Lexique (Hésychios, VIe siècle)
De PlantUse Français
Révision de 26 août 2013 à 21:59 par Michel Chauvet (discussion | contributions) (Michel Chauvet a déplacé la page Lexique (Hésichios, VIe siècle) vers Lexique (Hésychios, VIe siècle) sans laisser de redirection)
On trouvera ci-dessous tous les noms de plantes mentionnés dans le Lexique ou Γλῶσσαι d'Hésychios d'Alexandrie. Ils ont été extraits du Lexique numérisé en grec sur le Wikisource grec, Βικιθήκη.
Pour ce faire, nous avons bénéficié des notes que Suzanne Amigues avait prises manuscritement il y a de nombreuses années, ce dont nous la remercions.
On trouve dans ce Lexique non seulement les noms, mais une explication de leur sens, et souvent une référence à leur auteur ou à la région de leur usage. On y trouve ainsi de nombreux mots dialectaux, mais aussi des mots de diverses langues (thrace, macédonien). De nombreux mots ne se trouvent dans aucun autre manuscrit survivant.
Sommaire : | Α - Β - Γ - Δ - Ε - Ζ - Η - Θ - Ι - Κ - Λ - Μ - Ν - Ξ - Ο - Π - Ρ - Σ - Τ - Υ - Φ - Χ - Ψ - Ω |
---|
α
- <ἄβαγνα>· ῥόδα n Μακεδόνες
- <ἄβαλις>· μοχθηρὰ ἐλαία
- <ἀβαρύ>· ὀρίγανον Μακεδόνες
- <ἄβιν>· ἐλάτην, οἱ δὲ πεύκη
- <ἄβοτοι>· αἱ μὴ κατανενεμημέναι βοτάναι ἢ οὐ φέρουσαι καρπόν
- <ἁβρόκαρπον>· ἁβρότονον
- <ἄβρομον>· ὀρίγανον, καὶ σιγηρόν, ἄψοφον
- <ἁβρότονον>· πόα τις
- <ἄβρυνα>· συκάμινα
- <ἀγαθίδες>· σησαμίδες
- <ἀγαλλίς>· ὑάκινθος ἢ θρυαλλὶς ἢ ἀναγαλλίς
- <ἀγαρικόν>· βοτάνη τις οὕτω καλουμένη παρὰ τοῖς ἰατροῖς
- <ἄγγατος>· τὸ εἰς ἀναδενδράδα ξύλον
- <ἄγλιθες>· ἐξ ὧν ἡ κεφαλὴ συνέστηκε τῶν σκορόδων
- <ἄγγορα>· ῥᾶξ, σταφυλή
- <ἄγγος>· *ἀγγεῖον pw καὶ ῥίζα βοτάνης
- <ἀγέρδα>· ἄπιος. ὄγχνη
- [<ἀγεῤῥακάβος>· σταφυλή]
- <ἅγιον>· τῆς ἄγνου τὸ σπέρμα
- <ἀγκαλίδες>· αἱ τῶν φρυγάνων δεσμαί
- <ἀγκυρίς>· βοτάνη τις
- <ἀγλαοφῶτις>· βοτάνη
- <ἀγλίδια>· σκόροδα
- <ἀγλωστῖναι>· γογγυλίδες
- <ἄγνος>· φυτὸν p οὕτω καλούμενον
- <ἄγονον>· πήγανον q ἢ <πολύγονον>
- <ἀγράκαβος>· σταφυλή p
- <ἀγριάμπελος>· ἡ βρυωνία βοτάνη
- <ἀγριβρόξ>· ὀρίγανον
- <ἀγριοπήγανον>· βοτάνη
- <ἀγριοσταφυλίδες>· ἀγριοσταφίδες
- <ἀγριοκάνναβος>· βοτάνη
- <ἀγριοκάρυον>· δένδρον
- <ἄγριφος>· γένος τι ἀγρίας ἐλαίας Ὀλυμπίασιν
- <ἀγρόθειρα>· βοτάνη τις
- <ἄγρωστις>· βοτάνη. καὶ ἄρτος τις, ὃς πρότερον λοχία ἐκαλεῖτο
- <ἄγρωστις>· εἶδος βοτάνης (Hom. ζ 90) b
- <ἄγχουσα>· ἡ κάλυξ
- <ἄγχουσα>· ῥίζα, ᾗ φυκοῦνται γύναια
- <ἀγώνη>· ὑοσκύαμος
- <ἀδαλτόμον>· εἶδος βοτάνης
- <ἀδάρκη>· βοτάνη
- <ἄδενδρον>· γῆ μὴ ἔχουσα δένδρα. καὶ σίδιον ξηρόν, ἤγουν
- <ἀδίαντον>· ξηρόν, ἄβροχον. ἢ φυτὸν καλούμενον πολύτριχον
- <ἁδράφαξυς>· λάχανον ἄγριον (Pherecr. fr. 75?)
