Les témoins (cookies) nous aident à fournir nos services. En utilisant nos services, vous acceptez notre utilisation des témoins.
Livre 2
Dioscoride, De Materia Medica
Livre 4


ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ
ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ
ΛΟΓΟΣ ΤΡΙΤΟΣ


3.Arg.1 Ἐν μὲν τοῖς πρὸ τούτου βιβλίοις, φίλτατε Ἄρειε, παρεδώ- καμεν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ τῶν ἀπ' αὐτῶν καρπῶν τε καὶ δακρύων, ἔτι τε ζῴων καὶ σιτη- ρῶν καὶ λαχάνων καὶ τῶν δριμύτητα κεκτημένων βοτανῶν· ἐν δὲ τούτῳ τρίτῳ ὑπάρχοντι περὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτα- νῶν καὶ σπερμάτων συμφύλων τε καὶ φαρμακωδῶν ἐπελευσό- μεθα.

agarikon

3.1.1 <ἀγαρικόν>· ῥίζα φέρεται σιλφίῳ ἐμφερής, οὐ πυκνὴ τὴν ἐπιφάνειαν ὥσπερ τὸ σίλφιον, ἀραιὰ δέ ἐστιν ὅλη. ἔστι δὲ αὐτοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, ὧν διαφέρει τὸ θῆλυ ἔχον κτηδόνας εὐθείας ἐντός, τὸ δὲ ἄρρεν περιφερές τέ ἐστι καὶ πανταχόθεν συμ- φυές· γεύσει δὲ ἀμφότερα ὅμοια, κατ' ἀρχὰς μὲν γλυκάζοντα, εἶτα

3.1.2 ἐξ ἀναδόσεως ἔμπικρα. γεννᾶται δὲ ἐν τῇ Ἀγαρίᾳ τῆς Σαρματικῆς· λέγουσι δὲ οἱ μὲν φυτοῦ ῥίζαν εἶναι, τινὲς δὲ ἐν φηγίνοις δέν- δρεσι κατὰ σῆψιν γίνεσθαι, καθάπερ καὶ οἱ μύκητες ἐπιφύον- ται. γεννᾶται δὲ καὶ ἐν τῇ κατὰ Ἀσίαν Γαλατίᾳ καὶ Κιλικίᾳ ἐπὶ τῶν κέδρων, εὔθρυπτον μέντοι καὶ ἀσθενὲς τῇ δυνάμει.

3.1.3 ἔστι δὲ στυπτικόν, θερμαντικόν, ποιοῦν πρός τε στρόφους καὶ ὠμότητας, ῥήγματά τε καὶ πτώματα, ὀβολῶν δυεῖν πλῆθος μετὰ οἰνομέλιτος διδόμενον ἀπυρέτοις, πυρέσσουσι δὲ ἐν μελι- κράτῳ· καὶ ἡπατικοῖς δὲ καὶ ἀσθματικοῖς καὶ δυσουροῦσι καὶ νεφριτικοῖς καὶ ἰκτεριώδεσι καὶ ὑστερικαῖς πνιξὶ καὶ κακοχροίαις ὡς δραχμὴ μία διδόμενον, φθισικοῖς δὲ μετὰ γλυκέος, σπληνι- κοῖς δὲ μετ' ὀξυμέλιτος, στομαχικοῖς δὲ ὡς ἔστι διαμασώμενον καὶ καταπινόμενον μηδενὸς ὑγροῦ ἐπιρροφουμένου, ὁμοίως δὲ καὶ

3.1.4 ὀξυρεγμιῶσιν. ἵστησι δὲ καὶ αἵματος ἀναγωγὰς ὁλκὴ τριω- βόλου μεθ' ὕδατος λαμβανόμενον· ποιεῖ καὶ πρὸς ἰσχίων καὶ ἄρθρων ἀλγήματα καὶ ἐπιλημψίας μετ' ὀξυμέλιτος λαμβανομένου τοῦ ἴσου πλήθους. ἄγει δὲ καὶ ἔμμηνα καὶ ταῖς ἐμπνευματου- μέναις ὑστέραν γυναιξὶν ὠφελίμως τὸ ἴσον δίδοται. λύει δὲ καὶ ῥῖγος πρὸ τῆς ἐπισημασίας διδόμενον, καθαίρει δὲ καὶ κοι-

3.1.5 λίαν δραχμὴ μία ἢ δύο μετὰ μελικράτου πινόμενον. ἔστι δὲ καὶ θανασίμων ἀντίδοτος μετὰ κράματος δραχμῆς μιᾶς ὁλκὴ λαμβανόμενον, καὶ πρὸς ἑρπετῶν δὲ πληγὰς καὶ δήγματα ὁλκὴ τριωβόλου μετ' οἴνου πινόμενον βοηθεῖ· καὶ καθόλου πρὸς τὰ ἐντὸς πάντα πάθη ἁρμόζει πρὸς δύναμιν καὶ ἡλικίαν διδόμενον, οἷς μὲν μεθ' ὕδατος, οἷς δὲ μετ' οἴνου ἢ ὀξυμέλιτος ἢ μελικράτου.

rha

3.2.1 <ῥᾶ>· οἱ δὲ ῥῆον καλοῦσι. γεννᾶται ἐν τοῖς ὑπὲρ Βό- σπορον τόποις, ὅθεν καὶ κομίζεται. ῥίζα μέλαινα, κενταυρείῳ τῷ μεγάλῳ ἐοικυῖα, μικροτέρα μέντοι καὶ ἐνερευθεστέρα, ἄνοσμος, χαύνη, ὑπόκουφος. ἔστι δὲ αὐτοῦ κράτιστον τὸ ἀτερηδόνιστον ἔγγλισχρόν τε κατὰ τὴν γεῦσιν μετ' ἀνειμένης στύψεως δια- μασηθέν τε ἔνωχρον καὶ χροκίζον ποσῶς τῷ χρώματι.

