βρέχεσθαι, πωμάσας ἐπιμελῶς τὸ ἀγγεῖον· μετὰ δὲ ταῦτα ἀνε-
λόμενος τὴν σκίλλαν καὶ ἐκπιέσας, αὐτὴν μὲν ῥῖψον, τὸ δὲ ὄξος
5.17.2
ὑλίσας κατάγγιζε καὶ ἀποτίθεσο. <ἔνιοι> δὲ μνᾶν <μίαν> πρὸς
ὄξους ξέστας εʹ μίσγουσιν· <οἱ δὲ> αὐτόθεν καθάραντες δίχα
τοῦ ξηρᾶναι τὸν ἴσον σταθμὸν βάλλουσι καὶ ἐῶσι μῆνας Ϙʹ·
γίνεται δὲ τὸ τοιοῦτον τμητικώτερον.
εὐθετεῖ δὲ διακλυζόμενον <μὲν> πρὸς οὖλα μυδῶντα, στέλ-
λον καὶ στερροποιοῦν αὐτά, καὶ πρὸς ὀδόντας κινουμένους καὶ
τὰς περὶ τὸ στόμα δυσωδίας, ἱκανῶς ἀνασκευάζον αὐτάς, καταρρο-
φούμενον δὲ τόν τε βρόγχον στερεὸν καὶ τυλώδη ποιεῖ καὶ τὸν
5.17.3
ἦχον εὔτονον καὶ λαμπρὸν ἀποτελεῖ. παραλαμβάνεται δὲ καὶ
πρὸς στομαχικοὺς καὶ δυσπεπτοῦντας καὶ ἐπιλημπτικούς, σκοτο-
δινιῶντας, μελαγχολικούς, ἀπηλιθιωμένους, ἔτι δὲ καὶ πρὸς
ὑστερικὰς πνίγας καὶ σπλῆνας ὑπερόγκους καὶ ἰσχιάδας· ἀνα-
λαμβάνει δὲ καὶ τοὺς λίαν ἀσθενεῖς, καὶ τὸ σῶμα ὑγιεινὸν καὶ
εὔχρουν κατασκευάζει. ἔστι δὲ καὶ ὀξυδερκές, καὶ πρὸς δυση-
κοίαν ἐνστῆναι δυνατόν, ἐὰν ἐγχυματίζηταί τις· καὶ καθόλου δὲ
πρὸς ἅπαντα ἐνεργεῖ πλὴν ἑλκώσεως τῶν ἐντός. δίδου δὲ καθ'
ἡμέραν ῥοφεῖν νήστει τὴν μὲν ἀρχὴν ὀλίγον, κατὰ βραχὺ δὲ παρ-
αύξων ἄχρι κυάθου· <τινὲς> δὲ κυάθους δύο διδόασιν ἢ καὶ πλεῖον.
== oinos apo tês skillês ==
5.18.1
ὁ δὲ <ἀπὸ τῆς σκίλλης οἶνος> γίνεται οὕτω· κατα-
τεμών, ὡς εἴρηκα, τὴν σκίλλαν ξήρανον ἐν ἡλίῳ, ἔπειτα κόψον
αὐτῆς μνᾶν μίαν καὶ διασήσας λεπτῷ κοσκίνῳ ἔνδησον ὀθονίῳ
ἀραιῷ καὶ κάθες εἰς γλεύκους καλοῦ καὶ προσφάτου ξέστας
εἴκοσι, τρίμηνόν τε ἔα βραχῆναι· μετὰ δὲ ταῦτα μετεράσας
τὸν οἶνον εἰς ἕτερον ἀγγεῖον ἀπόθου περισφηκώσας ἐπιμελῶς.
