Lexique (Hésychios, VIe siècle) : Différence entre versions
De PlantUse Français
Ligne 1 286 : | Ligne 1 286 : | ||
[[Catégorie:Hésychios d'Alexandrie]] | [[Catégorie:Hésychios d'Alexandrie]] | ||
+ | |||
+ | [[Catégorie:Langue|grec]] |
Version du 25 septembre 2013 à 13:37
On trouvera ci-dessous tous les noms de plantes mentionnés dans le Lexique ou Γλῶσσαι d'Hésychios d'Alexandrie. Ils ont été extraits du Lexique numérisé en grec sur le Wikisource grec, Βικιθήκη.
Pour ce faire, nous avons bénéficié des notes que Suzanne Amigues avait prises manuscritement il y a de nombreuses années, ce dont nous la remercions.
On trouve dans ce Lexique non seulement les noms, mais une explication de leur sens, et souvent une référence à leur auteur ou à la région de leur usage. On y trouve ainsi de nombreux mots dialectaux, mais aussi des mots de diverses langues (thrace, macédonien). De nombreux mots ne se trouvent dans aucun autre manuscrit survivant.
Sommaire : | Α - Β - Γ - Δ - Ε - Ζ - Η - Θ - Ι - Κ - Λ - Μ - Ν - Ξ - Ο - Π - Ρ - Σ - Τ - Υ - Φ - Χ - Ψ - Ω |
---|
Α
- <ἄβαγνα>· ῥόδα n Μακεδόνες
- <ἄβαλις>· μοχθηρὰ ἐλαία
- <ἀβαρύ>· ὀρίγανον Μακεδόνες
- <ἄβιν>· ἐλάτην, οἱ δὲ πεύκη
- <ἄβοτοι>· αἱ μὴ κατανενεμημέναι βοτάναι ἢ οὐ φέρουσαι καρπόν
- <ἁβρόκαρπον>· ἁβρότονον
- <ἄβρομον>· ὀρίγανον, καὶ σιγηρόν, ἄψοφον
- <ἁβρότονον>· πόα τις
- <ἄβρυνα>· συκάμινα
- <ἀγαθίδες>· σησαμίδες
- <ἀγαλλίς>· ὑάκινθος ἢ θρυαλλὶς ἢ ἀναγαλλίς
- <ἀγαρικόν>· βοτάνη τις οὕτω καλουμένη παρὰ τοῖς ἰατροῖς
- <ἄγγατος>· τὸ εἰς ἀναδενδράδα ξύλον
- <ἄγλιθες>· ἐξ ὧν ἡ κεφαλὴ συνέστηκε τῶν σκορόδων
- <ἄγγορα>· ῥᾶξ, σταφυλή
- <ἄγγος>· *ἀγγεῖον pw καὶ ῥίζα βοτάνης
- <ἀγέρδα>· ἄπιος. ὄγχνη
- [<ἀγεῤῥακάβος>· σταφυλή]
- <ἅγιον>· τῆς ἄγνου τὸ σπέρμα
- <ἀγκαλίδες>· αἱ τῶν φρυγάνων δεσμαί
- <ἀγκυρίς>· βοτάνη τις
- <ἀγλαοφῶτις>· βοτάνη
- <ἀγλίδια>· σκόροδα
- <ἀγλωστῖναι>· γογγυλίδες
- <ἄγνος>· φυτὸν p οὕτω καλούμενον
- <ἄγονον>· πήγανον q ἢ <πολύγονον>
- <ἀγράκαβος>· σταφυλή p
- <ἀγριάμπελος>· ἡ βρυωνία βοτάνη
- <ἀγριβρόξ>· ὀρίγανον
- <ἀγριοπήγανον>· βοτάνη
- <ἀγριοσταφυλίδες>· ἀγριοσταφίδες
- <ἀγριοκάνναβος>· βοτάνη
- <ἀγριοκάρυον>· δένδρον
- <ἄγριφος>· γένος τι ἀγρίας ἐλαίας Ὀλυμπίασιν
- <ἀγρόθειρα>· βοτάνη τις
- <ἄγρωστις>· βοτάνη. καὶ ἄρτος τις, ὃς πρότερον λοχία ἐκαλεῖτο
- <ἄγρωστις>· εἶδος βοτάνης (Hom. ζ 90) b
- <ἄγχουσα>· ἡ κάλυξ
- <ἄγχουσα>· ῥίζα, ᾗ φυκοῦνται γύναια
- <ἀγώνη>· ὑοσκύαμος
- <ἀδαλτόμον>· εἶδος βοτάνης
- <ἀδάρκη>· βοτάνη
- <ἄδενδρον>· γῆ μὴ ἔχουσα δένδρα. καὶ σίδιον ξηρόν, ἤγουν
- <ἀδίαντον>· ξηρόν, ἄβροχον. ἢ φυτὸν καλούμενον πολύτριχον
- <ἁδράφαξυς>· λάχανον ἄγριον (Pherecr. fr. 75?)
- <ἁδρεῖν>· αὔξεσθαι φυτόν
- <αδρυα>· Σικελοὶ δὲ ἄδρυα λέγουσι τὰ μῆλα. παρὰ δὲ Ἀττικοῖς ἀκρόδρυα
- <ἁδρύνεσθαι>· αὔξεσθαι τοὺς στάχυας
- <ἀδωνηίς>· ἡ χελιδών. καὶ ἡ θριδακίνη (Callim. fr. 478?)
- <Ἀδώνιδος κῆποι>· ἐν τοῖς Ἀδωνίοις εἴδωλα ἐξάγουσιν καὶ κήπους ἐπ' ὀστράκων καὶ παντοδαπὴν ὀπώραν, οἷον ἐκ μαράθρων καὶ θριδάκων παρασκευάζουσιν αὐτῷ τοὺς κήπους· καὶ γὰρ ἐν θριδακίναις αὐτὸν κατακλινθῆναι ὑπὸ Ἀφροδίτης φασίν (Plat. Phaedr. 276 b?)
- <ἀείζων>· φυτὸν ἀειθαλές (Aesch. fr. 28)
- <ἀέντιον>· Αἰγύπτιον σμυρνίον
- †<ἀέρος εἶδος>· ἰός, καὶ ὄροβοι
- <ἀετόνυχες>· βοτάνη
- <ἀετός>· βοτάνη τις ἐν Λιβύῃ φυομένη
- <ἀθάρη>· πυρίνη πτισάνη
- *<ἀθέριξ>· τὸ εἰς τὸν στάχυν τοῦ σίτου ἄνω ὡς κέντρον (Υ 227) A
- <Ἀθηναΐς>· ἡ ἐλαία [καὶ Ἀθῆναι ἄστυ]
- *<αἴγειρος>· εἶδος δένδρου (Δ 482) r. APb
- <αἰγίκερας>· τῆλις
- <αἰγίλωψ>· πόα τις ἐμφερὴς στάχυϊ.
- [<αἴγειρος>· εἶδος δένδρου]
- <αἰγίπυρος>· βοτάνης εἶδος [ἢ κάραβος]
- <αἰγώνυχον>· πόας εἶδος
- <ἄιδειν πρὸς μυῤῥίνην>· ἔθος ἐν τοῖς συμποσίοις τὸν μὴ δυνάμενον ᾆσαι δάφνης κλῶνα ἢ μυῤῥίνης λαβόντα πρὸς αὐτὴν ἄιδειν
- [<αἴελχος>· κλάδος δάφνης r. Abp]
- <αἰζασία>· ἄμπελος οὕτως λεγομένη
- <αἰθαλίδες>· τὰ ἐν τῷ σίτῳ γινόμενα ἢ τοὺς ἐπὶ τῷ ὕδατι σταλαγμοὺς τοῦ ἐλαίου
- <Αἰθιοπικόν>· ἀκακία
- <αἰθιοπίς>· φλομώδης πόα p
- <αἰθυίας ἄνθος>· βοτάνης εἶδος
- <αἰλούριος>· ῥίζα τις οὕτω καλουμένη
- <αἴρας>· ἀγρίας βοτάνας r
- <αἴσακος>· ὁ τῆς δάφνης κλάδος r T. n
- <ἀκακαλλίς>· ἄνθος ναρκίσσου. Κρῆτες
- <ἀκακία>· βοτάνη
- <ἀκαλῆφαι>· κνίδαι (Ar. Lys. 549)
- <ἀκάνθινον>· ῥάμνος. καὶ ἐχῖνος
- <ἄκανθα>· λεύκη, ἢ μελάμφυλλον r
- <ἄκαρνα>· δάφνη
- <ἄκαρπον>· ἄγονον
- <ἄκαστος>· ἡ σφένδαμνος
- <ἀκεανοί>· οἱ μὲν τὰ ἐν τοῖς φακοῖς στρογγύλα. οἱ δὲ σπέρμα οὐχ ἑψόμενον, οὐδὲ διαιρούμενον (Pherecr. fr. 188)
- <ἀκερσίλα>· μυρσίνη. Σικελοί
- <ἄκινος>· πόα τις
- <ἀκοντιάς>· βοτάνη τις οὕτω καλουμένη, τοὺς κύνας θεραπευομένη τῶν τῆς †δάκης ὄφεων.
- <ἄκορνα>· ἀκανθῶδες φυτόν.
- <ἄκορον>· πόα τις, βοτάνη.
- <ἀκοστή>· κριθή, παρὰ Κυπρίοις. q
- [<ἀκρήμονες>· κλάδοι, καὶ βλαστοί. ἢ <ἀκρέμονες>]
- *<ἀκώριαι>· ἄκανθαι AS
- <ἅλα>· *θάλασσαν (Α 141) vgAS ἢ οἶνος Κύπριοι
- <Ἀλεξάνδρειος>· εἶδος βοτάνης
- *<ἄλευρα>· κυρίως, τὰ τοῦ σίτου· ἄλφιτα δὲ τὰ τῶν κριθῶν S
- <ἀλήπορον>· λευκόν τι ἄνθος
- <ἀλθαία>· εἶδος βοτάνης <ὡς Ἀπολλόδωρος> T
- <ἄλιζα>· ἡ λεύκη τὸ δένδρον. Μακεδόνες
- <ἁλικάκκαβα>· ὁ τοῦ λωτοῦ καρπός. καὶ πόας εἶδος
- <ἅλιμον>· πόα πλησίον θαλάσσης γινομένη
- *[<ἀλισμοῖς καὶ>] <ἁλίμοις>· βοτάναις δενδροειδέσι παρὰ θάλασσαν gSn ἢ ξηροῖς τόποις (Ierem. 17,6) S
- †<ἁλίφαλος>· γένος δρυός
- <ἀλκαῖον>· *ὅπλον P ἢ ἀλεξιφάρμακον φυτόν. Ἐρατοσθένης (fr. 6 Str.)
- <ἁλκυόνιον>· βοτάνη τις
- <ἄλλην>· λάχανον, Ἰταλοί.
- <ἁλμάδες>· *κολυμβάδες ἐλαῖαι vgb καὶ ἐκ σινάπιος γογγυλίδες
- <ἀλόη>· πόας εἶδος, καὶ ὁ χυλὸς αὐτῆς
- <ἀλσίνη>· βοτάνης εἶδος
- <ἀλφινία>· ἡ λεύκη. Πεῤῥαιβοί
- <ἀλφός>· λευκή τις <παραλλαγὴ> ἐν τῷ σώματι
- <ἀλωπέκεως>· ἄμπελος οὕτω καλουμένη, καὶ ὁ ἀπ' αὐτῆς οἶνος
- <ἁμάδρυα>· κοκκύμηλα. Σικυώνιοι
- <ἁμαδρυάδες>· βάλανοι
- <ἁμαζανίδες>· αἱ μηλέαι
- <ἄμαλλοι>· φυτὰ σικύων, ἢ τῶν ὁμοίων
- <ἁμαμηλίς>· ἀπίου γένος, ἢ μήλου, ἢ μεσπίλου (Hippocr. mul. 1,44)
- <ἀμάμαξυς>· ἄμπελος, ἢ γένος σταφυλῆς (Epich. fr. 24?)
- <ἀμαξίς>· γένος σταφυλῆς ἀπὸ ἀναδενδράδος.
- <ἀμάρακος>· γένος μύρου, ἀπὸ φυτοῦ ἀμάρακος καλουμένου
- <ἀμάραντος>· εἶδος φυτοῦ, ἀφ' οὗ στέφανοι πλέκονται
- <ἁμασυκάδες>· ἅμα τοῖς σύκοις γινόμενοι ἄπιοι
- †<ἀμαχητηρία>· εἶδος ἀκάνθης
- <ἀμβλῶνες>· χαλβάνη. Διονύσιος
- <ἀμβροσίη>· Κορίνθιοι δὲ τὸ κρίνον (Nicand. fr. 126)
- <ἀμέθυσος>· βοτάνη. καὶ λίθος
- <ἀμείνασις>· ἡδύοσμον <ὑπὸ Περγαίων>
- <ἀμπελόπρασον>· πόα τις. ἔστι δὲ καὶ βοτάνη
- <ἀμπέλιοι, ἀμπέλια>· φυτόν τι. οὕτω κατὰ στελέχη τῆς ἀμπέλου
- <ἀμυγδαλη>· τὸ δένδρον. καὶ τὰ τραγήματα
- <ἄμυλος>· βρῶμα τὸ ἐκ πυροῦ
- <ἀμυσχαία>· οἰνάνθη. ἢ ἀναδενδράς
- <ἀμφιδρυπίς>· δένδρον, βατίς
- <ἄμφωξις>· ὑδρεῖον ξύλινον ἀγροικικόν, εἰς ὃ καὶ ἀμέλγουσιν
- <ἄμωμον>· ἐν ταῖς ὀνομασίαις ὁ λιβανωτός
- <ἀναγαλλίς>· πόα τις. λέγεται δὲ καὶ ἀῤῥενικῶς
- <Ἀναγυράσιος>· δῆμος τῆς Ἀττικῆς, ἔνθα καὶ φυτὸν δυσῶδες φύεται q
- <ἀνάγυρον κινεῖν>· παροιμία· q Κινήσω τὸν ἀνάγυρον. διὰ τὸ δυσῶδες φυτὸν αὐτόθι φύεσθαι
- <ἀναιμώδητον>· ἡ ἀνδράχνη
- <ἀνακαμψέρως>· φυτόν τι, ὃ καὶ ἀρθὲν ἀπὸ γῆς ζῇ
- †<ἀναφλᾶ>· λάχανον φέρει ἄνθος, ὡς ἡ μαλάχη καὶ τὸ ἄνηθον
- <ἀνδροκάδες>· πόα τις
- <ἀνεμώνη>· μάζης εἶδος. καὶ φίλημα. καὶ ἡ μήκων. καὶ τὸ ἄνθος. καὶ πᾶν φυτὸν ταχέως ὑπὸ ἀνέμων φθειρόμενον καὶ μάταιον καὶ ἀνεμῶδες
- <ἀνθρύσκος>· ἄνθους εἶδος (Sapph. fr. 5,5,14L?)
