Les témoins (cookies) nous aident à fournir nos services. En utilisant nos services, vous acceptez notre utilisation des témoins.

Modifications

Dioscoride: livre 5

22 245 octets ajoutés, 12 février 2014 à 21:32
kekaumenos khalkos
ἐπισπᾶσθαι, ἀνακαθαίρειν ἕλκη καὶ ἀπουλοῦν, σμήχειν τὰ ἐν
ὀφθαλμοῖς, τήκειν τὰ ὑπερσαρκοῦντα, νομὰς ἰστάνειν· κινεῖ δὲ
καὶ ἐμέτους μετὰ ὑδρομέλιτος ποθεὶς ἢ ἐκλειχθεὶς σὺν μέλιτι
ἢ διακλυζόμενος. πλύνεται δὲ ὡς ἡ καδμεία τετράκις τῆς ἡμέ-
ρας ἀλλασσομένου τοῦ ὕδατος, ἄχρι μηδεμία ἐφίστηται λάμπη.
καὶ ἡ σκωρία δὲ αὐτοῦ ὡσαύτως πλυνομένη τὴν αὐτὴν ἔχει
δύναμιν, ἀσθενεστέραν μέντοι.
 
== anthos khalkou ==
5.77.1
<'''χαλκοῦ'''> δὲ <'''ἄνθος'''>, ὅ τινες τῶν παλαιῶν ἥλων ψῆγμα
ἐκάλεσαν, ἄριστόν ἐστι τὸ εὔθρυπτον καὶ κατάπυρρον ἐν τῷ
λεαίνεσθαι, κεγχροειδές τε τῷ ῥυθμῷ καὶ βαρὺ καὶ μέσως στίλ-
βον, ἔτι δὲ ῥινημάτων χαλκοῦ ἀμέτοχον, οἷς δολοῦται· ἀπελέγ-
χεται δὲ πλατυνομένων αὐτῶν ταῖς τῶν ὀδόντων ἐπερείσεσι.
 
5.77.2
γίνεται δὲ οὕτως· ὅταν ἐν ταῖς μεταλλικαῖς χώναις τακεὶς
ὁ χαλκὸς εἰς τὰς δεξαμενὰς καταρρυῇ διὰ [τῶν ἠθμῶν] τῶν
διηκόντων σωλήνων, διακαθαίροντες τὴν ἀκαθαρσίαν οἱ πρὸς
τούτοις ὄντες ὕδωρ ἐπιχέουσιν ἀκραιφνέστατον αὐτῷ, ψύξαι
προαιρούμενοι· ὑπὸ τῆς οὖν αἰφνιδίου πυκνώσεως καὶ συνα-
γωγῆς ὡσπερεὶ ἐκπτύεται καὶ ἐπανθεῖ τὸ προειρημένον.
 
5.77.3
στύφει δὲ καὶ τοῦτο καὶ καταστέλλει τὰς ὑπεροχὰς καὶ
σμήχει τὰ ταῖς κόραις ἐπισκοτοῦντα, δάκνον ἱκανῶς. ἔστι δὲ
καὶ πάχους ἀγωγὸν τετρωβόλου πλῆθος διδόμενον· ἐκτήκει δὲ
καὶ τὰ ἐν μυκτῆρσι σαρκώματα καὶ <ἐν> δακτυλίῳ, καὶ ἐξαν-
θήματα σὺν οἴνῳ στέλλει, καὶ πρὸς δυσκωφίας χρονίους τὸ
λευκὸν ἐμφυσᾶται διὰ σίφωνος λεῖον· στέλλει δὲ καὶ κιονίδας
καὶ παρίσθμια λεῖον σὺν μέλιτι προσαπτόμενον.
 