3.2.2 ποιεῖ δὲ πινόμενον πρὸς ἐμπνευματώσεις στομάχου, ἀτο- νίαν, ἄλγημα παντοῖον, σπάσματα, ῥήγματα, σπληνικούς, ἡπα- τικούς, νεφριτικούς, στροφουμένους καὶ τὰ περὶ κύστιν καὶ θώρακα καὶ ὑποχονδρίων ἐντάσεις καὶ τὰ περὶ ὑστέραν πάθη, ἰσχιάδας, αἵματος πτύσεις, ἄσθματα, λυγμούς, δυσεντερίας, κοι-

3.2.3 λιακὰς διαθέσεις, περιόδους, θηρίων δήγματα. δώσεις δὲ ὁμοίως τῷ ἀγαρικῷ πρὸς ἕκαστον πάθος, τῇ αὐτῇ ὁλκῇ καὶ ὑγροῖς χρώμενος. αἴρει δὲ καὶ πελιώματα καὶ λειχῆνας μετ' ὄξους καταχρισθὲν καὶ φλεγμονὰς πάσας διαχεῖ χρονίας σὺν ὕδατι καταπλασσόμενον. ἡ δὲ ἀνωτάτη δύναμις αὐτοῦ στυ- πτικὴ μετὰ ποσῆς θερμασίας.

gentianê

3.3.1 <γεντιανή>· δοκεῖ μὲν ὑπὸ πρώτου εὑρῆσθαι Γέντιδος, τοῦ Ἰλλυριῶν βασιλέως, ἀφ' οὗ καὶ τὴν προσωνυμίαν ἔσχηκεν· ἧς φύλλα τὰ μὲν πρὸς τῇ ῥίζῃ καρύᾳ ἢ ἀρνογλώσσῳ ὅμοια, ὑπέρυθρα, τὰ δ' ἐν μέσῳ τῷ καυλῷ καὶ μάλιστα τὰ κατ' ἄκρον ἐπεσχισμένα μικρῶς. καυλὸς δὲ κενός, λεῖος, πάχος δακτύλου, τὸ δὲ ὕψος δίπηχυς, γόνασι διειλημμένος, ἐκ δια- στημάτων μειζόνων περικείμενος τὰ φύλλα· καρπὸν δὲ ἔχει ἐν κάλυξι πλατύν, κοῦφον, ἀχυρώδη, πρὸς τὸν τοῦ σφονδυλίου, ῥίζαν μακράν, ὁμοίαν ἀριστολοχείᾳ <τῇ μακρᾷ>, παχεῖαν, πικράν. γεννᾶ- ται δὲ ἐν ὑψηλοτάταις ἀκρωρείαις καὶ συσκίοις τόποις καὶ ἐνύ- δροις.

3.3.2 δύναμιν δὲ ἔχει ἡ ῥίζα θερμαντικήν, στυπτικήν· βοηθεῖ δὲ θηριοδήκτοις ποτιζομένη δραχμῶν δυεῖν πλῆθος μετὰ πεπέ- ρεως καὶ πηγάνου καὶ οἴνου, τοῦ δὲ χυλίσματος ὅσον δραχμὴ μία, καὶ πρὸς ὀδύνας πλευρῶν, πτώματα, στρέμματα, ῥήγματα· εὐθετεῖ καὶ ἡπατικοῖς, στομαχικοῖς πινομένη μεθ' ὕδατος. ἐκβάλλει δὲ ἔμβρυα ἡ ῥίζα ὡς κολλύριον προστιθεμένη· ἔστι δὲ τραυματικὴ ἐπιτιθεμένη ὡς τὸ λύκιον ὑπονόμων τε ἑλκῶν ἴαμα, καὶ μάλιστα τὸ χύλισμα, καὶ ὀφθαλμῶν ἐπίχρισμα φλεγ- μαινόντων. μείγνυται δὲ καὶ εἰς τὰ δριμέα τῶν κολλυρίων τὸ χύλισμα ἀντὶ μηκωνίου· ἔστι δὲ καὶ ἀλφῶν σμηκτικὸν ἡ ῥίζα.

3.3.3 χυλίζεται δὲ θλασθεῖσα καὶ βραχεῖσα ἐν ὕδατι ἐπὶ ἡμέρας πέντε, εἶτα ἑψηθεῖσα ἐν τῷ ὕδατι, ἄχρις ἂν ὑπερέχωσιν αἱ ῥίζαι, καὶ μετὰ τὸ ψυγῆναι τὸ ὕδωρ διηθεῖται δι' ὀθονίου καὶ ἕψε- ται, ἄχρι οὗ ἂν γένηται μελιτῶδες τῇ συστάσει, καὶ ἀποτίθεται ἐν ὀστρακίνῳ ἀγγείῳ.

aristolokheia

3.4.1 <ἀριστολοχεία>· ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν ἄριστα βοηθεῖν ταῖς λοχοῖς. ἔστι δὲ ἡ μέν τις στρογγύλη, θή- λεια καλουμένη· φύλλα δὲ ἔχει κισσοειδῆ, εὐώδη μετὰ δριμύτη- τος, ὑποστρόγγυλα, ἁπαλὰ περὶ πολλοῖς βλαστοῖς ἐκ μιᾶς ῥίζης, τὰ δὲ κλήματα ἐπιμήκη, ἄνθη λευκά, οἱονεὶ πιλίσκους, τὸ δ' ἐν