- <ἀνθεμίς>· ἡ ὑπ' ἐνίων ἀμάρακος πόα A
- <ἀνθέρικες>· *τὰ τῶν σταχύων ἄκρα (Υ 227) καὶ αἱ προβολαί vgAP καὶ <ὁ> ἀσφοδελοῦ καυλός (Hdt. 4,190) καὶ βοτάνης εἶδος. καὶ τὰ ἐν τοῖς στάχυσι κέντρα
- <ἄνθεσι μήλων>· τοῖς ἀκροδρύοις. ἀπὸ μεταφορᾶς τῶν μήλων [τοῖς ἀκροδρίοις]. πᾶς καρπὸς δένδρου <μῆλον> λέγεται (Ι 538)
- <ἀνθρίσκιον>· λάχανον ἔχον ἄνθος, ὡς ἄνηθον. ἢ τὸ ἄννησον
- †<ἀνίηρ>· βοτάνη τις
- <ἀννησοειδές>· κώνειον
- <ἀντιβάλανος>· ἡ †κικκίς
- †<ἀντιβαρνικί>· ἡ κασσία
- <ἀντιγόνιον>· βοτάνη, καὶ ἄνθος
- *<ἀντίγονον>· ἀκακία gA
- <Ἀντικυρικόν>· ὁ ἐλλέβορος
- <ἀντίῤῥινον>· ἀντίῤῥιζον. οἱ δὲ βοτάνης εἶδος
- <ἀντόφρυς>· βοτάνης εἶδος
- <ἀπαρίνη>· φυτάριόν τι. ἔνιοι δὲ ὀροβάκχην
- <ἀπαφουλίστωρ>· σταφυλῖνος. Λάκωνες
- <ἀπελλόν>· αἴγειρος, ὅ ἐστι εἶδος δένδρου
- <ἄπιος>· ἡ ὄγχνη καλουμένη. βοτάνη
- <ἄπλυτοι ῥαφανίδες>· οὕτως ἔνιοι ὡς Εὔπολις (fr. 312), ἃς καὶ Θασίας τινὲς ἔλεγον
- <ἀποβράσματα>· τὰ σκύβαλα τῶν πυρῶν
- <ἀπόκυνον>· μάζα μεμαγμένη φαρμάκῳ, πρὸς ἀναίρεσιν κυνῶν. ἢ εἶδος βοτάνης
- <Ἀπολλωνιάς>· ἡ δάφνη
- <ἄρακοι>· ὄσπριόν τι. τὸ δὲ αὐτὸ καὶ <λάθυρον
- <ἀράχνους>· εἶδος ὀσπρίου
- <ἀργάδες>· εἶδος φυτοῦ ἢ ἀργαὶ γυναῖκες S
- <ἀργεμώνη>· εἶδος βοτάνης
- <ἄργετος>· ἡ ἄρκευθος. Κρῆτες
- <ἀργύριος>· εἶδος βοτάνης
- <ἀργώ>· εἶδος φυτοῦ, ἀφ' οὗ ἡ Ἀργὼ ναῦς
- <ἀρία>· φυτὸν ἡ ἀρία
- <ἀρίς>· εἶδος βοτάνης
- <ἀριστολοχεία>· βοτάνη τις
- <ἀριστομένειον>· βοτάνη
- <ἀριστερεών>· φυτὸν τῶν εἰς τοὺς καθαρμοὺς παραλαμβανομένων
- <ἀρκτοῦρος>· βοτάνης εἶδος. καὶ ἄστρον
- <ἀρνόγλωσσον>· βοτάνη τις
- <ἀρνόφιλον>· κύτισον. ἔστι δὲ πόα θαμνώδης
- <ἄρον>· τρυβλίον μέγα. καὶ βοτάνης ῥίζα
- <ἀρόσπακες>· δρύες ἐπικεκομμέναι
- <ἄρπιξ>· εἶδος ἀκάνθης. Κύπριοι
- <Ἀρτεμισία>· βοτάνη
- <ἄρτιφος>· ὀρίγανον
- <ἄρυα>· τὰ Ἡρακλεωτικὰ κάρυα
- <ἀσκηρά>· εἶδός τι τῶν καστανίων
- <Ἀσκληπιάς>· ἡ δάφνη
- <ἄσκρα>· δρῦς ἄκαρπος
- <ἄσκυροι>· βοτάναι τινές
- *<ἀσπάλαθοι>· ἄκανθαι AS
- *<ἀσπάλαθος>· φυτὸν ἀκανθῶδες (Sir. 24,15) (AS)
- <ἀσπάραγος>· τὸ ἐκ τῶν ἀκανθῶν φυόμενον τραχύ
- <ἀσπίνθιον>· ἀψίνθιον
- <ἀσπληνίς>· βοτάνης εἶδος
- *<ἀσταφίς>· σταφίς AS
- <ἀστραγάλη>· ἡ τῆς ἴρεως ῥίζα.
- <ἀστροβολήτους>· τοὺς ὑπὸ τοῦ Κυνὸς βαλλομένους
- <ἀστυλίς>· φυτόν, ὅθεν ὁ ἰξός
- <ἀσφόδελος>· εἶδος φυτοῦ, οὗ τὴν ῥίζαν ἐδώδιμόν φησι Ἀρίσταρχος, καὶ ἅπαν εὔοσμον· <ἀσφοδελὸς> δὲ ὀξυτόνως λειμών, παράδεισος (λ 539)
- <ἀταισόν>· ἀναδενδράς. Τυῤῥηνοί
- <ἀτέρεμνα>· τὰ μὴ ἑψόμενα ὄσπρια p
- <ἀτόκιον>· βοτάνη
- <ἀτρακτυλλίς>· φυτὸν ἀκανθῶδες. οἱ δὲ τὴν ἀγρίαν κνῆκον
- <ἀτυπίδες>· κριθαὶ ἀπίτυροι, λεγόμεναι <ἀλέπυροι>
- <αὐαρά>· τὰ Ποντικὰ κάρυα
- <ἀφάκη>· ὄσπριον
- <ἄφος>· ἡ τραγάκανθα
- <ἄφρις>· μύρτον
- *<ἄχερδος>· ἄκανθα ποιά S "καὶ ἐθρίγκωσεν ἀχέρδῳ, (ξ 10)
- <ἀχερωΐς>· δένδρου γένος ἀκάρπου. λεύκη (Ν 389) (S)
- <ἄχηρον>· ἀχράδα. Κρῆτες
- <ἄχνυλα>· κάρυα. Κρῆτες
- <ἀχράδας>· τοὺς ἀπίους
- <ἀχράδα>· ἄπιον Λάκωνες
- <ἀχραδῖναι>· ζῶά τινα [καὶ] ξυλοφάγα
- <ἁψός>· θηρίον τι κατεσθίον ἀμπέλους S
Β
- <βαθύμαλλον>· κνεωροῦ τοῦ μέλανος τάπης. ἀπὸ ἱστορίας, ἀπὸ κνεωροῦ φυτοῦ, ᾧ ἐχρῶντο πρὸς κάθαρσιν. ἀπὸ δὲ τοῦ αὐτοῦ αὐχμηροῦ
- <βαΐς>· ῥάβδος φοίνικος. καὶ <βαΐων>
- <βαίτιον>· βοτάνη ἐμφερὴς δικτάμνῳ, ἤγουν γλήχωνι
- <βάκκαρις>· μύρον ποιὸν ἀπὸ βοτάνης ὁμωνύμως· ἔνιοι δὲ ἀπὸ μυρσίνης· ἄλλοι δὲ μύρον Λυδόν. ἔστι δὲ καὶ ξηρὸν διάπασμα τὸ ἀπὸ τῆς ῥίζης
- <βακχᾶν>· ἐστεφανῶσθαι κισσῷ
- <βακχεῖον>· τελεστήριον. νάρθηξ
- <Βάκχη>· γένος ἀπίου.
- <βάλανοι>· δρύες. ASb)
- <βάλανοι>· τὰ ἐξηρτημένα τῶν ὅρμων περὶ τὸν τράχηλον. καὶ τῶν δρυῶν <ὁ> καρπός, καὶ ὁ τῶν φοινίκων (Xen. An. 1,5,10). καὶ κλεῖδες, καὶ ἰατροὶ τὰ ἐντιθέμενα τῇ ἕδρᾳ βαλάνους λέγουσιν q
- <βαλαύστιον>· εἶδος ῥοιᾶς, φέρον ἄνθος ἁρμόζον πρὸς θεραπείαν
- <βάλλαρις>· βοτάνη τρίφυλλος
- <βαρκίων>· βοτάνη τις ἐν Αἰγύπτῳ
- <βαρύες>· δένδρα [βαρυκάνσου]
- <βάτια>· ὁ τῆς συκαμίνου καρπὸς <ὑπὸ Σαλαμινίων>, καλεῖται δὲ καὶ <ἅβρυνα ἢ μόρα> q
- *<βατός>· ἡ δὲ ἄκανθα <βάτος>
- <βᾶϋ>· εἶδος ἄνθους
- <βδαροί>· δρύες, δένδρα
- <βέλεκκος>· ὄσπριόν τι ἐμφερὲς λαθύρῳ μέγεθος ἐρεβίνθου ἔχον (Ar. fr. 755)
- <Βερενίκιον>· εἶδος βοτάνης
- <βῆκα>· ἀναδενδράς
- <βηκώνιον>· εἶδος βοτάνης
- <βήρβη>· κωδία μήκωνος
- <βηράνθεμον>· νάρκισσος. οἱ δὲ τηράνθεμον λέγουσι
- <βήρυλλος>· *λίθος (Tob. 13,17) AS ἢ βοτάνης εἶδος
- <βήχιον>· βοτάνης εἶδος (Hippocr. art. 63)
- <βίσκαρις>· εἶδος βοτάνης
- <βλάθρον>· φυτὸν πτέρει ὂν ὅμοιον, ὅπερ ἔνιοι <βλάχνον>
- <βλᾶχρον>· πόα τις
- <βλῆχρος>· πτέρις
- <βλήχων· γλήχων>· καὶ <γὰρ> οὕτως λέγεται. ἔστι δὲ εἶδος βοτάνης.
- <βλικάς>· σύκου φύλλον
- <βλίτον>· λαχάνου εἶδος
- *<βλωρός>· σύκου φύλλον AS
- <βουάκραι>· οἱ φοίνικες, ὑπὸ Λακώνων
- <βουκανῆ>· ἀνεμώνη τὸ ἄνθος. Κύπριοι
- <βούκερας>· τὸ σπερμάτιον, τῆλις
- <βουμανὲς> καὶ †<βορύπαστον>· εἴδη βοτανῶν
- <βούνιον>· πόας εἶδος
- <βούπλευρον>· λαχάνων εἶδος
- [<βουόφθαλμος>· βοτάνη τις]
- <βούπρηστις>· λαχάνου εἶδος
- <βούπτινον>· βοτάνη, λεγομένη <τρίφυλλον
- <βουσία>· γογγυλίδι ὅμοιον. Θετταλοί
- *<βούτομον>· φυτὸν βουσὶ διδόμενον τροφή, ὅμοιον χόρτῳ (Iob 8,11) (Sn)
- <βούτρωκτον>· ὄροβον
- <βούτυρος>· βοτάνης εἶδος. Διονύσιος
- <βούφθαλμον>· βοτάνη τις, ὑφ' ἡμῶν ἐσθιομένη
- *<βράβυλος>· εἶδος φυτοῦ κακοῦ (Theocr. 12,3) AS
- <βράκανα>· τὰ ἄγρια λάχανα (Pherecr. fr. 13,1)
- <βράκος>· κάλαμος.
- <βράσκη>· κράμβη. Ἰταλιῶται
- <βρένθιξ>· θριδακίνη. Κύπριοι q
- <βρένθον>· μύρον τι <τῶν παχέων>, ὡς βάκκαρις. οἱ δὲ ἄνθινον μύρον.
- <βρικίννη>· εἶδος βοτάνης
- <βρίξ>· θριδακίνη. καὶ εἶδος ἄνθους. οἱ δὲ περιστερεῶνα
- <βρόδα>· Αἰολεῖς ῥόδα (Sapph. fr. 98,13 D ..)
- *<βρόμος>· βοτάνη ὁμοία σίτου ASn, μὴ ἔχουσα γόνατα AS
- <βροῦλος>· πόα ἔνυδρος
- <βρυκταία>· εἶδος βοτάνης
- <βρύτεα>· στέμφυλα. ἔνιοι εἶδος σκορόδου (ajouter)
- <βρυτονία>· ῥίζα τις οὕτως καλουμένη
- *<βώχ>· βοτάνης εἶδος S
Γ
- <γαιθυλλάδαι>· ἀμπελόπρασα
- <γαλατμόν>· λάχανον ἄγριον
- <γάλινθοι>· ἐρέβινθοι. οἱ δὲ γάλιθοι
- <γάνδομα>· πυροί
- <γανδόμην>· ἄλευρα
- <γάργα>· αἴγειρος
- <γάστρα>· γογγυλίς. ἢ κράμβη
- <γαστραία>· ἡ γογγυλίς. Λάκωνες
- †<γάστρι>· τὰ σπαρθέντα πρὸς τὸ λιστρευθῆναι. οἱ δὲ κύαμοι <ἢ> ῥάφανοι, οἷς ἀντὶ κόπρου χρῶνται, ὅταν αὐξηθέντα λιστρευθῇ (ajouter)
- <γέλγιθες>· αἱ τῶν σκορόδων κεφαλαί p
- <γέλενος>· ἀσφοδελός. νάρκισσος
- <γέλινθοι>· ἐρέβινθοι
- <γεντιανή>· ῥίζα τις οὕτω καλουμένη, χρήσιμος οὖσα εἰς τὰς ἀντιδόσεις
- <γεράνδρυες>· αἱ παλαιαὶ δρύες. καὶ τὰ παλαιὰ δένδρα <γεράνδρυα>
- <γεράνιος>· βοτάνης εἶδος
- <γήτεια>· κρόμμυα vgSn, ἃ καὶ γήθυα καλοῦνται (Ar. Eq. 677)
- <γιγαρτίς>· σταφίς S
- *<γίγαρτον>· τῆς σταφυλῆς τὸ ἔνδον (Num. 6,4) vgSn
- <γιτέα>· ἰτέα
- <γλαυκία ἢ γλαύκιον>· βοτάνη τις
- <γληχωνοειδές>· δίκταμνον
- <γλυκεῖα>· ἡ γλυκύῤῥιζος
- <γλύκη>· βοτάνη τις ἐδώδιμος
- <γλυκυσίδη>· φυτὸν ποιόν, συντελοῦν πρὸς ἀτόπημά τι τῶν γυναικῶν
- <γλυκύφαιον>· τὸ ἐρυθρόδανον. Κρῆτες
- [<γναφάδιον] γναφάλλιον>· βοτάνη
- <γολομένη>· βοτάνη
- <γονής>· νάρκισσος τὸ φυτόν
- <γονώνη>· ὀρίγανος
- †<γοράπιες>· ῥάφανοι (ajouter)
Δ
- Κύπριοι : <δαμάτριον>· ἄνθος ὅμοιον ναρκίσσῳ
- <δάσσα>· λάχανα
- <δαῦκος>· ὁ θρασύς. καὶ βοτάνη τις Κρητική
- <δελφίνιον>· εἶδος βοτάνης
- <δενδαλίδας>· οἱ μὲν ἄνθος τι, ἄλλοι τὰς λευκὰς κάχρυς, οἱ δὲ τὰς ἐπτισμένας κριθὰς πρὸ τοῦ φρυγῆναι, οἱ δὲ τὰς ἐκ κριθῶν μάζας γενομένας (Nicoph. com. fr. 15)
- *<δηλητήριον φάρμακον>· βοτάνη θανάσιμος r. vgAS
- <διάρινον>· τὸ σίναπυ r
- <διασκανδικίσῃς>· διευριπιδίσῃς· ἡ γὰρ τοῦ Εὐριπίδου μήτηρ σκάνδικας ἐπίπρασκε· <σκάνδικες> δέ εἰσιν εἶδος ἀγρίου λαχάνου (Ar. Eq. 19)
- <Δῖα βάλανα>· κάρυα Ποντικά
- <διδυμίου ῥίζα>· βοτάνης εἶδος. καὶ ὁ ὄρχις δὲ οὕτως λέγεται
- a) <δίκελλον>· ... b) <δικραδές>· τὸ ἐξ ἑνὸς <πυθμένος> δύο κλάδους ἔχον
- <δικταμνοειδές>· γλήχων τινές, οὐκ <εὖ>· ἔστι γὰρ βοτάνη δίκταμνος
- <δίλαξ>· ἡ ἀρία, τὸ φυτόν. Λάκωνες
- <Διὸς ἄνθος>· τοῦτο οὐ λάχανον, ἀλλὰ φυτὸν ἀκανθῶδές φασιν εἶναι οἱ περὶ Θεόφραστον (h. pl. 6,1,1)
- <δίψακος>· εἶδος βοτάνης
- <δοκάναι>· αἱ στάλικες, αἷς ἵσταται τὰ λίνα, ἢ κάλαμοι
- <δόλιχοι>· ὀσπρίου εἶδος
- <δόνακα>· κάλαμον r Κρῆτες, παρὰ τὸ δονεῖσθαι. καὶ <ῥαδαλὸν> <<δονακῆα>· τὸν διάσειστον καλαμῶνα> (Σ 576 v. l.)
- <δόνακες>· κάλαμοι pw "<δονάκεσσιν> ἑλώδεσιν ἢ πτελέαις<ιν>" [δονακῆα· τὸν διάσειστον καλαμῶνα] (ajouter)
- *<δονάκων>· καλάμων AS (Σ) ἢ αὐλῶν (Σ)
- *<δόναξ>· κάλαμος ὁ ἁλιευτικός vgAS
- <δορύκνιον>· εἶδος βοτάνης
- <δράγμα>· τὸν τῆς σταφυλῆς βότρυν καὶ τὰς φοινικίνας βαλάνους
- <δρυΐτης>· βοτάνη
- <δρύπτερις>· βοτάνη τις, ἐμφερὴς πτέρει
- <δύσκαπνος>· ὁ φοῖνιξ ὑπὸ Θεοφράστου (h. pl. 5,9,5; de ign. 72)
Ε
- <ἐάριον>· τὸ ῥόδον r
- <ἔγχουσα>· ῥίζα τις, <ᾗ τὰς> παρειὰς ἐρυθραίνουσιν αἱ γυναῖκες (Ar. Lys. 48)
- <ἐδάνη>· εἶδος ἀμπέλου
- <ἐδελώνη>· ἄνθος
- <εἴλα>· ὀσπρίων καλάμη
- <εἰλεσίας>· εἶδος καλάμου
- <εἴλη>· ... ἢ καὶ τὰ ἄχυρα, καὶ τῶν ὀσπρίων ἡ καλάμη.
