Les témoins (cookies) nous aident à fournir nos services. En utilisant nos services, vous acceptez notre utilisation des témoins.

Modifications

Aller à : navigation, rechercher

Lexique (Hésychios, VIe siècle)

9 913 octets ajoutés, 26 août 2013 à 13:28
aucun résumé de modification
*<ἀμαξίς>· γένος σταφυλῆς ἀπὸ ἀναδενδράδος.
*<ἀμάρακος>· γένος μύρου, ἀπὸ φυτοῦ ἀμάρακος καλουμένου
*<ἀμάραντος>· εἶδος φυτοῦ, ἀφ' οὗ στέφανοι πλέκονται
*<ἁμασυκάδες>· ἅμα τοῖς σύκοις γινόμενοι ἄπιοι
*†<ἀμαχητηρία>· εἶδος ἀκάνθης
*<ἀμβλῶνες>· χαλβάνη. Διονύσιος
*<ἀμβροσίη>· Κορίνθιοι δὲ τὸ κρίνον (Nicand. fr. 126)
*<ἀμέθυσος>· βοτάνη. καὶ λίθος
*<ἀμείνασις>· ἡδύοσμον <ὑπὸ Περγαίων>
*<ἀμπελόπρασον>· πόα τις. ἔστι δὲ καὶ βοτάνη
*<ἀμπέλιοι, ἀμπέλια>· φυτόν τι. οὕτω κατὰ στελέχη τῆς ἀμπέλου
*<ἀμυγδαλη>· τὸ δένδρον. καὶ τὰ τραγήματα
*<ἄμυλος>· βρῶμα τὸ ἐκ πυροῦ
*<ἀμυσχαία>· οἰνάνθη. ἢ ἀναδενδράς
*<ἀμφιδρυπίς>· δένδρον, βατίς
*<ἄμφωξις>· ὑδρεῖον ξύλινον ἀγροικικόν, εἰς ὃ καὶ ἀμέλγουσιν
*<ἄμωμον>· ἐν ταῖς ὀνομασίαις ὁ λιβανωτός
*<ἀναγαλλίς>· πόα τις. λέγεται δὲ καὶ ἀῤῥενικῶς
*<Ἀναγυράσιος>· δῆμος τῆς Ἀττικῆς, ἔνθα καὶ φυτὸν δυσῶδες φύεται q
*<ἀνάγυρον κινεῖν>· παροιμία· q Κινήσω τὸν ἀνάγυρον. διὰ τὸ δυσῶδες φυτὸν αὐτόθι φύεσθαι
*<ἀναιμώδητον>· ἡ ἀνδράχνη
*<ἀνακαμψέρως>· φυτόν τι, ὃ καὶ ἀρθὲν ἀπὸ γῆς ζῇ
*†<ἀναφλᾶ>· λάχανον φέρει ἄνθος, ὡς ἡ μαλάχη καὶ τὸ ἄνηθον
*<ἀνδροκάδες>· πόα τις
*<ἀνεμώνη>· μάζης εἶδος. καὶ φίλημα. καὶ ἡ μήκων. καὶ τὸ ἄνθος. καὶ πᾶν φυτὸν ταχέως ὑπὸ ἀνέμων φθειρόμενον καὶ μάταιον καὶ ἀνεμῶδες
*<ἀνθρύσκος>· ἄνθους εἶδος (Sapph. fr. 5,5,14L?)
*<ἀνθεμίς>· ἡ ὑπ' ἐνίων ἀμάρακος πόα A
*<ἀνθέρικες>· *τὰ τῶν σταχύων ἄκρα (Υ 227) καὶ αἱ προβολαί vgAP καὶ <ὁ> ἀσφοδελοῦ καυλός (Hdt. 4,190) καὶ βοτάνης εἶδος. καὶ τὰ ἐν τοῖς στάχυσι κέντρα
*<ἄνθεσι μήλων>· τοῖς ἀκροδρύοις. ἀπὸ μεταφορᾶς τῶν μήλων [τοῖς ἀκροδρίοις]. πᾶς καρπὸς δένδρου <μῆλον> λέγεται (Ι 538)
*<ἀνθρίσκιον>· λάχανον ἔχον ἄνθος, ὡς ἄνηθον. ἢ τὸ ἄννησον
*†<ἀνίηρ>· βοτάνη τις
*<ἀννησοειδές>· κώνειον
*<ἀντιβάλανος>· ἡ †κικκίς
*†<ἀντιβαρνικί>· ἡ κασσία
*<ἀντιγόνιον>· βοτάνη, καὶ ἄνθος
* *<ἀντίγονον>· ἀκακία gA
*<Ἀντικυρικόν>· ὁ ἐλλέβορος
*<ἀντίῤῥινον>· ἀντίῤῥιζον. οἱ δὲ βοτάνης εἶδος
*<ἀντόφρυς>· βοτάνης εἶδος