== lepis ==
5.78.1
<'''λεπὶς'''> δὲ ἡ μὲν ἐκ τῶν Κυπρίων μετάλλων παχεῖα,
καλουμένη δὲ ἡλῖτις, καλή· φαύλη δὲ ἡ ἐκ τοῦ λευκοῦ χαλκοῦ,
λεπτὴ καὶ ἀσθενὴς ὑπάρχουσα, ἣν ἀποδοκιμάζομεν, ἐγκρίνοντες
τὴν παχεῖαν καὶ ἔγκιρρον καὶ ὄξους ἐπιρραινομένου ἰουμένην.
δύναμιν δὲ ἔχει στυπτικήν, σταλτικήν, λεπτυντικήν, σηπτι-
κήν, νομῶν ἐφεκτικήν, ἀπουλωτικήν· πινομένη δὲ μετὰ μελι-
 
5.78.2
κράτου ὕδωρ ἄγει. <τινὲς> δὲ φυρῶντες αὐτὴν μετὰ ἀλεύρου
ἐν καταποτίῳ διδόασι. μείγνυται δὲ καὶ ταῖς ὀφθαλμικαῖς
δυνάμεσι, ξηραίνουσα <τὰ> ῥεύματα καὶ βλέφαρα τραχέα ἀπο-
τήκουσα.
 
5.78.3
<πλύνεται> δὲ οὕτως· καθάρας τῆς ξηρᾶς λεπίδος ἡμι-
μναῖον βάλε εἰς θυίαν μεθ' ὕδατος διαυγοῦς, καὶ συναναταράξας
τῇ χειρὶ ἐπιμελῶς, ἄχρι ἂν ὑποστῇ ἡ λεπίς, ἀφαίρει τὰ ἐφ-
εστῶτα, ἀποχέας τε τὸ ὕδωρ ἐπίχει ὀμβρίου ὕδατος κύαθον
ἕνα, πλατείᾳ τε τῇ χειρὶ τρῖβε εὐτόνως πρὸς τῇ θυίᾳ οἱονεὶ
 
5.78.4
ἀποψώχων. ὅταν δὲ ἄρξηται ἀνιέναι τινὰ γλισχρότητα, κατὰ
μικρὸν ὕδωρ προσεπίχει ἄχρι κυάθων ἓξ τρίβων συντόνως,
ἀναλαβών τε τὴν λεπίδα τῇ χειρὶ ὡς πρὸς τὸ πλευρὸν τῆς
θυίας τρῖβε εὐτόνως, καὶ ἐξιπώσας ἀνελοῦ τὸ ἀπορρυὲν εἰς
πυξίδα ἐρυθροῦ χαλκοῦ· τοῦτο γάρ ἐστι τὸ ὥσπερ ἄνθος τῆς
λεπίδος καὶ εὔτονον τῇ δυνάμει καὶ εὐθετοῦν εἰς τὰ ὀφθαλμι-
 
5.78.5
κά, τὸ δὲ λοιπὸν ἄτονον. καὶ τὸ καταλειφθὲν δὲ ὁμοίως
πλύνων ἀναιροῦ, ἄχρι ἂν μηδεμίαν γλισχρότητα ἀποκρίνῃ, τὸ
δὲ λοιπὸν δεῖ σκεπάσαντα ὀθονίῳ ἐᾶσαι ἀκίνητον ἐπὶ δύο
ἡμέρας, εἶτα ἀποχέαντα τὸ ἐφεστηκὸς ὕδωρ καὶ ξηράναντα
ἀποτίθεσθαι εἰς πυξίδα. <ἔνιοι> δὲ καὶ ταύτην πλύνουσιν ὡς
τὴν καδμείαν καὶ ἀποτίθενται.
<λεπίδος> δὲ <στομώματος> δύναμίς ἐστιν ἡ αὐτὴ τῇ τοῦ
χαλκοῦ λεπίδι, καὶ πλύσις καὶ ἀπόθεσις ὁμοία, ἐν μέντοι τῷ
τὴν κοιλίαν καθαίρειν λείπεται τῆς τοῦ χαλκοῦ.
 