3.4.2 αὐτοῖς ἐρυθρόν, δυσῶδες. ἡ δὲ μακρὰ ἀριστολοχεία ἄρρην κα- λεῖται καὶ δακτυλῖτις, ἔχουσα φύλλα ἐπιμηκέστερα τῆς στρογ- γύλης καὶ τὰ κλωνία λεπτά, ὡς σπιθαμῆς τὸ μέγεθος, ἄνθος πορφυροῦν, δυσῶδες, ὅπερ ἐξανθῆσαν ἀπίῳ παραπλήσιον γίνε- ται. ῥίζα δὲ τῆς μὲν στρογγύλης περιφερής, γογγυλίδι ὁμοία, ἡ δὲ τῆς μακρᾶς δακτύλου τὸ πάχος ἔχει, σπιθαμιαία ἢ καὶ μείζων· ἀμφότεραι δὲ τὰ πολλὰ πυξοειδεῖς ἔνδοθεν, πικραὶ

3.4.3 τὴν γεῦσιν καὶ βρωμώδεις. ἔστι δέ τις καὶ τρίτη, μακρά, ἥτις καὶ κληματῖτις καλεῖται, κλωνία ἔχουσα λεπτά, φύλλοις ὑπο- στρογγύλοις ἀειζῴου <τοῦ> μικροῦ ἐοικόσι περίπλεα, ἄνθη ἐοι- κότα πηγάνῳ, ῥίζας μακροτάτας, λεπτάς, φλοιὸν ἐχούσας παχὺν καὶ ἀρωματίζοντα, ἰδίως χρησιμευούσας μυρεψοῖς εἰς τὰς τῶν μύρων στύψεις.

3.4.4 ποιεῖ δὲ πρὸς μὲν τὰ ἄλλα φάρμακα ἡ στρογγύλη, πρὸς δὲ τὰ ἑρπετὰ καὶ θανάσιμα ἡ μακρὰ δραχμῆς μιᾶς ὁλκὴ πινο- μένη μετ' οἴνου καὶ καταπλασσομένη καὶ τὰ ἐν μήτρᾳ συνιστά- μενα πάντα λοχεῖα καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης· καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὰ

3.4.5 αὐτὰ δρᾷ. ἡ δὲ στρογγύλη ποιεῖ μὲν πρὸς ἃ καὶ ἡ προειρη- μένη, ἐκ περισσοῦ δὲ βοηθεῖ ἄσθματι, λυγμῷ, ῥίγει, σπληνί, ῥήγμασι, σπάσμασιν, ἀλγήμασι πλευρᾶς ποθεῖσα μεθ' ὕδατος. ἀνάγει δὲ σκόλοπας, ἀκίδας <καὶ> λεπίδας ὀστῶν καταπλασσομένη ἀφίστησι καὶ σηπεδόνας περιχαράσσει καὶ τὰ ῥυπαρὰ περικα- θαίρει ἕλκη καὶ τὰ κοῖλα πληροῖ σὺν ἴριδι καὶ μέλιτι· σμήχει δὲ καὶ οὖλα καὶ ὀδόντας. δοκεῖ δὲ καὶ ἡ κληματῖτις πρὸς τὰ αὐτὰ ποιεῖν, ἐλαττοῦται μέντοι τῇ δυνάμει τῶν προειρημένων.

glukurriza

3.5.1 <γλυκύρριζα>· οἱ δὲ Ποντικὴν ῥίζαν, οἱ δὲ γεντια- νήν, οἱ δὲ Σκύθιον, οἱ δὲ ἄδιψον, <οἱ δὲ σύμφυτον> καλοῦσι· γεννᾶται πλείστη ἐν Καππαδοκίᾳ καὶ Πόντῳ. ἔστι δὲ θαμνί- σκος ῥάβδους ἔχων διπήχεις, περὶ αἷς τὰ φύλλα πυκνά, ἐοικότα σχίνῳ, λιπαρὰ καὶ κολλώδη ἁψαμένῳ· τὸ δὲ ἄνθος ὑακίνθῳ ὅμοιον, καρπὸς δὲ πλατάνου σφαιρίων μέγεθος, τραχύτερος, λοβοὺς ἔχων ὡς φακοῦ, πυρρούς, μικρούς· ῥίζαι μακραί, πυ- ξοειδεῖς ὡς γεντιανῆς, ὑπόστρυφνοι, γλυκεῖαι, χυλιζόμεναι ὥσπερ τὸ λύκιον.

3.5.2 ποιεῖ δὲ τὸ χύλισμα πρὸς τραχύτητας ἀρτηρίας· δεῖ δὲ ὑποτιθέντας τῇ γλώσσῃ ἀποχυλίζειν. ἁρμόζει δὲ καὶ πρὸς καῦσον στομάχου καὶ πρὸς τὰ ἐν θώρακι καὶ ἥπατι ψωριάσεις τε κύστεως καὶ νεφρίτιδας πινόμενον μετὰ γλυκέος ἄδιψόν τέ ἐστιν ἀποχυλιζόμενον καὶ τραυματικὸν περιχριόμενον καὶ στο- ματικὸν διαμασώμενον· καὶ τὸ ἀφέψημα δὲ τῶν ῥιζῶν προσφά- των πρὸς τὰ αὐτὰ ἁρμόζει. ἡ δὲ ῥίζα ξηρὰ λειοτριβηθεῖσα πτερυγίοις κατάπαστος ἐπιτήδειός ἐστιν.