*<ἀπαρίνη>· φυτάριόν τι. ἔνιοι δὲ ὀροβάκχην
*<ἀπαφουλίστωρ>· σταφυλῖνος. Λάκωνες
*<ἀπελλόν>· αἴγειρος, ὅ ἐστι εἶδος δένδρου
*<ἄπιος>· ἡ ὄγχνη καλουμένη. βοτάνη
*<ἄπλυτοι ῥαφανίδες>· οὕτως ἔνιοι ὡς Εὔπολις (fr. 312), ἃς καὶ Θασίας τινὲς ἔλεγον
*<ἀποβράσματα>· τὰ σκύβαλα τῶν πυρῶν
*<ἀπόκυνον>· μάζα μεμαγμένη φαρμάκῳ, πρὸς ἀναίρεσιν κυνῶν. ἢ εἶδος βοτάνης
*<Ἀπολλωνιάς>· ἡ δάφνη
*<ἄρακοι>· ὄσπριόν τι. τὸ δὲ αὐτὸ καὶ <λάθυρον
*<ἀράχνους>· εἶδος ὀσπρίου
*<ἀργάδες>· εἶδος φυτοῦ ἢ ἀργαὶ γυναῖκες S
*<ἀργεμώνη>· εἶδος βοτάνης
*<ἄργετος>· ἡ ἄρκευθος. Κρῆτες
*<ἀργύριος>· εἶδος βοτάνης
*<ἀργώ>· εἶδος φυτοῦ, ἀφ' οὗ ἡ Ἀργὼ ναῦς
*<ἀρία>· φυτὸν ἡ ἀρία
*<ἀρίς>· εἶδος βοτάνης
*<ἀριστολοχεία>· βοτάνη τις
*<ἀριστομένειον>· βοτάνη
*<ἀριστερεών>· φυτὸν τῶν εἰς τοὺς καθαρμοὺς παραλαμβανομένων
*<ἀρκτοῦρος>· βοτάνης εἶδος. καὶ ἄστρον
*<ἀρνόγλωσσον>· βοτάνη τις
*<ἀρνόφιλον>· κύτισον. ἔστι δὲ πόα θαμνώδης
*<ἄρον>· τρυβλίον μέγα. καὶ βοτάνης ῥίζα
*<ἀρόσπακες>· δρύες ἐπικεκομμέναι
*<ἄρπιξ>· εἶδος ἀκάνθης. Κύπριοι
*<Ἀρτεμισία>· βοτάνη
*<ἄρτιφος>· ὀρίγανον
*<ἄρυα>· τὰ Ἡρακλεωτικὰ κάρυα
*<ἀσκηρά>· εἶδός τι τῶν καστανίων
*<Ἀσκληπιάς>· ἡ δάφνη
*<ἄσκρα>· δρῦς ἄκαρπος
*<ἄσκυροι>· βοτάναι τινές
* *<ἀσπάλαθοι>· ἄκανθαι AS
* *<ἀσπάλαθος>· φυτὸν ἀκανθῶδες (Sir. 24,15) (AS)
*<ἀσπάραγος>· τὸ ἐκ τῶν ἀκανθῶν φυόμενον τραχύ
*<ἀσπίνθιον>· ἀψίνθιον
*<ἀσπληνίς>· βοτάνης εἶδος
* *<ἀσταφίς>· σταφίς AS
*<ἀστραγάλη>· ἡ τῆς ἴρεως ῥίζα.
*<ἀστροβολήτους>· τοὺς ὑπὸ τοῦ Κυνὸς βαλλομένους
*<ἀστυλίς>· φυτόν, ὅθεν ὁ ἰξός
*<ἀσφόδελος>· εἶδος φυτοῦ, οὗ τὴν ῥίζαν ἐδώδιμόν φησι Ἀρίσταρχος, καὶ ἅπαν εὔοσμον· <ἀσφοδελὸς> δὲ ὀξυτόνως λειμών, παράδεισος (λ 539)
*<ἀταισόν>· ἀναδενδράς. Τυῤῥηνοί
*<ἀτέρεμνα>· τὰ μὴ ἑψόμενα ὄσπρια p
*<ἀτόκιον>· βοτάνη
*<ἀτρακτυλλίς>· φυτὸν ἀκανθῶδες. οἱ δὲ τὴν ἀγρίαν κνῆκον
*<ἀτυπίδες>· κριθαὶ ἀπίτυροι, λεγόμεναι <ἀλέπυροι>
*<αὐαρά>· τὰ Ποντικὰ κάρυα
*<ἀφάκη>· ὄσπριον
*<ἄφος>· ἡ τραγάκανθα
*<ἄφρις>· μύρτον
* *<ἄχερδος>· ἄκανθα ποιά S "καὶ ἐθρίγκωσεν ἀχέρδῳ, (ξ 10)
*<ἀχερωΐς>· δένδρου γένος ἀκάρπου. λεύκη (Ν 389) (S)
*<ἄχηρον>· ἀχράδα. Κρῆτες
*<ἄχνυλα>· κάρυα. Κρῆτες
*<ἀχράδας>· τοὺς ἀπίους
*<ἀχράδα>· ἄπιον Λάκωνες
*<ἀχραδῖναι>· ζῶά τινα [καὶ] ξυλοφάγα
*<ἁψός>· θηρίον τι κατεσθίον ἀμπέλους S
== Β ==
 