- *<εἰρεσιώνη>· κλάδος ἐλαίας rASn
- <ἔκταλος>· ἀκάνθης εἶδος
- <ἔκτομον>· ἐλλέβορος. καὶ ἄτμητος λιβανωτός
- <ἐλάεως>· ἀμπέλου εἶδος
- <ἐλαΐς>· αἰγίλωψ
- <ἐλάτη>· λαχάνου εἶδος (Epich. fr. 160?)
- <ἐλατήριον>· φάρμακον καθαρτικόν (Hippocr. epid. 5,7 V 208,1 L)
- <ἐλάτη>· εἶδος δένδρου (Ε 560)
- <ἐλάφιον>· κώνειον
- <ἐλαφοβοσκός>· εἶδος βοτάνης
- <ἐλέαγνος>· φυτὸν θαμνῶδες
- <ἐλλέβορον>· δηλητήριον φάρμακον r ἤτοι βρῶμα
- <ἑλειογενές>· ὄρυζα S
- <ἑλειόριζον>· κύπειρος S
- <ἐλελίσφακος>· πόα τις ὁμοία δικτάμῳ
- <ἑλένιον>· βοτάνη τις, ἥν φασιν Ἑλένην σπεῖραι πρὸς τοὺς ὄφεις, ὅπως βοσκόμενοι ἀναιρεθῶσιν
- <ἐλευσέαν>· τὴν βρυωνίαν
- <Ἐλεών>· πόλις τῆς Βοιωτίας (Κ 266) καὶ θάμνος.
- <ἑλίβοτρυς>· ἄμπελός τις μέλαινα
- *<ἕλικες>· τῆς ἀμπέλου τὰ κληματώδη.
- <Ἑλίκη>· πόλις Βοιωτίας ἐν ᾗ Ποσειδῶν τιμᾶται (Θ 203) καὶ ἡ ἰτέα. τινὲς καὶ σπέρμα τοῦ ὑοσκυάμου
- <ἑλικοί>· οἱ ἀσφοδελοί
- <ἐλίμαρ>· κέγχρῳ ὅμοιον [ἐλινή] ἢ μελίνῃ ὑπὸ Λακώνων
- <ἕλιξ>· νέος κλάδος ps μέλας. καὶ ὁ αἰγίλωψ. καὶ ἡ κατάγραφος
- <ἑλίχρυσος>· οἱ μὲν τὸ ἀῤῥενικὸν ... οἱ δὲ τὸ ἄνθος τῆς ἑλιχρύ- σου βοτάνης
- <ἐλλέβορος>· *βοτάνη, ἣν ἐσθίουσιν οἱ †ὄρτυγες AS (ajouter)
- <ἑλξίνη>· ἡ περδίκιος βοτάνη
- <ἔλυμος>· σπέρμα, ὃ ἕψοντες οἱ Λάκωνες ἐσθίουσιν (Ar. fr. 398) n
- <ἔλυστα>· ἄμπελος μέλαινα
- *<ἔνδρυον>· καρδία δένδρου. καὶ τὸ μέσον A
- <ἔνθρυσκον>· λάχανον, †καρίῳ ὅμοιον. φέρει δὲ καὶ ἄνθος, ὥστε εἶναι καὶ βρωτὸν καὶ στεφανωτόν
- *<ἐντεριώνη>· τὸ ἐντὸς ASvgn τοῦ ἀγρίου σικυοῦ S ἢ τὰ ἔνδον
- <ἐντερόνεια>· ἐντεριώνη, τὸ μεσαίτατον τῆς νεώς (Ar. Equ. 1185)· ἤτοι τὸ μέσον τοῦ ξύλου, καρδία, [καὶ] οἱ δὲ μυελός
- <ἐξαγέτης>· καλαμίνθη
- <ἐπίθετον>· ἡ στοιβή
- <ἐπιμηλίς>· πόρπη. καὶ ἀπίου γένος
- <ἐπίπετρον>· εἶδος βοτάνης παρὰ Θεοφράστῳ (h. pl. 7, 7,4)
- <ἐπίσπορα>· τὰ λάχανα [(Theophr. h.pl. 7, 1,2). pas dans Wikisource]
- <ἐπιχώνια>· κάρυα
- <ἐρέβινθος>· <εἶδος ὀσπρίου>. τὸ αἰδοῖον r
- <ἐριθαλές>· εἶδος δένδρου
- <ἐρίκη>· εἶδος φυτοῦ
- <ἐρινάδες>· ὄλυνθοι. ἢ συκαῖ ἄῤῥενες
- <ἐρινάζειν>· συκᾶς περιάπτειν τοῖς ἐρινοῖς r εἰς τελεσφορίαν
- [<ἐρινάξαι>· τὸ λεγόμενον] <ἐρινάσαι>· ἀπὸ <τῶν> λεγομένων <ἐρινεῶν>. οὕτω δὲ λέγεται συκῆ φέρουσα ὀλύνθους, ἐξ ὧν οἱ ψῆνες γίνονται. Ψῆνες δέ εἰσι τὰ ἄνθη τῶν ἐρινῶν. γίνονται δὲ ἐπὶ τῶν φοινίκων ἐρινοί
- *<ἐρινεός>· ἀγρία συκῆ (Ζ 433) nps
- <ἐρινός>· ὄλυνθος ἢ σῦκον ἄῤῥεν
- <ἐρίσκηπτα>· ἱερὰ βοτάνη, εἰς ἣν ἂν εἶρις ἐπισκήψῃ
- <ἐρίφυλλος δρῦς>· ἡ πλατύφυλλος r καὶ ἡ καλουμένη φελλός [(Eustath. 994, 41) (A.C. εριφλοιος Agathodes Cysicenus ap. Eust. pas dans Wikisource]
- <ἑρμαῖ>· παραφυάδια δένδρων ἄχρηστα.
- <ἔρνατις>· ἀναδενδράς
- <ἔρνος>· *κλάδος. στέλεχος Avgn. δένδρον εὐθαλές. *βλάστημα Avgn. φυτόν (Ρ 53)
- <ἔρνυγας>· ἔρνη. βλαστήματα. κλάδοι
- <ἐρυγεία>· ζῷον. στάχυς. βοτάνη
- <ἐρυγμήλη>· ἐπίθετον ῥαφάνου
- *<ἐρυθαίνει>· πυῤῥὸν ποιεῖ. ὅθεν καὶ <ἐρύθημα> ἡ ῥίζα ἡ λεγομένη <ἐρυθρόδανον> ASvgn
- <ἐρύσιμον>· κάρδαμον ἄγριον r
- <ἐτυμόδρυς>· ἡ τὰς γλυκείας βαλάνους ἔχουσα [(Theophr. h.pl. 3, 8,2). pas dans Wikisource]
- <εὐάν>· ὁ κισσός, ὑπὸ Ἰνδῶν
- <εὐάνθεμον>· ἠράνθεμον
- <Εὔας>· Διόνυσος
- <εὐβοϊκά>· τὰ καστάνια
- <εὐθύκαινα>· ἡ σχοῖνος·
- <εὐϊάδες>· ἄμπελοι Ss
- <ἐυμελίω>· τοῦ εὖ ποτε τῇ μελίᾳ χρησαμένου, οἷον πολεμικοῦ· μελία δὲ εἶδος δένδρου εὐθέτου εἰς δόρατος κατασκευήν.
- <εὐνουχίαι>· κάλαμοι
- <εὐνοῦχος>· σπάδων, τομίας. [κάλαμος]
- <ἐφέδρα>· πόα τις, ἣν καὶ <ἵππουριν> καλοῦσι.
- <ἐφήμερον>· τὸ κώνειον. καὶ μύρον τι.
- <ἐχῖνοι>· καὶ τῶν δρυῶν οἱ κύτταροι. καὶ τῶν πλατάνων ὁ καρπός. καὶ εἶδος ῥοιῶν.
Ζ
- <ζακυνθίδες>· κολοκύνται q S#. pn
- <ζειά>· οἱ μὲν σίτου εἶδος, οἱ δὲ τὰς ὀλύρας
- <ζεῖρος>· εἶδος σταφυλῆς
- [<ζία>· κριθή, ἢ σίτου γένος]
- *<ζύθος>· οἶνος ἀπὸ κριθῆς γινόμενος r. AS
- <ζώγη>· εἶδος βοτάνης
- <ζωγορίτης>· ὁ ὀπὸς τοῦ ὀποβαλσάμου
- <ζωμίλη>· ἄνηθον r
- <ζωπύρα>· βοτάνη, ὑπὸ ἐνίων <κλινοπόδιον>.
Η
- <ἡδυγέων>· ὁ σικυός
- <ἡδύοσμος>· ὁ ἀρωματίτης κάλαμος r
- <ἡδύραβδον>· κινάμωμον r. s
- <ἠλακάτη>· δόναξ. ... ἔνιοι δὲ κοινῶς τὰ γόνατα ἔχοντα, ὡς στάχυν, ὡς κάλαμον
- <ἡμερίς>· ἄμπελος· ... καὶ ἡ κνίδη. τινὲς δὲ ἀναδενδράδα καὶ ἐλαίαν
- <ἡμεροκαλλές>· τῶν σπορίμων ἄνθος. ἢ στεφάνωμα. οἱ δὲ ἐρίου βάμμα φοινικοῦν. οἱ δὲ ἄνθος πρὸς μίαν ἡμέραν ἀκμάζον (Cratin. fr. 98). οἱ δὲ τὴν νάρκισσον βοτάνην
- <ἥμερον>· τὸ ἔλαιον r
- <ἥμερος ὕλη>· ἡ λεπτόφυλλος δρῦς
- <ἡμιόνιον>· πόας εἶδος. καὶ ὄρνις ποιός
- <ἠπιάργυρον>· τὸ βάλσαμον r
- <ἠριγένιον>· τὴν ἠρύγγιον πόαν
- <ἠρινόθερμον>· τὸ ἄνθεμον
- <ἠρίφακον>· θαμνίσκον. Λάκωνες [cf. ελελισφακον Diosc. 3, 33) pas dans Wikisource]
- †<ἠρύγμαι>· ... καὶ πόας εἶδος
- <ἠώα>· ἡ κέδρος, ἐθνικῶς
Θ
- *<θαλλός>· κλάδος ἐλαίας. [ἄνθος AS. γέννημα S. καὶ πᾶν τὸ θάλλον. κυρίως δὲ κλάδος ἐλαίας ASvg, ἢ φοίνικος [βλάστημα An
- <θάμνος>· πυθμὴν δένδρου. ἢ ῥίζα πολλοὺς κλάδους ἐκπέμπουσα. ἢ καθ' ἕνα τόπον τῆς ὕλης συντροφὴ καὶ ἡ συνεχὴς φυτεία. καὶ ἡ περιοχὴ τῆς ἐλαίας. καὶ ὄρμενοι. καὶ οἱ σύμφυτοι ἢ δεν- δρώδεις ..... *ἢ βάτος. ἢ ξύλον ἀκανθῶδες ASvg
- <Θασία ἅλμη>· εἰς ἣν ὄψα ὀπτώμενα ἔβαπτον. καὶ ῥαφάνου εἶδος.
- <θάψινον>· τὸ ξανθόν, ἀπὸ τοῦ ξύλου τῆς θάψου, [ὃ βάπτει] ᾧ ξανθίζουσι τὰ ἔρια καὶ τὰς κεφαλάς. τοῦτό τινες (Sapph. frg. 210 L. -- P.) Σκυθικὸν λέγουσι. καὶ ὁ ποταμός, παρ' ᾧ φύεται τὸ ξύλον, Θάψος καλεῖται. ἔστι δὲ καὶ <ῥίζα θαψία> καλουμένη
- <θηλυφόνον>· τὸ ἀκόνιτον
- <Θήσειον>· δηλοῖ δὲ καὶ φυτόν τι ποιόν· [(Theophr. h.pl. 7, 13.3 ; Athen. 15, 684 f) pas dans Wikisource]
- <θιδρακίνη>· θίδραξ καὶ *θρίδαξ AS
- <θίκελιν>· τὴν γογγυλίδα. Λάκωνες
- <θλάσπις>· πόα ἣν ἔνιοι σαύριον
- <θρῖα>· φύλλα συκῆς, ἢ ἀμπέλου r. ASvn <ὡς Ἀπολλόδωρος> n καὶ τὰ ἐν αὐτοῖς δεσμούμενα βρώματα [(Schol. Arcth. Luc. p. 197, 9 P. Ph Schol. Theocr. 13. 40 b) pas dans Wikisource]
- <θριδακίναι>· εἶδος μάζης παρὰ Ἀττικοῖς. καὶ αἱ παρ' ἡμῖν θρίδακες, [ἤτοι μαρούλια np
- <θριπήδεστον>· ξύλον [ὑπὸ θριπῶν βεβρωμένον r. οἱ γὰρ ἐν τοῖς ξύλοις σῆτες οὕτως ἐκαλοῦντο
- <θρυαλλίς>· ἐσχάρα. λύχνος. ἀκτίς. καὶ τῶν φυομένων τι, ἐξ οὗ ἐλλύχνια γίνεται. ἢ στυππίον ἐκ βοτάνης. ἤγουν *τὸ ἐλλύχνιον ASvgn
- <Θρύον>· ... καὶ εἶδος βοτάνης (Φ 351)
- <>θρύσκα>· ἄγρια λάχανα [(pour αν>θρύσκα)]
- <θυάματα>· τὸ θύμον. καὶ θυμιάματα
- <θύλλα>· κλάδους, ἢ φύλλα.
- <θύμον>· τὸ σκόροδον
- <θύσθλα>· αἱ κράδαι. ἔνιοι μὲν τὰ φερόμενα τοῖς βωμοῖς Βακχικά. οἱ δὲ τὰ φύλλα τῆς ἀμπέλου. ἄλλοι κλάδους. *οἱ δὲ ῥάβδους, [νάρθηκας n
Ι
- <ἴα>· εἶδος [ἄνθος] βοτάνης
- <ἰάλιον>· ἐρέβινθον. ἢ τὴν θάλασσαν. Κρῆτες
- <ἴανθον>· ἄνθος r, καὶ χρῶμά τι πορφυροειδές
- <ἴγδις>· θυία
- <ἰδανόν>· εὐειδές. καὶ τὸ ἡδύοσμον. καὶ †ἀχίλιον ῥιζίον
- <ἴκμη>· φυτόν τι γενόμενον περὶ τὸν Ὀρχομενόν [(Theophr. h.pl. 4, 10,1) pas dans Wikisource]
- <ἴλαξ>· ἡ πρῖνος, ὡς Ῥωμαῖοι καὶ Μακεδόνες
- <ἵλεοι>· εὐμενεῖς. καὶ σταφυλῆς εἶδος
- <ἰλιτενής>· κισσὸς ἄκαρπος
- *<ἱμαλίς>· ἡ ἐπιμύλιος ᾠδή. ἢ σταφυλῆς εἶδος
- <ἵμερα>· τὰ πρὸς τοὺς καθαρμοὺς φερόμενα ἄνθη καὶ στεφανώματα
- <ἴξ>· θηρίδιόν τι, ἀμπέλους ἐσθίον
- <ἰξία>· ... καὶ πόα τις, ἣ καὶ χαμαιλέων, καὶ ἑτέρα, ἀφ' ὧν καὶ ἰξός [(Schol. Apollon. mirab. 42 p. 53, 26 K ; cf. Prol. XX Ph Poll. 4, 196 Dioscur. 3,8,9 Theophr. h. pl. 9, 1,3) pas dans Wikisource]
- *<ἰξός>· εἶδος φυτοῦ. καὶ κάλαμος ἰξευτικός r. AS
- <ἰξοφόρους δρύας>· τὰς ἰξὸν φερούσας r. Σοφοκλῆς Μελεάγρῳ (fr. 370)
- <ἰόβλης>· κάλαμος παρὰ Κρησίν
- <ἵππουριν>· καὶ πόας εἶδος
- <Ἶρις>· καὶ ἀρωματική τις πόα
- <ἰσόβοιον>· ἄνθος ὅμοιον μήκωνι
- <ἰτέα>· εἶδος δένδρου.