kentaureion mega

3.6.1 <κενταύρειον τὸ μέγα>· οἱ δὲ νάρκην, <οἱ δὲ γεντια- νὴν> καλοῦσι. φύλλα ἔχει καρύᾳ βασιλικῇ ἐοικότα, προμήκη, χρώματι χλωρὰ ὡς κράμβης· τὸ δὲ περιφερὲς αὐτῶν ἐντέτμηται ὥσπερ πρίων· καυλὸν δὲ ἔχει ὡς λάπαθον, δίπηχυν ἢ καὶ τρίπηχυν, παραφυάδας ἀπὸ τῆς ῥίζης ἔχοντα πολλάς, ἐφ' ὧν κεφαλαὶ ὅμοιαι μήκωνι, ὑπομήκεις ἐν τῷ περιφερεῖ, ἄνθος κυανίζον· καρπὸς δὲ ὅμοιος κνήκῳ, ἐγκείμενος ὥσπερ ἐν ἐριώ- δεσι τοῖς ἄνθεσι, ῥίζα παχεῖα, στερεά, βαρεῖα, περὶ πήχεις δύο, μεστὴ χυλοῦ, δριμεῖα μετὰ ποσῆς στύψεως καὶ γλυκύτητος,

3.6.2 ὑπέρυθρος· ὁμοίως δὲ καὶ ὁ χυλὸς ἐρυθρός. φιλεῖ δὲ λιπαρὰν γῆν, εὐήλιον, δρυμοὺς καὶ γεώλοφα· πλεονάζει δὲ ἐν Λυκίᾳ καὶ ἐντὸς τῆς Πελοποννήσου ἐν Ἤλιδι καὶ Ἀρκαδίᾳ καὶ Μεσσηνίᾳ καὶ περὶ Φολόην καὶ Λύκαιον καὶ Κυλλήνην. ἁρμόζει δὲ ἡ ῥίζα ῥήγμασι, σπάσμασι, πλευριτικοῖς, δυς- πνοίᾳ, βηχὶ παλαιᾷ, αἱμοπτυϊκοῖς, ἀπυρέτοις μὲν μετ' οἴνου, πυρέσσουσι δὲ μεθ' ὕδατος δραχμῶν δυεῖν πλῆθος τῆς ῥίζης διδόμενον καὶ πρὸς στρόφους ὁμοίως καὶ ὑστέρας ἀλγήματα.

3.6.3 ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα εἰς σχῆμα κολλυρίου ξυσθεῖσα καὶ προστεθεῖσα τῇ ὑστέρᾳ· ὁ δὲ χυλὸς τὰ αὐτὰ ποιεῖ. ἔστι δὲ καὶ τραυματική, ὑγρὰ μὲν κοπεῖσα, ξηρὰ δὲ προβραχεῖσα καὶ οὕτως κοπεῖσα· συνάγει γὰρ καὶ κολλᾷ, καὶ τὰ ἑψόμενα δὲ κρέα συν- άγει, ἐάν τις αὐτὴν κόψας συνεψήσῃ. οἱ δὲ ἐν Λυκίᾳ χυλί- ζοντες χρῶνται αὐτῷ ἀντὶ λυκίου.

kentaureion lepton

3.7.1 <κενταύρειον τὸ λεπτὸν ἢ μικρόν>, ὅ τινες λι- μνήσιον καλοῦσιν, ἐπειδὴ ἐνίκμους φιλεῖ τόπους. ἡ πόα ὑπερικῷ καὶ ὀριγάνῳ παραπλήσιος, καυλὸν ἔχουσα ὑπὲρ σπι- θαμήν, γεγωνιωμένον· ἄνθη ἐν τῷ φοινικῷ ὑποπόρφυρα πρὸς τὰ τῆς λυχνίδος, φύλλα μικρά, ὑπομήκη, ὥσπερ πηγάνου, καρ- πὸς πυροῖς ὅμοιος, ῥίζα μικρά, ἄχρηστος, γευομένῳ δὲ ἐμποιεῖ πικρίαν.

3.7.2 αὕτη κοπτομένη χλωρὰ καὶ καταπλασσομένη τραυμάτων ἐστὶ κολλητικὴ καὶ ἀνακαθαρτικὴ ἑλκῶν παλαιῶν καὶ ἀπουλωτική· ἀφεψηθεῖσα δὲ καὶ πινομένη ἄγει κατὰ κοιλίαν χολώδη καὶ παχέα, ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτῆς ἐπὶ ἰσχιαδικῶν ἁρμό- διον, ἄγον αἷμα καὶ κουφίζον. ὁ δὲ χυλὸς πρός τε τὰ ὀφθαλμικὰ εὔχρηστος, ἀποκαθαίρων τὰ ἐπισκοτοῦντα ταῖς κόραις σὺν μέ- λιτι, καὶ ἐν προσθέτῳ ἐμμήνων ἀγωγὸς καὶ ἐμβρύων· ποθεὶς δὲ ἁρμόζει τοῖς περὶ νεῦρα πάθεσιν ἰδίως.

3.7.3 χυλίζεται δὲ συλλεγομένη ἡ πόα ἐγκύμων σπέρματος καὶ ἀποβρεχομένη ἡμέρας πέντε, εἶτα ἕψεται, ἄχρι ἂν ὑπερέχῃ τὸ ὕδωρ· εἶτα ψυγὲν ὑλίζεται δι' ὀθονίου ῥιφθείσης τῆς πόας καὶ πάλιν ἕψεται μέχρι μελιτώδους συστάσεως. ἔνιοι δὲ χλωρὰν ἐγκύμονα αὐτὴν κόψαντες ἐκθλίβουσι τὸν χυλὸν καὶ βαλόντες εἰς κεραμεοῦν ἀκώνιστον ἀγγεῖον ἐν ἡλίῳ συστρέφουσι, κι- νοῦντες ἀεὶ ξύλῳ καὶ τὸ περιπηγνύμενον ἀποξύοντες καὶ τῷ ὑγρῷ μίσγοντες σκεπάζοντές τε νυκτὸς ἐπιμελῶς· ἡ γὰρ δρό- σος κωλυτικὴ τῆς τῶν ὑγρῶν χυλῶν συστάσεως καθέστηκεν.