5.18.2
ἔνεστι δὲ καὶ ὑγρᾷ χρῆσθαι τῇ σκίλλῃ ἐπιτέμνοντα αὐτὴν γογ-
γυλοειδῶς [τρόπον] καὶ τὴν ὁλκὴν διπλασιάσαντα· δεῖ δὲ ἡλιάζειν
ἐπὶ ἡμέρας μʹ καὶ παλαιοῦν ἄγαν. ἔτι δὲ καὶ οὕτω σκευά-
ζεται ὁ προειρημένος οἶνος· λαβὼν σκίλλης κεκαθαρμένης καὶ
ἐντετμημένης μνᾶς τρεῖς κάθες εἰς γλεύκους καλοῦ μετρητὴν
Ἰταλικὸν καὶ πωμάσας ἔασον μῆνας ἕξ, εἶτα ὑλίσας καὶ μετ-
εράσας ἀπόθου.
5.18.3
εὐθετεῖ δὲ πρὸς ἀπεψίας καὶ διαφθορὰς τροφῆς καὶ τοὺς
ἀπεμοῦντας ταύτην, ἐφ' ὧν τε πάχος ἔγκειται στομάχῳ ἢ
κοιλίᾳ, σπληνικοῖς, ἰκτερικοῖς, καχέκταις, ὑδρωπικοῖς, δυσου-
ροῦσι, στροφουμένοις, πνευματουμένοις, παραλυτικοῖς, σκοτω-
ματικοῖς, ῥίγεσι χρονίοις, σπάσμασι, καταμηνίων τε ἀγωγός·
ἥκιστα δὲ νεῦρα λυπεῖ. ἀμείνων δὲ ὁ παλαιότερος· φυλάσσε-
σθαι δὲ δεῖ αὐτοῦ τὴν χρῆσιν ἔν τε πυρετοῖς καὶ ἐπὶ τῶν ἐντὸς
ἐχόντων ἕλκος.
== oinos dia thalattês ==
5.19.1
οἱ δὲ <'''διὰ θαλάττης οἶνοι'''> ποικίλως σκευάζονται·
<οἱ μὲν> γὰρ εὐθέως μετὰ τὸ τρυγηθῆναι τὴν σταφυλὴν μειγ-
νύουσι θάλασσαν, <οἱ δὲ> προθειλοπεδεύουσι καὶ οὕτω πατοῦσι
μειγνύντες θάλασσαν, <οἱ δὲ> σταφιδώσαντες τὴν σταφυλὴν
βρέχουσιν ἐν πίθοις μετὰ θαλάσσης καὶ οὕτω πατοῦντες ἐκ-
5.19.2
θλίβουσι· γίνεται δὲ ὁ τοιοῦτος γλυκύς. οἱ μέντοι γε πρὸς
τὴν πόσιν αὐστηρότεροι σκευαζόμενοι ποιοῦσι καὶ πρὸς πυρε-
τῶν ἀνασκευήν, εἰ μή γε παρεῖεν Ἀμινναῖοι, καὶ πρὸς κοιλίας
ὑπαγωγήν, καὶ ἐμπύοις <καὶ> σκληροκοιλίοις καὶ ὅσοι ὑπὸ τῶν
Ἀμινναίων ψαύονται κεφαλῆς· κακοστόμαχοι μέντοι καὶ οὗτοι
καὶ πνευμάτων γεννητικοί.
5.19.3
οὐκ ἄχρηστον δὲ ὑπογράψαι νομίζομεν πρὸς τὸ πλήρη τὴν
ἱστορίαν τοῖς φιλιατροῦσι γενέσθαι καὶ τὴν τῶν ποικιλωτέρων
οἴνων σκευασίαν, οὐχ ὅτι πολλή ἐστιν ἢ ἀναγκαία ἡ χρῆσις
αὐτῶν ἀλλ' ἵνα κατὰ μηδὲν αὐτῶν ἐλλείπειν δοκῶμεν. εἰσὶ δὲ
αὐτῶν ἔνιοι ἧττον περίεργοι καὶ πίπτοντες εἰς τὴν χρῆσιν, ὡς
οἱ διὰ τῶν κυδωνίων καὶ ἀπίων καὶ κερατίων, ἔτι καὶ μύρτων
σκευαζόμενοι.