- <ἴφυα>· ἡ λυχνίς, ἄνθος. ἔνιοι [λάχανον (p), ὃ ἡμεῖς <λαβαντίδα> καλοῦμεν. οἱ δὲ ἄνθη ἄγρια τῶν σπειρομένων (Ar. fr. 560) [(A. C. Lattc. : ιφια H : Athen. Ph, cf. Theophr. h. pl. 6, 8,3) pas dans Wikisource]
- <ἰψόν>· τὸν κισσόν. Θούριοι
- *<ἰωνιά>· ὥσπερ <ῥοδωνιὰ> λέγεται, ὅπου τὰ ῥόδα φύονται, οὕτως καὶ ἰωνιά, ὅπου τὰ ἴα φύεται SΣ.
Κ
- <κάγχαμος>· κισσὸς ὑπὸ Κροτωνιατῶν
- <κάδουσα>· εἶδος σταφυλῆς
- <καιέτα>· καλαμίνθη. Βοιωτοί
- <κάκαιοι>· βολβοί
- [<κακαλίς>· νάρκισσος]
- <κάκουλοι>· κακοί, σκληροὶ κύαμοι
- <κάκτος>· ἄκανθα, ὑφ' ἧς ἐὰν πληγῇ νεβρός, ἀχρεῖα ἴσχει τὰ ὀστᾶ εἰς αὐλούς
- <καλαμίνδαρ>· πλάτανος †ἡδονιεῖς
- <καλαμίνθη>· πόα, ὁμοία ἡδυόσμῳ
- [<κάλλα> ἢ] <κάννα>· κάλαμος (Cratin. fr. 197)
- <κάλλη>· εἶδος ἄνθους ποιὸν πρὸς βαφὴν ἁρμόζον
- †<καλλιτέαι>· φυτόν τι θαμνῶδες
- <καλότριχον>· τὸ ἀδίαντον
- <κάλυξ>· *τὸ ἄνθος τοῦ ῥόδου ASg, τὸ μὴ ἐκπετασθὲν ἄνθος Sgn. …
- <καμπουλίρ>· ἐλαίας εἶδος. Λάκωνες
- <κανθάρεως>· ἀμπέλου εἶδος
- <κάραι>· συκαῖ
- <καρδαμίνη>· τὸ σίον, ὅ ἐστιν ἐμφερὲς καρδάμῳ· γίνεται δὲ ἐν ὕδασι
- <κάρυα>· τὰς ἀμυγδάλους, καὶ καστάνους. …
- <καρυήματα>· κάρυα. Λάκωνες
- <κασκάνδιξ>· ἡ γηθυλλίς
- <κάστανα>· Διὸς βάλανοι, Εὐβοϊκὰ κάρυα
- <κασύτας>· Συριακὸν βοτάνιον
- <κατάλογον>· τὸ μύρτον
- <κατήρυδες>· αἱ βρίθουσαι καὶ καταρέουσαι ἄμπελοι. λέγει δὲ τὰς χρυσᾶς ἀμπέλους, παρόσον οὐκ ἐκλαδεύοντο
- <καυκαλίς>· βοτάνη τις, ὁμοία κορίῳ.
- <καυκόν>· καυλίον. καὶ ἄγριον λάχανον
- *<καχρύων>· ... καὶ βοτάνη ἡ λιβανωτίς. καὶ τῆς πεύκης ἡ βλάστησις. καὶ πυροί τινες
- <κεβλήνη>· ἡ ὀρίγανος
- <κεγχραμίς>· τὸ ἐντὸς τοῦ σύκου σπερμάτιον r. (p)
- <κεγχρίδων>· σπερμάτων ὁμοίων κέγχρῳ
- <κέγχρος>· εἶδος βοτάνης. καὶ σπερμάτιον μελίνῃ ἐμφερές
- <κεδρίδες>· ὁ καρπὸς τῆς κέδρου
- <κέδρος>· ῥάβδος. κιβωτός, λάρναξ. *ἢ δένδρον r. (A) ἄκαρπον (A)
- <κέδροπα>· τὰ ὄσπρια (Hippocr. nat. pueri 12, VII 488,3 L. v. l.)
- <κεικύνη>· συκάμινος
- <κεισός>· βοτάνης εἶδος
- <κεκεῖνα>· κισσός
- <κεκοκκυγωμένον>· κεχρισμένον χρώματι κοκκυγίνῳ, ὅ ἐστιν πορφυροῦν· ἀπὸ κοκκυγέας δένδρου
- <κεκραδῖναι>· ἄγριαι θρίδακες
- <κελαινόλοπα>· κεράσια
- <κερασός>· δένδρον r. ὃ φύεται ἐστραμμένως. σχοινίον δὲ ποιεῖ ὁ φλοιὸς αὐτοῦ, μεθ' οὗ ἀντὶ νεύρων δεσμεύουσιν
- <κερκίς>· ἡ τῆς πίτυος κορυφή, ἢ αἴγειρος. καὶ εἶδος ὄρνιθος
- <κερωνία>· δένδρον. ἢ συκῆ Αἰγυπτία
- <κηκίς>· ἀτμίς. [στύμμα. καὶ ὁ καρπὸς τῆς δρυός q. …
- <κηνσός>· βοτάνη τις.
- <κῆτα>· καλαμίνθη
- <κίδαλον>· κρόμμυον
- <κίκαμα>· τῷ λαχάνῳ καυκαλίδι ὅμοιόν τι
- *<κίκι>· φυτόν r. AS
- <κικίρδης>· συκῆ
- <κικριβιντίς>· ἀνδράχνη
- <Κίλλεια>· εἶδός τι λαχάνου. …
- <κιννάμωμον>· *ἓν τῶν λιβανωτῶν, ἢ τῶν ἀρωματικῶν (Ex. 30,23 ..) (AS), λιβάνιον. ... καὶ πόα εὐωδεστάτη
- <κιονίδα>· σταφυλήν
- <κίρκασμα>· τοὺς βότρυας
- <κίρκος>· ... καὶ τῆς αἰγείρου ἡ βλάστη
- <κίσθος>· θάμνος, ἧς τὸ μὲν ἄῤῥεν, τὸ δὲ θῆλυ
- <κισσός>· εἶδος φυτοῦ r ἢ *βλάστημα ἑλισσόμενον AS
- <κιτρίον>· τὸ Ἰνδικὸν μῆλον r
- <κίτταλος>· μυῤῥίνη
- <κίττυλα>· τὰ κελύφη τῶν καρπῶν
- <κιχληβῶτις>· ἀνδράχνη
- <κιχόρια>· λαχανίδια ἄγρια
- <κλαμμίς>· ἀναδενδράς
- <κλάρας>· φοίνιξ, τὸ δένδρον
- <Κλεωναῖαι>· ῥαφανίδων τι γένος· ἀπὸ τοῦ ἐν <Κλεωναῖς> εἶναι [A.C. Latte Κλεωνδαι Κλεωνδαις H: Ruhnken, cf. Theophr. h. pl. 7, 4, 2 (Athen. 2, 56 f). Plin. n. h. 19, 75). pas dans Wikisource]
- <κλήθρη>· δένδρου εἶδος (ε 64) r
- †<κλιμακίας>· ... τις τῶν πυρῶν [non l. H., dist. Palmer, καμακιας (Thessalorum) coll. Theophr. h. pl. 8, 7, 4 agn. Schn., suppl. <άλλοιωσις> τις pas dans Wikisource]
- <Κλύμενος>· ... λέγεται δὲ καὶ ὁ κισσός, ὡς Ἀντίμαχος· κισσοῦ τε κλυμένοιο καὶ ἀμπελίνης (fr. 85 W.)
- *<κνάφοι>· ἄκανθαι, αἷς κνάπτεται τὰ ἱμάτια AS
- <κνέωρον>· φυτόν τι, ὃ τοῖς Θεσμοφορίοις ὑποστόρνυται, καὶ ὃ εἰς κάθαρσιν χρῶνται.
- <κνηκόν>· τὸ κροκίζον χρῶμα, ἀπὸ τοῦ ἄνθους· ὅτε δὲ ἀπὸ καρποῦ, τὸ λευκόν
- <κνῆκος>· λευκός. καὶ εἶδός τι σπέρματος. καὶ πυῤῥός
- <κνῆστρον>· τὸ κνέωρον (Hippocr. mul. aff. 1,80)
- <κνίδαι>· ἀκαλῆφαι. καὶ πόα τις
- <κνιδᾶται>· δάκνεται. ἴσως ἀπὸ τῆς πόας
- *<κνίζων· [ἢ κνιζίων>.] λυπῶν. ἢ συκάμινα τέμνων (Amos 7,14) gSn
- <κνίφεα>· κνίδας
- <κνύζα>· καὶ] ἡ κόνυζα κατὰ συγκοπήν
- <κνύζωψ>· λάχανον, ὅμοιον σελίνῳ
- <κνύφος>· ἄκανθα μικρά r
- <κοδύμαλον>· τὸ στρουθίον μῆλον. οἱ δὲ κυδώνιον. οἱ δὲ ἄνθους εἶδος. …
- <κοδώνεα>· σῦκα χειμερινά. καὶ καρύων εἶδος Περσικῶν
- <κόϊκες>· ἐν Αἰθιοπίᾳ φοινίκων εἶδος. καὶ τὰ πεπλεγμένα ἐκ τῶν
- φύλλων τοῦ δένδρου σκεύη, φορμοί. [(Theophr. h. pl. I, 10, 15 - Poll. 10, 179) pas dans Wikisource]
- [<κοιλώτεα>· δένδρον τι]
- <κόκκαλος>· ῥόμβος. στρόβιλος. πεύκη (Hippocr. vict. acut. 2,10, II 456 L.)
- <κοκκίδα>· αἴγειρον
- <κοκκοῦσα>· συκῆ
- <κόκκος>· ἐξ οὗ τὸ φοινικοῦν βάπτεται. καὶ αὐτὸ τὸ χρῶμα r. ... καὶ ὁ τοῦ σίτου κόκκος
- <κόκκον>· τὴν τοῦ σίτου κεγχραμίδα r.
- <κόκκωνες>· οἱ κόκκοι τῆς ῥοιᾶς. καὶ ὅθεν ἰξός (Solo fr. 40 B.)
- <κολοιτέα>· δένδρον τι
- [<κολοτέα>· δένδρον τι]
- <κόμαρος>· φυτόν τι, ὅπερ φέρει καρπὸν μιμαίκυλον [(AC Lattc cf. Theophr. h. pl. 3, 16, 4) pas dans Wikisource]
- <κομψεία>· ... οἱ δὲ γένος λαχάνων, ὅπερ τινὲς <ἱπποσέλινον>· καὶ <σμυρνίον>]
- <κόνναρον>· καρπὸς δένδρου ὅμοιος παλιούρῳ
- <κόνυζα>· βοτάνη r. p ἄφυλλος. τινὲς δὲ φυτόν τι εὔφυλλον ἱκανῶς. διὸ καὶ στιβάδας ἐξ αὐτοῦ ἐποίουν. ἔστι δὲ ὅτε ἐν ταῖς στέγαις ἐπέβαλον ἐξ αὐτῆς ἀντὶ σωλήνων. καὶ ἐπὶ τὰ σαρώματα [(AC Lattc αφυλλος vix sanum cf. gl. σκονυζα et diosc.) pas dans wikisource]
- <κοπάδες>· τὰ ἐπικεκομμένα δένδρα
- <κόπηθρον>· φυτὸν λαχανῶδες ἄγριον
- <κοπτή>· θαλάσσιον πράσον
- <κορίαννον>· τὸ κόριον …
- <κόρι>· τὸ κορίανδρον, ἢ μᾶλλον κορίαμβλον
- <κόρις>· ... ἢ πόα, ἣν ἔνιοι <χαμαίπιτυν>
- <κόρκορος>· εἶδος ἰχθύος. ἢ λάχανον ἄγριον (Ar. Vesp. 239)
- <κόρνος>· κεντρομυρσίνη. Σικελοί
- †<κορσίπιον>· ῥίζα τις, ἢ νόμισμα παρ' Αἰγυπτίοις τὸ κερσαῖον λεγόμενον [(AC Lattc κορσιον Theophr. h. pl. 4,8, 11 rectius) pas dans Wikisource]
- <κόρχορον>· λάχανον ἄγριον (AS). καὶ στέαρ
- <κορώνεως>· ἀμπέλου ἢ συκῆς εἶδος (Ar. Pac. 628?)
- <κορωνόπους>· πόα τις, ἣν καὶ <κορακόποδα> λέγουσιν
- <κόστος>· εἶδος ἀρώματος
- *<κότινος>· ἀγριέλαιος AS. ἢ ὁ ἐξ ἀγριελαίας στέφανος Sp Ὀλυμπιακός (Ar. Plut. 586). φασὶ γὰρ αὐτὸν κότινον εἶναι
- <κόττανα>· εἶδος σύκων μικρῶν. … [(cf. Plin. n. h. 13, 51) pas dans Wikisource]
- <κοττύβη>· τὸ φυόμενον ἐμφερὲς μύκητι
- <κοτυληδών>· πόας εἶδος
- <κουλυβάτειαν, κλύβατιν>· τὴν σιδηρῖτιν πόαν, ἣν ἑλξίνην ἔνιοι
- <κουλιβός>· ἡ πίτυς
- <κράδαλοι>· κλάδοι συκῆς
- <κράδη>· συκῆ ASvgn. κλάδος. …
- <κράμβη>· ῥάφανος, καὶ ἕτερα λάχανα
- <κρανία>· τόξον. εἶδος δένδρου. περικεφαλαία
- <κραταίγονον>· βοτάνη μεθ' ἧς πλέκουσιν
- <κραταιγός>· δένδρον
- <κρέμυον>· κρόμυον
- <κρῆθμον>· λάχανον
- <κρῖ>· κριθή. εἶδος ὀσπρίου. …
- <κριθή>· πυρόν. …
- <κριμνούς>· λευκάς τινας βοτάνας
- <κρίνα>· ἄνθη καλλίπνοα εὐωδιάζοντα. …
- <κρίνη>· κνίδη
- <κρισσός>· ἡ ἐν ταῖς δρυσὶ γινομένη διάφυσις, ὅθεν ῥέει ὁ ἰξός.