3.7.4 ὅσα μὲν οὖν ἐκ ξηρῶν τῶν ῥιζῶν ἢ βοτανῶν χυλίζεται, ἑψόμενα σκευάζεται ὡς ἡ γεντιανή· ὅσα δ' ἐκ φλοιῶν ὑγρῶν ἢ ῥιζῶν ἢ βοτανῶν ἐκθλιβομένων, ἐν ἡλίῳ συστρέφεται, ὡς προεί- ρηται. οὕτως καὶ ἡ θαψία καὶ μανδραγόρας καὶ ὀμφάκιον καὶ τὰ ὅμοια τούτοις χυλίζεται· λύκιον μέντοι καὶ ἀψίνθιον καὶ ὑποκιστὶς καὶ τὰ ὅμοια τούτοις ἑψόμενα συστρέφεται, ὅνπερ τρόπον προείρηται.

khamaileôn leukos

3.8.1 <χαμαιλέων λευκός>, ὃν ἔνιοι ἰξίαν καλοῦσι διὰ τὸ ἔν τισι τόποις ἰξὸν εὑρίσκεσθαι πρὸς ταῖς ῥίζαις αὐτοῦ, ᾧ καὶ ἀντὶ μαστίχης αὐτῷ αἱ γυναῖκες χρῶνται. ἔχει φύλλα ὅμοια σιλλύβῳ ἢ σκολύμῳ, τραχύτερα μέντοι καὶ ὀξύτερα καὶ ἰσχυρότερα τοῦ μέλανος· καυλὸν δ' οὐκ ἔχει, ἀλλὰ ἀφίησιν ἐκ τοῦ μέσου ἄκανθαν ὁμοίαν ἐχίνῳ θαλασσίῳ ἢ κινάρᾳ, ἄνθη δὲ πορφυ- ροειδῆ, ὥσπερ τρίχας ἐκπαππουμένας, καρπὸν δὲ κνήκῳ παρα- πλήσιον, ῥίζαν ἐν μὲν τοῖς εὐγείοις γεωλόφοις παχεῖαν, ἐν δὲ τοῖς ὀρεινοῖς ἰσχνοτέραν, λευκὴν διὰ βάθους, ὑπαρωματίζουσαν,

3.8.2 βαρύοσμον, γλυκεῖαν, ἥτις ποθεῖσα ἄγει ἕλμιν πλατεῖαν. ὅσον δὲ ὀξυβάφου πλῆθος λαμβάνεται ἐν οἴνῳ αὐστηρῷ μετὰ ὀρι- γάνου ἀποζέματος· καὶ ὑδρωπικοῖς δὲ ἐπιτηδείως δίδοται ὁλκὴ σὺν οἴνῳ ποθεῖσα – ἰσχναίνει γὰρ αὐτούς – καὶ πρὸς δυσουρίαν τὸ ἀφέψημα αὐτῆς πίνεται. ἔστι δὲ καὶ θηριακὴ σὺν οἴνῳ πο- θεῖσα, ἀποκτείνει καὶ κύνας καὶ ὗς καὶ μύας σὺν ἀλφίτῳ πε- φυραμένη καὶ ὑδρελαίῳ διεθεῖσα.

khamaileôn melas

3.9.1 <ὁ δὲ μέλας>, ὃν ἔνιοι οὐλοφόνονἰξίαν ἢ κυνό- <ζολονκυνό>μαζονὠκιμοειδὲς ἐκάλεσαν, καὶ αὐτὸς τοῖς φύλλοις σκολύμῳ ἔοικεν, ἐλάττονα μέντοι καὶ λεπτότερα καὶ διέρυθρα ἔχει ταῦτα· καυλὸν δὲ ἀνίησι δακτύλου τὸ πάχος, σπιθαμιαῖον, ὑπέρυθρον, ἐφ' οὗ σκιάδιον καὶ ἄνθη ἀκανθώδη, λεπτά, ὑακινθοειδῆ, ποικίλα. ῥίζα δὲ παχεῖα, μέλαινα, πυκνή, ἐνίοτε καὶ βεβρωμένη, σχισθεῖσα· δὲ ὑπόξανθος, διαμασηθεῖσα δηκτική. φύεται δ' ἐν πεδίοις ξηροῖς καὶ βουνώδεσι τόποις καὶ παραθαλασσίοις.

3.9.2 δύναται δὲ ἡ ῥίζα λεία, μιγέντος αὐτῇ χαλκάνθου ὀλίγου καὶ κεδρίνου ἐλαίου καὶ ὀξυγγίου, ψώρας ἐξάγειν· σμήχει δὲ καὶ λειχῆνας θεῖον καὶ ἄσφαλτον προσλαβοῦσα καὶ συνεψη- θεῖσα ὄξει καὶ καταχρισθεῖσα· καὶ διακλυζόμενον δὲ τὸ ἀφέ- ψημα αὐτῆς ὀδονταλγίας παύει, μετ' ἴσου δὲ πεπέρεως καὶ κηροῦ περιπλαττομένη τοῖς ἀλγοῦσιν ὀδοῦσι βοηθεῖ· καὶ πυ- ριῶνται δὲ δι' αὐτῆς οἱ ὀδόντες καθεψηθείσης σὺν ὄξει καὶ καταντληθείσης, προσαγομένη δὲ διὰ γραφείου θερμὴ τῷ ἀλ-