== kudônitês ==
5.20.1
ὁ μὲν οὖν <'''κυδωνίτης'''>, ὃν ἔνιοι '''μηλίτην''' καλοῦσι,
σκευάζεται οὕτως· μήλων κυδωνίων ἐξελὼν τὸ σπέρμα καὶ
τεμὼν ὡς γογγυλίδα, εἰς μετρητὴν γλεύκους χάλασον μνᾶς ιβʹ
πρὸς ἡμέρας λʹ, εἶτα διυλίσας ἀπόθου. σκευάζεται δὲ καὶ
ἄλλως· δεῖ ἐκθλίψαντας μετὰ τὸ κόψαι τὰ κυδώνια τοῦ χυλοῦ
μεῖξαι τοῖς ιβʹ ξέσταις ξέστην ἕνα μέλιτος καὶ ἀποτίθεσθαι.
ἔστι δὲ στυπτικός, εὐστόμαχος, δυσεντερίαις ἁρμόζων, ἡπα-
τικοῖς, νεφριτικοῖς, δυσουροῦσιν.
== mêlomeli ==
5.21.1
καὶ <'''μηλόμελι'''> δέ, ὃ καὶ '''κυδωνόμελι''' ὀνομάζεται,
σκευάζεται μήλων κυδωνίων ἐξαιρεθέντων τὰ σπέρματα καὶ
ἐμβληθέντων εἰς μέλι ὡς ὅτι πλεῖστον, ὥστε ἐνεσφηνῶσθαι.
γίνεται δὲ προσηνὲς μετ' ἐνιαυτόν, οἰνομέλιτι ἐοικός, ἁρμόζον
πρὸς ἃ καὶ ἡ πρὸ αὐτοῦ σκευασία.
== hudromêlon ==
5.22.1
<'''ὑδρόμηλον'''> δὲ σκευάζεται μειγνυμένου τοῦ ἐκ τῶν
κυδωνίων μήλων μέλιτος μετρητοῦ ἑνὸς πρὸς δύο μετρητὰς
ἀφηψημένου ὕδατος καὶ ἡλιαζομένου ἐν τοῖς ὑπὸ κύνα. δύναμις
δὲ καὶ τούτου ἡ αὐτή.
== omphakomeli ==
5.23.1
<'''ὀμφακόμελι'''> δὲ σκευάζεται τὸν τρόπον τοῦτον· λαβὼν
ὄμφακας μήπω περκαζούσας ἡλίαζε ἐπὶ ἡμέρας τρεῖς, καὶ μετὰ
ταῦτα ἐκθλίψας βάλε πρὸς τρία μέρη τοῦ χυλοῦ μέλιτος καλ-
λίστου ἀπηφρισμένου μέρος ἕν, καὶ ἡλίαζε καταγγίσας εἰς
κεράμους.
δύναμιν δὲ ἔχει σταλτικήν, ψυκτικήν, ὅθεν ἁρμόζει στομαχι-
κοῖς, κοιλιακοῖς. ἡ χρῆσις δὲ αὐτοῦ μετ' ἐνιαυτόν.
5.24.1
<'''ἀπίτης'''> σκευάζεται ὁμοίως ὥσπερ καὶ ὁ κυδωνίτης,
μὴ λίαν δὲ ἔστωσαν οἱ ἄπιοι πέπειροι. καὶ ὁ τῶν κερατίων
δὲ καὶ ὁ τῶν μεσπίλων καὶ οὔων ὁμοίως σκευάζεται. πάντες
δέ εἰσι στυπτικοί, στρυφνοί, εὐστόμαχοι, ῥεύματα ἔνδον ἐπέ-
χοντες.