- <κρίτανος>· τέρμινθος
- <κρόκος>· τὸ φυτόν. …
- <κροκύς>· ἐχῖνος ἡ βοτάνη
- <κρότων>· οὕτω καλεῖται, ὅ τινες κίκι Αἰγύπτιον, οἱ δὲ σησάμην ἀγρίαν. [(Diosc. 4, 161 Theophr h. pl. 1, 10, 1 Gal. lex. Hipp. 19, 115 κ) pas dans Wikisource]
- <κροτώνη>· τὸ ἐπιγινόμενον τοῖς δένδροις, μάλιστα τῇ ἐλαίᾳ [(Theophr h. pl. 1, 8, 6) pas dans Wikisource]
- <κροῦναι>· τὰ ἄφορα δένδρα
- <κύαμος>· ὄσπριον. *φάβα μέγα ASn. ἢ ὁ κλῆρος. ... καὶ τὸ Αἰγύπτιον κιβώριον λεγόμενον καὶ κολοκάσιον
- <κυδώνιον>· ... καὶ τὸ μῆλον. Κυδωνία δὲ πόλις Κρήτης. καὶ τὸ φυτόν
- <κυκλάμινος>· πόα τις ὑπὸ τῶν ῥιζοτόμων (p)
- <κυκύιζα>· γλυκεῖα κολόκυντα
- <κύκυον>· τὸν σικυόν
- <κύμαρος>· κόμαρος. βόστρυχος
- <κύμηχα>· κύαμον
- <κυνάδα>· κυνόσβατον, ἢ φυτόν, ὅπερ τὰς αἶγας νέμεσθαί φασιν
- <κύναρος <ἄκανθα>>· φυτόν τι. καὶ μήποτε ἡ κυνόσβατος, διὰ τὸ τραχὺ <καὶ> ἀκανθῶδες·…
- <κυνόγλωσσον>· πόα τις (Epich. fr. 44)
- <κυνόκεντρον>· πόα τις
- <κυνοκεφάλιον>· πόα τις, ἥν τινες <ἀνεμώνην> καλοῦσιν
- <κυνόμαλα>· τὰ κοκκύμηλα
- <κυνόροδον>· κρίνον, ὅμοιον ὑακίνθῳ
- <Κυπαρισσήεις>· καὶ <Κυπάρισσος>. πόλις (Β 593. 519). καὶ τὸ
- [δένδρον r
- [<κύπαρος>· κυπάρους τὰ κοῖλα ἔλεγον ἀγγεῖα καὶ χωρητικά. διὰ τοῦτο καὶ τὰς τῶν σφηκῶν κατατρήσεις, καὶ τὰς τῶν αἰδοίων βαλάνους, ἐκ μεταφορᾶς <κυπάρους> λέγουσιν. ὁ δὲ Θεόφραστος (h. pl. 3,7,3) προάνθησίν τινα τῆς πεύκης καὶ τῆς πίτυος <κύπαρον> προσαγορεύει] [(A.C. Latte v. l. gl. 4747 (κύτταροι) agn. Junius cf. Schol. Ar. Theam. 516) pas dans Wikisource]
- <κύπειρον>· ἄνθος ἵπποις ἐδώδιμον
- <κύπειρος>· φυτόν, ὃ καὶ ἐρυσίσκηπτρον
- <κύπριον>· τὸ ἀρνόγλωσσον
- <κύρνα>· κρανία
- <κύστιον>· τὸ ἁλικάκκαβον
- <κύτινοι>· τῆς ῥοιᾶς τὰ πρῶτα ἐξανθήματα S
- <κύτταροι>· οὕτω [τὰς τρήμας τῶν κηρίων S ἔφη Ἀχαιός (fr. 50). τινὲς δὲ σφηκιάς. καὶ τὰ τῆς πεύκης καὶ πίτυος προανθοῦντα στροβίλια. καὶ πυθμένες. καὶ τῶν αἰδοίων αἱ βάλανοι. καὶ [τῶν βαλάνων τὰ ἀγγεῖα (Ar. Vesp. 1111) S [(A.C. Latte = Schol. Ar. Vesp. cf. Schol. Ar. Theam. 576 Ph Poll. 1.254) pas dans Wikisource]
- <κώβαλοι>· κύτινοι ῥοιῶν
- *<κώδεια>· ἡ τῆς μήκωνος κεφαλή (Ξ 499) r. An
- <κώμακον>· ἀρωματικόν τι
- <κώμυθα>· δάφνην, ἣν ἱστῶσι <πρὸ> τῶν πυλῶν. δηλοῖ δὲ καὶ [δέσμην χόρτου (p), καὶ τὰ †κατολίγον τῶν δραγμάτων (Cratin. fr. 299?)
- <κωνεία>· νάρθηκα. καὶ πόας εἶδος
- <κώνειον>· *δηλητήριον r. Sn, ἤτοι [θανάσιμον Avgn. βοτάνη Sn, νάρθηξ (Callim. fr. 191,57?)
- <κῶνοι>· ... καὶ *στρόβιλοι ASvg. καὶ οἱ στρόμβοι
- <κῶνον>· ... καὶ [ὁ τῆς πίτυος καρπός r. ... καὶ [στρόβιλος r. p
- <κωνοφόρον>· στροβιλοφόρον
Λ
- <λαγερός>· σμῖλαξ
- <λάδανον>· τὸ μὲν ἀπὸ τῶν πωγώνων τῶν αἰγῶν [καὶ τὸ κρέας]. τὸ δὲ ἀπὸ τῆς βοτάνης λήδου
- <λάθυρος>· εἶδος ὀσπρίου
- [<λακάρτη] λακάρη>· δένδρον τι [(cf. Theophr. h. pl. 3, 3, 1 etc.) pas dans Wikisource]
- <λάπαθον>· ὄρυγμα (Democr. fr. 122 D.) καὶ βοτάνη
- <λασιόμαλον>· μῆλον τὸ ἔχον χνοῦν
- <λαῦρον>· τὴν δάφνην.
- <λάφνη>· δάφνη. Περγαῖοι
- <λάψα>· γογγυλίς. Περγαῖοι
- <λεβίνθιοι>· ἐρέβινθοι
- <λεῖον>· ὁ σῖτος. …
- <λειπομορία>· δένδρον τὸ ἐκ τοῦ θωρακίου κατεαγός, ἐκ δὲ τῆς ῥίζης φέρον βλαστούς
- *<λείρια>· ἄνθη r. Sn κρίνα S
- <λειχῆνες>· τῆς σαρκὸς κάκωσις r. καὶ ἐπὶ τῶν πετρῶν φυκία τινά.
- *<λέμμα>· φλοιός. [λέπισμα (Plat. Tim. 76a) r. AS
- <λεπίζω>· ἐκδέρω r
- <λέπος>· λέπιον. φλοιός
- <λευκερίνεως>· εἶδος συκῆς
- <λεύκη>· ... καὶ δένδρον
- *<λίβανος>· τὸ δένδρον gSn. καὶ τὸ ὄρος Sn. [<λιβανωτὸς> δὲ ὁ καρπὸς αὐτοῦ, εἶδος θυμιάματος gS
- *<λίριον>· κρίνον ASN (vg), ἄνθος
- <λιχμάς>· θρῖναξ. καὶ ἁπαλὴ πόα καὶ χαμαιπετής, ἣν τὰ ἑρπετὰ ἐπιλείχουσι
- <λοῖκορ>· κέγχρος
- <λόπιμα>· κάστανα. οἱ δὲ Εὐβοϊκά.
- *<λοπός>· λέπισμα (τ 233) r(AS)
- <λοπῶντα>· λεπιζόμενον, ἢ [λοπιζόμενον (Aesch. fr. 76,6) S
- <λύγδη>· τὸ δένδρον, ἡ λεύκη.
- <λύγοισι>· φυτῷ τινι ἱμαντώδει, ὃ ἡμεῖς <κύτινον> λέγομεν (Λ 105)
- <λύγος>· ῥάβδος ἁπαλή r. ἄγνος. ἢ δενδρύφιον θαμνῶδες, *ἱμαντῶδες φυτόν r. ASgn
- <λύκος>· τὸ τοῦ ἴρεως ἄνθος.
- <Λυσιμάχειος>· βοτάνη, εὑρεθεῖσα ὑπὸ Λυσιμάχου [(cf. Diosc. 4. 3) pas dans Wikisource]
- <λυταρίς>· μήκωνος εἶδος
- <λῶτα>· ἄνθη
- <λωτός>· ... καὶ δένδρον. καὶ πόαν· κυρίως δὲ τὸ ἐν ταῖς λιβάσι φυόμενον. καὶ πᾶν ἄνθος. καὶ καρπὸς [τοῖς παρὰ] τοῖς Λωτοφάγοις
Μ
- <μαγύδαρις>· ὀπὸς σιλφίου. οἱ δὲ ἕτερον τοῦ σιλφίου εἶναι μανότερον
- <μαδόν>· πόα. καὶ λεῖον
- <μάδος>· τὸ ψίλωθρον
- <μακαρίνη>· ἀνδράχνη
- *<μαλάχη>· μολόχη Agnp
- <Μανδραγόρας>· ὁ Ζεύς. *καὶ εἶδος βοτάνης ASvgn, οἰνικὸν Svgn καὶ ὑπνωτικόν (Gen. 30,14 ..) Sn
- <μάνυζα>· μονοκέφαλον σκόροδον, ὅπερ ἔνιοι <μώλυζαν> (Hippocr. nat. mul. 85 mul. 1,78)
- <Μαρεῶτις>· εἶδος ἀμπέλου
- <μαρμάραι>· αἱ τῷ ἐρυθροδάνῳ βεβαμμέναι
- <μᾶρον>· ὀπός. καὶ πόα
- <μάσπετα>· τοῦ σιλφίου τὰ πρῶτα πέταλα, ἢ τὸ τοῦ καυλοῦ ὀπτόν [(Poll. 6, 67 Diosc. 3, 80, 1.3 Theophr. h. pl. 6, 3, 1) Ne correspond pas à la définition de Théophraste) pas dans Wikisource]
- <μασχάλη>· ... ἢ τοῦ τῆς ἐλαίας φύλλου τὸ μέρος
- <μασχάλιον>· κάνεον φοινίκιον. Μασχάλη γὰρ ἡ τοῦ φοίνικος ῥάβδος.
- <μεγάσυρνος>· εἶδος σταφυλῆς ἐν Κνίδῳ
- <μεθύσιον>· εἶδος ἀμπέλου
- <μελάγκρανις>· ὀξύσχοινος. ἢ τὰ ἄκρα μελανίζουσα
- <μελαναθήρ>· τῶν πυρῶν τις οὕτως καλεῖται
- <μέλαν δρυός>· ἡ ἐν τοῖς δένδροις δασύτης. καὶ ἡ τῶν ξύλων ἐντεριώνη (ξ 12)
- <μελαμψίθιος>· οἶνός τις οὕτω καλεῖται
- <μελία>· δένδρου εἶδος, ἀπὸ Μελίας Ὠκεανοῦ.
- <μελίη>· δόρυ (Τ 390 ..) <ἢ εἶδος δένδρου> S
- <μελικηρίς>· εἶδος ἀμπέλου. καὶ πόα τις.
- <μελίλωτος>· πόα τις. καὶ [λωτοῦ εἶδος r
- <μελίνεως>· εἶδος ἀμπέλου
- <μελίνη>· ὀσπρίου εἶδος q, ὅμοιον κέγχρῳ.
- <μελίτταινα>· πόα τις, ἣν ἔνιοι <μελίκταιναν>, ἄλλοι <μελιςσόφυλλον> [(Diosc. 3, 104 Schol. Nic. Ther. 554) pas dans Wikisource]
- <μελίφυλλον>· βοτάνη τις, ὃ καὶ <μελισσόφυλλον> καὶ <πράσιον> [(Ps. Diosc. 3, 104) pas dans Wikisource]
- <μέσπιλα>· φυτόν τι (r)
- <μετόπωρον>· μετὰ τὴν ὀπώραν r. p, τροπὴ μετὰ θέρος
- <Μηδικὴ πόα>· ἡ τρίφυλλος. οἱ δὲ λωτὸν κτήνεσιν ἁρμόζοντα
- <μήδιος>· μαλακός. καὶ βοτάνης εἶδος. …
- <μήκωνες>· πόα τις λήθην ἐμποιοῦσα ASn. ... καὶ ἡμεροπίτυς
- <μῆλα>· ... καὶ παντὸς δένδρου καρπός, ἐξαιρέτως δὲ τῆς μηλέας. πάντα τὰ δένδρα
- <μῆλον>· πᾶς καρπός
- <μηρός>· τόπος ἀμπέλου, καὶ ξύλον, καὶ τὸ τῆς καλάμης κῶλον. καὶ ὄρος
- <μήτρα>· ... καὶ τῶν ξύλων τὸ ἐντός, ὃ <καρδίαν> τινές, ἢ <ἐντεριώνην> καλοῦσι.
- <μίκαι>· λάχανα ὄμβρια
- †<μίλιον>· δένδρον ὅμοιον ἐλάτῃ, ᾧ τοὺς νέους στεφανοῦσιν ἐν ταῖς πομπαῖς. … [((ϐ)μιλον Poll. 6. 106. theophr. h. pl. 3, 4, 2 5, 7, 6) pas dans Wikisource]
- <μιμαίκυλον>· ὁ καρπὸς τοῦ κομάρου. ἔστι δὲ ὡς μέσπιλον μικρόν, πυῤῥόν
- <μινυανθές>· πόα, ἀσφάλτιον. καὶ τρίφυλλον
- <μινύον>· τὸ βλίτον λάχανον, ἢ κιννάβαρι
- <μινύον>· ἀρωματικόν τι
- <μινῶδες>· εἶδος ἀμπέλου
- <μίρεα>· λάχανα
- <μίσχον>· οὕτω λέγουσιν, ᾧ συνήρτηται πρὸς τὸ φυτὸν καὶ ὁ καρπὸς καὶ τὸ φύλλον [(= Theophr. h. pl. 1, 2, 1) pas dans Wikisource]
- <μίσχος>· ὁ παρὰ τῷ φύλλῳ κόκκος SN [(Poll. 6, 94 (?)) pas dans Wikisource]
- <μνία>· τὰ βρύα rn, καὶ τὸ φῦκος r
- <μολόθουρος>· ἀσφόδελος. ἢ ὄσπριόν τι. καὶ ἡ ὁλόσχοινος (Euphor. fr. 133 Pow.)
- <μολεύειν>· ἐγκόπτειν τὰς παραφυάδας [(μολουειν H.: Poll. Atticum) pas dans Wikisource]
- <μόλσον>· σελίνου καυλός, καὶ ἄνθος. οἱ δὲ τὴν ὑποφυάδα
- <μολτύους>· τὰ κοκκύμηλα
- *<μονόλοπα>· μονόδερμα ASn. μονοχίτωνα n
- <μορίαι>· ἐλαῖαι ἱεραὶ τῆς Ἀθηνᾶς q
- *<μορφή>· ἰδέα, εἶδος r. Ag
- <μορέα>· ἡ συκάμινος
- *<μοσχεύματα>· τὰ νεόφυτα (Sap. 4,3?) (ASn)
- <μόσχια>· *ἁπαλὰ φυτά vgn. ... ἢ κρομμύου τὸ σπέρμα
- <μόσχοι>· οἱ νέοι βλαστοί
- <μόσχος>· νέος λύγος. κλάδος. … Λύγα δέ εἰσι τὰ ἱμαντώδη φυτά
- <μύκηρος>· ἀμυγδαλή. τινὲς δὲ μαλακὰ κάρυα
- <μύκης>· ἀμανίτης r
- <μῦμα>· θριδάκων τρῖμμα, καὶ ὑπόχυμά τι
- <μυόσωτον>· πόα, ἐμφερὴς μυὸς ὠσί
- <μυοφόνον>· πόα, ἣ καὶ ἀκόνιτον [(μυοκτονον Diosc. scd cf. Theophr. h. pl. 6, 1, 4) pas dans Wikisource]
- <μυρίκη>· εἶδος δένδρου, ὀνομασθὲν ἀπὸ τοῦ μύρεσθαι τὴν εἰς αὐτὸ μεταβαλοῦσαν κατὰ τοὺς μύθους, [τὴν] Κινύρου θυγατέρα
- *<μυρικίνῳ>· ἀπὸ μυρίκης. ἀγρίου δένδρου (Ζ 39) Ab
- *<μυρ(ρ)ίνη>· μυρσίνη· ὁ δὲ καρπὸς αὐτῆς <μύρτα> ASvg
- <μυῤῥίνης κλάδος, ἢ δάφνης>· παρὰ πότον μυῤῥίνης <κλάδον> ἦν σύνηθες διδόναι τοῖς κατακειμένοις ἐκ διαδοχῆς ὑπὲρ τοῦ ᾆσαι, ἀντὶ τοῦ βαρβίτου
- *<μύρτα>· καρπὸς μυρσίνης ASvgbs
- <μυρταλίς>· ἡ ὀξυμυῤῥίνη, ὡς Λάκωνες
- <μυρτίνη>· εἶδος ἐλαίας
- <μυρτία, μυρτίνη>, καὶ <μυρτίς>· <εἴδη ἀπίων>
- <μύρτος>· ἡ μυῤῥίνη. …
- <μυττωτόν>· ὑπότριμμά τι διὰ σκορόδων (Ar. Pac. 273)
- <μυώπη>· ῥάμνος
- <μῶλυ>· φυτοῦ εἶδος ἀλεξιφάρμακον, *ἢ βοτάνης g. ἀντιπάθιον ASghm. …
- <μώλυγερ>· τὰ ἄνοζα ξύλα
Ν
- *<νᾶπυ> [<ἢ μάπυ>]· τὸ σίνηπι ASgnp
- *<νάρθηξ>· εἶδος φυτοῦ καλαμοειδοῦς ἐλαφροῦ (Eur. Bacch. 147 ..) AS
- <ναῦμα>· πόα τις παρὰ Πέρσαις, ἥν τινες πολύγονον
- <νηρέα>· μαράθου θάμνος
- <νηριτόφυλλον>· πολύφυλλον
- <Νικοστράτειος>· εἶδος ἀμπέλου
- <νόῤῥος>· ἄνθος μήλινον λωτοῦ. γίνεται δέ τι καὶ δένδρον ἐν παραλίᾳ, ὅπερ ἔνιοι νορειὰν καλοῦσιν
- <νορύην>· [ὀρύειν] ... ἔστι δὲ εἶδος ὀσπρίου [(A.C. Latte νορυγην H: Ph, ορυη Arcad. 103, 28 B hinc emendandum) pas dans Wikisource]
Ξ
- <ξειρίς>· ἀρωματικόν τι φυτόν (Aristoph. fr. 831) [(A.C. Latte ξιρις Theophr. h. pl. 9, 8, 7, sed ξειρις BCH 33, 72 cf. Herm. 65, 1930, 226 cf. er gl. ζ 99) pas dans Wikisource]
- <ξίμβαι>· ῥοιαί. Αἰολεῖς
- <ξίφος>· μάχαιρα. ἢ παραζώνιον. ὁμώνυμον <φάσγανον>. ξιφίδιον. καὶ πόα δέ τις
Ο
- <ὄα>· δένδρον κάρπιμον· καὶ ὁ καρπὸς αὐτοῦ οὕτω καλεῖται. … [(A.C. Latte arbor est οη Theophr. h. pl. 2, 2, 10) pas dans Wikisource]
- <ὄγχναι>· αἱ ἄπιοι (η 115) (r)
- <ὄγχνια>· ἄπιον
- <ὀδόλυνθοι>· ἐρέβινθοι
- <ὄζος>· κλάδος. καὶ ὁ ἀπὸ τοῦ στελέχους σχιζόμενος ἀκρεμών· …
- <Ὄη>· δένδρον. …
- *<οἴνα>· τὰ τῆς ἀμπέλου φύλλα (Eur. Phoen. 229) r. AS
- <οἰνάδες>· ἀμπελώδεις τόποι
- <οἰνάνθη>· ἡ ἔκφυσις τῆς ἀμπέλου. ἔστι δὲ καὶ ἕτερον φυτὸν οὕτως λεγόμενον
- <οἴναρα>· τὰ τῆς ἀμπέλου φύλλα r
- <οἰναρίς>· κληματίς r
- <οἴνη>· ἡ ἄμπελος. …
- *<οἰνωπόν>· μέλαν. ἀμαυρόν. [οἰνοειδές (Eur. Phoen. 1160 ..) n
- <Οἰνούσιος>· εἶδος ἀμπέλου
- <οἴνοπα. οἰνωπόν>· πορφύρεον, [μέλανα S
- <ὀλίγγοι>· εἶδος ἀκρίδων. τινὲς ῥιζίον, ὅμοιον βολβῷ
- <ὁλόσχοινος>· ὀξύσχοινος [(Diosc. 4, 52 cf. chol. Aeschin. 2, 21) pas dans Wikisource]
- <Ὀλυμπίου πνοαί>· Ὀλυμπίας ἄνεμός ἐστιν ὁ ἀπὸ τοῦ Ὀλύμπου πνέων Ζέφυρος
- <ὄλυνθος>· τὸ μὴ πεπαμμένον σῦκον.