== ios xustos ==
5.79.1
<'''ἰὸν'''> δὲ <'''τὸν ξυστὸν'''> οὕτως σκευαστέον· εἰς πιθάκνην
ἢ ἄλλο ὅμοιον ἀγγεῖον ἐγχέας δριμύτατον ὄξος ἐπικατάστρεψον
χαλκοῦν ἀγγεῖον· καλὸν μέν, εἰ καμαροειδὲς <εἴη>, εἰ δὲ μή γε,
ἰσόπεδον· ἔστω δὲ ἐσμηγμένον καὶ διαπνοὴν μηδεμίαν ἔχον· διὰ
δὲ ἡμερῶν δέκα ἀναιρούμενος τὸ πῶμα ἀπόξυε τὸν ἐπιτρέχοντα
ἰόν. ἢ λεπίδα ἀπὸ τοῦ αὐτοῦ ποιήσας χαλκοῦ ἐγκρέμασον εἰς
τὸ <αὐτὸ> ἀγγεῖον, ἵνα μὴ ψαύσῃ τοῦ ὄξους, καὶ διὰ τῶν ἴσων
 
5.79.2
ἡμερῶν ἀπόξυε. ἢ εἰς τὰ στέμφυλα μὴ πρόσφατα ὄντα, ὀξί-
ζοντα ἐγκρύψας μᾶζαν ἢ λεπίδα μίαν ἢ καὶ πλείονας ὡσαύτως
ἀναστρέφου. ἔνεστι δὲ καὶ ἐκ ῥινημάτων ποιῆσαι ἢ λεπίδων,
αἷς περιεχόμενα τὰ χρυσᾶ πέταλα ἐλαύνεται, ἐάν τις αὐτὰ ἐπιρ-
ραίνων ὄξει ἀνακινῇ τρὶς ἢ τετράκις <τῆς> ἡμέρας, ἄχρι ἂν παν-
τελῶς ἰωθῇ.
 
5.79.3
γεννᾶσθαι δέ φασιν ἰὸν καὶ ἐν τοῖς Κυπριακοῖς μετάλλοις,
τὸν μὲν λίθοις τισὶν ἐπανθοῦντα τῶν ἐχόντων τὸν χαλκόν, τὸν
δὲ ἔκ τινος σπηλαίου στάζοντα ἐν τοῖς ὑπὸ κύνα καύμασι· καὶ
τὸν μὲν ὀλίγον τε καὶ κάλλιστον εἶναι, τὸν δὲ ἐκ τοῦ σπηλαίου
δαψιλῆ μὲν ἐπιρρεῖν καὶ εὔχρουν, φαῦλον δὲ ὑπάρχειν διὰ τὸ
πολλοῖς ἀναμεμεῖχθαι λιθώδεσι.
 
5.79.4
δολοῦται δὲ καὶ ἄλλοις πολλοῖς μισγομένοις, μᾶλλον δὲ
τούτοις· τινὲς μὲν γὰρ κισήρει, οἱ δὲ μαρμάρῳ, ἄλλοι δὲ
χαλκάνθῳ κυκῶσιν αὐτόν. καταλημψόμεθα δὲ τὴν μὲν κίση-
ριν καὶ τὸ μάρμαρον διὰ τοῦ νοτίσαι τὸν ἀντίχειρα τῆς εὐωνύ-
μου χειρὸς καὶ τῷ ἑτέρῳ προστρίβειν τοῦ ἰοῦ τι μέρος· συμ-
βαίνει γὰρ τὸν μὲν διαχεῖσθαι, τὸ δὲ ἀπὸ τῆς κισήρεως καὶ
μαρμάρου μένειν ἀδιάχυτον καὶ τέλος ἀπολευκαίνεσθαι τῇ ἐπὶ
 
5.79.5
πλεῖον παρατρίψει καὶ τῇ τοῦ ὑγροῦ παραπλοκῇ. οὐ μὴν ἀλλὰ
καὶ διὰ τῆς τῶν ὀδόντων ἐπερείσεως· λεῖον γὰρ ὑποπίπτει καὶ
οὐ τραχὺ τὸ ἀμιγές. τὸ δὲ χαλκανθὲς ἀπελέγχεται τῷ πυρί·
εἰ γάρ τις ἐμπάσας τὸν οὕτως δεδολωμένον ἰὸν ἐπὶ λεπίδα ἢ
ὄστρακον, τούτων τὸ ἕτερον ἐπὶ θερμῆς τέφρας ἢ ἀνθρακιᾶς
θείη, μεταβάλλει καὶ κατερυθραίνεται τὸ χαλκανθὲς διὰ τὸ
φύσει καιόμενον αὐτὸ τοιαύτην ἔχειν χρόαν.
 