3.9.3 γοῦντι ὀδόντι θρύπτει αὐτόν. ἔφηλιν δὲ ἀποκαθαίρει καὶ ἀλ- φοὺς μετὰ θείου· μείγνυται δὲ καὶ σηπταῖς δυνάμεσι καὶ τὰ φαγεδαινικὰ ἕλκη καὶ τὰ τεθηριωμένα καταπλασθεῖσα ἀνα- σκευάζουσα θεραπεύει. ὠνόμασται δὲ χαμαιλέων διὰ τὸ ποικίλον τῶν φύλλων· εὑρίσκεται γὰρ ἢ λίαν χλωρὰ ταῦτα ἢ ὑπόλευκα ἢ κυανοειδῆ ἢ ἐρυθρὰ παρὰ τὰς τῶν τόπων διαφοράς.

krokodeileon

3.10.1 <κροκοδείλεον>· ὅμοιόν ἐστι τῷ μέλανι χαμαιλέοντι. φύεται δὲ ἐν τόποις δρυμώδεσι, ῥίζαν ἔχον μακράν, ἐλαφράν, ὑπόπαχυν, ὀσμὴν δριμεῖαν, ὁμοίαν καρδάμῳ. ἰσχύει δὲ ἡ ῥίζα ζεσθεῖσα ἐν ὕδατι καὶ πινομένη ἄγειν πολὺ αἷμα διὰ ῥωθώνων· δίδοται δὲ καὶ σπληνικοῖς ἐνεργῶς ὠφελοῦσα.

dipsakos

3.11.1 <δίψακος>· τῶν ἀκανθωδῶν ἐστι καὶ αὕτη. καυλὸν δὲ ἔχει ὑψηλόν, ἀκανθώδη, καὶ φύλλα περιειληφότα τὸν καυ- λόν, ἐμφερῆ θρίδακι, δύο καθ' ἕκαστον γόνυ, προμήκη, ἀκαν- θώδη καὶ αὐτά, ὥσπερ τινὰς πομφόλυγας ἐπὶ μέσης τῆς ῥά- χεως ἔσωθέν τε καὶ ἔξωθεν ἔχοντα ἀκανθώδεις, κοιλάδας δὲ περὶ τὰ συναφῆ τῶν φύλλων, ὥστε ὕδατα ἀπὸ τῶν ὄμβρων καὶ τῶν δρόσων συλλέγειν, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσεν· ἐπ' ἄκρου δὲ τοῦ καυλοῦ καθ' ἑκάστην ἀπόφυσιν κεφαλὴ μία ἐοικυῖα ἐχίνῳ, ὑπομήκης, ἀκανθώδης, ξηρανθεῖσα δὲ λευκὴ φαίνεται· ἔχει δὲ καὶ σκωλήκια κατὰ μέσην τὴν ἐντεριώνην διαιρεθεῖσα ἡ κεφαλή.

3.11.2 ἡ δὲ ῥίζα ταύτης ἐν οἴνῳ ἀφεψηθεῖσα καὶ κοπεῖσα, ὡς πάχος κηρωτῆς λαβεῖν, τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ σύριγγας ἐντιθεμένη θεραπεύει· ἀποτίθεσθαι δὲ δεῖ τὸ φάρμακον εἰς χαλκῆν πυξίδα. φασὶ δὲ καὶ μυρμηκιῶν αὐτὸ καὶ ἀκροχορδόνων ἴαμα εἶναι. οἱ δ' ἐν τῇ κεφαλῇ σκώληκες εἰς κυστίδα ἐνδεόμενοι καὶ περιαπτόμενοι τραχήλῳ ἢ βραχίονι ἱστοροῦνται τεταρταϊ- κοὺς ἀποθεραπεύειν.

akantha leukê

3.12.1 <ἄκανθα λευκή>· φύεται ἐν ὄρεσι καὶ ὑλώδεσι τό- ποις, φύλλα ἔχουσα χαμαιλέοντι ἐμφερῆ λευκῷ, στενότερα δὲ καὶ λευκότερα, ὑποδασέα καὶ ἀκανθώδη, καυλὸν ὑπὲρ δύο πή- χεις, δακτύλου τοῦ μεγάλου ἢ καὶ μεῖζον πάχος, ὑπόλευκον, κενόν· ἐπ' ἄκρου δὲ αὐτοῦ κεφαλὴ πρόσεστιν ἀκανθώδης, ἐχίνῳ θαλασσίῳ ἐμφερής, πλὴν ἐλάσσων καὶ ὑπομήκης, ἄνθη πορ- φυρᾶ, ἐν οἷς τὸ σπέρμα ὡς κνῆκος, στρογγυλώτερον δέ.

3.12.2 ταύτης ἡ ῥίζα πινομένη ποιεῖ πρὸς αἱμοπτυϊκούς, στομα- χικούς, κοιλιακοὺς οὖρά τε κινεῖ καταπλάσσεταί τε πρὸς οἰδή- ματα· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς πρὸς ὀδονταλγίας ποιεῖ δια- κλυζόμενον, τὸ δὲ σπέρμα πινόμενον παιδίοις σπωμένοις βοηθεῖ καὶ ἑρπετοδήκτοις. φασὶ δ' ὅτι περίαπτον ἐξ αὐτοῦ θηρία διώκει.

akantha Arabikê

3.13.1 <ἄκανθα Ἀραβική>· ἐοικυίας φύσεως δοκεῖ τῇ λευκῇ ἀκάνθῃ εἶναι στύφουσα, καὶ πρὸς ῥοῦν γυναικεῖον καὶ πρὸς ἀναγωγὴν αἵματος καὶ πρὸς τοὺς ἄλλους ῥευματισμοὺς ἡ ῥίζα παραπλησίως εὐθετεῖ.