- <ὄλυρα>· *εἶδος σπέρματος. ἢ βρῶμά τι μεταξὺ σίτου καὶ κριθῆς ASn. οἱ δὲ αὐτὴν τὴν κριθήν. ἄλλοι καρπόν τινα σιτικόν. *ζειάν [τινὲς ζέαν] (Ezech. 4,9) ASvg
- <ὀνῖτις>· ὀρίγανον (Nic. Al. 56) gn
- <ὀνόγυροι>· σειροί. καὶ πόα τις
- <ὀνόπη>· ἀμπέλου [εἶδος] μελαίνης εἶδος
- <ὀνόπορδον>· τὴν ἑλξίνην. ἔστι δὲ λάχανον ἄγριον (Epich. fr. 161).
- <ὀξάλεια>· εἶδος σύκων
- <ὀξυάκανθον>· οἱ ἐν Καρίᾳ καὶ Φρυγίᾳ τὰ αἱμα<σιώδη φυτά>
- <ὀξύμαλα>· τὰ κοκκύμηλα
- … <Ὀξύα> δὲ εἶδος δένδρου (Ε 50)
- <ὄπισον>· λάχανον ἄγριον. ἢ τρωκτὸν ἢ †ἄπιστον
- <ὀπός>· *πυτία ASgn, βοτάνη τις, δι' οὗ πήγνυται τὸ γάλα r. καὶ τὸ τῶν δένδρων δάκρυον. καὶ τὸ γαλακτῶδες ἐκ τῆς συκῆς ἀνιέμενον (Ε 902) [(A.C. Latte Ap. S. 122, 3 - Schol. πυτιον H : K) pas dans Wikisource]
- <ὀρινίαι>· ἀναδενδράδες
- <ὅρμινοι>· ὄσπριόν τι
- <ὀροβάκχη>· βοτάνη τις. οἱ δὲ τῆς ῥοιᾶς τοὺς καρπούς, οὓς ἔνιοι κυτίνους [(A.C. Latte Schol. Nic. Ther. 869 rectius οροϐαγχη cf. Theophr. h. pl. 8, 8, 4 Plin. n. h. 18, 155 (?)) pas dans Wikisource]
- <ὀροικλάνοι>· ὀξύσχοινοι
- <ὄροβον>· εἶδος ὀσπρίου
- <ὄροφος>· κάλαμος, ᾧ στεγάζουσιν (Ω 451).
- *<ὅρπηκες>· κλάδοι g(ASn). ὄζοι (Φ 38)
- <ὄῤῥιον>· ὀρίγανον
- <ὄρτυξ>· πόα τις [(A.C. Latte ορτυξιϛ H : Theophr. h. pl. 7, 11, 2) pas dans Wikisource]
- <ὀρφίνη>· καλάμη μελίνης
- †<ὄρχια>· ζῷον τῶν τετραπόδων. καὶ πόα [(A.C. Latte planta fuit ορχιδα) pas dans Wikisource]
- <ὄσπρια> καὶ γενικῶς καὶ ἰδικῶς λέγεται
- <ὄσπρος>· ἰδίως τις λέγεται, ὡς πισὸς καὶ ἐρέβινθος
- <ὄστλιγξ>· …τὸ ἐν βότρυσι γινόμενον
- <ὄστρεα>· τὰ κογχύλια. Λάκωνες ἄνθος
- <ὄσχαι>· κλήματα βοτρύων γέμοντα
- <ὀτρύγη>· χόρτος. καλάμη
- <οὔαρον> δὲ ἔλαιον. Κύπριοι
- <οὐϊτόν>· τὸ ὑπ' ἐνίων οἰτόν
- <οὐλάς>· *κριθάς AS. ἐνίοτε δὲ καὶ τὸ μαλακόν, ὅ ἐστι τὸ ἁπαλόν· …
- *<ὀχμοί>· σταχύων φυτεῖαι An
Π
- <παγκράδη>· ἀπὸ τῆς κράδης τῶν συκῶν
- <παγκράτιον>· ... καὶ τὸ κιχόριον, ὅ ἐστι πόα.
- <παιδοβάτιον>· εἶδος ἀμπέλου
- <παλίουρος>· κάδος. ἀντλητήρ. καὶ τὸ θαμνῶδες δένδρον
- <παλλάχανον>· κρόμμυον. Ἀσκαλωνῖται
- <πάν(ακ)ες>· βοτάνη τις, ἣ πολλοῖς ὀνόμασι καλεῖται
- <Πάνακτος>· ἡ ὀρίγανος. καὶ τόπος ἐν τῇ Ἀττικῇ
- <παρασπάς>· φυτὸν ἀπεσπασμένον [(Theophr. h. pl. 2, 2, 4) pas dans Wikisource]
- <παρ' ἐρινεόν>· παρὰ τὴν ἀγρίαν συκῆν
- <παρτάδες>· ἄμπελοι
- <πάσμα>· ᾧ συνήρτηται πρὸς τὸ τοῦ φυτοῦ φύλλον. ἔνιοι μαλλὸν ἐρίου
- <πεντόροβον>· ἡ γλυκυσίδη [(Plin. XXV 4, XXVII 10 ; Diosc. III, 157) pas dans Wikisource]
- <περικλύμ(εν)ος>· ὁ Πλούτων. καὶ πόα, ἡ καὶ κυκλάμινος [(περίκλυμοϛ· ὁ πλουτῶν cod. Salmasius et Sopingus coll. Κλύμενοϛ) pas dans Wikisource]
- <πέρναξ>· θρίδαξ
- <περσικά>· εἴδη καρύων.
- <πέσμα>· πίεσμα. ἢ μίσχος. ἔστι δὲ ἐξ οὗ τὸ φύλλον ἤρτηται
- <πεταιτά>· μετέωρα. ἀμπελουργία, ὡς αἱ ἀναδενδράδες
- <πέταλ[λ]α>, οὐδετέρως· τὰ φύλλα
- <πέταλ[λ]ον>· φύλλον. …
- <πετήλας>· τοὺς μικροὺς καὶ θαμνώδεις φοίνικας
- <πῆδος>· … καὶ ἡ ἀγρία ἄμπελος [(cf. Schneider ad Theophr. III, p. 277) pas dans Wikisource]
- <πίτυρα>· τὰ τῶν σίτων ἢ κριθῶν φλοιά
- <πίτυς>· δένδρον, ἐμφερὲς πεύκῃ
- <πλαταγώνιον>· τὸ τῆς μήκωνος καὶ ἀνεμώνης φύλλον
- <πλατάνιστον>· πλάτανον
- <πλάτανος>· δένδρον, πρὸς ὃ οἱ γυναικονόμοι τὰς ζημίας ἐν λευκώματι ἐξετίθεσαν
- <πλεφίδερ>· ἡ πεφρυγμένη σησαμίς
- <πλεφίς>· σησαμίς
- <Πλοάδες τῶν ἐν Ὀρχομενῷ>· (νῆσοί) τινες οὕτω καλοῦνται
- <πόα> καὶ ἡ τῆς γῆς αὐτομάτως βλαστάνουσα φυτεία. καὶ ὁ σῖτος. καὶ κοινῶς τὸ ἀπὸ ῥίζης φυλλοβολοῦν φυτόν
- <πόα>· βοτάνη ἑκάστη
- <ποαλίς>· εἶδος πικρίδος
- <πόθος>· ἔρως. ... καὶ φυτόν τι [(Theophr. 6, 8, 3) pas dans Wikisource]
- <ποία>· ἡ βοτανώδης ὕλη. ἄλλοι τοὺς πυροὺς καὶ τὰς κριθάς
- <ποίη>· πόα (<πόα> δέ ἐστιν ἡ τῆς γῆς αὐτομάτως βλαστάνουσα φυτεία). καὶ ἐρωτηματικῶς ἀντὶ τοῦ ποία
- <ποιήεντα>· ποίαν ἔχοντα, σιτοφόρον
- <ποιήεντι>· εὐβοτάνῳ, ἑλώδει
- <ποιήες(ς)αν>· βοτάνας ἔχουσαν
- <ποίην>· πόαν. βοτάνην
- <πολυσφέλμου>· πολυφλοίου
- <πολυσχιδῆ>· εἰς πολλὰ ἐσχισμένον, μεμερισμένον
- <πόρθος>· πτόρθος, κλάδος, βλαστός
- <πούανοι>· κύαμοι ἑφθοί, ὄσπριον
- <πράσα>· τὰ βρύα καὶ τὰ φυκία [(Theophr. 4, 6, 2) pas dans Wikisource]
- <πρασιαί>· αἱ ἐν τοῖς κήποις τετράγωνοι λαχανιαί, οἷον περασιαί, διὰ τὸ ἐπὶ πέρασι τῶν κήπων
- <πρασοκουρίς>· ζῶον χλωρόν, κεῖρον τὰ ἐν τοῖς κήποις λάχανα [(cf. Stratt. com. fr. I vol. II p. 787 ; Arist. H. A. V 19 ; Theophr. h. pl. VII 5 ; Adian. N. A. IX 39 Pallad. RR I 35, 13 Phot. p. 447, 2) pas dans Wikisource]
- <πρέμνον>· στέλεχος, βλαστός. πᾶν ῥίζωμα δένδρου τὸ γηράσκον, ἢ <τὸ> τῆς ἀμπέλου πρὸς τῇ γῇ <πρέμνον>
- <πρόδρομα>· τὰ ἐν τῷ ἄξονι ξύλα. ἢ τὰ προακμάζοντα σῦκα
- <πρόϊμον>· σῦκον προακμάζον
- <πρόκνις>· εἶδος ἰσχάδων
- <πρόμαλος>· μυρίκη. ἢ ἄγνος
- <προμένε(ι)οι>· ῥοιαί τινες
- <προσηρτημένοι>· .... κεκολλημένοι
- <προῦμορ>· εἶδος σικύου
- <προώρας>· τὰ πρῶτα κλήματα [(Theophr. h. pl. II, 1, 3 CPl. III, 14, 7 unde patet πρώρας (sic) esse genetivum) pas dans Wikisource]
- <πρύμνα>· τὰ πρέμνα, ἢ τὰ ὄπισθεν τοῦ πλοίου
- <πρωτερική>· εἶδός τι συκῆς πρωΐμου. …
- <πτελέα>· σῦς ὑπὸ Λακώνων. ἢ εἶδος δένδρου
- <Πτερίδες>· τῶν Νυμφῶν τινες οὕτω καλοῦνται· ἀπὸ τῆς πόας
- *<πτόρθος>· κλάδος, βλαστός
- <πτόρθος>· ὄρπηξ, βλαστός, κλάδος, ἢ ἔκφυσις τοῦ δένδρου, θαλλός
- <πτύον>· θρῖναξ. ξύλον ἐν ᾧ διαχωρίζουσι τὸν σῖτον ἀπὸ τοῦ ἀχύρου
- <πύανοι>· κύαμοι. καὶ πᾶν ὄσπριον
- <πυθμένες>· βάσεις αἱ κατὰ τῶν δένδρων
- <πύλαρα>· τὰ στελέχη
- *<πυνικούς>· τοὺς ἑφθοὺς ἐρεβίνθους, καὶ φακούς
- *<πύννους>· κυάμους ἑφθούς
- <πυργῖτις>· βοτάνη
- <πύρδαλον>· ... καὶ τὸ καύσιμον φρύγανον, ἢ ξύλον …. οἱ δὲ <πύρδανον>
- *<πυρός>· σῖτος
- <πυτία>· οἷον πήττουσα, παρὰ τὸ πήττειν, ἐν ᾗ τὸ γάλα πήγνυται
Ρ
- <ῥάβδοι>· ... καὶ οἱ τῶν φοινίκων κλῶνες.
- <ῥάδαμνος>· βλαστὸς ἁπαλός, κλάδος. ἄνθος. ὅρπηξ. καὶ τὰ τοιαῦτα
- <ῥάδαμον>· καυλόν, βλαστόν
- <ῥακῖδες>· ὀρόδαμνοι, κλάδοι
- <ῥάκτρια(ι)>· τὰ ῥαβδία, ἐν οἷς τοὺς καρποὺς ἀπαράσσουσιν
- <ῥάματα>· βο[ς]τρύδια. σταφυλίς. Μακεδόνες
- <ῥάμνος>· τὸ φυτόν, ὅπερ εἰς ἀλεξιφάρμακον παραλαμβάνεται. καὶ δένδρον ἀκανθῶδες
- <ῥάξ>· [ῥάγα] ἡ τῆς σταφυλῆς [ἣν ἡμεῖς <ῥῶγα> καλοῦμεν]
- <ῥαπατήν>· καλάμην, καὶ τοὺς ἐν αὐτῇ αὐλοῦντας ῥαπάλους
- <ῥαπίς>· ῥάβδος. κρηπίς. κώμη. γογγυλίς. οἱ δὲ λα[μ]ψάνην
- <ῥαπίσαι>· ῥάβδῳ πλῆξαι …
- <ῥαφάνη>· κράμβη
- <ῥαφανίς> (καὶ) <ῥάφανος> διαφέρει παρὰ τοῖς Ἀττικοῖς· <ῥάφανος> μὲν γὰρ ἡ κράμβη, <ῥαφανὶς> δὲ ἡ παρ' ἡμῖν ῥάφαν(ος). Τρύφων δέ φησι, παρὰ Δωριεῦσι τὰς μικρὰς <ῥαφανῖδας> λέγεσθαι, τὰς δὲ μέγαλας <ῥάφας>
- <ῥάφανος>· κράμβη
- <ῥαφίς>· ὑπόδημα. περόνη. καὶ ἄγριόν τι λάχανον λα[μ]ψανῶδες. καὶ ἡ ῥάβδος
- <ῥᾶχοι>· χοιράδες. στοιβαί. σάγματα. ἔνιοι τοὺς [ς]φακέλους τῶν ξύλων· ἄλλοι τὰς μυρικίνας ῥάβδους. ἔστι δὲ ἀκανθῶδες φυτόν, ἀφ' οὗ τὸ περίφραγμα
- <ῥηξ[ε]ίφλοια>· ῥήξαντα. τὸν φλοῦν [(Theophr. h. pl. I, 5, 2) pas dans Wikisource]
- <ῥίζαι>· αἱ θέσεις τοῦ ὀφθαλμοῦ, καὶ πάντων φυτῶν
- <ῥίμβαι>· ῥοιαὶ μεγάλαι. ἄμεινον δὲ διὰ τοῦ Ξ ξίμβαι
- <ῥόδαμνοι>· κλῶνες, βλαστοί
- <ῥοδῆ>· αὐτὸ τὸ δένδρον
- <ῥόδια>· … καὶ ἀμπέλου εἶδος
- <ῥοδωνιά>· ὁ τόπος, ἔνθα φύεται τὰ ῥόδα. καθάπερ καὶ <ἰωνιἀ>, ὅπου τὰ ἴα φύεται· καὶ <κρινωνιά>, ἔνθα τὰ κρίνα.