5.79.6
τοῦ δὲ λεγομένου <σκώληκος ἰοῦ> δισσὸν εἶδος ὑπάρχει·
ὁ μὲν γὰρ ὀρυκτός ἐστιν, ὁ δὲ σκευάζεται οὕτως· εἰς θυίαν
Κυπρίου χαλκοῦ, ἔχουσαν δὲ καὶ δοίδυκα ἀπὸ τῆς αὐτῆς πε-
ποιημένον ὕλης, ἐγχέας ὄξους λευκοῦ καὶ δριμέος κοτύλης ἥμισυ
τρῖβε, ἕως οὗ γλοιωθῇ, εἶτα ἔμβαλε στυπτηρίας στρογγύλης
𐅻 δʹ καὶ ἁλὸς ὀρυκτοῦ διαφανοῦς ἢ θαλασσίου ὡς ὅτι λευκο-
τάτου καὶ στερεοῦ, εἰ δὲ μή γε, νίτρου τὸ ἴσον· εἶτα λέαινε ἐν
ἡλίῳ <ἐν> τοῖς ὑπὸ κύνα καύμασιν, ἕως τῇ μὲν χρόᾳ ἰώδης, τῇ δὲ
συστάσει ῥυσώδης γένηται, καὶ οὕτως ἀναπλάσας σκώληκας
 
5.79.7
τοῖς Ῥοδιακοῖς ὁμοίους ἀποτίθεσο. ἐνεργὴς δὲ καὶ εὔχρους
γίνεται ἄγαν, ἐὰν ὄξους μὲν λάβῃ μέρος ἕν, οὔρου δὲ παιδίου
μέρη δύο, τὰ δ' ἄλλα ὡς προείρηται. <τινὲς> δὲ ἀποτετευγμένῳ
<τῷ> ξυστῷ κόμι μείξαντες ἀναπλάσσουσι <καὶ πωλοῦσιν>, ὃν
παραιτητέον ὡς φαῦλον. ἔστι δέ τις καὶ ὑπὸ τῶν χρυσοχόων
γινόμενος ἰὸς διὰ θυίας καὶ δοίδυκος Κυπρίου χαλκοῦ, ἔτι δὲ
 
5.79.8
οὔρου παιδίου, ᾧ τὸ χρυσίον κολλῶσιν. ἀναλογοῦσι δὲ κοινῶς
οἱ προειρημένοι ἰοὶ κεκαυμένῳ χαλκῷ, μᾶλλον δὲ ἐρρωμένοι
περὶ τὴν ἐνέργειαν. ἰστέον δὲ ὅτι προέχει μὲν αὐτῶν ὁ ὀρυ-
κτὸς σκώληξ· ἐχόμενος δ' ἐστὶν ὁ ξυστός, εἶτα ὁ σκευαστός·
δηκτικώτερος μέντοι καὶ μᾶλλον στύφων οὗτος ὑπάρχει, ὁ δὲ
τῶν χρυσοχόων ἀνάλογος τῷ ξυστῷ.
 
5.79.9
δύναται δὲ πᾶς ἰὸς στύφειν, θερμαίνειν, ἀποσμᾶν τὰς ἐν
ὀφθαλμοῖς οὐλὰς καὶ λεπτύνειν, δάκρυον ἄγειν, νομὰς ἴσχειν,
τραύματα ἀφλέγμαντα τηρεῖν, <τὰ παλαιὰ> ἀπουλοῦν ἕλκη σὺν
ἐλαίῳ καὶ κηρῷ. σὺν μέλιτι δὲ ἑψηθέντες τύλους καὶ τὰ ῥυ-
 
5.79.10
παρὰ τῶν ἑλκῶν ἀνακαθαίρουσιν. ἀμμωνιακῷ δὲ ἀναλημ-
φθέντες εἰς κολλούρια σύριγγας καὶ τύλους ἐκτήκουσι, χρήσιμοι
δὲ καὶ πρὸς ἐπουλίδας καὶ τὰς τῶν οὔλων ἐξοχάς. ἱκανῶς
δὲ καὶ βλέφαρα λεπτύνουσι σὺν μέλιτι ἐγχριόμενοι· δεῖ δὲ
πυριᾶν μετὰ τὴν ἔγχρισιν σπόγγῳ ἐξ ὕδατος θερμοῦ· ἀναλημ-
φθέντες δὲ ῥητίνῃ τερεβινθίνῃ σὺν χαλκάνθῳ ἢ νίτρῳ λέπρας
ἐξάγουσι.
 
