε εἰς ὠμὴν κύθραν, καὶ περιπλάσας τὸ
πῶμα κατατετρημένον συνεχέσιν ὀπαῖς δὸς εἰς κάμινον κεραμει-
κὴν <ὀπτᾶν>· ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος, εἰς ἄλλην χύτραν
ὠμὴν μετέρασον αὐτό, καὶ πάλιν κατοπτηθείσης καὶ τῆς
5.75.15
δευτέρας ἐξελὼν πλῦνε καὶ χρῶ. ὡσαύτως δὲ καὶ θαλλίαν
σκευάσας παραλάμβανε· ἔστω δὲ τῆς ἀγρίας ἐλαίας, εἰ δὲ μή,
τῆς ἡμέρου σὺν τοῖς ἄνθεσιν ἢ μῆλα κυδώνια κατατετμημένα
καὶ ἐξωστεισμένα ἢ κηκίδα ἢ ῥάκη λινᾶ ἢ ἄωρα συκάμινα λευκὰ
προεξηραμμένα ἐν ἡλίῳ ἢ [βοτάνην] σχῖνον ἢ τέρμινθον ἢ οἰ-
νάνθην ἢ βάτου τὰ ἁπαλὰ φύλλα ἢ πύξου κόμας ἢ τὴν λεγο-
5.75.16
μένην ψευδοκύπερον σὺν τῷ ἄνθει. <τινὲς> δὲ κλάδους συκῆς
προεξηραμμένας ἐν ἡλίῳ ὡσαύτως σκευάζουσιν· <ἄλλοι> δὲ ταυ-
ρείαν κόλλαν, οἱ δὲ ἔρια οἰσυπηρὰ τραχέα πίσσῃ ἢ μέλιτι δεύ-
σαντες ὁμοίως καίουσιν.
== kekaumenos khalkos ==
5.76.1
ὁ δὲ <κεκαυμένος χαλκός> ἐστι καλὸς ὁ ἐρυθρὸς καὶ
ἐν τῇ τρίψει κινναβαρίζων, ὁ δὲ μέλας πλεῖον ἢ δεῖ κέκαυται.
σκευάζεται δ' ἐκ τῶν ναυτίλων ἥλων συντιθεμένων ἐν ὠμῇ κύθρᾳ,
ὑποπασσομένου θείου μετὰ ἁλῶν ἴσων καὶ ἐπιπασσομένου
ἐναλλάξ· πωμασθεῖσα δὲ ἡ κύθρα καὶ περιπλασθεῖσα πηλῷ
κεραμεικῷ δίδοται εἰς κάμινον, ἄχρι ἂν οὗ τελείως ὀπτηθῇ.
5.76.2
<οἱ δὲ> ἀντὶ τοῦ θείου στυπτηρίαν παρεμπάσσουσιν· <ἔνιοι> δὲ
δίχα τοῦ θείου καὶ τῶν ἁλῶν συνθέντες ἐν χύτρᾳ καίουσιν ἐφ'
ἱκανὰς ἡμέρας. <οἱ δὲ> τῷ θείῳ μόνῳ χρῶνται, ἀπασβολοῦνται
μέντοι. <ἄλλοι> δὲ χρίοντες τοὺς ἥλους σχιστῇ στυπτηρίᾳ μετὰ
θείου καὶ ὄξους καίουσιν ἐν ὠμῇ χύτρᾳ. <ἄλλοι> δὲ ἐν χαλκῇ
χύτρᾳ ὄξει καταρραίνοντες αὐτοὺς οὕτως ὀπτῶσι· μετὰ δὲ τὸ
καῆναι πάλιν τὸ αὐτὸ ποιοῦσιν ἐπὶ τρίς, ἔπειτα ἀποτίθενται.
πρωτεύει δὲ ὁ ἐν Μέμφιδι καιόμενος, ἔπειτα ὁ ἐν Κύπρῳ.
5.76.3
δύναται δὲ στύφειν, ξηραίνειν, λεπτύνειν, καταστέλλειν,
ἐπισπᾶσθαι, ἀνακαθαίρειν ἕλκη καὶ ἀπουλοῦν, σμήχειν τὰ ἐν
ὀφθαλμοῖς, τήκειν τὰ ὑπερσαρκοῦντα, νομὰς ἰστάνειν· κινεῖ δὲ