*<βαθύμαλλον>· κνεωροῦ τοῦ μέλανος τάπης. ἀπὸ ἱστορίας, ἀπὸ κνεωροῦ φυτοῦ, ᾧ ἐχρῶντο πρὸς κάθαρσιν. ἀπὸ δὲ τοῦ αὐτοῦ αὐχμηροῦ
*<βαΐς>· ῥάβδος φοίνικος. καὶ <βαΐων>
*<βαίτιον>· βοτάνη ἐμφερὴς δικτάμνῳ, ἤγουν γλήχωνι
*<βάκκαρις>· μύρον ποιὸν ἀπὸ βοτάνης ὁμωνύμως· ἔνιοι δὲ ἀπὸ μυρσίνης· ἄλλοι δὲ μύρον Λυδόν. ἔστι δὲ καὶ ξηρὸν διάπασμα τὸ ἀπὸ τῆς ῥίζης
*<βακχᾶν>· ἐστεφανῶσθαι κισσῷ
*<βακχεῖον>· τελεστήριον. νάρθηξ
*<Βάκχη>· γένος ἀπίου.
*<βάλανοι>· δρύες. ASb)
*<βάλανοι>· τὰ ἐξηρτημένα τῶν ὅρμων περὶ τὸν τράχηλον. καὶ τῶν δρυῶν <ὁ> καρπός, καὶ ὁ τῶν φοινίκων (Xen. An. 1,5,10). καὶ κλεῖδες, καὶ ἰατροὶ τὰ ἐντιθέμενα τῇ ἕδρᾳ βαλάνους λέγουσιν q
*<βαλαύστιον>· εἶδος ῥοιᾶς, φέρον ἄνθος ἁρμόζον πρὸς θεραπείαν
*<βάλλαρις>· βοτάνη τρίφυλλος
*<βαρκίων>· βοτάνη τις ἐν Αἰγύπτῳ
*<βαρύες>· δένδρα [βαρυκάνσου]
*<βάτια>· ὁ τῆς συκαμίνου καρπὸς <ὑπὸ Σαλαμινίων>, καλεῖται δὲ καὶ <ἅβρυνα ἢ μόρα> q
* *<βατός>· ἡ δὲ ἄκανθα <βάτος>
*<βᾶϋ>· εἶδος ἄνθους
*<βδαροί>· δρύες, δένδρα
*<βέλεκκος>· ὄσπριόν τι ἐμφερὲς λαθύρῳ μέγεθος ἐρεβίνθου ἔχον (Ar. fr. 755)
*<Βερενίκιον>· εἶδος βοτάνης
*<βῆκα>· ἀναδενδράς
*<βηκώνιον>· εἶδος βοτάνης
*<βήρβη>· κωδία μήκωνος
*<βηράνθεμον>· νάρκισσος. οἱ δὲ τηράνθεμον λέγουσι
*<βήρυλλος>· *λίθος (Tob. 13,17) AS ἢ βοτάνης εἶδος
*<βήχιον>· βοτάνης εἶδος (Hippocr. art. 63)
*<βίσκαρις>· εἶδος βοτάνης
*<βλάθρον>· φυτὸν πτέρει ὂν ὅμοιον, ὅπερ ἔνιοι <βλάχνον>
*<βλᾶχρον>· πόα τις
 
== Γ ==
146 870
modifications

Menu de navigation