5.79.11
<'''καυστέον'''> δὲ ὃν ἂν θέλῃς ἰὸν οὕτως· θλάσας αὐτὸν εἰς
ὁλοσχερέστερα μέρη καὶ τηγάνῳ κεραμεῷ ἐπιθεὶς ἀπέρεισαι
ἐπ' ἀνθράκων διαπύρων, κίνει τε, ἕως ἂν μεταβάλῃ καὶ ὑπο-
σποδίσῃ τῇ χρόᾳ· λοιπὸν δὲ ψύξας ἀποτίθεσο καὶ χρῶ. <τινὲς>
δὲ ἐν ὠμῇ χύτρᾳ αὐτὸν καίουσιν ὡς προείρηται, οὐκ εἰς τὸ
αὐτὸ δὲ πάντοτε καιόμενος μεταβάλλει χρῶμα.
 
== ios sidêrou ==
5.80.1
<'''ἰὸς'''> <δὲ> <'''σιδήρου'''> στύφει, ῥοῦν τε γυναικεῖον προστεθεὶς
ἴσχει, πινόμενός τε ἀσυλλημψίαν ποιεῖ. ἐπιχριόμενος δὲ σὺν
ὄξει ἐρυσιπέλατα καὶ ἐξανθήματα ἐνεργῶς ἰᾶται, πρός τε παρ-
ωνυχίας καὶ πτερύγια καὶ τραχέα βλέφαρα εὔχρηστος καὶ κον-
δυλώματα, καὶ οὖλα κρατύνει, ποδαγρικούς τε ὠφελεῖ περι-
 
5.80.2
χριόμενος καὶ ἀλωπεκίας δασύνει. <σίδηρος> δὲ πεπυρωμένος
ἐνσβεσθεὶς ὕδατι ἢ οἴνῳ καὶ πινόμενος ἁρμόζει κοιλιακοῖς,
δυσεντερικοῖς, σπληνικοῖς, χολεριῶσι, στομάχῳ ἀναλελυμένῳ.
ἡ δὲ <σκωρία> τοῦ σιδήρου δύναται ὅσα καὶ ὁ ἰὸς τοῦ σιδήρου,
ἐπ' ἔλαττον δέ· βοηθεῖ καὶ ἀκονίτῳ ποθεῖσα μετ' ὀξυμέλιτος.
 
== molubdos peplumenos ==
5.81.1
σκευάζεται καὶ ὁ <'''πεπλυμένος μόλυβδος'''> τὸν τρόπον
τοῦτον· βαλὼν εἰς μολυβῆν θυίαν ὕδωρ τρῖβε δοίδυκι μολυβῷ,
ἕως ἂν μελανθῇ τὸ ὕδωρ καὶ γένηται ὑλῶδες, εἶτα διήθει αὐτὸ
δι' ὀθονίου προσεπιχέων τὸ ὕδωρ, ἵνα πᾶν τὸ διαχυθὲν ὑλι-
σθῇ, καὶ ποίει τὸ αὐτὸ πάλιν, μέχρι οὗ ἄν σοι δόξῃ αὐτάρκως
ἔχειν· εἶτα ἐάσας ὑποστῆναι τὸν πεπλυμένον <μόλυβδον>, ἀποχέας
τε τὸ ὕδωρ καὶ ἄλλο ἐπιχέας πλῦνε ὡς τὴν καδμείαν, ἄχρι ἂν
μηκέτι ἐφίστηται μελανία, εἶτα ἀναπλάσας τροχίσκους ἀποτί-
 