- <ἁδρεῖν>· αὔξεσθαι φυτόν
- <αδρυα>· Σικελοὶ δὲ ἄδρυα λέγουσι τὰ μῆλα. παρὰ δὲ Ἀττικοῖς ἀκρόδρυα
- <ἁδρύνεσθαι>· αὔξεσθαι τοὺς στάχυας
- <ἀδωνηίς>· ἡ χελιδών. καὶ ἡ θριδακίνη (Callim. fr. 478?)
- <Ἀδώνιδος κῆποι>· ἐν τοῖς Ἀδωνίοις εἴδωλα ἐξάγουσιν καὶ κήπους ἐπ' ὀστράκων καὶ παντοδαπὴν ὀπώραν, οἷον ἐκ μαράθρων καὶ θριδάκων παρασκευάζουσιν αὐτῷ τοὺς κήπους· καὶ γὰρ ἐν θριδακίναις αὐτὸν κατακλινθῆναι ὑπὸ Ἀφροδίτης φασίν (Plat. Phaedr. 276 b?)
- <ἀείζων>· φυτὸν ἀειθαλές (Aesch. fr. 28)
- <ἀέντιον>· Αἰγύπτιον σμυρνίον
- †<ἀέρος εἶδος>· ἰός, καὶ ὄροβοι
- <ἀετόνυχες>· βοτάνη
- <ἀετός>· βοτάνη τις ἐν Λιβύῃ φυομένη
- <ἀθάρη>· πυρίνη πτισάνη
- *<ἀθέριξ>· τὸ εἰς τὸν στάχυν τοῦ σίτου ἄνω ὡς κέντρον (Υ 227) A
- <Ἀθηναΐς>· ἡ ἐλαία [καὶ Ἀθῆναι ἄστυ]
- *<αἴγειρος>· εἶδος δένδρου (Δ 482) r. APb
- <αἰγίκερας>· τῆλις
- <αἰγίλωψ>· πόα τις ἐμφερὴς στάχυϊ.
- [<αἴγειρος>· εἶδος δένδρου]
- <αἰγίπυρος>· βοτάνης εἶδος [ἢ κάραβος]
- <αἰγώνυχον>· πόας εἶδος
- <ἄιδειν πρὸς μυῤῥίνην>· ἔθος ἐν τοῖς συμποσίοις τὸν μὴ δυνάμενον ᾆσαι δάφνης κλῶνα ἢ μυῤῥίνης λαβόντα πρὸς αὐτὴν ἄιδειν
- [<αἴελχος>· κλάδος δάφνης r. Abp]
- <αἰζασία>· ἄμπελος οὕτως λεγομένη
- <αἰθαλίδες>· τὰ ἐν τῷ σίτῳ γινόμενα ἢ τοὺς ἐπὶ τῷ ὕδατι σταλαγμοὺς τοῦ ἐλαίου
- <Αἰθιοπικόν>· ἀκακία
- <αἰθιοπίς>· φλομώδης πόα p
- <αἰθυίας ἄνθος>· βοτάνης εἶδος
- <αἰλούριος>· ῥίζα τις οὕτω καλουμένη
- <αἴρας>· ἀγρίας βοτάνας r
- <αἴσακος>· ὁ τῆς δάφνης κλάδος r T. n
- <ἀκακαλλίς>· ἄνθος ναρκίσσου. Κρῆτες
- <ἀκακία>· βοτάνη
- <ἀκαλῆφαι>· κνίδαι (Ar. Lys. 549)
- <ἀκάνθινον>· ῥάμνος. καὶ ἐχῖνος
- <ἄκανθα>· λεύκη, ἢ μελάμφυλλον r
- <ἄκαρνα>· δάφνη
- <ἄκαρπον>· ἄγονον
- <ἄκαστος>· ἡ σφένδαμνος
- <ἀκεανοί>· οἱ μὲν τὰ ἐν τοῖς φακοῖς στρογγύλα. οἱ δὲ σπέρμα οὐχ ἑψόμενον, οὐδὲ διαιρούμενον (Pherecr. fr. 188)
- <ἀκερσίλα>· μυρσίνη. Σικελοί
- <ἄκινος>· πόα τις
- <ἀκοντιάς>· βοτάνη τις οὕτω καλουμένη, τοὺς κύνας θεραπευομένη τῶν τῆς †δάκης ὄφεων.