- <ῥύδια>· ῥοά, ἢ ῥοιά
- <ῥυτά>· τὰ στέμφυλα. καὶ πήγανον λευκόν. …
- <ῥώξ>· κόκκος. …
- <ῥωπάς>· εἶδος φυτοῦ ἱμαντώδους
- <ῥῶπες>· τὰ δασέα τῶν φυτῶν. καὶ θαμνώδης ὕλη. ἢ εἶδος λύγου
- <ῥώψ>· βοτάνη ἁπαλή
Σ
- <σαιστός>· ἐλαία θλαστή
- <σαλία>· πλέγμα καλάθῳ ὅμοιον, ὃ ἐπὶ τῆς κεφαλῆς φοροῦσιν αἱ Λάκαιναι. οἱ δὲ <θολία>
- [<σάλιξ>· ἰτέα. Ῥωμαῖοι]
- [<σάλμα>· σησάμη]
- <σάμαξ>· ὕλη τις δρυώδης, οἷον βούτομον. οἱ δὲ φορμόν. καὶ οἱ πλείους (σάκταν) ἀπὸ τοῦ σάττεσθαι. ἔνιοι δὲ τὴν βούτομον καλεῖσθαι σά- μακα. καὶ τοξικὸς κάλαμος. ἀφ' οὗ τὰ λεπτὰ συνάγοντες στιβάδια ποιοῦσιν
- <Σαμία>· εἶδός τι ἀμπέλου
- <σαμψοῦχος>· πλείστη γίνεται ἐν Αἰγύπτῳ. ἄλλοι δὲ μάραθον καλοῦσιν αὐτήν
- <σάνδυξ>· δένδρον θαμνῶδες, οὗ τὸ ἄνθος χροιὰν κόκκῳ ἐμφερῆ ἔχει, ὡς Σωσίβιος. ἢ φάρμακον ἰατρικόν. καὶ κιβωτός
- <σαννίς>· δρυοσάνδραξ. Θούριοι
- <σάρδιον>· βοτάνη ἐστὶ δηλητήριος, ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν σπασμῷ ὑποβάλλει, ὡς καὶ τῶν χειλέων τοῦ στόματος συστα- λέντων ἐκ τοῦ τοιούτου σπασμοῦ γυμνοῦσθαι λοιπὸν καὶ τοὺς ὀδόν- τας, καὶ γέλωτος φαντασίας δείκνυσθαι τοῖς ὁρῶσιν. ἔνθεν τὸ <Σαρ- δόνιος γέλως>
- <σάρι[ν>· σαρὸν] φυτόν τι γινόμενον ἐν τοῖς κατ' Αἴγυπτον ἕλεσιν
- <σαρίρ>· κλάδος φοίνικος Λάκωνες
- <σάρις[ς]α>· δόρυ μακρόν, εἶδος ἀκοντίου Ἑλληνικοῦ, σπάθη βαρβαρική. Μακεδόνες
- <σαρκοκόλ(λ)α>· φυτοῦ δάκρυον
- <σαρωνίδες>· πέτραι. ἢ αἱ διὰ παλαιότητα κεχηνυῖαι δρύες
- <σατύριον>· πόα τις συνεργὸς πρὸς τὰς Ἀφροδισίας ὁρμάς. ...
- <σαυρίγγη>· πόα τις. καὶ τὸ ζῶον ἡ σαύρα
- <σεβέννιον>· τὸ ἐπ' ἄκρῳ τῷ φοίνικι φλοιῶδες γινόμενον
- <σεκούα[να>]· σικύα
- <σεκουάνη>· ἐλαίας εἶδος. Λάκωνες
- <σελίαρ>· φοίνιξ
- <σελινουσία>· κράμβης εἶδος
- <σέλπον>· σίλφιον [(A.C. Schmidt : σέλπιον ? ) pas dans Wikisource]
- <Σέριφος>· Ἀριστοφάνης τὴν Λακεδαίμονα Σέριφον. ἔστι δὲ καὶ πόα σέριφος λεγομένη
- <σέσελι>· πόα τις
- <σησάμη>· σησαμίς. καὶ πλακοῦς ἐκ σησάμης
- <σησαμοειδής>· ἐν Ἀντικύρᾳ πόα ἐοικυῖα ἠριγέροντι
- <σητάνιοι>· καθαροὶ πυροὶ οὕτω καλοῦνται
- <σίβδαι>· ῥοιαί
- <σιβδία>· σιδία
- <σίδαι>· ῥοιαί
- <σίδη>· Θεόφραστος φυτὸν ἕτερον τῆς ῥοιᾶς φησιν εἶναι τὴν σίδην, φύεσθαι δὲ ἐν τῷ Νείλῳ
- <σιδηρῖτιν>· πόαν τὴν ἑλξίνην καλουμένην. ἔστι δὲ καὶ λίθος, ἀφ' οὗ οἱ μεταλλεῖς γίγνεσθαι τὸν σίδηρον .....
- <σίδια>· τὰ τῶν ῥοιῶν λέπυρα· <σίδαι> γὰρ αἱ ῥοιαί. τίθεται δὲ καὶ ἐπὶ πάντων χλωρῶν
- <σιδίῳ>· κόκκῳ ῥοᾶς
- <Σιδόνιοι>· Φοίνικες καὶ οἱ τὴν ἐρυθρὰν οἰκοῦντες θάλασσαν
- <σικύ(α)>· εἶδος κολοκύντης. καὶ σκεῦος ἰατρικόν
- <σικυὸς σπερματίας>· ὃν ἡμεῖς μηλοπέπονα
- <σικυωνία>· κολοκύντη
- <σίλβαι>· ῥοιαί
- <σίλβη>· εἶδος πέμματος (ἐκ) κριθῆς, σησάμης καὶ μήκωνος
- <σιλβία>· σιδία
- <σίλλυβον>· ἀκανθά(ρ)ιον ἁδρὸν καὶ ἐδώδιμόν τι.
- <σίλφιον>· ξηρόν. οἱ δὲ νεκρόν
- <σιλφίου λειμών>· Σοφοκλῆς περὶ γῆς ἐν Λιβύῃ τὸ σίλφιον φερούσης. οἱ δὲ εἶδός τι τῆς Λιβύης τὸ σίλφιον
- <σινάπυξ>· γογγυλίς
- <σίον>· λάχανον ἐμφερὲς σελίνῳ
- <σισαμίς>· τὸ παρὰ τοῖς ἰατροῖς λεγόμενον <σέσελι>
- <σισύμβ[ρ]ια>· ἄνθη
- <σισύμβριον>· Δίδυμος ἀνθύλλιόν τι. Θεόφραστος δὲ τὸ σισύμβριον γηράσκον μεταβάλλειν. οἱ δὲ αὐτὸ (ἡ)δυόσμου πλατυφυλλότερον [(Cratinus. Theophr. VI, 1, 1, all.) pas dans Wikisource]
- <σκαμωνία>· εἶδος βοτάνης [(Theophr. h. pl. IV, 5, 1, Eubulus et Antiphanes comici ; A.C. Schmidt : σκαμονία cod. em Mus.) pas dans Wikisource]
- <σκάνδιξ>· λάχανον ἄγριον, παρὸ καὶ <σκανδικοπώλην> τὸν Εὐριπίδην λέγουσιν, ἐπειδὴ λαχανοπωλητρίας υἱὸν αὐτὸν εἶναί φασι [(Ar. Arch. 478. 480) pas dans Wikisource]
- <σκᾶπος>· κλάδος.
- <σκελετά>· σκίλλα
- <σκηκός>· πόας εἶδος [(Male σφηκός Is. Vossius. Dicit ruscum s. myrtum silvestrem, quem appellat σκίκον interpolator Diosc. c. 728 (IV 144))
- <σκιάς>· ἡ ἀναδενδράς. ...
- <σκίλλα>· σκαμμωνία, θανατηφόρος μυῶν [(Adn. Schmidt : cf. σκελετά et σχῖνος. In σκιάς corruptum est ap. Ath. IX 371 D : σκιάς ἣν ἔνιοι μυηφόρον) pas dans Wikisource]
- <σκιφίνιον>· πλέγμα ἐκ φοίνικος
- <σκόλυβος>· ὁ ἐσθιόμενος βολβός
- <σκόλυμος>· λάχανον ἄγριον ἀκανθῶδες
- <σκονδάμνα>· ῥάφανος
- <σκόνυζα>· ἡ κόνυζα. ἔστι δὲ φυτὸν ἄφυλλον ἱκανῶς, καὶ στιβάδας ἐξ αὐτῆς ἐποίουν, καὶ ταῖς οἰκίαις στεγάσματα ἐπέβαλλον [(Pherecr. fr. L 1 vol. II p. 353) pas dans Wikisource]
- <σκόρνος>· κόρνος, μυρσίνη τὸ φυτόν
- <σκορπίος>· ... καὶ πόα, ἣν ἔνιοι <σκορπίουρον> [(Theophr. h. pl. IX, 19) pas dans Wikisource]
- <σκύβα>· λάχανον ἡ λαψάνη. τινὲς δὲ σκοῦβα
- <Σκυθικὸν ξύλον>· τὴν διάπυρον. ἔνιοι τὴν θαψίαν [(Adn. Schmidt : Θάψος ἐστὶ ξύλοντι, ὃ καλεῖται σκυθάριον, ἤγουν Σκυθικὸν ξύλον, ὥς φησι καὶ Σαπρώ schol. Theophr. II, 88) pas dans Wikisource]
- <Σκυθικός>· ... καὶ ᾧ ξανθίζονται αἱ γυναῖκες καὶ βάπτουσι τὰ ἔρια
- <σκυλλίς>· κληματίς`
- <σκύρβια>· κρόμμυα
- <Σκῶλος>· ἢ ἀκάνθης εἶδος.
- <σμηρία>· κισσός. Χαλκιδεῖς
- <σμῆρι(γ)ξ>· πόα. καὶ εἶδος ἀκάνθης
- <σμήχη>· τὸ σευτλίον
- <σμῖλαξ>· κιττοειδὲς φυτὸν ἑλισσόμενον. ἕρπει δὲ ἀεὶ πρὸς τὸ <ὕψος>, καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράσσεται φυτῶν, ὡς καταπνίγεσθαι ὑπ' αὐτοῦ
- <σμῖλος>· δένδρον ..... οἱ δὲ πρῖνος. ἄλλοι μίλακα, ᾗ στεφανοῦνται
- <σμίντα>· παλίουρος
- <σμυρν(ε)ῖον>· τοῦ ἱπποσελίνου ὁ καρπός. καὶ αὐτὴ ἡ βοτάνη
- <σόγχος>· λάχανον ἄγριον ([(Antiphan. I 4 vol. III, p. 133) pas dans Wikisource]
- <σόρνιξα>· εὔζωμον
- <σορόα>· παλι[ν]ούρου εἶδος
- <σορωνίς>· ἐλάτη παλαιά
- <σοῦκλαι>· φοινικοβάλανοι
- <σουκοβάλανος>· τὸ αὐτὸ Φοίνικες
- <σούσινον>· τὸ ἐκ (κ)ρίνου μύρον
- <σπᾶ>· φλοιὸς ῥίζης. ἢ ἐρυθρόδανον. ἢ τὸ φυτὸν τοῦ φοίνικος. ...
- <σπά[ρ]νακα>· ὀρίγανον
- <σπένδαμνον>· ξύλον
- <σπερματίας>· ὁ μέγας σικυός
- *<σπῖδος>· πρῖνος. ...
- <στακτήν>· τὸ ἀπὸ σμύρνης γινόμενον
- <σταφυλήν>· βότρυν δὲ καὶ ὀπώραν τὴν ἀπὸ τῆς ἀμπέλου.
- <σταφυλῖνος ἄγριος>· ὃν ἔνιοι <κέρας> καλοῦσι. καὶ ζῶον ἡλίκον σφονδύλῃ [(Theophr. h. pl. IX, 15, 5 : ἐκεῖνοι μὲν σταφυλῖνον ἄγριον καλοῦσιν, τῶν δ᾿ἰατρῶν τινες κέρας) ; faux : h.pl. IX, 15, 5 : ἐκεῖνοι μὲν ῥάφανον ἄγριαν καλοῦσι, τῶν δ᾿ἰατρῶν τινες κεράϊν. Confusion avec Diosc. III, 52 : σταφυλῖνος ἄγριος· οἱ δὲ κέρας καλοῦσιν) pas dans Wikisource]
- <στειλέαν>· τὴν μακρὰν ῥάφανον. Ἀντιφάνης ἐν Κιθαρωδῷ
- <στέλεχος>· κορμὸς ξύλου, κλάδος
- <στελίς>· ... περὶ φυτῶν τὴν [ε]ἰξέαν ὑπὸ Εὐβοέων [(C. pl. II, 17, 1) pas dans Wikisource]
- <στελύπην>· ἀσφόδελον
- <στέμφυλα>· τὰ πταίσματα τῶν ἐλαιῶν. οἱ δὲ τὰς ἀπυρήνους ἐλαίας. καὶ τῶν σταφυλῶν τὰ ἐκπιέσματα
- <στέργηθρον>· φίλτρον. καὶ πόα τίς
- <στέρνιξ>· ἐντεριώνη
- <στησίφυλλον>· τηλέφιλον τὸ φυτόν
- <στιβάς>· ἀπὸ ῥάβδων καὶ χλωρῶν χόρτων στρῶσις, καὶ φύλλων. ἢ χαμαικοίτη
- <στίβη>· ἀ(νδ)ράχνη. ...
- <στρατιωτὶς ποτάμιος>· πόα
- <στρόβ.ιλος>· συστροφὴ ἀελλώδης. καὶ ἡ πίτυς, καὶ ὁ καρπὸς αὐτῆς. ...
- <στρουθίον>· πόας ῥίζα, εὔθετος πρὸς ἐρίων ἔκπλυσιν
- <στροῦς>· ὁ στροῦθος. καὶ ὄσπριον
- <στύπεα>· στέλεχος, κορμός. ...
- <στύπη>· ὁ στύπος, ἢ στελέχη
- <Στύραξ>· ... καὶ δένδρον ὁμωνύμως. καὶ θυμίαμα
- <σύαρτον>· βούγλωσσον
- <συκάμινα>· ἡ παρ' ἐνίοις <μορέα>, τὸ δένδρον. καὶ ὁ καρπὸς ......
- <συκῆ>· τὸ ἐν ταῖς πεύκαις γενόμενον δενδρῶδες
- <συκῆ Αἰγυπτία>· ἡ λεγομένη <κερατία> τὸ δένδρον
- <συκομορέα>· συκάμινον
- <σύμφυτος>· ἡ νεκτάριος ῥίζα, ἣν ἔνιοι <ἑλένιον>, ἔνιοι δὲ μηδίκην
- <συρμίον>· λάχανόν τι σελίνῳ ἐοικός
- <σύρφη>· φρύγανα
- <σφακελισμός>· παραπληξία ... καὶ ἡ τῶν ὀστέων σῆψις
- <ς(φ)άκια>· τῆς ἀμπέλου τὰ κλήματα
- <σφάκος>· χόρτος, ὃν τὰ κτήνη ἐσθίει. οἱ δὲ τὸ ἐπὶ τῶν δρυῶν ἐπιγεννώμενον, ὃ καλοῦσι βρύον. οὐκ εὖ. ἐκεῖνος γὰρ <φά(ς)κος> λέγεται
- <σφακώδη κλιτύν>· καθ' ἣν ὁ (ς)φάκος ἐφύετο. ἔστι δὲ ἄγριον φυτόν
- <σφέλμα>· τὸ ἄνθος τῆς πρίνου
- <σφέρτα>· τὰ ἄφορα δένδρα
- <σφόδελος>· ἡ ἅλιμος. δασὺ ἄνθος, ἄρχον, σκιερόν. οἱ δὲ σῖτον
- <σφόνδυλοι>· ... καὶ οἱ τῶν φυτῶν πυθμένες.