5.81.2
θεσο. <οἱ δὲ> καθαρὸν μόλυβδον ῥινήσαντες τρίβουσιν ἐν λιθίνῃ
θυίᾳ δοίδυκι λιθίνῳ ἢ ταῖς χερσὶ μεθ' ὕδατος, ὑπὸ χεῖρα
ἀποχέοντες τὸ μελαινόμενον, ὅπερ ἐάσαντες ὑποστῆναι <καὶ>
ἀποχέαντες ἀναπλάσσουσιν εὐθέως· τὸ γὰρ ἐφ' ἱκανὸν τριβό-
μενον γίνεται ψιμυθίῳ ὅμοιον. <ἔνιοι> δὲ προσεμβάλλουσι τοῖς
ῥινήμασιν ὀλίγην μολύβδαιναν, φάσκοντες βελτίονα εἶναι τὸν
οὕτως πλυνόμενον μόλυβδον.
 
5.81.3
δύναται δὲ στύφειν, ψύχειν, παρεμπλάττειν, μαλάττειν
πληροῦν τὰ κοιλώματα, στέλλειν τὰ ἐν τοῖς ὀφθαλμοῖς ῥεύματα
καὶ τὰ ὑπερσαρκοῦντα τῶν ἑλκῶν. ἔστι δὲ καὶ ἴσχαιμος, καὶ
<ποιεῖ> πρὸς τὰ ἐν δακτυλίῳ ἕλκη, κονδυλώματα, αἱμορροίδας
μετὰ ῥοδίνου καὶ τὰ δυσκατούλωτα, καὶ καθόλου ποιεῖ, ὅσα
καὶ ἡ σποδὸς δίχα τοῦ ἐσχαροῦν. ὁ δὲ ἀκέραιος μόλυβδος
παρατριβόμενος βοηθεῖ σκορπίου θαλασσίου καὶ δράκοντος
πληγῇ.
 
5.81.4
<καίεται> δὲ ὁ μόλυβδος οὕτως· λαβὼν μολύβδου ἐλάσματα
ὡς ὅτι λεπτότατα ἐπίθες ἐπὶ καινὴν λοπάδα, καὶ ἐπιπάσας
θεῖον πάλιν ἕτερα ἐπίθες πέταλα καὶ θεῖον ἐπίπασσε καὶ
πάλιν ἕτερα, καὶ τὸ αὐτὸ ποίει, ἄχρι οὗ πληρώσῃς τὴν λοπάδα,
εἶτα ὑπόκαιε· ἀναφθέντος δὲ τοῦ μολύβδου κίνει σιδήρῳ, ἄχρι
ἂν ἀποτεφρωθῇ τελέως καὶ μηδὲν ἐντρέχῃ μολυβδῶδες, καὶ
ἀναιροῦ, σκεπάσας τοὺς ῥώθωνας· βλαβερὰ γὰρ ἡ ἀποφορά.
 
5.81.5
ἢ ῥινήματα μολύβδου βαλὼν μετὰ θείου εἰς λοπάδα οὕτως
καῖε· <οἱ δὲ> εἰς κύθραν ὠμὴν βαλόντες τὰ πέταλα, ὡς εἴρηται,
ἐν καμίνῳ ἐντιθέασιν ἢ ἐπὶ ἐσχάρας, περιπλάσαντες τὸ πῶμα
καὶ ὀλίγην δόντες ἀναπνοήν. <οἱ δὲ> ψιμύθιον παρεπιπάττουσιν
 
5.81.6
ἀντὶ τοῦ θείου ἢ κριθάς. <οἱ δὲ> ἀκεραίους τὰς λεπίδας ἐπι-
θέντες ὀξεῖ πυρὶ χρῶνται καὶ κινοῦσιν ἐπιτεταμένως σιδήρῳ,
ἄχρι ἂν ἐκτεφρωθῇ· ἔστι δὲ δυσχερὴς ἡ τοιαύτη καῦσις· καὶ
ἐπὶ πλεῖον δὲ καεὶς λιθαργύρου λαμβάνει <τὸ> χρῶμα. ἡμῖν
μέντοι ἀρέσκει ἡ πρώτη καῦσις· δεῖ δὲ πλύνειν αὐτὸν ὡς τὴν
καδμείαν καὶ ἀποτίθεσθαι.
δύναμιν δὲ ἔχει, ἣν καὶ ὁ πεπλυμένος μόλυβδος, εὐτονω-
τέραν δὲ μᾶλλον.
 
