*<ἄκινος>· πόα τις
*<ἀκοντιάς>· βοτάνη τις οὕτω καλουμένη, τοὺς κύνας θεραπευομένη τῶν τῆς †δάκης ὄφεων.
*<ἄκορνα>· ἀκανθῶδες φυτόν.
*<ἄκορον>· πόα τις, βοτάνη.
*<ἀκοστή>· κριθή, παρὰ Κυπρίοις. q
*[<ἀκρήμονες>· κλάδοι, καὶ βλαστοί. ἢ <ἀκρέμονες>]
* *<ἀκώριαι>· ἄκανθαι AS
*<ἅλα>· *θάλασσαν (Α 141) vgAS ἢ οἶνος Κύπριοι
*<Ἀλεξάνδρειος>· εἶδος βοτάνης
* *<ἄλευρα>· κυρίως, τὰ τοῦ σίτου· ἄλφιτα δὲ τὰ τῶν κριθῶν S
*<ἀλήπορον>· λευκόν τι ἄνθος
*<ἀλθαία>· εἶδος βοτάνης <ὡς Ἀπολλόδωρος> T
*<ἄλιζα>· ἡ λεύκη τὸ δένδρον. Μακεδόνες
*<ἁλικάκκαβα>· ὁ τοῦ λωτοῦ καρπός. καὶ πόας εἶδος
*<ἅλιμον>· πόα πλησίον θαλάσσης γινομένη
* *[<ἀλισμοῖς καὶ>] <ἁλίμοις>· βοτάναις δενδροειδέσι παρὰ θάλασσαν gSn ἢ ξηροῖς τόποις (Ierem. 17,6) S
*†<ἁλίφαλος>· γένος δρυός
*<ἀλκαῖον>· *ὅπλον P ἢ ἀλεξιφάρμακον φυτόν. Ἐρατοσθένης (fr. 6 Str.)
*<ἁλκυόνιον>· βοτάνη τις
*<ἄλλην>· λάχανον, Ἰταλοί.
*<ἁλμάδες>· *κολυμβάδες ἐλαῖαι vgb καὶ ἐκ σινάπιος γογγυλίδες
*<ἀλόη>· πόας εἶδος, καὶ ὁ χυλὸς αὐτῆς
*<ἀλσίνη>· βοτάνης εἶδος
*<ἀλφινία>· ἡ λεύκη. Πεῤῥαιβοί
*<ἀλφός>· λευκή τις <παραλλαγὴ> ἐν τῷ σώματι
*<ἀλωπέκεως>· ἄμπελος οὕτω καλουμένη, καὶ ὁ ἀπ' αὐτῆς οἶνος
*<ἁμάδρυα>· κοκκύμηλα. Σικυώνιοι
*<ἁμαδρυάδες>· βάλανοι
*<ἁμαζανίδες>· αἱ μηλέαι
*<ἄμαλλοι>· φυτὰ σικύων, ἢ τῶν ὁμοίων
*<ἁμαμηλίς>· ἀπίου γένος, ἢ μήλου, ἢ μεσπίλου (Hippocr. mul. 1,44)
*<ἀμάμαξυς>· ἄμπελος, ἢ γένος σταφυλῆς (Epich. fr. 24?)
*<ἀμαξίς>· γένος σταφυλῆς ἀπὸ ἀναδενδράδος.
*<ἀμάρακος>· γένος μύρου, ἀπὸ φυτοῦ ἀμάρακος καλουμένου
== Β ==