skolumos

3.14.1 <σκόλυμος>· φύλλα ἔχει μεταξὺ χαμαιλέοντος καὶ τῆς λευκῆς ἀκάνθης λεγομένης, μελάντερα δὲ καὶ παχύτερα· καυλὸν δὲ ἀνίησι μακρόν, περίπλεον φύλλων, ἐφ' οὗ κεφαλὴ ἀκανθώδης· ῥίζα δὲ ὕπεστι μέλαινα, παχεῖα, ἧς καὶ ἡ δύναμις. ποιεῖ δὲ πρὸς τοὺς ἔχοντας τὰς μασχάλας καὶ τὸ λοιπὸν σῶμα δυσῶδες ἑψηθεῖσα ἐν οἴνῳ καὶ πινομένη· ἄγει δὲ οὖρα πολλὰ καὶ δυσώδη. ἡ δὲ πόα ἀρτιφυὴς οὖσα λαχανεύεται ἑφθὴ ὥσπερ ἀσπάραγος.

potirrion

3.15.1 <ποτίρριον>· οἱ δὲ φρύνιον, Ἴωνες δὲ νευράδα, οἱ δὲ ἀκιδωτὸν καλοῦσι. θάμνος ἐστὶ μέγας, κλῶνας ἔχων μακρούς, μαλακούς, ἱμαντώδεις, λεπτούς, ἐμφερεῖς τραγακάνθῃ, φύλλα μικρά, περιφερῆ – ὅλος δὲ ὁ θάμνος περίκειται πολὺν χνοῦν ἐριώδη· ἔστι δὲ ἀκανθώδης – ἄνθη μικρά, χλωρά, καρπὸν δὲ γευομένῳ εὐώδη καὶ δριμύν, ἄχρηστον. φύεται δ' ἐν ἀμμώδεσι

3.15.2 καὶ γεωλόφοις χωρίοις. ῥίζαι δὲ ὕπεισι πήχεων δύο ἢ τριῶν ἰσχυραί, νευρώδεις, αἵτινες πρὸς τῇ γῇ ἀποτμηθεῖσαι ἀνιᾶσι δάκρυον κόμμει ὅμοιον. κοπεῖσαι δὲ καὶ ἐπιπλασθεῖσαι νεύρων διακοπὰς καὶ τραύ- ματα κολλῶσι· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ταῖς περὶ νεῦρα δια- θέσεσι πινόμενον ἁρμόζει.

akanthion

3.16.1 <ἀκάνθιον>· ἐμφερῆ τὰ φύλλα ἔχει τῇ λευκῇ ἀκάνθῃ· ἐπ' ἄκρῳ δὲ ἔχει ἀκανθώδεις ἐξοχάς, καθ' ἃς ἀραχνοειδής ἐστι χνοῦς, οὗ συλλεγομένου ὑφήν τινα βομβυκοειδῆ γίνεσθαί φασι. ταύτης ἡ ῥίζα καὶ τὰ φύλλα ὀπισθοτόνῳ βοηθεῖ πινό- μενα.

akanthos

3.17.1 <ἄκανθος>· οἱ δὲ μελάμφυλλον, οἱ δὲ παιδέρωτα καλοῦσι. φύεται ἐν παραδείσοις καὶ ἐν πετρώδεσι καὶ ἐνύδροις χωρίοις. ἔχει δὲ φύλλα πολλῷ πλατύτερα καὶ μακρότερα θρί- δακος, ἐσχισμένα ὡς τὰ τοῦ εὐζώμου, λιπαρά, λεῖα, μέλανα, καυλὸν δὲ δίπηχυν, λεῖον, πάχος δακτύλου, ἐκ διαστημάτων πρὸς τῇ κορυφῇ φυλλαρίοις περιειλημμένον καί τισιν οἱονεὶ κιττα- ρίοις ὑπομήκεσιν, ὑακινθώδεσιν, ἐξ ὧν τὸ ἄνθος λευκόν· σπέρμα

3.17.2 ὑπόμηκες, μήλινον, θυρσοειδὴς δὲ ἡ κεφαλή. ῥίζαι δ' ὕπεισι γλίσχραι, μυξώδεις, ἔμπυρροι, μακραί, αἵτινες πυρικαύστοις καὶ στρέμ- μασιν ἁρμόζουσι καταπλασσόμεναι· πινόμεναι δὲ οὖρα ἄγουσι καὶ κοιλίαν ἱστᾶσι φθισικοῖς τε καὶ σπάσμασιν ὠφέλιμοι καὶ ῥήγμασι. γίνεται δὲ καὶ ἀγρία ἄκανθος, ὁμοία σκολύμῳ, ἀκανθώδης, βραχυτέρα τῆς ἐν παραδείσοις καὶ ἡμέρου. δύναται δὲ καὶ ἡ ταύτης ῥίζα, ὅσα καὶ ἡ πρὸ αὐτῆς.

anônis

3.18.1 <ἀνωνίς>· οἱ δὲ ὀνωνίδα καλοῦσι. κλῶνες σπιθα- μιαῖοι καὶ μείζονες, θαμνοειδεῖς, πολυγόνατοι, μασχάλας ἔχον- τες πολλάς, κεφάλια περιφερῆ, φυλλάρια λεπτά, μικρά, πρὸς τὰ τοῦ πηγάνου ἢ λωτοῦ τοῦ ἐν χορτοκοπίοις, ὑποδασέα, εὐώδη· ἁλμεύεται δὲ πρὸ τοῦ ἀκανθοφορῆσαι καὶ ἔστιν ἡδίστη. ἔχουσι δὲ οἱ κλάδοι ἀκάνθας ὀξείας, σκολοποειδεῖς, στερεάς, ῥίζαν δὲ θερμαντικήν, λευκήν, ἧς ὁ φλοιὸς πινόμενος σὺν οἴνῳ οὖρα ἄγει καὶ λίθους θρύπτει, ἐσχάρας περιρρήσσει. ἀφε- ψηθεῖσα δὲ ἐν ὀξυκράτῳ καὶ διακλυζομένη πόνον ὀδόντων πραΰνει.