== skôria molubdou ==
5.82.1
<'''σκωρία'''> δὲ <'''μολύβδου'''> ἐστὶν ἀρίστη ἡ ψιμυθιοφανής,
πυκνὴ δὲ καὶ δύσθραυστος, μηδὲν ἔχουσα μολυβδῶδες, μηλινο-
ειδὴς δὲ τῷ χρώματι καὶ ὑαλίζουσα.
δύναται δὲ τὰ αὐτὰ τῷ κεκαυμένῳ μολύβδῳ, στύφουσα μᾶλλον.
πλύνεται δ' ἐν θυίᾳ ἐπιχεομένου ὕδατος καὶ ἀποχεομένου
τοῦ ἐφισταμένου μηλίνου χρώματος. πολλάκις δὲ τοῦτο γίνε-
ται, ἄχρι οὗ ἂν ἀναλωθῇ ἡ σκωρία, τό τε λοιπὸν ἐάσαντες
ὑποστῆναι αὐτὴν ἀποχέομεν τὸ ὕδωρ καὶ οὕτως ἀναπλάσσομεν.
 
== lithos molubdoeidês ==
5.83.1
καὶ ὁ <'''μολυβδοειδὴς'''> δὲ <'''λίθος'''> ἀνάλογον ἔχει τὴν
δύναμιν τῇ σκωρίᾳ· πλύνεται δὲ ὁμοίως.
 
== stibi ==
5.84.1
<'''στίβι'''> δὲ κράτιστόν ἐστι τὸ στίλβον καὶ λαμπυρίζον,
ἐν τῇ θραύσει πλακῶδες, μηδὲν ἔχον γεῶδες ἢ ῥυπαρόν, εὐχε-
ρῶς τε θλώμενον. τοῦτο <ἔνιοι> πλατυόφθαλμον, οἱ δὲ λάρβασον
ἐκάλεσαν.
 
5.84.2
δύναμιν δὲ ἔχει παρεμπλαστικήν, στυπτικήν, ψυκτικήν,
σταλτικὴν τῶν ὑπερσαρκούντων, ἀπουλωτικὴν ἑλκῶν καὶ καθαρτι-
κὴν ῥυπαριῶν καὶ τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν. ἐπέχει δὲ καὶ
τὰς ἐκ μήνιγγος αἱμορραγίας, καὶ καθόλου δὲ ἐμφερής ἐστιν
ἡ δύναμις αὐτοῦ τῷ κεκαυμένῳ μολύβδῳ. ἰδίως δὲ κατακαύματα
οὐκ ἐᾷ ἐσχαροῦσθαι σὺν στέατι νεαρῷ καταχρισθὲν καὶ ἀπουλοῖ
τὰ ἐσχαρωθέντα κηροῦ καὶ ὀλίγου ψιμυθίου μιγέντων.
 
5.84.3
<ὀπτᾶται> δὲ στέατι περιπλασθὲν καὶ ἐγκρυβὲν εἰς ἄν-
θρακας, ἄχρι ἂν ἀνθρακωθῇ τὸ στέαρ· ἐξαιρεθὲν δὲ σβέννυται
γάλακτι ἀρρενοτόκου γυναικὸς ἢ οἴνῳ παλαιῷ. <καίεται> δὲ
ἐπ' ἀνθράκων ἐπιτεθὲν καὶ ἐμφυσηθὲν ἄχρι πυρώσεως· ἐὰν
γὰρ ἐπὶ πλεῖον καῇ, μολυβδοῦται. πλύνεται δὲ ὡς ἡ καδμεία
καὶ ὁ χαλκὸς <κεκαυμένος>· <ἔνιοι> δὲ ὁμοίως τῇ τοῦ μολύβδου
πλύνουσι σκωρίᾳ.
 
146 870
modifications