- <ἄκορνα>· ἀκανθῶδες φυτόν.
- <ἄκορον>· πόα τις, βοτάνη.
- <ἀκοστή>· κριθή, παρὰ Κυπρίοις. q
- [<ἀκρήμονες>· κλάδοι, καὶ βλαστοί. ἢ <ἀκρέμονες>]
- *<ἀκώριαι>· ἄκανθαι AS
- <ἅλα>· *θάλασσαν (Α 141) vgAS ἢ οἶνος Κύπριοι
- <Ἀλεξάνδρειος>· εἶδος βοτάνης
- *<ἄλευρα>· κυρίως, τὰ τοῦ σίτου· ἄλφιτα δὲ τὰ τῶν κριθῶν S
- <ἀλήπορον>· λευκόν τι ἄνθος
- <ἀλθαία>· εἶδος βοτάνης <ὡς Ἀπολλόδωρος> T
- <ἄλιζα>· ἡ λεύκη τὸ δένδρον. Μακεδόνες
- <ἁλικάκκαβα>· ὁ τοῦ λωτοῦ καρπός. καὶ πόας εἶδος
- <ἅλιμον>· πόα πλησίον θαλάσσης γινομένη
- *[<ἀλισμοῖς καὶ>] <ἁλίμοις>· βοτάναις δενδροειδέσι παρὰ θάλασσαν gSn ἢ ξηροῖς τόποις (Ierem. 17,6) S
- †<ἁλίφαλος>· γένος δρυός
- <ἀλκαῖον>· *ὅπλον P ἢ ἀλεξιφάρμακον φυτόν. Ἐρατοσθένης (fr. 6 Str.)
- <ἁλκυόνιον>· βοτάνη τις
- <ἄλλην>· λάχανον, Ἰταλοί.
- <ἁλμάδες>· *κολυμβάδες ἐλαῖαι vgb καὶ ἐκ σινάπιος γογγυλίδες
- <ἀλόη>· πόας εἶδος, καὶ ὁ χυλὸς αὐτῆς
- <ἀλσίνη>· βοτάνης εἶδος
- <ἀλφινία>· ἡ λεύκη. Πεῤῥαιβοί
- <ἀλφός>· λευκή τις <παραλλαγὴ> ἐν τῷ σώματι
- <ἀλωπέκεως>· ἄμπελος οὕτω καλουμένη, καὶ ὁ ἀπ' αὐτῆς οἶνος
- <ἁμάδρυα>· κοκκύμηλα. Σικυώνιοι
- <ἁμαδρυάδες>· βάλανοι
- <ἁμαζανίδες>· αἱ μηλέαι
- <ἄμαλλοι>· φυτὰ σικύων, ἢ τῶν ὁμοίων
- <ἁμαμηλίς>· ἀπίου γένος, ἢ μήλου, ἢ μεσπίλου (Hippocr. mul. 1,44)
- <ἀμάμαξυς>· ἄμπελος, ἢ γένος σταφυλῆς (Epich. fr. 24?)
- <ἀμαξίς>· γένος σταφυλῆς ἀπὸ ἀναδενδράδος.