== oinanthinos ==
5.25.1
<'''οἰνάνθινος'''> <δὲ> σκευάζεται οὕτως· λαβὼν τῆς ἀγρίας
ἀμπέλου τὸ ἄνθος βρυούσης ξηρὸν μνᾶς δύο κάθες εἰς μετρητὴν
γλεύκους πρὸς ἡμέρας λʹ, εἶτα διυλίσας ἀπόθου.
ποιεῖ δὲ πρὸς ἀτονίαν στομάχου, ἀνορεξίαν, κοιλιακούς,
δυσεντερικούς.
== oinos rhoitês ==
5.26.1
<'''ῥοίτης'''> δὲ '''οἶνος''' σκευάζεται οὕτως· ῥόας ἀπυρήνους
λαβὼν ὡρίμους καὶ ἀποθλίψας τὸν χυλὸν τῶν κόκκων ἀπόθου,
ἢ ἑψήσας εἰς <τὸ> τρίτον οὕτως ἀποτίθεσο.
ποιεῖ δὲ πρὸς τὰ ἐντὸς ῥεύματα καὶ πυρετοὺς ῥοώδεις.
ἔστι δ' εὐστόμαχος καὶ στεγνωτικὸς κοιλίας καὶ οὐρητικός.
== rhoditês ==
5.27.1
<'''ῥοδίτης'''> δὲ οὕτω σκευάζεται· ῥόδων ξηρῶν ἐπετείων
κεκομμένων μνᾶν μίαν ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους
ξέστας εἴκοσι καὶ περισφήκου· μετὰ δὲ τρεῖς μῆνας διυλίσας
μετάγγιζε καὶ ἀποτίθεσο.
5.27.2
χρήσιμος δὲ ἀπυρέτοις πρὸς στομάχου πόνον καὶ πέψεις
ἐπιπινόμενος, πρός τε καθύγρους κοιλίας καὶ δυσεντερίας.
σκευάζεται δὲ καὶ διὰ χυλοῦ ῥόδων καὶ μέλιτος μειγνυμέ-
νων, ὃ καλεῖται <ῥοδόμελι>, ἁρμόζον πρὸς τὰς ἐν ἀρτηρίᾳ τρα-
χύτητας.
== murtitês ==
5.28.1
<'''μυρτίτην'''> δὲ δεῖ σκευάζοντα μύρτα μέλανα παρακμά-
ζοντα λαβόντα κόπτειν καὶ ἐκθλίβειν τὸν χυλὸν δι' ὀργάνου καὶ
καταγγίζειν· <οἱ δὲ> καὶ ἀφέψουσιν εἰς τὸ τρίτον. <ἔνιοι> δὲ καὶ
προθειλοπεδεύουσιν ἐν ἡλίῳ καὶ ξηράναντες μίσγουσι τῇ χοί-
νικι κοπείσῃ τρεῖς κοτύλας ὕδατος καὶ οἴνου <αὐστηροῦ> παλαιοῦ
τὸ αὐτό, οὕτω τε ἐκθλίβουσι καὶ ἀποτίθενται.
ἱκανῶς δέ ἐστι στυπτικὸς καὶ εὐστόμαχος, ῥευματιζομένῳ
τε στομάχῳ καὶ κοιλίᾳ χρήσιμος, πρός τε τὰς ἐντὸς ἑλκώσεις
καὶ ῥοῦν· μελαίνει δὲ καὶ τρίχας <τὰς> ἐν κεφαλῇ.
== mursinitês ==
5.29.1
<μυρσινίτης> δὲ σκευάζεται οὕτω· δεῖ λαβόντας τῶν
μελαίνων μυρσινῶν τοὺς ἀκρεμόνας καὶ τὰ φύλλα σὺν τοῖς
μύρτοις κόπτειν καὶ βάλλειν εἰς τοὺς τρεῖς τοῦ γλεύκους χοεῖς,
τῆς μυρσίνης κεκομμένης μνᾶς δέκα καὶ ἕψειν, ἄχρι οὗ ἂν
δύο χοεῖς ἀπολειφθῶσι, καὶ διυλίσαντας ἀποτίθεσθαι.