- <σχέλινος>· ἀγρία κυπάρισσος. οἱ δὲ ἄρκευθος
- <σχῖνον διατρώγων>· εἰώθασι τὴν σχίνον τρώγειν οἱ καλλωπιζόμενοι, ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας
- <σχινοκέφαλος>· ........ εἶδος φυτοῦ [(Cratin. fr. 1, vol. II 1 p. 62) pas dans Wikisource]
- <σχῖνος>· τὸ ψέλ[λ]ιον. καὶ ἡ σκίλλα. καὶ εἶδος φυτοῦ
- <σχιστά>· τὰ γράμματα. καὶ τὰ κρόμμυα [Theophr. h. pl. VII, 4, 7) pas dans Wikisource]
- <Σχοίνικος>· ... καὶ φυτόν
- *<σωρωνίς>· ἐλάτη. καὶ πόλις
- <σώσικες>· οἱ ἑφθοὶ κύαμοι
- <σωχίς>· εἶδος ἀμπέλου
Τ
- <τάμισος>· ἡ πυτία [(Hippocrat. 667, 36. Adn. : πυτύα cod. Cf. schol. Theocr. VII 16 schol. Nic. Ther. 577 p. 45 ed. H. Keil, Erotian. p. 368 Galen. lex. p. 576) pas dans Wikisource]
- <τάξος>· δένδρον. τι ὀρεινόν
- <τάργανον>· ... καὶ πόα, ἣ καὶ σκορπίουρος·
- <τέρμινθος>· φυτὸν ἐμφερὲς τῷ λίνῳ, ἐξ οὗ πλέκουσιν (παρ') Ἀθηναίοι(ς) [παρ]ὁρμιάς
- <τέρνακα>· τῆς κάκτου τοῦ φυτοῦ καυλός
- <τέρχνεα>· φυτὰ νέα.
- <τετραέλιξ>· τετράκις περιειλημμένος, ἢ πολυέλιξ. ἢ φυτόν τι
- <τετρακίνη>· ἡ ἀγρία θρίδαξ
- <τηλέφιλον>· φυτόν τι. τινὲς δὲ ἀείζωον ἄγριον
- <τιγάς>· εἶδος ἀμπέλου
- <τιλίαι>· αἴγειροι
- <τίτυρος>· σάτυρος. κάλαμος. ἢ ὄρνις
- <τίφαι>· αἱ ὀλύραι. καὶ <τιφή> ἐν τοῖς ἕλεσι [(Theophr. h. pl. passim) pas dans Wikisource]
- <τῖφος>· ἕλος
- <τὸ μελάνδρυος>· τὸ μέσον τοῦ ξύλου· διὰ τὸ εἶναι εὔτονον τοῦτο τὸ μέρος. ἄλλοι δὲ διαστείλαντες <τὸ μέλαν δρυός> εἰς δύο μέρη λόγου ἀποδεδώκασι τὸ μέσον τῆς δρυὸς μέρος μέλαν εἶναι καὶ ἄσηπτον διαμένειν [(ξ 12) pas dans Wikisource]
- <τομή>· ἡ ῥίζα, ὅθεν ἐτμήθη. …
- <τραγεῖον>· πόας εἶδος
- <τραγοπώγων>· πόας εἶδος [(Diosc. II 173 Plin.) pas dans Wikisource]
- <τραύσανον>· ξηρὸν πᾶν. ἢ φρύγανον
- <τρέχνος>· στέλεχος, κλάδος, φυτόν, βλάστημα
- <τρητὸν ἔλαιον>· διὰ τὸ κοίλωμα ἔχειν τὸν ἄγριον ἔλαιον
- <τρίβολοι>· ἀκάνθης εἶδος· …
- <τρίγωνον>· ... ἢ φυτὸν ἐν Αἰγύπτῳ
- <τρίμηνοι πυροί>· οἱ καὶ σητά[μη]νιοι λεγόμενοι [(Theophr. h. pl. VIII, 1, 4 Philyll. fr. II vol. II p. 858) pas dans Wikisource]
- <τρισπόλιον>· βοτάνη τις [(hesiodus et Musaeus ap. Theophr. h. pl. IX, 19, 2 ; égal. Diosc. IV, 132) pas dans Wikisource]
- <τρίφυλλα>· πολύφυλλα. καὶ πόα δέ τις μηδίκη οὕτω καλουμένη
- <τρύγη>· ὁ πυρός, καὶ ἡ κριθή, καὶ πᾶς ἄλλος καρπός, καὶ ποιὰ βοτάνη
- <τῶν οἰνάρων>· τῶν τῆς ἀμπέλου φύλλων
Υ
- <ὑάκινθος>· πόας εἶδος τὸ ὑακινθόκομον [τὰ ὑακίνθια]. εἴρηται δὲ ἀπὸ τοῦ Ὑακίνθου
- *<ὑακινθίνῳ>· τῷ ὑακίνθῳ. ἔστι δὲ ἄνθος μέλαν καὶ μαλακόν
- <ὑδνόφυλλο(ν)>· ἡ ἐπὶ τοῖς ὕδνοις φυομένη πόα
- <ὑιήν>· τὴν ἄμπελον. ἢ <υἱόν
- υἱήω>· ποιὰ βοτάνη
- <υἱόν>· ἀναδενδράδα
- <ὑοσκυαμᾷς>· μαίνῃ, ἀπὸ τῆς πόας
- <ὑπάργυρον>· τὸ κινάμωμον
- <ὑπνωτικόν>· ὁ μανδραγόρας
- <ὑποκρουσταλίς>· εἶδος τοῦ λίνου σπέρματος
- <ὑπόλινον>· τὸ ὅρμινον
- <ὑπωπίς>· ἡ θαψία
- <ὔσδοι>· ὄζοι, κλάδοι
- <ὕς(ς)ωπος>· βοτάνη σμήχουσα
- <ὑστάδα>· ἡ δασεῖα ἄμπελος
- <ὑστάς>· πλαστὰς ἀμπέλων
- <ὑσωπίς>· ἡ σάμψυχος
- <ὑφαίαρ>· τὸ ἐπιφυόμενον ταῖς πεύκαις καὶ ἐλάταις
- <ὑψίκομος>· φοίνιξ. …
Φ
- <φαίκανον>· πήγανον
- <φακός>· βρύον τὸ ἐν τῇ λίμνῃ. …
- <Φαλάκραι>· τόπος τῆς Ἴδης, …
- <Φαληρικαί>· αἱ ῥάφανοι ἀπὸ τῆς Ἀττικῆς
- *<φαλίς>· κάνναβις
- <φαραιδάκη>· μυρίκη
- <φαρκίς>· ... ἢ ῥίζα, πρὸς ῥυτίδας ποιοῦσα.
- <φάρμακα>· βοτάναι. χρώματα. καὶ πᾶσα πόα
- <φάσκος>· τὸ ἐπὶ τῶν δρυῶν γενόμενον
- <φατός>· στοίβη. …
- <φαυλία>· εἶδος ἐλαίας. οἱ δὲ τὰς λεύκας [(p. ê. dans C. pl.) pas dans Wikisource]
- <φαύλια>· μῆλα τὰ μεγάλα
- <φαυόν>· ἀκανθῶδες φυτόν
- <φελλός>· … φλοιὸς δένδρου, καὶ ξύλον ἐλαφρόν.
- <φήγινος>· δρύϊνος
- <φηγός>· ἡ δρῦς
- <φηληκόθρεπτον>· ὑπὸ ὄλυνθον τῆς συκῆς τεθραμμένον
- <φήληξ>· ὄλυνθος, τὸ μὴ πεπεμμένον σῦκον
- <φθείρ>· ὁ τῆς πίτυος καρπός. …
- <φθειρῶν ὄρος>· πιτυῶδες ὄρος, διὰ τὸ πληθύνειν ἐν αὐτῷ πίτυς[ι]. τῶν γὰρ στροβίλων τὰ ἐντὸς <φθεῖρας> καλεῖσθαι
- <φθίνα>· ἡ ἐρυσίβη. καὶ εἶδος ἐλαίας
- <φθινόπωρον>· ὁ ἀπὸ τῆς πεντεκαιδεκάτης αὐγούστου μηνὸς ἕως τῆς πεντεκαιδεκάτης δεκεμβρίου. οἱ δὲ ἀπὸ τῆς εἰκοστῆς δευτέρας αὐγούστου ἕως πάλιν εἰκοστῆς δευτέρας δεκεμβρίου
- <φθίρ>· ὁ τῆς πίτυος καρπός
- <φιβάλεως>· εἶδος σύκων, καὶ ἡ συκῆ ὁμωνύμως. τινὲς δὲ ἰσχάδας
- <φίδνα>· ῥίζα ἡ Ἀχίλλειος καλουμένη
- <φίλαξ>· δρῦς, νέος. Ἠλεῖοι
- <φίλυδρα>· (ἃ) φιλεῖ τὸ ὕδωρ
- <φιλωτερίς>· κασταναία
- <φῖτυ>· φυτόν, φύτευμα
- <φλοινόν>· φλοιόν
- <φλοιόν>· τὸ λέπος τοῦ ξύλου
- <φλόμος>· πόα τις, ᾗ καὶ ἀντὶ ἐλλυχνίου χρῶνται. ἡ αὐτὴ δὲ καὶ <θρυαλλίς>
- <φλονίδες>· λεπίδες
- <φλόξ>· ἡ τοῦ πυρός. καὶ ἄνθος τι
- <φλοῦς>· φλοιός, λεπύχανον, λεπυρόν
- <φλυσός>· στυβή. οἱ δὲ φλοιός
- <φοινιά(ς)>· ἐρυσίβη
- <φοινικάδες>· αἱ ῥάφανοι ὑπὸ Εὐβοέων
- <φοινικ[η]ίδες>· αἱ ἀνεμῶναι, ἢ πόα. οἱ δὲ τὰ φοινικᾶ ἐνδύματα·
- <φοινικοβάλανα>· τὸ τράγημα. [καὶ εἶδος ἀμπέλου
- <φοινικοῦν>· πυῤῥόν, κόκκινον, αἱματῶδες
- <φοῖνιξ>· τὸ δένδρον
- <φοίνισσα>· εἶδος ἀμπέλου
- <φορβή>· βορά, τροφή, βοτάνη, βρῶσις
- <φόριγγες>· τὰ ὕδνα
- <φορμός>· ἀγγεῖόν τι πλεκτὸν ψιάθοις ὡς κόφινος
- <φορύκαια>· δένδρον ποιόν
- <φορυτόν>· ἄχυρα, φρύγανα
- <φορυτός>· φρύγανα, ἄχυρα, καὶ ἀπὸ γῆς αἰρόμενος ὑπὸ ἀνέμου χόρτος, φρυγανῶδες, …
- <φοῦἱξ>· φῦσιγξ
- <φρύγανα>· ὕλη λεπτὴ καὶ ξηρά
- <φυκία>· θαλάττια βρύα
- <φῦκος>· τὸ προσβρασσόμενον ἀπὸ τῆς θαλάσσης τῇ γῇ, ὅπερ ἔνιοι καὶ πράσον καλοῦσι.
- *<φυλίη>· ἀγριελαία
- <φύλλα>· τὰ τῶν δένδρων
- <φυλ[ε]ίης>· Φυλία ἐστὶν εἶδος ἀγριελαίας, ἄλλοι συκῆς, οἱ δὲ εἶδος δένδρου ὅμοιον πρίνῳ
- <φυλλάδες>· οἱ ξηροὶ κλάδοι καὶ φύλλα ἔχοντες
- <φυλλάς>· ξηρὰ δάφνη ἔχουσα φύλλα
- <φυλλεῖα>· τὰ τῶν λαχάνων ἃ προστιθέασι τοῖς ὠνουμένοις ἕωλα καὶ φαῦλα
- <φυλλίδες>· τὰ τῶν ἀνθῶν, ἅ τινα <φύλλα> ἐκάλουν
- <φυξίμηλα>· δένδρα τὰ διὰ ὕψος ἐκπεφευγότα ἐσθίεσθαι ὑπὸ τῶν βοσκημάτων
- <φύσιγγος>· εἶδος σκορόδου. ἄλλοι δὲ σκορόδων κεφαλίδας. [(Theophr. h. pl. VII, 4, 12 ; après Hipp., Ar., etc.) pas dans Wikisource]
- <φυταλιῆς>· κήπου, δενδροφόρου γῆς
Χ
- <χάρακες>· τάφροι. καὶ ἀκανθώδη φυτά. καὶ οἱ κάλαμοι
- <χαρακίας>· τιθύμαλλος
- <χάραξ>· φραγμός, ὀξέσι ξύλοις, οἱ δὲ καλάμοις, οἱ δὲ σταυροῖς (ἐχόμενος)
- <χεδροπά>· ὄσπριον τι. οἱ δὲ πανσπερμίαν
- <χέδροψ>· πᾶν ὄσπριον. σπέρμα
- <χειδροπῶν>· ὀσπρίων
- <χελιδόνεως>· εἶδος ἰσχάδων
- <χέλυσμα>· τὸ προσηλούμενον τῇ τρόπει ξύλον, ἕνεκα τοῦ μὴ πονεῖν τὰ ξύλα ἐν τῷ καθέλκεσθαι τὰ πλοῖα
- <χερωίς>· εἶδος δρυός
- <χλαμυρίς>· πόα, ὁ κυρίως βρόμος
- <χλόα>· βοτάνη
- <χλοερόν>· χλωρόν. χεαρόν. ὠχρόν. νέον. ἁπαλόν
- <χλόη>· βοτάνη. φύλλα
- <χλωρός>· ὠχρός
- <χνοῦς>· τὰ λεπτὰ τῶν ἀχύρων
- <χοῖνιξ>· ... καὶ νάρθηξ
- <χονδρίλη>· ἄγριόν τι λάχανον
- <χρυσαλλίς>· ζῶόν τι. οἱ δὲ τὴν ἀπὸ τῆς κάμπης γινομένην χρυσαλλίδα λέγουσιν [(Ne vient pas d'Aristote, H.A. 557 b 23 ; 551 a 19-25 ; G.A. 733 b 14 ; 758 b 31.) pas dans Wikisource]
- <χρυσάνθεμον>· πόα. ἢ καὶ <χρυσάνθιμον>
Ψ
- <ψευδ(αμ)άμαξυς>· εἶδος ἀμπέλου. ἤγουν εἰς ἀναδενδράδα εὔθετος ἄμπελος. …
- <ψήν>· εἶδος ζώου μικροῦ συκοφάγου
- <ψῆνες>· κωνώπια τὰ ἐν τοῖς ὀλύνθοις γινόμενα
- <ψῆνας>· τὰ σπέρματα τῶν ἀῤῥένων φοινίκων
- <ψηνίζων>· … ἔστι δὲ ὁ ψὴν εἶδος ζώου ὅμοιον κώνωπι, ὃ εἰσδύεται εἰς τοὺς ὀλύνθους τῶν σύκων καὶ πεπαίνει αὐτούς
- <ψίαθος>· ἡ χαμεύνη. καὶ τὸ φυτόν, ἐξ οὗ πλέκεται ψίαθος
- <ψιθία>· εἶδος ἀμπέλου, καὶ μήλων τινῶν
- <ψιλίον>· ... ἢ εἶδος ἄνθους
- <ψίλωθρον>· σποδή. ἔνιοι μάδον
- <ψινάδες>· αἱ ῥυάδες ἄμπελοι
- <ψινάζει>· ἀποῤῥεῖ τὰ ἀσθενῆ τοῦ καρποῦ, φυλλορ(ρ)οεῖ
- <ψύλλιον>· πόα, ἧς καὶ σπέρμα ὁμώνυμον
- <ψυχουλκός>· πόα τις
Ω
- <ὤκιμον>· βοτάνη εὐώδης, τὸ λεγόμενον <βασιλικόν
- <ὠκύθοον>· πόα τις ἡ <τρίφυλλος> καλουμένη
- <ὠλεσίκαρποι>· αἱ ἰτέαι, διὰ τὸ ταχέως ἀποβάλλειν τὸν καρπόν. ἢ ὅτι πινόμενος ὁ καρπὸς ἀγόνους ποιεῖ
- <ὤσχη[ς]>· ὁ μετὰ κλήματος ἀμπέλου
- <ὦσχοι>· τὰ νέα κλήματα σὺν αὐτοῖς τοῖς βότρυσιν
- <ὠφύϊα>· ἡ δορά. καὶ βοτάνη τις [(Adn. Schmidt : Non liquet ; sed rectus accentus est ὤφυια. cf. ἴφυον) pas dans Wikisource]