- <ἀμάρακος>· γένος μύρου, ἀπὸ φυτοῦ ἀμάρακος καλουμένου
- <ἀμάραντος>· εἶδος φυτοῦ, ἀφ' οὗ στέφανοι πλέκονται
- <ἁμασυκάδες>· ἅμα τοῖς σύκοις γινόμενοι ἄπιοι
- †<ἀμαχητηρία>· εἶδος ἀκάνθης
- <ἀμβλῶνες>· χαλβάνη. Διονύσιος
- <ἀμβροσίη>· Κορίνθιοι δὲ τὸ κρίνον (Nicand. fr. 126)
- <ἀμέθυσος>· βοτάνη. καὶ λίθος
- <ἀμείνασις>· ἡδύοσμον <ὑπὸ Περγαίων>
- <ἀμπελόπρασον>· πόα τις. ἔστι δὲ καὶ βοτάνη
- <ἀμπέλιοι, ἀμπέλια>· φυτόν τι. οὕτω κατὰ στελέχη τῆς ἀμπέλου
- <ἀμυγδαλη>· τὸ δένδρον. καὶ τὰ τραγήματα
- <ἄμυλος>· βρῶμα τὸ ἐκ πυροῦ
- <ἀμυσχαία>· οἰνάνθη. ἢ ἀναδενδράς
- <ἀμφιδρυπίς>· δένδρον, βατίς
- <ἄμφωξις>· ὑδρεῖον ξύλινον ἀγροικικόν, εἰς ὃ καὶ ἀμέλγουσιν
- <ἄμωμον>· ἐν ταῖς ὀνομασίαις ὁ λιβανωτός
- <ἀναγαλλίς>· πόα τις. λέγεται δὲ καὶ ἀῤῥενικῶς
- <Ἀναγυράσιος>· δῆμος τῆς Ἀττικῆς, ἔνθα καὶ φυτὸν δυσῶδες φύεται q
- <ἀνάγυρον κινεῖν>· παροιμία· q Κινήσω τὸν ἀνάγυρον. διὰ τὸ δυσῶδες φυτὸν αὐτόθι φύεσθαι
- <ἀναιμώδητον>· ἡ ἀνδράχνη
- <ἀνακαμψέρως>· φυτόν τι, ὃ καὶ ἀρθὲν ἀπὸ γῆς ζῇ
- †<ἀναφλᾶ>· λάχανον φέρει ἄνθος, ὡς ἡ μαλάχη καὶ τὸ ἄνηθον
- <ἀνδροκάδες>· πόα τις
- <ἀνεμώνη>· μάζης εἶδος. καὶ φίλημα. καὶ ἡ μήκων. καὶ τὸ ἄνθος. καὶ πᾶν φυτὸν ταχέως ὑπὸ ἀνέμων φθειρόμενον καὶ μάταιον καὶ ἀνεμῶδες
- <ἀνθρύσκος>· ἄνθους εἶδος (Sapph. fr. 5,5,14L?)
- <ἀνθεμίς>· ἡ ὑπ' ἐνίων ἀμάρακος πόα A
- <ἀνθέρικες>· *τὰ τῶν σταχύων ἄκρα (Υ 227) καὶ αἱ προβολαί vgAP καὶ <ὁ> ἀσφοδελοῦ καυλός (Hdt. 4,190) καὶ βοτάνης εἶδος. καὶ τὰ ἐν τοῖς στάχυσι κέντρα
- <ἄνθεσι μήλων>· τοῖς ἀκροδρύοις. ἀπὸ μεταφορᾶς τῶν μήλων [τοῖς ἀκροδρίοις]. πᾶς καρπὸς δένδρου <μῆλον> λέγεται (Ι 538)
- <ἀνθρίσκιον>· λάχανον ἔχον ἄνθος, ὡς ἄνηθον. ἢ τὸ ἄννησον
- †<ἀνίηρ>· βοτάνη τις
- <ἀννησοειδές>· κώνειον