ποιεῖ δὲ οὗτος πρός τε ἀχῶρας καὶ πίτυρα, ἐξανθήματα,
οὖλα, παρίσθμια, ὦτα πυορροοῦντα· στέλλει καὶ ἱδρῶτας.
== skhininos ==
5.30.1
καὶ ὁ <'''σχίνινος'''> δὲ ἐοικότως τῷ μυρσινίτῃ σκευάζεται,
καὶ ὁ <τερμίνθινος> ὁμοίως· ἔγκαρποι γὰρ καὶ τούτων οἱ
ἀκρεμόνες λαμβάνονται.
καὶ παραπλησίας εἰσὶ δυνάμεως, στυπτικοὶ καὶ εὐστό-
μαχοι, ῥεύμασί τε ἁρμόζοντες στομάχου, ἐντέρων, κύστεως
<καὶ> αἱμορραγίαις. κατουλοῦσι δὲ καὶ τὰ ῥευματικὰ πάντα
ἕλκη ἐπαντλούμενοι, τούς τε περὶ ὑστέραν καὶ ἕδραν ῥευμα-
τισμοὺς στέλλουσιν ἐγκαθιζόμενοι.
== phoinikitês ==
5.31.1
<'''φοινικίτης'''>· λαβὼν φοίνικας τοὺς χυδαίους πεπείρους
βάλε εἰς πιθάκνην τετρημένην πρὸς τῷ πυθμένι καὶ ἐνεσφη-
κωμένην καλάμῳ πεπισσωμένῳ· τὸ δὲ τρῆμα λίνῳ βεβύσθω·
ἐπίχει δὲ ταῖς δέκα χοίνιξιν ὕδατος χοεῖς γʹ, εἰ δὲ μὴ λίαν αὐτὸ
γλυκὺ θέλοις εἶναι, πέντε χοεῖς ἐπίχει· ἔα δὲ ἐπὶ ἡμέρας δέκα.
5.31.2
τῇ δὲ ἑνδεκάτῃ ἀφαιρῶν τὸ ἐπὶ τοῦ καλάμου ὀθόνιον ἀποδέ-
χου οἶνον γλυκὺν καὶ παχὺν καὶ ἀποτίθεσο.
ἔστι δὲ ἡδὺς μέν, κεφαλαλγὴς δέ, ποιῶν πρὸς ῥεύματα διὰ
τὸ στύφειν, ὅθεν στομαχικοῖς καὶ κοιλιακοῖς καὶ αἱμοπτυικοῖς
ἁρμόζει. <ἔνιοι> δὲ τὸ αὐτὸ πάλιν τοῦ ὕδατος μίσγοντες δέ-
χονται, καὶ τοῦτο τρίτον ποιοῦσι καὶ τέταρτον καὶ πέμπτον,
ὅ τε λοιπὸν ὀξίζει.
== trokhitês ==
5.32.1
καὶ ὁ <'''τροχίτης'''> δέ, ὃν <ἔνιοι> '''συκίτην''' καλοῦσιν, ἐν Κύπρῳ
σκευάζεται ὁμοίως τῷ φοινικίτῃ, διαφέρει δὲ ὅτι ἐπὶ τούτου
ἔνιοι ἀντὶ τοῦ ὕδατος στεμφύλων ἀπόβρεγμα νεοθλίπτων τὸ
ἴσον μέτρον βάλλουσιν· ἰσχάδες δὲ λαμβάνονται αἱ χελιδόνιοι
καλούμεναι ἢ Φοινίκιαι – μέλαιναι δέ εἰσι – καὶ ἀποβρέχονται,
ὡς προείρηται· μετὰ δὲ ἡμέρας δέκα ἐκλαμβάνεται τὸ ὑγρόν,
καὶ ἐκ δευτέρου τε καὶ τρίτου ἐπιχεῖται τοῦ ἐκ τῶν στεμφύλων
5.32.2
ἀποβρέγματος τὸ αὐτὸ μέτρον. ὁμοίως δὲ ἐκ διαστημάτων
ἐκλαμβάνεται τὸ τέταρτον καὶ πέμπτον ἀπόβρεγμα ὀξίζον, ᾧ
ἀντὶ τοῦ ὄξους χρῶνται.
