Daukos (Dioscoride)
|
Sommaire
Texte grec de Wellmann
3.72.1 <δαῦκος>· ὁ μέν τις καλεῖται Κρητικός, μαράθῳ ὅμοια ἔχων τὰ φύλλα, μικρότερα δὲ καὶ λεπτότερα, καυλὸν δὲ σπι- θαμιαῖον, σκιάδιον ὅμοιον κοριάνδρῳ, ἄνθη λευκά· ἐν δὲ τού- τοις ὁ καρπὸς λευκός, δασύς, δριμὺς ἐν τῷ διαμασᾶσθαι, εὐώδης· ῥίζα δακτύλου τὸ πάχος, τὸ δὲ μῆκος σπιθαμῆς. γεν- νᾶται δὲ ἐν πετρώδεσι τόποις καὶ εὐηλίοις. ὁ δέ τις αὐτοῦ ἐστι σελίνῳ ἀγρίῳ παραπλήσιος, ἀρωματώδης καὶ εὐώδης, δρι-
3.72.2 μὺς καὶ πυρώδης γευομένῳ· διαφέρει δὲ ὁ Κρητικός. τὸ δὲ τρίτον εἶδος κορίῳ τὰ φύλλα ἔοικε καὶ τὰ ἄνθη λευκά· κεφα- λὴν δὲ ἔχει καὶ καρπὸν ὅμοια ἀνήθῳ, σκιάδιον δὲ σταφυλίνῳ ἐοικός, σπέρματος ἐπιμήκους πλῆρες ὡς κυμίνου, δριμέος. πάντων δέ ἐστι τὸ σπέρμα θερμαντικόν· πινόμενον <δὲ> ἐμμήνων καὶ ἐμβρύων καὶ οὔρων ἀγωγὸν καὶ στρόφων ἀπαλ- λακτικὸν βηχῶν τε χρονίων πραϋντικόν· ἀρήγει δὲ καὶ φαλαγ- γιοδήκτοις σὺν οἴνῳ ποθέν, διαφορεῖ δὲ καὶ οἰδήματα κατα- πλασθέν. ἡ δὲ χρῆσις τῶν μὲν ἄλλων τοῦ σπέρματος, τοῦ δὲ Κρητικοῦ καὶ τῆς ῥίζης, ἥτις μάλιστα πρὸς θηρία πίνεται μετ' οἴνου.
____________________
RV: δαῦκος· οἱ δὲ δίρκαιον καλοῦσιν.
Identifications proposées
- Athamanta cretensis (Beck)
- (Aufmesser)
- (Berendes)
- (García Valdés)
- 1) Athamanta cretensis, 2) Peucedanum carvaria, 3) Psychotis amnis (LSJ d'après Beck)