5.64.1
<'''σελινίτης'''>· σελίνου σπέρματος ὡρίμου νέου σεσησμένου
𐅻 οʹ ἐνδήσας εἰς ὀθόνιον βάλε εἰς κεράμιον γλεύκους ὁμοίως.
ποιεῖ δὲ ὄρεξιν, καὶ στομαχικοῖς δὲ ἁρμόζει καὶ δυσουροῦσιν·
ἔστι δὲ καὶ εὔπνους.
== marathitês... ==
5.65.1
καὶ <'''μαραθίτης'''> δὲ καὶ <'''ἀνήθινος'''> καὶ <'''πετροσε'''-
'''λινίτης'''> ὁμοίως σκευάζονται, πρὸς τὰ αὐτὰ ποιοῦντες.
== oinos di' halos anthous ==
5.66.1
σκευάζεται καὶ <'''δι' ἁλὸς ἄνθους'''> <'''οἶνος'''>, καθαρτικώ-
τερος τοῦ διὰ θαλάττης. κακοῖ δὲ φάρυγγα, νεφρούς, κύστιν,
στόμαχον, ὅθεν οὔτε πρὸς ὑγίειαν οὔτε πάθεσι χρήσιμος ὁ
τοιοῦτος.
== oinos phthorios embruôn ==
5.67.1
γίνεται δὲ καὶ <'''φθόριος ἐμβρύων οἶνος'''>· φυτευομέ-
ναις γὰρ ταῖς ἀμπέλοις συμφυτεύεται ἐλλέβορος ἢ σίκυος ἄγριος
ἢ σκαμμωνία, ὧν ἀναλαμβάνει ἡ σταφυλὴ τὴν δύναμιν· καὶ ὁ
ἐξ αὐτῆς οἶνος γίνεται φθόριος. δίδοται δὲ προεμημεκυίαις
νήστεσι κυάθου πλῆθος κεκραμένος.
== thumelaitês ==
5.68.1
<'''θυμελαίτης'''>· τῶν κλωνίσκων σὺν τοῖς φύλλοις καὶ
τῷ καρπῷ 𐅻 λʹ βάλε εἰς γλεύκους χοεῖς τρεῖς καὶ σκεύαζε
ἕψων κούφως, ἄχρι ἂν δύο ἀπολειφθῶσι χοεῖς, καὶ διυλίσας
ἀποτίθεσο. καθαίρει ὑδατώδη καὶ σπλῆνας τήκει.
== khamelaitês ==
5.69.1
<'''χαμελαίτης'''>· ἐπειδὰν ἀνθῇ ὁ θάμνος, μετὰ τῶν φύλ-
λων κόψας καὶ σήσας βάλε 𐅻 ιβʹ εἰς γλεύκους χοῦν, καὶ μετὰ
μῆνας δύο μετάγγιζε. ποιεῖ δὲ ὑδεριῶσιν, ἡπατικοῖς, κεκοπωμέ-
νοις καὶ ταῖς ἐκ τοκετοῦ δυσκαθάρτοις.
'''khamaipituinos'''
5.70.1
<χαμαιπιτύινος> ὁμοίως σκευάζεται καὶ πρὸς τὰ αὐτὰ
ἁρμόζει, διουρητικὸς ὤν.
== mandragoritês ==
5.71.1
<'''μανδραγορίτης'''>· τοῦ φλοιοῦ τῆς ῥίζης κατατεμὼν
ἔνειρον εἰς λίνον ἡμιμναῖον καὶ κάθες εἰς μετρητὴν γλεύκους
πρὸς μῆνας τρεῖς, εἶτα μετάγγιζε. ἡ μέση πόσις ἡμικοτύλιον·
πίνεται δὲ γλυκέος προσδιδομένου τὸ διπλάσιον. <φασὶ> δὲ κοι-
μίζειν καὶ καροῦν ὅλον τρίκλινον κοτύλην αὐτοῦ καταμειχθεῖσαν
χοεῖ· μετὰ ξέστου δὲ οἴνου κύαθος εἷς ποθεὶς ἀναιρεῖ. ἔστι
δὲ ἡ σύμμετρος χρῆσις ἀνώδυνος, ῥευμάτων παχυντική· καὶ
ὀσφραινόμενος <δὲ> καὶ ἐγκλυζόμενος τὸ αὐτὸ ποιεῖ.