λεπτομερὴς δέ ἐστι καὶ φυσώδης καὶ κακοστόμαχος, ἀπο-
στρέφων ὄρεξιν, εὐκοίλιος μέντοι καὶ οὐρητικός. κατασπᾷ δὲ
καὶ ἔμμηνα καὶ γάλα <μὲν> δαψιλὲς ποιεῖ, αἷμα δὲ φαῦλον κατα-
σκευάζει, καὶ ἐλεφαντιάσεως ποιητικός ἐστιν ὡς καὶ τὸ ζῦθος.
5.32.3
<ἔνιοι> δὲ καὶ ἁλῶν τοῖς ἓξ κεραμίοις ξέστας ἐμβάλλουσι δέκα,
οἱ δὲ ἅλμης κεράμιον, δυσμετάβλητον καὶ εὐκοίλιον ἔσεσθαι
διανοούμενοι. <οἱ δὲ> καὶ θύμον καὶ μάραθον προυποτιθέασι
τῷ πυθμένι, εἶτα τὰς ἰσχάδας, καὶ ἐναλλὰξ τοῦτο ποιοῦσιν,
ἄχρις οὗ πληρώσωσι τὸ ἀγγεῖον.
== oinos ek tôn sukomorôn ==
5.33.1
σκευάζεται καὶ ὁ ἐκ τῶν <συκομόρων> ὡσαύτως. ὄξος
δὲ γίνεται δριμὺ διὰ τὸ μὴ ἐξισχύειν τὴν δύναμιν αὐτῶν φυ-
λάσσειν τὴν γλυκύτητα τοῦ ῥυέντος.
== rhêtinitês ==
5.34.1
ὁ δὲ <'''ῥητινίτης'''> κατὰ τὰ ἔθνη σκευάζεται <ποικίλως>·
πλεονάζει δὲ ὁ ἐν Γαλατίᾳ διὰ τὸ ἀποξύνεσθαι τὸν οἶνον ἀπε-
πάντου μενούσης τῆς σταφυλῆς διὰ τὰ ψύχη, εἰ μὴ παραπλακείη
πευκίνῃ <ῥητίνῃ>. κόπτεται δὲ σὺν τῷ φλοιῷ ἡ ῥητίνη, καὶ τῷ
κεραμίῳ μείγνυται ἡμικοτύλιον· καὶ οἱ μὲν ἀπηθοῦσι μετὰ τὸ
ἀποζέσαι, χωρίζοντες τὴν ῥητίνην, οἱ δὲ ἐῶσι· παλαιωθέντες
δὲ γίνονται ἡδεῖς.
5.34.2
κεφαλαλγεῖς δὲ πάντες οἱ τοιοῦτοι καὶ σκοτωματικοί, πε-
πτικοὶ μέντοι καὶ διουρητικοί, καταρροιζομένοις καὶ βήσσουσιν
ἁρμόζοντες, κοιλιακοῖς, δυσεντερικοῖς, ὑδρωπικοῖς καὶ ῥοικαῖς
γυναιξί, τοῖς τε ἐν βάθει εἱλκωμένοις ἔγκλυσμα. στυπτικώ-
ρετος μέντοι τοῦ λευκοῦ ἐστιν ὁ μελανίζων.
== strobilitês ==
5.35.1
<στροβιλίτης> δὲ σκευάζεται ἐναποβρεχομένων τῷ γλεύ-
κει στροβίλων προσφάτων τετρυγημένων καὶ τεθλασμένων·
ποιεῖ δὲ τὰ αὐτὰ <τῷ> ῥητινίτῃ. ἐὰν δὲ γλυκεῖ ἐναποβρέξας
τις τοὺς στροβίλους ἑψήσῃ, ἁρμόζει καὶ φθινώδεσιν ἱκανῶς
πινόμενος.