- <ἀντιβάλανος>· ἡ †κικκίς
- †<ἀντιβαρνικί>· ἡ κασσία
- <ἀντιγόνιον>· βοτάνη, καὶ ἄνθος
- *<ἀντίγονον>· ἀκακία gA
- <Ἀντικυρικόν>· ὁ ἐλλέβορος
- <ἀντίῤῥινον>· ἀντίῤῥιζον. οἱ δὲ βοτάνης εἶδος
- <ἀντόφρυς>· βοτάνης εἶδος
- <ἀπαρίνη>· φυτάριόν τι. ἔνιοι δὲ ὀροβάκχην
- <ἀπαφουλίστωρ>· σταφυλῖνος. Λάκωνες
- <ἀπελλόν>· αἴγειρος, ὅ ἐστι εἶδος δένδρου
- <ἄπιος>· ἡ ὄγχνη καλουμένη. βοτάνη
- <ἄπλυτοι ῥαφανίδες>· οὕτως ἔνιοι ὡς Εὔπολις (fr. 312), ἃς καὶ Θασίας τινὲς ἔλεγον
- <ἀποβράσματα>· τὰ σκύβαλα τῶν πυρῶν
- <ἀπόκυνον>· μάζα μεμαγμένη φαρμάκῳ, πρὸς ἀναίρεσιν κυνῶν. ἢ εἶδος βοτάνης
- <Ἀπολλωνιάς>· ἡ δάφνη
- <ἄρακοι>· ὄσπριόν τι. τὸ δὲ αὐτὸ καὶ <λάθυρον
- <ἀράχνους>· εἶδος ὀσπρίου
- <ἀργάδες>· εἶδος φυτοῦ ἢ ἀργαὶ γυναῖκες S
- <ἀργεμώνη>· εἶδος βοτάνης
- <ἄργετος>· ἡ ἄρκευθος. Κρῆτες
- <ἀργύριος>· εἶδος βοτάνης
- <ἀργώ>· εἶδος φυτοῦ, ἀφ' οὗ ἡ Ἀργὼ ναῦς
- <ἀρία>· φυτὸν ἡ ἀρία
- <ἀρίς>· εἶδος βοτάνης
- <ἀριστολοχεία>· βοτάνη τις
- <ἀριστομένειον>· βοτάνη
- <ἀριστερεών>· φυτὸν τῶν εἰς τοὺς καθαρμοὺς παραλαμβανομένων
- <ἀρκτοῦρος>· βοτάνης εἶδος. καὶ ἄστρον
- <ἀρνόγλωσσον>· βοτάνη τις
- <ἀρνόφιλον>· κύτισον. ἔστι δὲ πόα θαμνώδης
- <ἄρον>· τρυβλίον μέγα. καὶ βοτάνης ῥίζα
- <ἀρόσπακες>· δρύες ἐπικεκομμέναι
- <ἄρπιξ>· εἶδος ἀκάνθης. Κύπριοι
- <Ἀρτεμισία>· βοτάνη
- <ἄρτιφος>· ὀρίγανον
- <ἄρυα>· τὰ Ἡρακλεωτικὰ κάρυα
- <ἀσκηρά>· εἶδός τι τῶν καστανίων
- <Ἀσκληπιάς>· ἡ δάφνη
- <ἄσκρα>· δρῦς ἄκαρπος
- <ἄσκυροι>· βοτάναι τινές
- *<ἀσπάλαθοι>· ἄκανθαι AS
- *<ἀσπάλαθος>· φυτὸν ἀκανθῶδες (Sir. 24,15) (AS)
- <ἀσπάραγος>· τὸ ἐκ τῶν ἀκανθῶν φυόμενον τραχύ
- <ἀσπίνθιον>· ἀψίνθιον
- <ἀσπληνίς>· βοτάνης εἶδος
- *<ἀσταφίς>· σταφίς AS
- <ἀστραγάλη>· ἡ τῆς ἴρεως ῥίζα.