== elleboritês ==
5.72.1
<'''ἐλλεβορίτης'''>· εἰς χοέα γλεύκους τεθαλασσωμένου μέ-
λανος ἐλλεβόρου δραχμὰς δέκα δύο βάλε λείου ἐν ὀθονίῳ ἀραιῷ·
μετάχει δέ, ὅταν ἀναζέσῃ. ἢ εἰς ἀθαλάσσου χοῦν 𐅻 ιεʹ ἢ 𐅻 ιδʹ
ὁλοσχερῶς συνθλάσας βάλε, καὶ μεθ' ἡμέρας τινὰς διυλίσας
χρῶ· πότιζε δὲ κύαθον ἕνα πρὸς κοιλίας λύσιν μεθ' ὕδατος ἐκ
5.72.2
βαλανείου, ἐμημεκόσιν ἀπὸ δείπνου. ἢ ἐλλεβόρου δραχμὰς εἴκοσι,
σχοίνου 𐅻 ιβʹ, στάχυος Συριακοῦ 𐅻 ιγʹ σεσησμένας ἐν ὀθονίῳ
δήσας κάθες εἰς κοτύλας ιδʹ Κῴου οἴνου ἐπὶ ἡμέρας τεσσαρά-
κοντα· εἶτα ἀπηθήσας πότιζε τρία ἡμικοτύλια. ἢ εἰς γλεύκους
κεράμιον θαλάττης πελαγίας ἡψημένης ξέστας βʹ, ἐλλεβόρου
λευκοῦ λίτρας τὸ ἥμισυ ἔμβρεχε ἡμέρας τεσσαράκοντα καὶ ἀπη-
θήσας χρῶ. ἢ ἐλλεβόρου 𐅻 ιβʹ, ἀφρονίτρου δραχμὰς τέσσαρας,
γλεύκους κοτύλας ιβʹ βρέχε ἐπὶ ἡμέρας δέκα πέντε καὶ ἀπηθή-
5.72.3
σας χρῶ μετὰ μῆνας ἕξ· τοῦτο καὶ βρέφη ἐκτιτρώσκει. ἢ ἐκ τε-
θειλοπεδευμένης σταφυλῆς λαβὲ γλεύκους μετρητὴν καὶ βάλε
γύψου εἰς τὸν οἶνον 𐅻 κʹ, καὶ ἔασον ἡμέρας δύο, καὶ κάθες ἔν-
δεσμον μέλανος ἐλλεβόρου 𐅻 λʹ, σχοίνου 𐅻 λʹ, καλάμου 𐅻 λʹ,
ἀρκευθίδων ἡμιχοίνικον καὶ τέταρτον, σμύρνης δὲ καὶ κρόκου
ἀνὰ 𐅻 αʹ, ἐνειλήσας ὀθονίῳ κρέμασον πρὸς ἡμέρας μʹ, εἶτα
διύλιζε καὶ δίδου κυάθους τρεῖς ἢ δύο κεράσας. καθαίρει
ἐκ τοκετῶν καὶ ἐκ τρωσμῶν· φθείρει δὲ καὶ ἔμβρυα, καὶ πρὸς
τὰς ὑστερικὰς πνίγας ποιεῖ.
== skammônitês ==
5.73.1
<'''σκαμμωνίτης'''>· σκαμμωνίας τῆς ῥίζης 𐅻 ιεʹ ὀρω-
ρυγμένης ἐν πυραμητῷ ἐμβάλλονται εἰς γλεύκους χοέα λεῖαι
ἐν ὀθονίῳ ἐπὶ ἡμέρας τριάκοντα. καθαίρει δὲ κοιλίαν, ἄγων
χολὴν καὶ φλέγμα.
== kadmeia ==
5.74.1
<'''καδμεία'''> ἀρίστη μέν ἐστιν ἡ Κυπρία, ἐπικαλουμένη