== kedrinos... ==
5.36.1
ὁ δὲ <'''κέδρινος'''> ἢ <'''ἀρκεύθινος'''> ἢ <'''κυπαρίσσινος'''> ἢ
<'''δάφνινος'''> ἢ <'''πιτύινος'''> ἢ <'''ἐλάτινος'''> σκευάζεται ὁμοίως· χρὴ
γὰρ τὰ ξύλα νεότμητα σχίζοντας, ὅτε τὸν καρπὸν ἐκδίδωσι,
τιθέναι πρὸς ἥλιον ἢ ἐν βαλανείῳ ἢ πρὸς πυρί, ὥστε συνι-
δρῶσαι, καὶ μίσγειν τῷ χοεῖ τοῦ οἴνου μνᾶν μίαν, καταστήσαντάς
τε ἐᾶν δύο μῆνας, εἶτα μεταγγίζειν καὶ ἡλιάσαντας ἀποτίθεσθαι.
πληροῦν δὲ δεῖ τὰ ἀγγεῖα ἐπὶ τῶν σκευαστῶν οἴνων· ἀποξύνει
γὰρ τὰ ἀπόκενα.
5.36.2
ἄθετοι μέντοι οἱ φαρμακώδεις οἶνοι τοῖς ὑγιαίνουσι.
θερμαντικοὶ δὲ πάντες οὗτοι, οὐρητικοί, ὑποστύφοντες· ὁ μέν-
τοι δάφνινος θερμαντικώτερος.
γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ τῶν μειζόνων κέδρων οἶνος·
δεῖ δὲ τῷ χοεῖ τοῦ γλεύκους ἡμιμναῖον κεκομμένων τῶν κεδρί-
δων μεῖξαι, ἡλιάσαι τε ἐφ' ἡμέρας μʹ, μετὰ δὲ ταῦτα διυλίζειν
καὶ μεταγγίζειν. γίνεται καὶ <ὁ> ἐκ τῶν ἀρκευθίδων τοῦ καρ-
ποῦ ὁμοίως τῷ κεδρίτῃ, τὰ αὐτὰ ποιῶν.
== kedritês ==
5.37.1
<'''κεδρίτης'''> δὲ γίνεται οὕτω· κεδρίαν πλύναντες ὕδατι
γλυκεῖ διακλύζουσιν ἕκαστον κεράμιον κυάθῳ ἑνί, καὶ οὕτως
πληροῦσι γλεύκους.
θερμαντικὸς δὲ καὶ οὗτος γίνεται καὶ λεπτυντικός, βηχὶ
παλαιᾷ ἁρμόζων δίχα πυρετῶν καὶ πόνοις θώρακος <καὶ> πλευ-
ρῶν, στρόφοις, ἕλκεσι τοῖς ἐν κοιλίᾳ καὶ ἐντέροις, ἐμπυικοῖς,
ὑδρωπικοῖς, ὑστερικαῖς· ποιεῖ καὶ πρὸς ἕλμεις καὶ πρὸς ῥίγη,
βοηθεῖ καὶ θηριοδήκτοις καὶ ἑρπετὰ κτείνει, ὠταλγίας τε
ἐνσταζόμενος ἰᾶται.
== oinos pissitês ==
5.38.1
<'''οἶνος πισσίτης'''> σκευάζεται διὰ πίσσης ὑγρᾶς καὶ
γλεύκους· δεῖ δὲ τὴν πίσσαν πλύνειν πρῶτον μὲν θαλάσσῃ ἢ
ἅλμῃ ἐφ' ἱκανόν, μέχρι ἂν λευκανθῇ, καὶ ἡ θάλασσα καθαρὰ
ἀπορρέῃ, ἔπειτα ὕδατι γλυκεῖ, καὶ τοῖς ὀκτὼ χοεῦσι μίσγειν
οὐγγίας βʹ πίσσης καὶ ἐᾶν, μετὰ δὲ τὸ ἀναζέσαι καὶ καταστῆναι
μεταγγίζειν.