- <ἀστροβολήτους>· τοὺς ὑπὸ τοῦ Κυνὸς βαλλομένους
- <ἀστυλίς>· φυτόν, ὅθεν ὁ ἰξός
- <ἀσφόδελος>· εἶδος φυτοῦ, οὗ τὴν ῥίζαν ἐδώδιμόν φησι Ἀρίσταρχος, καὶ ἅπαν εὔοσμον· <ἀσφοδελὸς> δὲ ὀξυτόνως λειμών, παράδεισος (λ 539)
- <ἀταισόν>· ἀναδενδράς. Τυῤῥηνοί
- <ἀτέρεμνα>· τὰ μὴ ἑψόμενα ὄσπρια p
- <ἀτόκιον>· βοτάνη
- <ἀτρακτυλλίς>· φυτὸν ἀκανθῶδες. οἱ δὲ τὴν ἀγρίαν κνῆκον
- <ἀτυπίδες>· κριθαὶ ἀπίτυροι, λεγόμεναι <ἀλέπυροι>
- <αὐαρά>· τὰ Ποντικὰ κάρυα
- <ἀφάκη>· ὄσπριον
- <ἄφος>· ἡ τραγάκανθα
- <ἄφρις>· μύρτον
- *<ἄχερδος>· ἄκανθα ποιά S "καὶ ἐθρίγκωσεν ἀχέρδῳ, (ξ 10)
- <ἀχερωΐς>· δένδρου γένος ἀκάρπου. λεύκη (Ν 389) (S)
- <ἄχηρον>· ἀχράδα. Κρῆτες
- <ἄχνυλα>· κάρυα. Κρῆτες
- <ἀχράδας>· τοὺς ἀπίους
- <ἀχράδα>· ἄπιον Λάκωνες
- <ἀχραδῖναι>· ζῶά τινα [καὶ] ξυλοφάγα
- <ἁψός>· θηρίον τι κατεσθίον ἀμπέλους S
β
- <βαθύμαλλον>· κνεωροῦ τοῦ μέλανος τάπης. ἀπὸ ἱστορίας, ἀπὸ κνεωροῦ φυτοῦ, ᾧ ἐχρῶντο πρὸς κάθαρσιν. ἀπὸ δὲ τοῦ αὐτοῦ αὐχμηροῦ
- <βαΐς>· ῥάβδος φοίνικος. καὶ <βαΐων>
- <βαίτιον>· βοτάνη ἐμφερὴς δικτάμνῳ, ἤγουν γλήχωνι
- <βάκκαρις>· μύρον ποιὸν ἀπὸ βοτάνης ὁμωνύμως· ἔνιοι δὲ ἀπὸ μυρσίνης· ἄλλοι δὲ μύρον Λυδόν. ἔστι δὲ καὶ ξηρὸν διάπασμα τὸ ἀπὸ τῆς ῥίζης
- <βακχᾶν>· ἐστεφανῶσθαι κισσῷ
- <βακχεῖον>· τελεστήριον. νάρθηξ
- <Βάκχη>· γένος ἀπίου.
- <βάλανοι>· δρύες. ASb)
- <βάλανοι>· τὰ ἐξηρτημένα τῶν ὅρμων περὶ τὸν τράχηλον. καὶ τῶν δρυῶν <ὁ> καρπός, καὶ ὁ τῶν φοινίκων (Xen. An. 1,5,10). καὶ κλεῖδες, καὶ ἰατροὶ τὰ ἐντιθέμενα τῇ ἕδρᾳ βαλάνους λέγουσιν q
- <βαλαύστιον>· εἶδος ῥοιᾶς, φέρον ἄνθος ἁρμόζον πρὸς θεραπείαν
- <βάλλαρις>· βοτάνη τρίφυλλος
- <βαρκίων>· βοτάνη τις ἐν Αἰγύπτῳ
- <βαρύες>· δένδρα [βαρυκάνσου]
- <βάτια>· ὁ τῆς συκαμίνου καρπὸς <ὑπὸ Σαλαμινίων>, καλεῖται δὲ καὶ <ἅβρυνα ἢ μόρα> q
- *<βατός>· ἡ δὲ ἄκανθα <βάτος>
- <βᾶϋ>· εἶδος ἄνθους
- <βδαροί>· δρύες, δένδρα
- <βέλεκκος>· ὄσπριόν τι ἐμφερὲς λαθύρῳ μέγεθος ἐρεβίνθου ἔχον (Ar. fr. 755)
- <Βερενίκιον>· εἶδος βοτάνης
- <βῆκα>· ἀναδενδράς
- <βηκώνιον>· εἶδος βοτάνης
- <βήρβη>· κωδία μήκωνος
- <βηράνθεμον>· νάρκισσος. οἱ δὲ τηράνθεμον λέγουσι
- <βήρυλλος>· *λίθος (Tob. 13,17) AS ἢ βοτάνης εἶδος
- <βήχιον>· βοτάνης εἶδος (Hippocr. art. 63)
- <βίσκαρις>· εἶδος βοτάνης
- <βλάθρον>· φυτὸν πτέρει ὂν ὅμοιον, ὅπερ ἔνιοι <βλάχνον>
- <βλᾶχρον>· πόα τις
- <βλῆχρος>· πτέρις
- <βλήχων· γλήχων>· καὶ <γὰρ> οὕτως λέγεται. ἔστι δὲ εἶδος βοτάνης.
