Seris (Dioscoride)
|
Sommaire
Texte grec de Wellmann
2.132.1 <σέρις> ἀγρία καὶ ἥμερος, ὧν ἡ μὲν ἀγρία πικρὶς ἢ κιχόριον καλεῖται, ἥτις ἐστὶ καὶ πλατυφυλλοτέρα καὶ εὐστο- μαχωτέρα τῆς κηπευτῆς. καὶ τῆς κηπευτῆς δὲ διττὸν εἶδος· ἡ μὲν γάρ τίς ἐστι θριδακωδεστέρα καὶ πλατύφυλλος ἡ δὲ στενό- φυλλος καὶ ἔμπικρος.
2.132.2 πᾶσαι δὲ στυπτικαὶ καὶ ψυκτικαὶ καὶ εὐστόμαχοι. ἱστᾶσι δὲ καὶ κοιλίαν ἑφθαὶ μετ' ὄξους λαμβανόμεναι, καὶ μάλιστα αἱ ἄγριαι εὐστομαχώτεραι· βρωθεῖσαι γὰρ ἀτονοῦντα στόμαχον παρηγοροῦσι καὶ καυσούμενον <καὶ> καταπλασσόμεναι σὺν ἀλ- φίτῳ καὶ καθ' ἑαυτάς, καὶ καρδιακοῖς εἰσι κατάπλασμα· χρή- σιμοι δὲ καὶ ποδάγραις καὶ ὀφθαλμῶν φλεγμοναῖς βοηθοῦσιν. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει καὶ ἐρυσιπέλασι σὺν ἀλφίτῳ. σὺν ψιμυθίῳ δὲ καὶ ὄξει ὁ χυλὸς αὐτῶν ἐπίχριστος τῶν ψύξεως δεομένων.
____________________
RV: σέρις ἥμερος· οἱ δὲ πικρίδιον, Αἰγύπτιοι ἄγον, Ῥωμαῖοι ἴντουβου<μ> ἀγρέστε, οἱ δὲ κικίρβιτα ἄλβα, οἱ δὲ ἀμαριτούδω.
σέρις ἀγρία· οἱ δὲ κικώριον, οἱ δὲ πικρίδα ἀγρίαν, Αἰγύπτιοι ἀγονουχί, Ῥωμαῖοι κικίρβιτα<μ> ἀγρέστε<μ>.
Identifications proposées
- Cichorium intybus, Cichorium endivia (Beck)
- (Aufmesser)
- (Berendes)
- (García Valdés)
- (Osbaldeston)