leukakantha

3.19.1 <λευκάκανθα>· οἱ δὲ πολυγόνατον, οἱ δὲ ἰσχιάδα, οἱ δὲ φύλλον, οἱ δὲ λάδανον <καλοῦσι>. ῥίζαν ἔχει ὁμοίαν κυπέρῳ, πικρὰν ἰσχυρῶς, ἥτις διαμασηθεῖσα ὀδονταλγίας πραΰ- νει· τοῦ δὲ ἀποζέματος αὐτῆς σὺν οἴνῳ κύαθοι τρεῖς ποθέντες βοηθοῦσι πλευριτικοῖς χρονίοις καὶ ἰσχιαδικοῖς, ῥήγμασι, σπω- μένοις· καὶ τὸ χύλισμα δὲ τῆς ῥίζης τὰ αὐτὰ ποιεῖ πινόμενον.

tragakantha

3.20.1 <τραγάκανθα>· ῥίζα ἐστὶ πλατεῖα καὶ ξυλώδης, φαινομένη δὲ καὶ ὑπὲρ γῆς, ἀφ' ἧς κλάδοι ταπεινοί, ἰσχυροί, χεόμενοι δὲ ἐπὶ πολύ, καὶ ἐπ' αὐτῶν φυλλάρια λεπτά, πολλά, μεταξὺ ἀκάνθας ἔχοντα ἐγκρυπτομένας τοῖς φύλλοις, λευκάς, ἰσχυράς, ὀρθάς. ἔστι δὲ ἡ τραγάκανθα δάκρυον τῆς ῥίζης ἀποτμηθείσης ἐπισυνιστάμενον, ἧς διαφέρει ἡ διαυγὴς καὶ λεία καὶ ἰσχνὴ καὶ καθαρὰ καὶ ὑπόγλυκυς.

3.20.2 δύναμιν δ' ἔχει ὁμοίαν κόμμει παρεμπλαστικήν· χρῆσις δ' αὐτῆς εἰς τὰ ὀφθαλμικὰ καὶ πρὸς βῆχας καὶ πρὸς τὰς περὶ ἀρτηρίαν τραχύτητας καὶ φωνῆς ἀποκοπὰς καὶ κατασταγ- μοὺς ἐν ἐκλεικτῷ σὺν μέλιτι ἀποχυλίζεταί τε ὑποτεθεῖσα τῇ γλώσσῃ· καὶ πίνεται δὲ ἀποβραχεῖσα ἐν γλυκεῖ δραχμῆς μιᾶς πλῆθος πρὸς νεφρῶν ὀδύνην καὶ κύστεως δῆξιν, μιγέντος αὐτῇ κέρατος ἐλαφείου κεκαυμένου καὶ πεπλυμένου ἢ στυπτηρίας σχιστῆς ὀλίγης.

êrungê

3.21.1 <ἠρύγγη>· οἱ δὲ κάρυον, οἱ δὲ ἠρύγγιον καλοῦσι. τῶν ἀκανθωδῶν ἐστιν, ἧς ἐν ἀρχῇ τὰ φύλλα λαχανεύεται εἰς ἁλμαίας συντιθέμενα· ἔστι δὲ πλατέα, τραχέα τοῖς πέριξ, ἀρω- ματίζοντα τῇ γεύσει, αὐξόμενα δὲ ἀκανθοῦται κατὰ πλείονας ἐξοχὰς καυλῶν, ἐφ' ὧν κατὰ τὰ ἄκρα κεφάλιά ἐστι σφαιροειδῆ, ἀκάνθας περικείμενα ὥσπερ ἀστὴρ κύκλῳ ὀξυτάτας, σκληράς, ὧν τὸ χρῶμα χλωρὸν ἢ λευκόν, ἐνίοτε δὲ καὶ κυανοῦν εὑρίσκε-

3.21.2 ται. ῥίζα δὲ ἐπιμήκης, πλατεῖα, μέλαινα κατὰ τὴν ἐπιφά- νειαν, ἔνδοθεν λευκή, δακτύλου μεγάλου τὸ πάχος, καὶ αὐτὴ εὐώδης καὶ ἀρωματίζουσα. φύεται ἐν πεδίοις καὶ τραχέσι τόποις. δύναμιν δὲ ἔχει θερμαντικήν· πινομένη δὲ ἄγει οὖρα καὶ ἔμμηνα καὶ στρόφους καὶ ἐμπνευματώσεις λύει, ἡπατικοῖς δὲ καὶ θηριοδήκτοις καὶ θανασίμοις ἁρμόζει σὺν οἴνῳ· πίνεται δὲ πρὸς τὰ πλεῖστα σὺν σταφυλίνου σπέρματι δραχμῆς μιᾶς τὸ πλῆθος. ἱστορεῖται δ' ὅτι περιαπτομένη διαφορεῖ φύματα καὶ καταπλασσομένη.

aloê

3.22.1 <ἀλόη>· φύλλον ἔχει σκίλλῃ παραπλήσιον, λιπαρόν, ὑπόπλατυ, παχὺ ἐν τῷ περιφερεῖ, εἰς τοὐπίσω κλώμενον· παρ' ἑκάτερα δὲ τὰ φύλλα ἔχει ἐκ πλαγίων ἀκάνθια ἀραιῶς ἐξέχοντα,



_____________________________


Fin du livre 3