- <βλικάς>· σύκου φύλλον
- <βλίτον>· λαχάνου εἶδος
- *<βλωρός>· σύκου φύλλον AS
- <βουάκραι>· οἱ φοίνικες, ὑπὸ Λακώνων
- <βουκανῆ>· ἀνεμώνη τὸ ἄνθος. Κύπριοι
- <βούκερας>· τὸ σπερμάτιον, τῆλις
- <βουμανὲς> καὶ †<βορύπαστον>· εἴδη βοτανῶν
- <βούνιον>· πόας εἶδος
- <βούπλευρον>· λαχάνων εἶδος
- [<βουόφθαλμος>· βοτάνη τις]
- <βούπρηστις>· λαχάνου εἶδος
- <βούπτινον>· βοτάνη, λεγομένη <τρίφυλλον
- <βουσία>· γογγυλίδι ὅμοιον. Θετταλοί
- <βούτομον>· φυτὸν βουσὶ διδόμενον τροφή, ὅμοιον χόρτῳ (Iob 8,11) (Sn)
- <βούτρωκτον>· ὄροβον
- <βούτυρος>· βοτάνης εἶδος. Διονύσιος
- <βούφθαλμον>· βοτάνη τις, ὑφ' ἡμῶν ἐσθιομένη
- *<βράβυλος>· εἶδος φυτοῦ κακοῦ (Theocr. 12,3) AS
- <βράκανα>· τὰ ἄγρια λάχανα (Pherecr. fr. 13,1)
- <βράκος>· κάλαμος.
- <βράσκη>· κράμβη. Ἰταλιῶται
- <βρένθιξ>· θριδακίνη. Κύπριοι q
- <βρένθον>· μύρον τι <τῶν παχέων>, ὡς βάκκαρις. οἱ δὲ ἄνθινον μύρον.
- <βρικίννη>· εἶδος βοτάνης
- <βρίξ>· θριδακίνη. καὶ εἶδος ἄνθους. οἱ δὲ περιστερεῶνα
- <βρόδα>· Αἰολεῖς ῥόδα (Sapph. fr. 98,13 D ..)
- *<βρόμος>· βοτάνη ὁμοία σίτου ASn, μὴ ἔχουσα γόνατα AS
- <βροῦλος>· πόα ἔνυδρος
- <βρυκταία>· εἶδος βοτάνης
- <βρύτεα>· στέμφυλα. ἔνιοι εἶδος σκορόδου (ajouter)
- <βρυτονία>· ῥίζα τις οὕτως καλουμένη
- *<βώχ>· βοτάνης εἶδος S
Γ
- <γαιθυλλάδαι>· ἀμπελόπρασα
- <γαλατμόν>· λάχανον ἄγριον
- <γάλινθοι>· ἐρέβινθοι. οἱ δὲ γάλιθοι
- <γάνδομα>· πυροί
- <γανδόμην>· ἄλευρα
- <γάργα>· αἴγειρος
- <γάστρα>· γογγυλίς. ἢ κράμβη
- <γαστραία>· ἡ γογγυλίς. Λάκωνες
- †<γάστρι>· τὰ σπαρθέντα πρὸς τὸ λιστρευθῆναι. οἱ δὲ κύαμοι <ἢ> ῥάφανοι, οἷς ἀντὶ κόπρου χρῶνται, ὅταν αὐξηθέντα λιστρευθῇ (ajouter)
- <γέλγιθες>· αἱ τῶν σκορόδων κεφαλαί p
- <γέλενος>· ἀσφοδελός. νάρκισσος
- <γέλινθοι>· ἐρέβινθοι
- <γεντιανή>· ῥίζα τις οὕτω καλουμένη, χρήσιμος οὖσα εἰς τὰς ἀντιδόσεις
- <γεράνδρυες>· αἱ παλαιαὶ δρύες. καὶ τὰ παλαιὰ δένδρα <γεράνδρυα>
- <γεράνιος>· βοτάνης εἶδος
- <γήτεια>· κρόμμυα vgSn, ἃ καὶ γήθυα καλοῦνται (Ar. Eq. 677)
- <γιγαρτίς>· σταφίς S