5.38.2
ἔστι δὲ θερμαντικός, πεπτικός, σμηκτικός, ἀνακαθαρτικός,
εὔθετος τοῖς περὶ θώρακα, κοιλίαν, ἧπαρ, σπλῆνα, ὑστέρας
πόνοις δίχα πυρετοῦ καὶ χρονίοις ῥεύμασι καὶ ἑλκώσεσι τῶν
ἐν βάθει· ποιεῖ καὶ πρὸς βῆχας, βραδυπεψίας, πνευματώσεις,
ἄσθματα, καὶ πρὸς στρέμματα δὲ μᾶλλον τοῦ ὄξους μετ' οἰσυ-
πηρῶν ἐρίων.
== apsinthitês ==
5.39.1
<'''ἀψινθίτης'''> δὲ ποικίλως σκευάζεται· οἱ μὲν γὰρ τοῖς
μηʹ ξέσταις [τῷ Ἰταλικῷ κεραμίῳ] <γλεύκους> μείξαντες ἀψιν-
θίου Ποντικοῦ λίτραν μίαν ἕψουσι, μέχρι τὸ τρίτον ἀπολει-
φθῇ· ἔπειτα προσεπιχέαντες γλεύκους ξέστας ἐνενήκοντα καὶ
ἀψινθίου ἡμίλιτρον <καὶ> ἐπιμελῶς μείξαντες καταγγίζουσι,
κατασταθέντα δὲ διυλίσαντες ἀποτιθέασιν. <οἱ δὲ> μνᾶν ἀψιν-
θίου τῷ μετρητῇ τοῦ γλεύκους ἐμβρέχουσιν ἐπὶ μῆνας τρεῖς·
<οἱ δὲ> μνᾶν ἀψινθίου εἰς τὸ κεράμιον καθιᾶσι, κόψαντες καὶ
5.39.2
ἐνδήσαντες εἰς ὀθόνιον ἀραιὸν ἐπὶ μῆνας δύο. <οἱ δὲ> ἀψιν-
θίου τρεῖς οὐγγίας, ἔνιοι δὲ τέσσαρας, καὶ νάρδου Συριακῆς,
κιναμώμου, κασσίας, καλάμου, σχοίνου ἄνθους, ἐλάτης φοινι-
κίνης ἀνὰ οὐγγίας βʹ καθιᾶσιν εἰς μετρητὴν γλεύκους ἐν ὅλμῳ
κόψαντες καὶ σφηκώσαντες ἐῶσι δίμηνον· εἶτα διυλίσαντες
καὶ καταγγίσαντες ἀποτίθενται. <οἱ δὲ> εἰς γλεύκους μετρη-
τὴν νάρδου Κελτικῆς δραχμὰς ιδʹ καὶ ἀψινθίου δραχμὰς μʹ κα-
θιᾶσιν, ἐν ὀθονίῳ δήσαντες, καὶ μεθ' ἡμέρας μʹ μεταγγίζουσιν.
5.39.3
<οἱ δὲ> εἰς κʹ ξέστας τοῦ γλεύκους λίτραν μίαν ἀψινθίου ἐμβάλ-
λουσι καὶ πιτυίνης ῥητίνης ξηρᾶς οὐγγίας βʹ· μετὰ δὲ ἡμέρας
δέκα διυλίσαντες ἀποτίθενται.
ἔστι δὲ εὐστόμαχος, οὐρητικός, ἡπατικοῖς νεφριτικοῖς ἰκτε-
ρικοῖς χρήσιμος, καὶ βραδυπεπτοῦσιν ἀνορέκτοις κακουμένοις