- *<γίγαρτον>· τῆς σταφυλῆς τὸ ἔνδον (Num. 6,4) vgSn
- <γιτέα>· ἰτέα
- <γλαυκία ἢ γλαύκιον>· βοτάνη τις
- <γληχωνοειδές>· δίκταμνον
- <γλυκεῖα>· ἡ γλυκύῤῥιζος
- <γλύκη>· βοτάνη τις ἐδώδιμος
- <γλυκυσίδη>· φυτὸν ποιόν, συντελοῦν πρὸς ἀτόπημά τι τῶν γυναικῶν
- <γλυκύφαιον>· τὸ ἐρυθρόδανον. Κρῆτες
- [<γναφάδιον] γναφάλλιον>· βοτάνη
- <γολομένη>· βοτάνη
- <γονής>· νάρκισσος τὸ φυτόν
- <γονώνη>· ὀρίγανος
- †<γοράπιες>· ῥάφανοι (ajouter)
Δ
- Κύπριοι : <δαμάτριον>· ἄνθος ὅμοιον ναρκίσσῳ
- <δάσσα>· λάχανα
- <δαῦκος>· ὁ θρασύς. καὶ βοτάνη τις Κρητική
- <δελφίνιον>· εἶδος βοτάνης
- <δενδαλίδας>· οἱ μὲν ἄνθος τι, ἄλλοι τὰς λευκὰς κάχρυς, οἱ δὲ τὰς ἐπτισμένας κριθὰς πρὸ τοῦ φρυγῆναι, οἱ δὲ τὰς ἐκ κριθῶν μάζας γενομένας (Nicoph. com. fr. 15)
- *<δηλητήριον φάρμακον>· βοτάνη θανάσιμος r. vgAS
- <διάρινον>· τὸ σίναπυ r
- <διασκανδικίσῃς>· διευριπιδίσῃς· ἡ γὰρ τοῦ Εὐριπίδου μήτηρ σκάνδικας ἐπίπρασκε· <σκάνδικες> δέ εἰσιν εἶδος ἀγρίου λαχάνου (Ar. Eq. 19)
- <Δῖα βάλανα>· κάρυα Ποντικά
- <διδυμίου ῥίζα>· βοτάνης εἶδος. καὶ ὁ ὄρχις δὲ οὕτως λέγεται
- a) <δίκελλον>· ... b) <δικραδές>· τὸ ἐξ ἑνὸς <πυθμένος> δύο κλάδους ἔχον
- <δικταμνοειδές>· γλήχων τινές, οὐκ <εὖ>· ἔστι γὰρ βοτάνη δίκταμνος
- <δίλαξ>· ἡ ἀρία, τὸ φυτόν. Λάκωνες
- <Διὸς ἄνθος>· τοῦτο οὐ λάχανον, ἀλλὰ φυτὸν ἀκανθῶδές φασιν εἶναι οἱ περὶ Θεόφραστον (h. pl. 6,1,1)
- <δίψακος>· εἶδος βοτάνης
- <δοκάναι>· αἱ στάλικες, αἷς ἵσταται τὰ λίνα, ἢ κάλαμοι
- <δόλιχοι>· ὀσπρίου εἶδος
- <δόνακα>· κάλαμον r Κρῆτες, παρὰ τὸ δονεῖσθαι. καὶ <ῥαδαλὸν> <<δονακῆα>· τὸν διάσειστον καλαμῶνα> (Σ 576 v. l.)
- <δόνακες>· κάλαμοι pw "<δονάκεσσιν> ἑλώδεσιν ἢ πτελέαις<ιν>" [δονακῆα· τὸν διάσειστον καλαμῶνα] (ajouter)
- *<δονάκων>· καλάμων AS (Σ) ἢ αὐλῶν (Σ)
- *<δόναξ>· κάλαμος ὁ ἁλιευτικός vgAS
- <δορύκνιον>· εἶδος βοτάνης
- <δράγμα>· τὸν τῆς σταφυλῆς βότρυν καὶ τὰς φοινικίνας βαλάνους
- <δρυΐτης>· βοτάνη
- <δρύπτερις>· βοτάνη τις, ἐμφερὴς πτέρει
- <δύσκαπνος>· ὁ φοῖνιξ ὑπὸ Θεοφράστου (h. pl. 5,9,5; de ign. 72)